Orationes 1
- Authority group
- Libanius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Orationes 1–64, ed. Foerster, op. cit., vols. 1–4 (1.1–1.2:1903; 2:1904; 3:1906; 4:1908; repr. 1997) 1.1:79–320; 1.2:354–535; 2:9– 572; 3:4–487; 4:6–498.
- CTS identifier
urn:cts:greekLit:tlg2200.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
3
τημένοι. ὁ δὲ ἄρα τὸ μὲν εἶχε ποιεῖν, ἦν δὲ οὐκ ἄλ-
λοθεν. ἐκοσμεῖτο δὲ οὐ μᾶλλον φωνῇ τῇ 'κείνων ἢ
μαντικῇ, ᾗ δὴ καὶ ἀπολουμένους προῄδει τοὺς υἱεῖς
τοὺς ἑαυτοῦ σιδήρῳ καλούς τε ὄντας καὶ μεγάλους καὶ
εἰπεῖν ἱκανούς. τοῦτο ἡμῖν χρημάτων μεγάλων ἐκένωσε
τὸν οἶκον, ὥστε ὁ πατὴρ οὑμὸς ἀδελφὰς ἐπιγάμους
ἐλεούμενος ἔτρεφε. τῷ δ' αὖ πρὸς μητρὸς πάππῳ τἄλλα
τε ὄντι λαμπρῷ καὶ ῥητορικῷ μόλις διαφυγόντι τὸν
ὅμοιον θάνατον ἡ τελευτὴ συνέβη νόσῳ δύο προμά-
χοις τὴν βουλὴν παραδόντι, οἷν ὁ μὲν ἐπ' ἀρχῇ κατέ-
λυσε τὸν βίον, ὁ δὲ ἀρχὴν ἀπωσάμενος. οὐκοῦν ἐν
τούτοις τὰ μὲν ἡμέρου, τὰ δὲ οὐ τοιαύτης τύχης.
4
Γήμας δὲ τὴν ἐκ τοιούτων οὑμὸς πατὴρ τρεῖς
παῖδας ποιησάμενος, ὧν ἐγὼ μέσος, ᾤχετο πρὸ ἀκμῆς
μικρὰ ἐκ πολλῶν κεκομισμένος, καὶ εὐθὺς τῆς μητρὸς
ἐπ' ἐκείνῳ ὁ πατήρ. δείσασα δὲ ἡ μήτηρ ἐπιτρόπων
κακίαν καὶ ὑπὸ σωφροσύνης τὰς τοῦ δεῖν εἰς λόγους
ἰέναι σφίσιν ἀνάγκας αὐτὴ πάντα ἡμῖν ἀξιοῦσα εἶναι
τῶν μὲν ἄλλων εὖ μάλα εἴχετο σὺν πόνῳ, τελοῦσα δὲ
ἀργύριον τοῖς ἐπὶ τοῦ παιδεύειν οὐκ ᾔδει χαλεπῆναι
πρὸς καθεύδοντα παῖδα φιλούσης εἶναι νομίζουσα τὸ
μηδαμῆ μηδαμῶς ἀνιᾶν τὸν ἑαυτῆς, ὥστε τοῦ ἔτους
τὸ πλέον εἰς ἀγροὺς ἡμῖν μᾶλλον ἢ λόγους ἀναλοῦ-
σθαι.
5
τεττάρων δή μοι τουτονὶ διελθόντων τὸν
τρόπον ἐνιαυτῶν πέμπτου τε ἐπὶ τοῖς δέκα ἡπτόμην
καί με εἰσήρχετο δριμύς τις ἔρως τῶν λόγων· ὥστε
ἠμέληντο μὲν αἱ τῶν ἀγρῶν χάριτες, ἐπέπραντο δὲ
περιστεραί, δεινὸν θρέμμα καταδουλώσασθαι νέον,
ἅμιλλαι δὲ ἵππων καὶ τὰ τῆς σκηνῆς πάντα ἀπέρριπτο,
καὶ ᾧ δὴ διαφερόντως ἐξέπληξα καὶ νεότητα καὶ γῆρας,
ἀθέατος ἔμεινα μονομαχιῶν ἐκείνων, ἐν αἷς ἔπιπτόν
τε καὶ ἐνίκων ἄνδρες, οὓς ἔφησθα ἂν μαθητὰς εἶναι
τῶν ἐν Πύλαις τριακοσίων. ὁ μὲν δὴ ταῦτα λειτουρ-
γῶν ἦν θεῖος ἐμὸς πρὸς μητρὸς ἐκάλει τέ με ὀψόμενον,
ἐγὼ δὲ ἄρα ὑπὸ τῶν βιβλίων εἰχόμην. λόγος γε τὸν
σοφιστὴν ἐκεῖνον μαντεύσασθαι περὶ ἐμοῦ πόρρωθεν,
ἃ δὴ καὶ τετέλεσται.
6
ποῦ δὴ τὴν ὀρφανίαν θήσο-
μεν; καὶ ἥδιστα μὲν ἂν ἐπεῖδον τὸν πατέρα ἐν γήρᾳ,
εὖ μέντοι τοῦτό γε οἶδα, ὡς νῦν ἂν ἦν ἐν ἑτέρᾳ
ἀτραπῷ βίου τοῦ πατρός μοι προβάντος εἰς πολιάν.
ἀντεξετάζων δή τις τὰ νῦν [τὰ] παρόντα ἐκείνοις, βουλῆς
λέγω φροντίσιν ἢ δίκαις ἢ καὶ νὴ Δία γε θρόνοις ἀρχῶν,
οὐ χαλεπῶς ἂν καὶ οὕτω γ' ἀνεύροι, ποτέρωσε τοῦτο
τιθεὶς ὀρθῶς ἂν εἴη τεθεικώς.
7
ἀλλὰ μὴν τήν γε
τῆς μητρὸς σωφροσύνην, ἣ μυρίους ἀπὸ τῶν θυρῶν
ἀπήλασεν, οὐδ' ἂν ὁ σφόδρα ἡδονῶν ἥττων τολμῆσαί
μοι δοκεῖ μὴ συγχωρῆσαι παίδων εἶναι εὐτυχῶν, εἰ
δὴ καλὸν μὲν τὸ σὺν παρρησίᾳ ζῆν, ποιεῖ δὲ ταύτην
οὐ τὰ αὐτῷ τινι βεβιωμένα μόνον, ἀλλὰ καὶ τὰ 'κεί-
νοις ἐξ ὧν ἔφυ, ὡς πολλοί γε ἀμέμπτους σφᾶς αὐτοὺς
παρασχόμενοι γονέων ἐπεστομίσθησαν ὀνείδεσι.
8
Πάλιν τοίνυν τὸ μὲν παρ' ἄνδρα πεφοιτηκέναι
λόγων προχέοντα κάλλος εὐδαίμονος φοιτητοῦ, τὸ δὲ
μὴ ὁπόσον ἄξιον, ἀλλ' ὁπότε μὲν ἀφωσιούμην, φοιτᾶν,
κινοῦντος δὲ ἤδη πρὸς μαθήσεις ἔρωτος οὐκ ἔχειν τὸν
μεταδώσοντα θανάτῳ σβεσθέντος τοῦ ῥεύματος, τουτὶ
δὲ ἀθλίου. ποθῶν μὲν τοίνυν τὸν οὐκέτ' ὄντα, χρώ-
μενος δὲ τοῖς οὖσιν, εἰδώλοις γέ τισι σοφιστῶν, ὥσπερ
οἱ τοῖς ἐκ κριθῶν ἄρτοις ἀπορίᾳ γε τοῦ βελτίονος,
ἐπειδὴ ἤνυτον οὐδέν, ἀλλ' ἦν κίνδυνος ἡγεμόσι τυ-
φλοῖς ἑπόμενον εἰς βάραθρον ἀμαθίας πεσεῖν, τοῖς
μὲν χαίρειν εἶπον, παύσας δὲ τὴν μὲν ψυχὴν τοῦ
τίκτειν, τὴν δὲ γλῶτταν τοῦ λέγειν, τὴν δὲ χεῖρα τοῦ
γράφειν ἓν ἔδρων μόνον, μνήμῃ τὰ τῶν παλαιῶν
ἐκτώμην συνὼν ἀνδρὶ μνημονικωτάτῳ τε καὶ οἵῳ τῶν
παρ' ἐκείνοις καλῶν ἐμπείρους ἀπεργάζεσθαι νέους.
