Epistulae pseudepigraphae
- Authority group
- Libanius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistulae pseudepigraphae, ed. Foerster, op. cit., vol. 11 (1922; repr. 1997) 563–571.
- CTS identifier
urn:cts:greekLit:tlg2200.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
t
{[Ἀνωνύμῳ.}
1
Οὐδὲν θαυμαστὸν εἰ τὸ φάρμακον, ᾧ τὸν στόμαχον ἔρ-
ρωσας, ἀξιοῦμεν ἐπὶ τοῖς ὁμοίοις καὶ αὐτοὶ λαβεῖν παρὰ σοῦ,
ἐπεὶ καὶ τῆς σῆς δυνάμεως οὐκ αὐτοὶ μόνον ἀπολαύομεν, ἀλλὰ
ταύτῃ καὶ πολλοὺς τῶν φίλων ὀρθοῦμεν. καὶ παλαιόν γε τὸ
ἔθος τὰ τῶν βασιλέων ἀγαθὰ καὶ πρὸς πολλοὺς διαβαίνειν.
2
μετάδος τοίνυν ἡμῖν ἐκείνου, ὦ μηδένα τῶν σου δεομένων
κενὸν ἀνεχόμενος ἀποπέμπειν. πέπτωκε γὰρ καὶ ἡμῖν ὁ στό-
μαχος ταῖς συνεχέσιν ὑδροποσίαις, τόνου δὲ στερηθεὶς εἰς
καπνὸν τὰ σιτία διὰ τὴν ἀσθένειαν ἀναλύει, ὃς ἀλγύνει μὲν
τὴν κεφαλὴν ἀνιὼν καὶ δι' αὐτῆς ἅπαν λύει τὸ σῶμα, προσ-
κόπτειν δὲ ἀναγκάζει τὸ πνεῦμα καὶ περὶ τὰ στέρνα ἀτμοί
τινες συνιστάμενοι δι' ὄχλου γίνονται τῇ καρδίᾳ.
3
τούτων
λύσιν ὁ Χῖος Ἱπποκράτης, ἂν ὁ στόμαχος τὴν προτέραν ἰσχὺν
ἀπολάβῃ, ψηφίζεται. πρὸς δὲ τοῦθ' ἱκανὸν νομίζει τὸ κατα-
σκευασθέν σοι φάρμακον παρ' αὑτοῦ καὶ συνεβούλευεν ὅτι
τάχιστα πέμπειν αἰτήσοντα πρότερον ἀξιώσας τὸν μηνύσαντα
κρύπτειν.
4
ἐγὼ δὲ οὐκ εἰωθὼς πρὸς σὲ ψεύδεσθαι τοῦτον
αὐτὸν εἶναί φημι τὸν καὶ περὶ τοῦ προτέρου συμβουλεύσαντα
καὶ περὶ τοῦ λοιποῦ παρὰ τίνα δεῖ πέμπειν ὑπὲρ τούτου δι-
δάξαντα, ἵν' ἥντινα καὶ δίκην τῆς προδοσίας βουληθῇς ἀπαι-
τῆσαι, παρ' αὐτοῦ ταύτην λάβῃς].
5
t
{[Ἀνωνύμῳ.}
1
Τοῦ γραμμάτων ἐμῶν ἐρῶντά σε καὶ λαμβάνοντα μὴ καὶ
ἀντιγράφειν ὄχλον αἰτιῶμαι πραγμάτων, ὑφ' οὗ κἂν σιτίων
καὶ ποτῶν εἴργοιο. τὸ γὰρ λήθῃ σε τῶν ἐπιστολῶν ἀποστῆναι
οὔτε περὶ σοῦ δίκαιον ὑποπτεύειν, ὅς γε σαυτοῦ πρότερον ἂν
ἢ τῶν φίλων ἀμνημονήσαις, ἐγώ τε πρὸς τὰς τῶν φίλων κατη-
γορίας οὐ πρόχειρος, ὅταν πολλαχόθεν τὸ δοκοῦν ἁμάρτημα
τὴν παραίτησιν ἔχῃ.
2
εἰ μὲν οὖν, ὅπερ ἔφην, πράγματα
περιστάντα οὓς ἐν τῇ μνήμῃ περιφέρεις, τούτοις οὐ συνεχώ-
ρησε γράφειν, ἡμῖν τὰ τῆς γνώμης ἀντὶ τῶν γραμμάτων ἀρ-
κέσει, σὺ δὲ μηδέποτε λήγοις τοιούτων φροντίδων, ἀφ' ὧν
ἔσται σοι δόξαν πόνων ὠνεῖσθαι ἄλλως τε καὶ οὓς δίκαιον
ὠφελοῦντα, πείθομαι γάρ σοι τὴν πατρίδα τὴν τοιαύτην ἀνάγ-
κην περιτιθέναι τῶν περὶ σὲ πεπονημένων αὑτῇ τοὺς καρ-
ποὺς ἀπαιτοῦσαν· εἰ δ' ἄλλο τι προσπεσὸν ἀργίας μὲν τῇ
χειρί, τῇ δὲ ψυχῇ ταραχῆς αἴτιον γέγονεν, εὐχόμεθα τῷ θεῷ
λύσαντι τὸν χειμῶνα τὴν προτέραν αὖθις ἀποδοῦναι γαλήνην.]
