Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 366–367.
- CTS identifier
urn:cts:greekLit:tlg2190.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Public-domain-era edition; no explicit IA rights field
t1
{ΙΤΑΛΙΚΑ.}
1
Plutarchus Par. Min. c. 10: Ῥωμαῖοι πρὸς Λα-
τίνους πολεμοῦντες ἐχειροτόνησαν στατηγὸν Πόπλιον
Δέκιον· νεανίσκος δέ τις τῶν ἐπισήμων πένης, τοὔνομα
Κάσσιος Βροῦτος, ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας
ἀνοῖξαι ἐβουλήθη. Φωραθεὶς δὲ, εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς
Αὐξιληρίας. Κάσσιος δὲ Σιγνίφερ, ὁ πατὴρ αὐτοῦ, κα-
τέκλεισε, καὶ λιμῷ διέφθειρε, καὶ ἄταφον ἔρριψεν· ὡς
Κλειτώνυμος ἐν Ἰταλικῶν *.
t2
{ΣΥΒΑΡΙΤΙΚΑ.
E LIBRO SECUNDO.}
2
Idem ib. c. 21: Ἐν Συβάρει, πόλει τῆς Ἰταλίας,
νέος περίβλεπτος τὸ κάλλος Αἱμίλιος φιλοκύνηγος ἦν·
ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν
νάπην. Τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδρα-
μόντες, διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλει-
τώνυμος ἐν δευτέρῳ Συβαριτικῶν.
t3
{ΘΡᾼΚΙΚΑ.}
3
Idem De fluv. c. 3, 4: Γεννᾶται δὲ καὶ ἐν τῷ
Παγγαίῳ ὄρει βοτάνη, κιθάρα καλουμένη διὰ ταύτην
τὴν αἰτίαν. Διασπαράξασαι τὸν Ὀρφέα, τὰ μέλη τοῦ
προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον. Καὶ ἡ μὲν
κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα
μετέβαλε τὴν μορφὴν τοῦ σώματος· ἡ δὲ λύρα κατε-
στηρίχθη (κατηστερίσθη?) κατὰ προαίρεσιν Ἀπόλλω-
νος· ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἐνεφάνη βοτάνη, κι-
θάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων, αὕτη
κιθάρας ἀναδίδωσι ἦχον· οἱ δὲ ἐγχώριοι νεβρίδας περι-
βεβλημένοι καὶ θύρσους κρατοῦντες, ὕμνον ᾄδουσιν·
Καὶ τότε φρονήσεις, ὅταν ἔσῃ μάτην φρονῶν·
καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γʹ τῶν Θρᾳκικῶν.