καὶ οὕτω δή τι αὐτῷ προσεκείμην ἀκριβῶς, ὥστ' οὐδ'
ἀπαλλαττομένου τῶν νέων ἀπηλλαττόμην, ἀλλὰ καὶ δι'
ἀγορᾶς, ἐν χεροῖν τε ἡ βίβλος. καὶ ἔδει τι τὸν ἄνδρα
καὶ πρὸς ἀνάγκην λέγειν, ἣν ἐν τῷ παραχρῆμα μὲν
δῆλος ἦν δυσχεραίνων, χρόνοις δὲ ἐν ὑστέροις ἐπῄνει.
9
πέντε ταῦτα ἔτη ἦν ἁπάσης μοι τῆς ψυχῆς ἐκεῖσε
τετραμμένης, καὶ συνέπραττεν ὁ δαίμων οὐδενὶ νοσή-
ματι τὸν δρόμον ὑποσκελίζων, ἐπεὶ καὶ ὃ προσέπεσε
τῇ κεφαλῇ—ἦν δὲ τοιόνδε· ἐν τοῖς Ἀχαρνεῦσι τοῖς
Ἀριστοφάνους ἦν καθημένῳ τῷ γραμματιστῇ παρεστη-
κώς, ὁ δὲ ἥλιος οὕτω παχέσιν ἐκέκρυπτο νέφεσιν, ὥστ'
ἤδη τινὰ νύκτα ἐκείνην τὴν ἡμέραν προσειπεῖν. μέγα
δὲ κτυπήσαντος τοῦ Διὸς καὶ ἅμα κεραυνὸν ἀφέντος
ἐπέπληκτο μὲν τῷ πυρὶ τὰ ὄμματα, ἐπέπληκτο δὲ ἡ
κεφαλὴ τῇ βροντῇ. καὶ ᾤμην μὲν οὐδὲν ἐνιδρύσθαι
μοι δεινόν, ἀλλ' αὐτίκα λήξειν τὴν ταραχήν, ἀπελθὼν
δὲ οἴκαδε καὶ ἐπ' ἀρίστῳ κατακλιθεὶς βροντῆς τε ἐκεί-
νης ἐδόκουν ἀκούειν κεραυνόν τε ἐκεῖνον τὴν οἰκίαν
παραθεῖν ἱδρῶτά τ' ἐκίνει τὸ δέος καὶ ἀναπηδήσας
ἐκ τῶν σιτίων ἐπὶ τὴν κλίνην καταφεύγω. σιγᾶν δὲ
ᾤμην δεῖν τοῦτο καὶ φυλάττειν ἄρρητον, ἀλλὰ μὴ κοι-
νώσας ἰατροῖς εἰς φάρμακά τε καὶ τὰ ἀπὸ τῆς τέχνης
ἐκ τῶν εἰωθότων ἑλκυσθεὶς ἀνιᾶσθαι.
10
τοῦτο καὶ
εἰς ῥίζας ἤγαγε τὴν συμφορὰν ἐκβληθεῖσαν ἄν, ὥς
φασιν, ἐν προοιμίοις οὐ σὺν πόνῳ. διὰ τοῦτο καὶ
συναπεδήμησέ μοι τὸ κακὸν αὐξόμενον τὴν αὔξην τὴν
ἑαυτοῦ δεῦρό τε ἀφῖκται πάλιν τροπὰς μέν τινας τρε-
πόμενον, οὐ μὴν τοῦ γε ἐλαύνειν παυόμενον, ἐπεὶ καὶ
ὁπότε δοκεῖ χαλᾶν, οὐ παντάπασι λήγει—ἀλλ' ὅπερ
ἔφην, πλὴν τοῦδε τηνικαῦτα τἄλλα ἦν ἄνοσος, καὶ
οὐδὲ τοῦτο εἶργε μὴ ἀπολαύειν τῶν παιδικῶν.
11
Συνειλεγμένων τοίνυν εἰς τὴν ψυχὴν τῶν ὑπὲρ
τοὺς ἄλλους κατὰ λόγου δύναμιν θαυμαζομένων ἀν-
δρῶν ὁρμῆς τε με ἐπὶ τοῦτον εἰσελθούσης τὸν βίον
—ἦν γάρ τις ἑταῖρος ἐμοὶ Καππαδόκης, Ἰασίων ὄνομα
αὐτῷ, βραδέως μὲν ἥκων ἐπὶ λόγους, φιλοπονίᾳ δέ,
εἴπερ τις ἄλλος, ἡδόμενος—οὗτος ὁ Ἰασίων, ἃ παρ'
ἀνδρῶν πρεσβυτέρων Ἀθηνῶν τε πέρι καὶ τῶν αὐτόθι
δρωμένων ἐδέδεκτο, καθ' ἡμέραν ὡς εἰπεῖν πρὸς ἐμὲ
ἐμυθολόγει Καλλινίκους τέ τινας καὶ Τληπολέμους
ἑτέρων τε οὐκ ὀλίγων σοφιστῶν διηγούμενος σθέ-
νος λόγους τε οἷς ἀλλήλων ἐκράτησάν τε καὶ ἐκρα-
τήθησαν, ὑφ' ὧν τις ἐπιθυμία τοῦ χωρίου κατελάμ-
βανέ μοι τὴν ψυχήν.
12
τοῦτο μὲν δὴ ὕστερον ἔμελ-
λον ἐκλαλήσειν, ὡς εἴη μοι πλευστέον, τῆς φήμης δὲ
τῶν πόνων οὓς ἐπόνουν, κατεχούσης τὴν πόλιν καὶ τῆς
γε ἐν ὥρᾳ σωφροσύνης—λέγω γὰρ οὖν σωφροσύνης
πέρι θαρρούντως ζώντων ἔτι μοι μαρτύρων, οἳ βουλο-
μένων ὑμῶν ἀναστάντες μαρτυρήσουσιν, ὁρῶ γὰρ αὐτῶν
οὐκ ὀλίγους ἐνταυθοῖ καθημένους, ἦν δὲ ἀνάλωτος οὐ
φρουρᾷ καὶ φόβοις παιδαγωγῶν, οὓς ἀσθενεῖς πέφυκεν
ὀρφανία νέου ποιεῖν, ἀλλὰ προνοίᾳ Τύχης, δι' ἣν
αὐτός τε ἐμαυτοῦ φύλαξ ἦν ἄλλους τε ἐρρυόμην παι-
διάς τε ἔπαυον ἐπιζημίους, ἐφ' ἃς τοὺς λόγους ῥίψαν-
τες οὐκ ὀλίγοι τῶν νέων ἐφέροντο—γεμούσης δὴ
τοῦ περὶ ἀμφοῖν τοῖν ἀγαθοῖν λόγου τῆς πόλεως ἁπά-
σης οἱ παρθένους τρέφοντες πατέρες διὰ τοῖν θείοιν
τοῖν ἐμοῖν ᾔεσαν ἐπ' ἐμὲ πλήθει προικὸς ἕτερος ἕτερον
παριόντες,
ἀλλ' ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
οἶμαι δὲ κατὰ τὸν Ὀδυσσέα καὶ θεῖον ὑπεριδεῖν ἂν
γάμον πρὸς τὸν Ἀθηνῶν καπνόν.
13
ἡ μὲν οὖν
μήτηρ ἐδάκρυεν οὐδὲ τὸν λόγον ἀνεχομένη τοῦ
ἔργου, τοῖν θείοιν δὲ ὁ πρεσβύτερος τῇ μὲν ᾤετο βοη-
θεῖν δεῖν, ἐμὲ δὲ ἐκέλευεν ἀδυνάτων ἀφεστάναι, μηδὲ
γὰρ εἰ σφόδρα ἐρῴην, ἐπιτρέψειν αὑτόν. τὰ Ὀλύμ-
πια δὲ τοῦ νεωτέρου ποιήσαντος τῷ Διὶ καὶ ἐμοῦ τῆς
ἀνάγκης ἡττημένου ζημιοῖ μὲν ὁ δαίμων τὴν πόλιν,
μᾶλλον δὲ πᾶσαν τὴν γῆν τῇ Πανολβίου τελευτῇ,
τουτὶ γὰρ ὄνομα τῷ πρεσβυτέρῳ τῶν θείων, τῆς μη-
τρὸς δὲ πρὸς τὸν ἕτερον οὐκέτι τὰ αὐτὰ τοῖς δάκρυσι
δυναμένης, ἦν γὰρ δὴ ὁ Φασγάνιος οἷος οἴκτῳ βλα-
βερῷ μὴ ἐνδιδόναι, τὴν μὲν πείθει λύπην οὐ μακρὰν
καρποὺς μεγάλους ὑπισχνουμένην ἐνεγκεῖν, ἐμοὶ δὲ
ἀνοίγει τὰς πύλας.
14
Ἐν τοῖς εἰρημένοις οὐκ ἄδηλον, ὅ,τι μὲν εὔδαι-
μον, ὅ,τι δὲ οὐ τοιοῦτον. ἐξεληλακὼς δὲ ἤδη τότε ἄρα
ᾐσθανόμην, ὡς δεινῶς πικρὸν ἀπολιπεῖν οἰκείους. ἐφε-
ρόμην οὖν σὺν ὀδυρμοῖς τε καὶ ὀδύνῃ, πυκνὰ ἐπιστρε-
φόμενος πόθῳ τῆς τῶν τειχῶν ὄψεως. μέχρι μὲν Τυά-
νων δάκρυα, ἐντεῦθεν δὲ σὺν πυρετῷ δάκρυα. δυοῖν
δὲ ἐπιθυμίαιν μαχομέναιν ὁ τῆς αἰσχύνης φόβος θα-
τέρᾳ προσγενόμενος ἐκεῖσε ἐποίησε τὴν ῥοπήν, ὥστε
ἔδει νοσοῦντα ὁδοιπορεῖν. τοῦ νοσήματος δὲ ὑπὸ τῆς
πορείας αὐξανομένου διαπλέω μὲν τὸν Βόσπορον μικρόν
τι νεκροῦ διαφέρων, καὶ οἱ ὀρεῖς δὲ ταὐτὸν ἐπεπόν-
θεσαν, ἐν ᾧ δὲ εἶχον ἐλπίδας ὡς βασιλείοις με πέμ-
ψοντι παρὰ τὴν Ἀθηνᾶν ζεύγεσιν, οὗτος μὲν ἐξεπε-
πτώκει τῆς πολλῆς ἐκείνης ῥώμης καὶ τἄλλα δὴ προ-
θυμότατα ξενίζων ἓν τοῦτο ἔφη μὴ δύνασθαι.
15
ἐγὼ
δὲ εἰς τὴν θάλασσαν ἔβλεπον ἤδη κεκλεισμένην ὑπὸ τῆς
ὥρας ναυτίλοις, ἐντυχὼν δέ τινι λαμπρῷ κυβερνήτῃ
μνησθείς τε χρυσίου πείθω ῥᾳδίως καὶ ἐμβὰς τυ-
χὼν τοῦ Ποσειδῶνος ἐκομιζόμην τερπόμενος, Πέριν-
θόν τε παραπλέων Ῥοίτειόν τε καὶ Σίγειον καὶ τὴν τὰ
δεινότατα παθοῦσαν, τὴν Πριάμου πόλιν ἀπὸ τῶν κατα-
στρωμάτων ὁρῶν τόν τε Αἰγαῖον διέδραμον οὐ χείρονι
πνεύματι χρησάμενος Νέστορος, ὥστε μοι κέρδος γενέ-
σθαι τὴν ἀδυναμίαν τοῦ ξένου.
16
καταπλεύσας οὖν
εἰς Γεραιστόν, ἔπειτα εἰς λιμένα τινὰ Ἀθηναίων, οὗ
δὴ καὶ ἐκοιμήθην, τῆς ἐπιούσης ἐν ἄστει τε ἦν ἑσπέ-
ρας καὶ ἐν χερσὶν ὧν οὐκ ἂν ἐβουλόμην, ἔπειτα τῆς
ὑστεραίας ἐν ἑτέρων αὖ χερσὶν ὧν οὐδὲ τούτων ἐβου-
λόμην· οὗ δὲ ἦλθον μετασχήσων, τοῦτον οὐδ' ὁρᾶν
εἶχον ἐν πίθῳ μικροῦ καθειργμένος, οἷα τὰ 'κείνων εἰς
τοὺς ἀφικνουμένους τῶν νέων. ἐβοῶμεν δὴ διεστηκότες,
ὁ σοφιστὴς μὲν ἐμοῦ, 'κείνου δὲ ἐγὼ στερόμενος·
τοῖς ἔχουσι δὲ λόγος οὐδεὶς τῆς βοῆς, ἀλλ' Ἀριστό-
δημος μέχρι τῶν ὅρκων ἐτηρούμην ὁ Σύρος. ὀμωμο-
κότι δὲ ἤδη τοῖς παροῦσιν ἀγαπήσειν ἀνοίγει τις τὴν
θύραν, καὶ ἠκροώμην τοῦ μὲν εὐθὺς ἐν τάξει μαθη-
τοῦ, τοῖν δυοῖν δὲ κατὰ νόμον δὴ τὸν τῶν ἐπιδείξεων.
17
καὶ ὁ μὲν κρότος πολὺς εἰς ἀπάτην τῶν τότε πρῶτον
γευομένων ἐγειρόμενος, ἐγὼ δὲ ᾐσθανόμην ἐπ' οὐδὲν
σεμνὸν ἀφιγμένος τῆς ἀρχῆς τῶν νέων ὑπ' ἀνδρῶν οὐ
πολύ τι νέων διαφερόντων ἡρπασμένης. καὶ ἐδόκουν
δὴ πλημμελεῖν τε εἰς τὰς Ἀθήνας καὶ δίκην ὄφλειν
οὐχὶ θαυμάζων τοὺς ἄρχοντας. μόλις οὖν τὴν ὀργὴν
καταπραΰνω σφίσι σιγῇ φήσας θαυμάζειν, κεκωλύσθαι
γὰρ ὑπὸ τῶν νοσημάτων τὴν βοήν, δεικνυμένων δὲ
ἤδη τῶν ἐμῶν ἔκ τε γραμματίων καὶ ἄλλως εἰκός τι
παθεῖν ἐδόκουν οὐχὶ θαυμάσας.
18
Κἀν τοῖς εἰρημένοις δὴ τούτοις ἄξιον ἐξετάσαι
τὴν θεόν. οὐκοῦν αἱ μὲν νόσοι καὶ τὸ ὥσπερ κατ'
ἐμπορίαν πεπλευκότα χείροσι τῆς ἐλπίδος ὁμιλῆσαι λι-
μέσι δόξαν μὲν ἔχουσι θαυμαστήν, πεῖραν δὲ οὐ τοι-
αύτην τουτὶ μὲν οὐκ εὐτυχοῦς ἀνθρώπου, τὸ δὲ χει-
μῶνι μὲν οὐδὲν χαλεπωτέρῳ θέρους χρήσασθαι πρὸς
τὰ πελάγη, γενέσθαι δὲ οὐχ ὥσπερ ἔσπευδον, ἀλλ' ὡς
ἐβεβίαστο, ταυτὶ δὲ δῶρα Τύχης. ἐοίκατε τὸ μὲν τῆς
εὐπλοίας δέχεσθαι καὶ κατὰ μέλος εἰρῆσθαι συγχωρεῖν,
τὰ δ' αὖ περὶ τὼ σοφιστὰ ἀλλοκότως εἰρῆσθαι, εἰ δὴ
ἅπερ ἠναγκαζόμην, ἐν τούτοις εὐτυχηκέναι φημί. δεῖ
δή με λῦσαι τὸ αἴνιγμα, καὶ ἐπὶ τοῦτο εἶμι.
19
Ἀκούων ἔγωγε ἐκ παιδός, ὦ ἄνδρες, τοὺς
τῶν χορῶν ἐν μέσαις ταῖς Ἀθήναις πολέμους καὶ ῥό-
παλά τε καὶ σίδηρον καὶ λίθους καὶ τραύματα γραφάς
τε ἐπὶ τούτοις καὶ ἀπολογίας καὶ δίκας ἐπ' ἐλέγχοις
πάντα τε τολμώμενα τοῖς νέοις, ὅπως τὰ πράγματα τοῖς
ἡγεμόσιν αἴροιεν, ἀγαθούς τε αὐτοὺς 〈ἐν〉 τοῖς κινδύνοις
ἡγούμην δικαίους τε οὐχ ἧττον τῶν ὑπὲρ τῶν πατρί-
δων τιθεμένων τὰ ὅπλα εὐχόμην τε τοῖς θεοῖς γενέ-
σθαι καὶ ἐμαυτῷ τοιαῦτα ἀριστεῦσαι καὶ δραμεῖν μὲν
εἰς Πειραιᾶ τε καὶ Σούνιον καὶ τοὺς ἄλλους λιμένας
νέων ἐφ' ἁρπαγῇ τῆς ὁλκάδος ἐκβάντων, δραμεῖν δὲ
ὑπὲρ τῆς ἁρπαγῆς αὖθις εἰς Κόρινθον κριθησόμενον,
δεῖπνα δὲ δείπνοις συνείροντα ταχὺ τῶν ὄντων ἀνη-
λωμένων εἰς δανείσοντα βλέπειν.
20
εἰδυῖα τοίνυν ἡ
θεὸς εἰς τὸν εὐπρεπῆ με τοῦτον ἐκπεσούμενον ὄλεθρον,
ᾧ τοὔνομα μάλα εὔφημον, ὁ τοῦ χοροῦ προστάτης,
ὑπὲρ ὅτου μὲν ταῦτα ἡγούμην μοι προσήκειν ὑπενεγ-
κεῖν σοφιστοῦ, τούτου μέν με σοφώτατα, ὥσπερ εἴωθε
ποιεῖν, ἀπήγαγε, φέρουσα δὲ ἑτέρου ποιεῖ, παρ' ὅτῳπερ
ἔμελλον μόνους εἴσεσθαι τοὺς ὑπὲρ τῶν λόγων μό-
χθους. ὃ δὴ καὶ ὧδε ἔσχεν. αὐτός τε γὰρ ὡς ἂν ὑβρι-
σμένος ταῖς ὅρκων ἀνάγκαις οὐδὲν ὧν ἔφην ἠξίουν
λειτουργεῖν, ἄλλος τ' ἂν οὐδεὶς ἐπέταττε διὰ τὸ οὐχ
ἑκόντα δεδεκέναι, καὶ ἅμα δέος ἦν, μὴ δυσχεραίνων
τὸ φορτίον ἕτερόν τι βουλεύσω πρὸς τὸν ὅρκον ἀπο-
λογησάμενος οἷς προσηναγκαζόμην.
21
ἦν οὖν ἀτελὴς
ἐξόδων τε καὶ στρατειῶν καὶ ἀγώνων, ἐφ' οἷς ἔρχεται
Ἄρης, καὶ παρατάξεων, καὶ δὴ κἀν τῇ μεγάλῃ μάχῃ
πάντων συμπεπτωκότων καὶ ὅσους ὁ χρόνος ἀφίει,
μόνος πόρρω που καθήμενος ὅ,τι ἕκαστος λάβοι κακὸν
ἤκουον πληγῶν τε διεγενόμην καθαρός, ὅσας ὀργαὶ
ποιοῦσιν ἑνὸς πρὸς ἕνα, οὐ δούς ποτε, οὐ λαβὼν οὐδὲ
μελλήσας οὐδέτερον. καίτοι ποτὲ Κρὴς λελουμένος
ἐντυχών μοι λουσομένῳ, μέσος δὲ ἐπορευόμην δυοῖν,
τὸν μὲν ἔνθεν καὶ ἔνθεν ἐπάταξεν ἀσελγαίνων, οὐκ
ἀμυνόμενος, ἐμοὶ δὲ οὐδὲ ἀντέβλεψεν, ἐδόκουν δὲ ὅμως
ἠδικῆσθαι τῷ ἐν ἐμοῖς τὰ τοιαῦτα ὀφθαλμοῖς τε-
τολμῆσθαι.
22
οὕτως ἅπαντες ἅπαντας ἠξίουν ἐμοῦ
παρόντος σωφρονεῖν τοῦ γε οὐδὲ σφαίρας Ἀθήνησιν
οὐδεπώποτε ἁψαμένου τοσοῦτόν 〈τε〉 ἀποσχόντος κώμου
τε καὶ κοινωνίας τῶν ἐν νυξὶν ἐπὶ τὰς τῶν πενεστέρων
πορευομένων οἰκίας· ἐπεὶ καὶ Σκύλλης κεφαλὰς ἢ εἰ
βούλει γε, Σειρήνων δεινοτέρας γείτονας, ἑταίρας με-
λῳδούσας, αἳ πολλοὺς ἐξέδυσαν, μάτην ᾀδούσας ἀπέ-
φηνα.
23
Ἀλλ' ὅθεν ἐξέβην, ἐκείνων γε τῶν πολλῶν κα-
κῶν διὰ τὴν Τύχην ἀπελελύμην, ὥστε τὴν Κόρινθον
εἶδον οὐ φεύγων οὐδὲ διώκων, ἀλλὰ νῦν μὲν ἐφ'
ἑορτὴν Λακωνικήν, τὰς μάστιγας, ἐπειγόμενος, νῦν δὲ
εἰς Ἄργος τὰ παρ' αὐτοῖς μυησόμενος. καὶ τοῦτο δὲ
τοσοῦτον. καὶ κατ' αὐτοὺς δὴ τοὺς λόγους μιμητὴς
ἂν ἐκείνου, παρ' ὃν ἠρχόμην, γενόμενος, τὸ γὰρ
δὴ ἐρᾶν καὶ τοῦτο ἂν ἔπραξεν, εἱπόμην 〈ἂν〉 ἀνδρῶν
ἴχνεσιν, οὓς αὐτοὶ μὲν ἐπίστασθε, σιγᾶσθαι δὲ ἐμοὶ
κάλλιον. οἷος ἂν οὖν ἦν, εἰ ἀνθ' ὧν ὑμᾶς νῦν ἐν
τοῖς ἐμαυτοῦ λόγοις ἀναμιμνήσκω, τοῦ δεῖνος ἀνεμί-
μνησκον ταπεινοῦ τινος καὶ πένητος ῥήτορος;
24
Ταυτὶ μὲν οὖν οὕτως εὖ καὶ καλῶς ἐστρατή-
γηται τῷ δαίμονι. καὶ προσῆν τὸ οἷς ἐχρῆν ἡγεμόσιν ἀκο-
λουθοῦντα μηδὲν ἰατρῶν ἐν τῷ σώματι δεδεῆσθαι, ὥστε
ὁπόσαι ἡμέραι, τοσοῦτοι πόνοι, πλὴν ὅσας αἱ πανηγύ-
ρεις αὑτῶν ἐποιήσαντο, οὐ πολλάς τινας οἶμαι. ἐπεὶ
δὲ ἐδόκει μέγιστον εἶναι θρόνων ἄξιον τῶν παρ' Ἀθη-
ναίοις κεκρίσθαι, καὶ τοῦτο φροντίσασα ἡ Τύχη δέδωκε
τοῦτον τὸν τρόπον.