6
1
[Θνητοὶ καὶ ἀπὸ θνητῶν πεφύκαμεν καὶ θνητῆς πάντες
τελοῦμεν φύσεως. τί οὖν θαυμαστὸν εἰ θνήσκει τὸ θνητὸν
τῆς ἀρρήτου σοφίας τοῦτο συμφερόντως οἰκονομούσης πρός
τινα κρείττονα καὶ μακαριωτάτην λῆξιν; ἀγαθῶν γὰρ ἡ τῶν
τῇδε βιοτὴ καὶ ἀχθηδόνων πλήρης.
2
ὅθεν ἀπ' αὐτῆς τῆς
πρώτης βαθμίδος εἰς φῶς προϊόντες κλαυθμυρίζομεν καὶ δά-
κρυον προκαταβάλλομεν φύσει δηλαδὴ προμηνύοντες ὅτι τοῦδε
τοῦ βίου ἡ ἀρχὴ καὶ τὸ τέλος λύπη καθέστηκε.
3
καὶ τοῦτό
τις τῶν πάλαι σοφῶν εἰδὼς ἔφη·
ἔδει μὲν ἡμᾶς σύλλογον ποιουμένους
τὸν φύντα θρηνεῖν, εἰς ὅς' ἔρχεται κακά,
τὸν δ' αὖ θανόντα καὶ πόνων πεπαυμένον
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις, ὡς καὶ τὸ θεῖον εἴρηκε λόγιον.
4
ὡς οὖν σοφὸς καὶ θεοσεβείας τρόφιμος ὢν φέρε γενναίως
τὸ συμβὰν καὶ εὐχαρίστει τῷ θεῷ τῷ τῆς ἑκάστου προνοουμένῳ
σωτηρίας.
5
οὐ γὰρ ἀπέθανεν ὁ μακάριος, ἀλλὰ πρὸς τὴν
ἀμείνω 〈ἐκ〉 τῆς χείρονος ζωῆς μεταβέβηκεν εὐσεβῶς ἐν Χριστῷ
ζήσας καὶ θεάρεστον μετελθὼν πολιτείαν.
6
εἰ γὰρ φυσικῶς
ἀλγεῖν ἐπὶ τῷ χωρισμῷ ἀλλήλων βιαζόμεθα, ἀλλ' οὖν ὡς λογι-
κούς τε καὶ πιστοὺς ὄντας δεῖ τὴν ἐλπίδα καὶ ἀποκαραδοκίαν
τῆς μελλούσης μακαριότητος κατὰ νοῦν ἀναλαβεῖν καὶ εὐχα-
ρίστως τὴν συμφορὰν ὑπενεγκεῖν.
7
οὕτω γὰρ καὶ τῷ τῶν
ὅλων εὐεργέτῃ καὶ σοφῷ προνοητῇ καὶ σωτῆρι Χριστῷ εὐαρε-
στήσαντες τὴν αὐτοῦ φιλανθρωπίαν καὶ εὔνοιαν καὶ δωρεὰν
πλουσιώτερον ἐπισπασόμεθα.
8
ὃν αἰτοῦμεν παρακαλέσαι τὴν
καρδίαν σου πάσῃ πατρικῇ παρακλήσει καὶ τὸ λοιπόν σε δια-
φυλάξαι σὺν πᾶσι τοῖς σοὶ διαφέρουσιν].
7
1
[Τὰ σκυθρωπὰ κατὰ θείαν καὶ ἀπόρρητον σοφίαν καὶ
πρόνοιαν τοῖς ἀνθρώποις ἐπεισάγεται εἰς τὴν τῶν ψυχικῶν
τραυμάτων θεραπείαν. ὥσπερ γὰρ ἰατρῶν παῖδες φάρμακα
καὶ καυτῆρας σωματικοῖς παθήμασιν ἑκάστῳ κατάλληλον ἐπι-
φέρουσιν, ἵνα τοῖς κάμνουσιν ἴασιν περιποιήσωνται, οὕτω καὶ
ὁ ἀγαθὸς καὶ πάνσοφος τῶν ψυχῶν καὶ σωμάτων ἰατρὸς θεὸς
ἐπάγει δημεύσεις 〈καὶ〉 θλίψεις καὶ φόβους καὶ αἰχμαλωσίας
καὶ ζημίας καὶ νόσους καὶ θανάτους διαφόρους εἰς ἡμῶν παν-
τοίαν σωτηρίαν. διὰ τῶν τοιούτων γάρ, ὥσπερ διὰ πυρὸς ὁ
χρυσός, τοῦ σπίλου τῶν ἁμαρτιῶν καθαιρόμεθα.
