The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, FHG 2: 352.
CTS identifier
urn:cts:greekLit:tlg2172.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

t1

{ΧΡΟΝΙΚΑ.}

1

Athenaeus IV: Οὐ γὰρ οἶδας ἱστοροῦντα

Μενεκλέα, τὸν Βαρκαῖον συγγραφέα, ἔτι τε Ἄνδρωνα

ἐν τοῖς Χρονικοῖς, τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς

εἰσὶν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς

βαρβάρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας

διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς

Ἀλεξάνδρου διαδόχους χρόνοις. Ἐγένετο οὖν ἀνανέωσις

πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύ-

σαντα Αἰγύπτου βασιλέα Πτολεμαῖον, τὸν κυρίως ὑπὸ

τῶν Ἀλεξανδρέων καλούμενον Κακεργέτην. Οὗτος γὰρ,

πολλοὺς τῶν Ἀλεξανδρέων ἀποσφάξας, οὐκ ὀλίγους δὲ

καὶ φυγαδεύσας τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ ἐφηβη-

σάντων, ἐποίησε πλήρεις τάς τε νήσους καὶ πόλεις

ἀνδρῶν γραμματικῶν, φιλοσόφων, γεωμετρῶν, μου-

σικῶν, ζωγράφων, παιδοτριβῶν τε καὶ ἰατρῶν καὶ

ἄλλων πολλῶν τεχνιτῶν, οἳ, διὰ τὸ πένεσθαι διδάσκον-

τες ἃ ἠπίσταντο, πολλοὺς κατεσκεύασαν ἄνδρας ἐλλο-

γίμους.