25
ἦν τις ἄρχων ἀνὴρ τῶν ἐξ
Ἰταλίας φρονήματός τε πλέως οἰόμενός τε δεῖν ἁμαρ-
τάνεσθαι μηδὲν ὑπὸ τῆς ἐκεῖ νεότητος. ἐν δὴ μανίᾳ
τῶν νέων παύει μὲν τοὺς ποιμένας, ὡς δὴ κακοὺς
ποιμένας, τοὺς δὲ ἀντ' ἐκείνων ἄρξοντας ἀνεζήτει
τρεῖς ἀντὶ τοσούτων ἐκείνων. ἐπῃνεῖτ' οὖν Αἰγύ-
πτιός τέ τις εἰς τὴν ἀρχὴν πολίτης τέ τις ἐμός,
ἄμφω παρόντε. τῆς ἰσορρόπου δὲ αὐτοῖς εὐτυχίας
ἀπέλαυον εἰς πόνους ἔτη πέντε καὶ εἴκοσι γεγονώς, ὁ δὲ
Αἰγύπτιος πλείω δέκα, τούτου δὲ ἦν ἅτερος πρεσβύτερος,
ἔδει δὲ παρεῖναι καλούμενον. καὶ τῷ μὲν τὸν θυμὸν
ὁ χρόνος ἐκοίμιζε, καὶ εἶχον οἱ σοφισταὶ τὰ αὑτῶν,
ἐγὼ δὲ οἷς ᾑρέθην ἐκεκοσμήμην. μεστὰ δὴ τἀπὶ τού-
τοις ὑποψίας καὶ οὐκ ἦν οὔτ' ἐκείνοις οὔτε ἡμῖν καθ-
εύδειν, ἀλλ' ἠνάγκαζε τοὺς μὲν τὸ ἐπιβουλεύειν ἀγρυ-
πνεῖν, ἡμᾶς δὲ ἡ τοῦ τι δεῖν πείσεσθαι τῶν ἀηδεστέρων
ἐλπίς. οὐ μὴν οὐδ' ἐνταῦθά με προήκατο θρασύτητι
νεωτέρων ἡ Τύχη, κατεῖχε δὲ αὐτοὺς καὶ μάλα ὀργῶν-
τάς τε καὶ παρωξυμμένους.
26
Φέρε δὴ καὶ ἑτέρας οὐκ ἀγεννοῦς μνησθῶμεν
ἀποδείξεως, ὡς ἦν ἐν ἐπιμελείᾳ τῇ Τύχῃ. ἔμελλέ μοι
πεπράσεσθαι τὰ πατρῷα, καὶ τοῦτο ἡ θεός, οἷα δὴ
θεός, προηπίστατο, γνώμην δὲ εἶχον ἕτερα τέτταρα
ἔτη τοῖς ἠνυσμένοις προσθεὶς οὕτως Ἀθήνηθεν ἀπελ-
θεῖν, ὡς τῆς μοι ψυχῆς δεομένης γενέσθαι βελτίονος·
καὶ γὰρ εἰ ὅτι μάλιστα ἀποχρώντως ἐδόκουν τοῖς
ἄλλοις ἔχειν, ἀλλ' οὐκ αὐτός γε ἐφαινόμην ἐμαυτῷ,
δέος δέ με ἐξετάραττεν, ὡς περιστάντες οἱ ἑκασταχοῦ
σοφοὶ μυρίᾳ βασάνῳ κατενεγκεῖν ἐθελήσουσι· δεῖν οὖν
ἔτι ἐπιζητοῦντα μανθάνειν.
27
ἐπὶ δὲ ἀγγελίᾳ τῇ
περὶ τῆς πράσεως Ἀθήναζε ἡκούσῃ πάντως ἂν αὐτοῦ
κατέμενον οὐδέν τι τοῖς κτηθεῖσι χρώμενος, ὃ δὴ πολ-
λοὺς τῶν νέων κατέλαβε θρόνων τε οὐ δυνηθέντας
ἀντιλαβέσθαι τῶν αὐτόθι πρὸς γῆράς τε μετ' ἀφωνίας
ἥκοντας. μηχανᾶται δή τι τοιόνδε. Κρισπίνῳ μάλα
ἐχρώμην Ἡρακλεώτῃ νεανίσκῳ τὸν ἴσον ἐκεῖ μοι δια-
τετριφότι χρόνον, ᾧ τὸ δύνασθαι λέγειν μετὰ μικρῶν
ἡ φύσις ἐχαρίσατο πόνων, ἡλικιώτης δὲ ὢν ἐμὸς πατέρα
με ᾤετο προσορᾶν καὶ τοῖς ἐμοῖς νόμοις ἐν μείζοσί τε
καὶ ἐλάττοσι πειθόμενος πατρῴας οὐ κατῄσχυνεν ἀρε-
τὰς ἡγουμένου πάντων αὐτῷ ῥημάτων ἐρυθήματος.
οὗτος οἴκαδε καλούμενος ὑπὸ τοῦ θείου, —θείου τινὸς
ὡς ἀληθῶς ἀνθρώπου καὶ πλείω γε θεοῖς ἢ ἀνθρώποις
ὁμιλήσαντος ἐν γῇ, καίτοι νόμος γε εἶργε καὶ ἦν ἡ
δίκη τῷ τολμῶντι θάνατος, ἀλλ' ὅμως σὺν αὐτοῖς ἐκεί-
νοις πορευόμενος τὸν βίον νόμου τε πονηροῦ καὶ
νομοθέτου δυσσεβοῦς κατεγέλα—ὡς οὖν ἐκέκλητο
καὶ μένειν οὐκέτ' ἦν, <ἡ καρδία οἱ> καθ' Ὅμηρον <με-
γάλα στήθεσσι πάτασσε> καὶ μᾶλλόν γε ἢ εἰ ἤρχετο
πολεμίοις συμμίξων· ἐν πολίταις γὰρ αὖ δεξιοῖς καὶ
περὶ σοφίαν διατρίβουσι μέλλων δείξειν τὰ Ἀθήνηθεν
ἀγωνίσματα νεανίσκος εὐλαβής τε καὶ τοιούτων ἄθλων
ἄγευστος εἰκότως ἐδείμαινε.
28
δεόμενος δὴ συμμάχου
τε καὶ φίλου παραστησομένου τε καὶ θαρρυνοῦντος
ἐγγύθεν οὐκ ἔμελλε [τοῦτον] δὴ τὸν τοιοῦτον ζητήσειν
ὄντος ἐμοῦ, καὶ εἰπόντος δὴ τό τε αὑτοῦ πάθος ὅτου
τε χρῄζοι, πρὸς μὲν τῆς ὁδοῦ τὸ μῆκος, οἶμαι, κατώ-
κνουν, ἐνίκα δὲ ὅμως ἡ φιλία τὸν ὄκνον, καὶ ἅμα ἐνε-
νόουν, ὡς εἴ του φαινοίμην ἐν συνουσίαις ἐπιδεής,
ἐκ τῆς αὖθις ἐπὶ ταῦτα πορείας ἀπολογήσομαι.
29
τουτὶ μέν με ἐπὶ τὸ ζεῦγος ἀνεβίβαζεν, Ἑρμοῦ δὲ
εὐνοίᾳ καὶ Μουσῶν ἀπὸ Πλαταιῶν ἀρξάμενοι χρῆ-
σθαι οἷς εἴχομεν ἐπαινούμενοί τε καὶ μακαριζόμενοι
τῶν τε Ἀθηνῶν εὐεργέται προσαγορευόμενοι διὰ παν-
τὸς ἐχωροῦμεν ἄστεος, καὶ οὐδὲ ὅστις εἰώθει τοῖς διὰ
Μακεδονίας ἰοῦσιν ἐπιτιθέμενος ἐκταράττειν ἀνὴρ Μα-
κεδὼν ἐτάραξεν· ἐπέθετο μὲν γάρ, ἀπῆλθε δὲ ὃ ποιεῖν
εἰώθει, πεπονθώς.