2
φέρε τοί-
νυν τὰ συμβάντα σοι γενναίως καὶ εὐχαρίστως δέχου. καὶ γὰρ
πάντα φέρουσιν οἱ νοσοῦντες, ἵνα τύχωσι θεραπείας.
3
κἀκεῖ-
νοι μὲν πολλάκις τὰ παρὰ τῶν ἰατρῶν ὑπομένοντες ἴσως δι-
αμαρτάνουσι τῆς ἐλπίδος, ἡμεῖς δὲ πάντως τευξόμεθα τῆς τῶν
ἁμαρτημάτων ἀπαλλαγῆς καὶ τῶν συμφορῶν ἀνοχῆς, εἴγε μετ'
εὐχαριστίας ἐνέγκωμεν τὰ ἐκ θεοῦ.
4
ᾧ λιτανεύομεν τὴν ὀδυ-
νωμένην σου καρδίαν παραμυθήσασθαι καὶ πάσῃ παρακλήσει
παρακαλέσαι καὶ τὸ λοιπὸν ἀπειρόπονον καὶ ἄλυπον διαφυ-
λάξαι καὶ τῆς τῶν οὐρανῶν ἀξιῶσαι βασιλείας.]
8
t
{[Ἀνωνύμῳ.}
1
Ἄριστον Ἀχαιῶν Ἀγαμέμνων νομίζων Νέστορα ἔπειτα
βουλῆς οὐκ ἠξίου οὐδὲ μετεδίδου γερῶν.
2
καὶ μή μοι μέμψῃ
τῆς εἰκόνος ὡς οὐκ ἐμοὶ γιγνομένης μηδ' ἀλαζονείας ἕλῃς τὸν
Νέστορα. αἴνιγμα γὰρ δὴ καὶ τοῦτο κἀκεῖνο καὶ τῆς Οἰδίπου
χρῆζον φρενός. ἡμᾶς δὲ εὖ ποιῶν λόγοις, οὐκ ἔργοις παριστά-
νεις τὸ φίλτρον.]
9
t
{[Ἰωάννῃ.}
1
Δεξάμενός σου τὸν λόγον τὸν πολὺν καὶ καλὸν ἀνέγνων
ἀνδράσι λόγων καὶ αὐτοῖς δημιουργοῖς. ὧν οὐδεὶς ἦν ὃς οὐκ
ἐπήδα τε καὶ ἐβόα καὶ πάντα ἔδρα τὰ τῶν ἐκπεπληγμένων.
2
ἥσθην οὖν, ὅτι τοῦ δεικνύναι τὴν τέχνην ἐν δικαστηρίοις
προὐτίθης τὰς ἐπιδείξεις, καὶ μακαρίζω σὲ μὲν οὕτω δυνάμε-
νον ἐπαινεῖν, ἐπαινέτου δὲ τοιούτου τετυχηκότας τόν τε δόντα
πατέρα καὶ τοὺς λαβόντας υἱεῖς τὴν βασιλείαν.]
{Λιβανίῳ Βασίλειος.} Αἰσχύνομαι καθ' ἕνα σοι προσάγων τοὺς Καππαδόκας,ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεωςἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ.ἀλλ' ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν τὰ προσήκοντα σφί-σιν αὐτοῖς αἱρουμένων οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένουςπαραπέμπομαί σοι τοσοῦτον αὐτοῖς χαριζόμενος, ὅσον καὶ οἱτοῖς διψῶσι καθηγούμενοι τὰς πηγάς. ὁ δὲ νῦν προσιὼνμικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοισυγγένηται· νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος μέγα ἐπὶ ὀρθό-τητι βίου καὶ δυνάμει πολιτικῇ παρ' ἡμῖν λαβόντος ὄνομα,ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενοςαὐτὸν τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι σοὶ ποιῶν αὐτὸνγνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸςκρίνειν ἐπισταμένοις.{Βασιλείῳ Λιβάνιος.} Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος· ἓν τοῦτοκέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτοςὁ Καππαδόκης· δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμματατοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν· τουτὶ μέν, ὅτου τίςἂν εἴποι μεῖζον; ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομίζεις,καὶ πάλαι νέον ὄντα ᾐδούμην σωφροσύνῃ τε πρὸς τοὺς γέρον-τας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖςἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην.