The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 316.
CTS identifier
urn:cts:greekLit:tlg2193.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

t1

{ΜΑΚΕΔΟΝΙΚΑ.

E LIBRO TERTIO.}

1

Plutarch. Par. m. c. 11: Δαρεῖος

ὁ Πέρσης, ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ, καὶ

ἑπτὰ σατράπας ἀποβαλὼν, καὶ ἅρματα δρεπανηφόρα

δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς. Ἀριο-

βαρζάνης δὲ ὁ υἱὸς, συμπαθῶς διακείμενος πρὸς Ἀλέ-

ξανδρον, ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. Ἀγανα-

κτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν· ὡς Ἀρητάδης

Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν.

t2

{ΦΡΥΓΙΑΚΑ.}

2

Idem De fluv. c. 12, 2: Γεννᾶ-

ται δ' ἐν αὐτῷ λίθος, αὐτόγλυφος καλούμενος· εὑρίσκε-

ται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦ-

τον τὸν λίθον ἐὰν εὕρῃ τις, σπανίως εὑρισκόμενον, τῶν

ὑποτεμνομένων οὐ ξενίζεται, ἀλλ' εὐψύχως φέρει τῆς

παρὰ φύσιν πράξεως τὴν ὄψιν· καθὼς ἱστορεῖ Ἀρετά-

ζης (sic) ἐν τοῖς Φρυγιακοῖς.

t3

{ΝΗΣΙΩΤΙΚΑ.

E LIBRO SECUNDO.}

3

Idem Par. m. c. 27: Τελαμὼν ὁ Αἰα-

κοῦ καὶ Ἐνδηΐδος, ἐλθὼν εἰς Εὔβοιαν *** νυκτὸς ἔφυ-

γεν. Ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα

ὑποπτεύσας, ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι

τῶν δορυφόρων. Ὁ δ' ἐλεήσας ἀπημπόλησε· προσσχού-

σης δὲ τῆς νεὼς Σαλαμῖνι, Τελαμὼν ὠνήσατο· ἡ δ'

ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νη-

σιωτικῶν.