30
τούτων οὐδὲν φαυλότερα τἀν
τῇ Κωνσταντινουπόλει πολλῶν ἁπανταχόθεν παιδείᾳ
διαφερόντων ἐκεῖσε μετοικούντων, οἳ ἐπῄνουν τε ἡμᾶς
καὶ ἐπῃνοῦντο. διαβάντες δὲ τοῦ Πόντου τὸν αὐχένα,
καθ' ὃν πάλαι ποτὲ τὴν Ἰὼ λόγος ἐν εἴδει βοός, ἐλ-
θόντες τε διὰ Χαλκηδόνος διά τε Ἀστακίας τρίτης τε
ἑτέρας πόλεως μικρᾶς μὲν ἐκ μεγάλης τῆς πρίν, ἐχού-
σης δέ τι παντὸς μεγέθους μεῖζον, γέροντα γλώττης
ἡδονῇ τῷ Νέστορι παρισούμενον καὶ αὐτὸ δὴ τοῦτο
διὰ τοῦτο καλούμενον μᾶλλον ἢ ὅπερ ὁ πατήρ τε αὐτῷ
καὶ ἡ μήτηρ ἔθεντο, ἐνταῦθα ξενίων τυχών, τοῦ Κρι-
σπίνου δὲ ἄρα κηδεστὴς οὗτος ἦν, ἔρχομαί τε εἰς τὴν
Ἡρακλέους, ἣν ἔκτισεν ἐκεῖνος τοῦ τῶν κάτω θεῶν
κρατήσας κυνός, καὶ τὴν ἀνάβασιν εἶδον.
31
τε-
τελεσμένων δὴ τῷ Κρισπίνῳ πάντων ὑπὲρ ὧν με
ἀφῖκτο λαβών, πάλιν τε ἦν ἀναστρέφων ἐν τῇ τοῦ
Κωνσταντίνου πόλει καὶ καταβὰς εἰς λιμένα τὸν μέ-
γαν ἐγὼ μέν, ὅστις Ἀθήναζε πλέοι, περιιὼν ἐπυνθα-
νόμην, λαβόμενος δέ μου τοῦ ἱματίου τῶν τις διδα-
σκάλων, ἴστε αὐτόν, Νικοκλέα λέγω τὸν Λακεδαιμόνιον,
οὗτός με ἐπιστρέψας πρὸς ἑαυτόν, οὐ τοῦτόν σε, ἔφη,
δεῖ πλεῦσαι τὸν πλοῦν, ἀλλ' ἕτερον. καὶ τίνα ἄν,
ἔφην, ἕτερον ὁ τῶν Ἀθηνῶν γλιχόμενος ἢ τοῦτον
πλέοι; ὅτι, ὦ μακάριε, παρ' ἡμῖν σε, ἔφη, μένοντα χρὴ
κυβερνῆσαι τῶν πολλῶν τουτωνὶ καὶ εὐδαιμόνων τοὺς
παῖδας. ἔα δὴ τὴν ναῦν καὶ ἐμοὶ πείθου καὶ μήτε
σαυτὸν μήτε ἡμᾶς ἀδίκει μηδὲ ἀγαθὰ πολλά τε καὶ
μεγάλα προσιόντα φεῦγε μηδ' ἄρχειν ἐξὸν ἀρξόμενος
πλέε· ταυτηνὶ δὲ ἐγώ σοι παραδώσω τὴν βασιλείαν
αὔριον, τετταράκοντα νέους, τὰ πρῶτα τῶν τῇδε· ἡ
κρηπὶς δὲ εἰ καταβληθείη, πολὺν τὸν ὄλβον ἐπιρρέοντα
ὄψει. καὶ διηγεῖτο, ἃ Βημαρχίῳ τῷ σοφιστῇ τελέσειεν
ἡ πόλις. ἐδεῖτο δέ μου καταπολεμῆσαι δι' ἐμοῦ βου-
λόμενος ἀνθρώπιον ἐκ Κυζίκου μιαρόν τε καὶ ἀχάρι-
στον, δι' ἐκείνου μὲν τῆς πόλεως μετασχόν, κριοῦ δὲ
τροφεῖα κατὰ τὴν παροιμίαν ἐκτῖνον.
32
ἐγὼ δὲ οὕτω
μὲν ἔφην ποιήσειν καὶ οὐκ ἀπειθήσειν, λαθὼν δὲ ᾠχό-
μην πλέων. τοῦ δὲ Αἰγαίου κινηθέντος τῶν τε ναυ-
τῶν οὐδὲν εἰδέναι τοῦ πελάγους λεγόντων στὰς ἐγὼ
παρὰ τὸν κυβερνήτην ὑπὸ τοῦ κακοῦ νικώμενον εὔχο-
μαι Νηρεῖ τε καὶ ταῖς Νηρέως κόραις, νὺξ δὲ ἦν, ἐν
ᾗ τὰ δεινὰ ταῦτα παρῆν, καὶ ἀνίσχει ἥλιος διὰ νεφῶν
προσβάλλων τὴν θάλασσαν, σημεῖον μὲν ἀγριωτέρων
πνευμάτων, καὶ τὰς τρίχας ἅπαντες ἐτίλλομεν, ἦν δὲ
ἄρα τι τῶν εὐχῶν ἔργον, καὶ πάντα τὰ λυποῦντα ὀξέως
ἐλέλυτο θεῶν θαλαττίων ἡμερούντων τὴν θάλατταν.
33
ἔπλεον δὲ μένειν ὑποσχόμενος οὐ ψεύστης οὐδ'
ἀπατεών τις ὢν οὐδὲ τῷ παρακρούεσθαι τερπόμενος,
ἀλλὰ ὅρκον ἐμπεδῶν, ἐφ' ᾧ τὴν Ἀθήνηθεν ἐπεποιήμην
ἔξοδον, ἐπάνοδον ἔχοντα· οὔκουν ἐδόκει μοι χρηστὸν
ἔσεσθαι τῇ ἐπιτηδεύσει προοίμιον ἡ ἐπιορκία. διὰ
ταῦτα ἔπλεον. ἐλθὼν δὴ καὶ οὐκ ἐπιορκήσας ἐπ' ὀχή-
ματος δικύκλου χειμῶνος ἀρχομένου τῶν τῆς ὥρας
ἀνεχόμενος ἀνιαρῶν ἤλαυνον, ὅπως αὖθις λόγῳ προσ-
θείην ἔργον.
34
τούτου δὴ τοῦ νέων τε ἐπιστατεῖν
ἐν τοσούτοις ἔθνεσι καὶ τῆς τῶν λόγων ἀπεργασίας
οὐκ ὀλίγων δημιουργηθέντων καὶ ὅλως ὧν τοῦ
νῦν ἀπολέλαυκα σχήματος ἓν ἐκεῖνο αἰτιατέον, τὴν
τῷ φίλῳ μὲν ἐν κοινωνίᾳ τῆς ἐξόδου δεδομένην
χάριν, τὸν ἐμὸν δὲ πρὸς τοὺς ἔξω τόπους ἀφελοῦ-
σαν φόβον. εἰ γὰρ αὖ μὴ τότε με ἐξήγαγεν ὁ δαί-
μων, ἐκράτει ἂν τὸ ἀεὶ δεῖν μένειν.
35
ἤδη μὲν καὶ
ἄλλον τινὰ ἀνθρώπων δι' ὁδοῦ τραχείας ἐπὶ γλυκὺ
τέρμα προήγαγεν ἡ θεός, ἀτὰρ οὖν καὶ ἐμὲ τότε. ὡς
γὰρ δὴ ἐνέβαλον εἰς τὴν ἀγοράν, ὁρῶ τινα Καππαδόκην
ἥκοντα ἐπὶ θρόνον βασιλέως πέμποντος, καὶ γὰρ ἐτύγ-
χανεν ἡ βουλὴ τὸν ἄνδρα ᾐτηκυῖα, ῥήτορα ἄκρον ἐξ
οἶμαί τινος ἀγῶνος ἑνὸς αἰτησαμένη. ὁ μὲν δὴ σεμνὸς
σεμνῶς εἱστήκει, γνοὺς δὲ ἐγὼ παρά του γέροντος,
ὅστις τε εἴη καὶ ὅθεν καὶ ὅπως καὶ ἐφ' ὅτῳ παρείη,
πληγεὶς τὴν ψυχὴν τοῖς εἰρημένοις ᾔειν παρ' ἐκεῖνον,
ὅς μοι προὐξενήκει τὴν πόλιν, ὡς δὲ ἀνέμνησα τῶν
λόγων, παῖς εἶ, ἔφη, μάλα παῖς, εἰ δὴ ὁπόσον ἐστὶ
καιρός, οὐκ οἶσθα καὶ ταῦτα ἥκων εἰς Δελφούς. ὑπο-
σχέσεων δὲ ἐκείνων, ἃς τῷ πλῷ κεκίνηκας, αὐτόν τε
σὲ μεμνῆσθαι μάταιον ἕτερόν τε ἀναμιμνήσκειν. πληγῇ
ταύτῃ δευτέρᾳ πληγεὶς ἀπεχώρουν Ἀθηνῶν τε ὁμοῦ
καὶ ἐλπίδος ἁμαρτών.
36
ἦν δέ τις αὐτόθι Διονύ-
σιος, ἀνὴρ Σικελιώτης, οὕτω μέγας τε καὶ δυνατὸς ἔκ
τε τῶν ἐν δίκαις ἄθλων ἔκ τε τῶν ἐν ἀρχαῖς ἐπαίνων
ἔκ τε φιλοξενίας ἔκ τε τοῦ ῥᾳδίως τὸν λυποῦντα ἐπι-
κλύζειν, ὥστε ἐλυσιτέλει τῷ τὴν ἀρχὴν ἔχοντι χρῆσθαι
Διονυσίῳ. οὗτος ὧν τε εἴην, εἰδώς, ἡνίκα ἐπετρόπευε
Σύρους, τῷ τε Νικοκλεῖ τούτῳ τῶν πρὸς ἐμὲ πρότερον
συνεφαψάμενος λόγων ἔκειτο τηνικαῦτα ἀσθενῶν, ᾧ δὴ
μάλιστα ἐβλαπτόμην. ἐπεὶ δὲ ῥαΐσας τὸν ἅπαντα
ἤκουσε λόγον καὶ ὡς χειμαζοίμην, δυοῖν γὰρ ἕνα οὐκ
εἶναι κρατεῖν, οὐδὲ γὰρ τὸν Ἡρακλέα τὴν παροιμίαν
λέγειν, ἑαυτῷ τοῦτ' ἔφη μελήσειν, μὴ χρῆναι δὲ ἀθυ-
μεῖν ἐμέ, καὶ τὸ τοῦ Πλάτωνος προσέθηκεν, ὡς ὑπ'
ἀνδρῶν οὐκ ἄν ποτε τρόπαιον ἀθυμούντων σταθείη.
37
Τρεπόμεθα δὴ πρὸς τὰ ἀγωνίσματα, καὶ ἔδει μὲν
ἕτερον τὸν ταῦτα διηγούμενον εἶναι, περὶ ἑτέρου
γὰρ ἂν ἕτερος ἀποκεκαλυμμένως διῄει, λόγοι τε ὁπόσοι
παρ' ἑκάστου καὶ οἵτινες τὰς μορφάς, νικῶντάς τε
καὶ νικωμένους, ὅστις τε ὁ τὴν πόλιν ἐφειλκυσμένος,
καὶ ὡς οὐδὲν ἐλάττωμα εἰς τὸν στέφανον τὸ μὴ τῶν βα-
σιλέως ἐσθίειν. τοῖς μὲν οὖν ἡ τροφὴ παρ' ἐκείνου
πολλή, πατέρες δὲ ἡμᾶς τῶν φοιτητῶν ἔβοσκον ἄλλοι
ἄλλους παρακαλοῦντες, καὶ ἐν οὐ πολλαῖς ἡμέραις
ὑπὲρ τοὺς ὀγδοήκοντα ὁ χορὸς ἐπιρροῇ τε τῶν ἔξωθεν
καὶ ταῖς τῶν ἔνδον ἀποστάσεσιν, οἵ τε ἐπτοημένοι περὶ
τὰς τῶν ἵππων ἁμίλλας καὶ τὰ τῆς σκηνῆς θεάματα
πρὸς τὰς ὑπὲρ τῶν λόγων μετερρυήκεσαν σπουδὰς
δόγματά τε ἐγράφετο παρὰ τοῦ κρατοῦντος ἐπαγγέλ-
λοντα τὴν ἐμὴν αὐτοῦ μονήν. ἦν γὰρ δὴ δέος, μὴ ἐν
ἐξουσίᾳ τοῦ ἀπαίρειν ὢν μνησθείην τῆς ἐμαυτοῦ.
38
τὼ μὲν δὴ σοφιστὰ ἐπενθείτην, ὁ μὲν οὐδὲ ἀν-
θήσας ἀρχήν, ὁ δὲ ἀπηνθηκώς· ὁ μὲν γὰρ οὐδὲ παρ-
ῆλθεν εἰς τὸ δύνασθαι, ὁ δὲ ἐξεπεπτώκει. ἐπεν-
θείτην μὲν οὖν καὶ τἄλλα ἐλοιδορείσθην βίαιον, πλεον-
έκτην, ἀκόρεστον, οὐδαμοῦ στῆναι δυνάμενον, τὰ
τοιαῦτα ἀναισχυντοῦντες. οὐ γὰρ δὴ χειρῶν ἔργον
ἦσαν οἱ ἀφιστάμενοι τῶν νέων, ἀλλ' ἕτερον τὸ
πεῖθον. ὥσπερ οὖν τοὺς καλοὺς οὐκ ἂν γράψαιτό
τις βιαίων, εἰ πολλοὶ σφῶν ἐρῷεν, οὕτως οὐδ' ἡ ἐν
λόγοις ὥρα τὸ τῆς μαγνήτιδος πράττουσα πονηρὸν ἂν
τὸν πατέρα τῆς ὥρας ἐλέγξαι.
39
Οἰμώττουσι δὴ τοῖς ὧδε πεπραγμένοις ἔρχεται
Βημάρχιος σύμμαχος μηνὶ ἑβδόμῳ, μάλα δὴ τὸν Κων-
στάντιον ᾑρηκὼς ἀνὴρ καὶ τῶν περὶ ἐκεῖνον τοὺς
ἀμυήτους ψόφῳ τε καὶ κτύπῳ παρανόμων ῥημάτων
δόξαν ἐπὶ λόγοις ῥωμαλέου λαβὼν φίλοις τε τοῖς ἀπ'
ἐκείνων ἐτετείχιστο χρόνων, δεινοὶ γὰρ δὴ οἱ κύβοι
καὶ τὰ μέχρι μέθης συμπόσια φιλίας ἰσχυρὰς κεράσαι.
διέβη μὲν δὴ τὸν πορθμὸν <κυδιόων τε καὶ ὑψοῦ
κάρη ἔχων> κρότῳ τε ἐπηρμένος καὶ οἷς εἰργάσατο
χρήμασι, λόγον ἕνα μέχρι Νείλου δεικνύων τόν τε
ἐναντία τοῖς θεοῖς τεταγμένον ἐγκωμιάζων, αὐτὸς θύων
θεοῖς, διδάσκων τε καὶ διηγούμενος, οἷον αὐτῷ τὸν
νεὼν ἐγείραι Κωνστάντιος. διέβη μὲν δὴ μειδιῶν, ὡς
δὴ οὐδενὸς αὐτὸν ὑπομενοῦντος, ἀλλ' ἀμαχεὶ τά τε
αὑτοῦ κομιούμενος καὶ καταδύσων αὐτόν τε ἐμὲ καὶ
ὅ,τι ἐμοὶ συνέπνει.
40
πρῶτον μὲν οὖν τὸ μηδεμίαν
ἐς αὐτὸν ἐπάνοδον γενέσθαι τῶν νέων ὠδύνα καὶ
ἐκέντει τὴν ψυχήν· ἔπειτα ἐμοῦ λόγον εἰς σύλλογον
εἰσαγαγόντος παρών τε καὶ ἀκροώμενος οὐχ ὡς ἥδιστα
διετέθη, τῶν φίλων δέ οἱ παραινούντων βροντᾶν καὶ
ἀποκρύπτειν λόγῳ λόγον γράψαντα περὶ ὧνπερ ἐγώ,
πάντως δ' ἄν με τῇ πρώτῃ κατασῦραι προσβολῇ, πλὴν
εἰ μήπου τὴν δύναμιν ἣν εἶχεν ἀπολώλεκε, τοιούτοις
ἀναπτερωθεὶς ῥήμασι μηνὶ ὕστερον ἧκε κομίζων λό-
γον, ὃς ἐκεῖνον ᾧ προσεπολέμει, καὶ πρόσθεν ἐπαι-
νούμενον θαυμαστότερον ἀπέφηνεν.
41
ἡττημένος
δὴ τοῦτο οὐδ' ἂν θεοῦ προειπόντος ἐλπίσας ἧκεν
ἀναμαχούμενος τὴν ἧτταν τῷ τὸ πολὺ χρυσίον αὐτῷ
πεποιηκότι λόγῳ, καὶ διεξιόντος αὐτοῦ κίονας δή
τινας καὶ κιγκλίδας ὁδούς τε ὑπ' ἀλλήλων τεμνο-
μένας ἐμπιπτούσας 〈τε〉 οὐκ οἶδ' ὅποι, βλέποντες εἰς
ἀλλήλους οἱ καθήμενοι, συνεῖναι αὐτὸς ἕκαστος οὐκ
ἔχων, νεύμασι τοὺς ἀφεστηκότας ἠρώτων, εἰ τὸ αὐτὸ
πάθοιεν, καὶ ταὐτὸ τοῦτο τοῖς ἄλλοις ἐγὼ παθὼν
σαφηνείας δόξαν οἷς ἐθορύβουν ἐπειρώμην περιάπτειν
τῷ λόγῳ χαριζόμενος τῇ φάλαγγι.
42
δευτέρῳ δὴ
τούτῳ τρώσας αὑτὸν λόγῳ λόγον ἐμὸν ἕτερον φανῆναι
διακωλύει τὸν ἄρχοντα πείσας οἱ χαρίσασθαι τὸ μὴ
ἀφικέσθαι μοι. ἦν δὲ ἐκεῖνος οἷος καὶ πεισθῆναί τῳ.
τῆς τοίνυν πόλεως τοσούτῳ μειζόνως τἀμὰ ἑλομένης,
ὅσῳπερ μᾶλλον ἑώρα τῶν δικαίων ἀποστερούμενον,
εἶδεν ὁ γενναῖος ἐκεῖνος καὶ πρὸς τῷ Νικοστράτῳ τοῦ
Ἰσοκράτους καταφρονῶν, ὅτι λόγοις μὲν οὐκ ἂν ἔτι
παρέλθοι λόγους οὐ μᾶλλόν γε ἢ ποσὶ πόδας τοὺς
ἐμοὺς τοῖς ἑαυτοῦ, μία δὲ ἀπαλλαγὴ κυρία, εἰ μηκέτ'
εἴην.
43
εἰ μὲν δὴ φαρμάκῳ οἷός τ' ἦν ἀπενεγκεῖν,
ἐπὶ τὸ ἔκπωμα ἧκεν ἄν, τοῦτο δὲ οὐκ ἔχων γοήτων
ἡττῆσθαι περιιὼν ἐτραγῴδει· ξυνεῖναί με γὰρ ἀνδρὶ
τυραννοῦντι τῶν ἄστρων, δι' ὧν ἐκεῖνον τὸν μὲν εὖ,
τὸν δὲ κακῶς ποιεῖν ἀνθρώπων, ὥσπερ τοὺς ἐν ταῖς
δυναστείαις διὰ τῶν δορυφόρων· τούτου δὲ εἶναι τὸν
ἔλεγχον ἐν τοῦ βιβλογράφου ταῖς πλευραῖς, Κρητός
τινος ἐπιεικοῦς πολλὰ τῇ δεξιᾷ καμόντος Ἀθήνησί τε
καὶ πανταχοῦ.
44
γνοὺς δέ, ὡς μόνος μὲν ὑλακτῶν
οὐδὲν περαίνοι, δέοι δὲ αὐτῷ καὶ συμμορίας, εὑ-
ρίσκει πόνου χωρὶς τοὺς συλληψομένους πρὸς τοῖς
σοφισταῖς τοὺς ἀμφὶ τοὺς ποιητάς. ἐποίει δὲ αὐτῷ
τοὺς συνεργοὺς λύπη τε καὶ φόβος καὶ φθόνος· τοὺς
μὲν σοφιστὰς πάντα, τοὺς ἄλλους δὲ τὸ φθονεῖν.
χρῶνται δὴ καιρῷ τῇ τοῦ δήμου μανίᾳ, ἣν ὁ μὲν
ἄρχων τραυματίας φεύγων τῷ Περινθίων σώζεται τεί-
χει, συλλαβόντες δὲ τοὺς συκοφαντουμένους οἱ συν-
ωμόται καθείρξαντες εἶχον ἀθάνατον ἔσεσθαι τὴν
στάσιν οἰόμενοι.
45
ὡς δὲ οἱ μὲν ἑαυτῶν ἐγένοντο
οἱ παραφρονήσαντες, ὁ δὲ ἄρχων ἐπανῆκεν, ὁ δεσμὸς
δὲ ἦν παρὰ τοὺς νόμους, ὁ μέν, ὡς ἐμοί τε καὶ τοῖς
νόμοις ἔμελλε βοηθήσειν αὔριον καὶ ὡς οὐ σμικρὰν
λήψοιτο δίκην, παρεδήλου, τῶν δὲ ἐν τρόμῳ τε κατα-
στάντων καὶ ἀλλήλους αἰτιωμένων, οἷα ἐβούλευσας, ὦ
δαῖμον. περὶ μέσας νύκτας ἐξέβαλες τῆς ἀρχῆς τὸν
Ἀλέξανδρον καὶ παρέδωκας ἅμα ἡμέρᾳ Λιμενίῳ τὸ
ἄστυ, συνωμότῃ μὲν οὐκ ἂν φαίην, ἀνωμότῳ δὲ καὶ
τὰ αὐτὰ βουλομένῳ· θεὸς μὲν γὰρ ἤθελεν εἶναι δο-
κεῖν, ἐγὼ δὲ αὐτὸν οὐδὲ σπουδαῖον ἐνόμιζον ἄνθρω-
πον, ᾧ γε ἦν ἡ σπουδὴ γελασθῆναι.
46
οὗτος πρὸ
τῆς ἀρχῆς ἐν ἀγορᾷ καθήμενος ᾔτησε παρὰ τῆς Τύχης
εἰς τοσοῦτον τὴν ἀρχήν, ἐν ὅσῳ γένοιτ' ἂν αὐτῷ
κτεῖναι ἐμέ. λαβόντος οὖν τὸ δικάζειν ἔμενον ὁ ταῦτα
εἰδὼς ἐγὼ πιστεύων εἶναί τι τἀληθές, τοῦ γραφομένου
δὲ οὐκ ὄντος νοῦν γε ἔχων. τῶν ὀμωμοκότων οἱ μὲν
ἐπαινοῦντες ἐκεῖνον λύσιν ἐμαντεύοντο τοῖς δεδεμένοις,
ὡς οὐκ ἂν ἐκείνου παραβάντος τὸν περὶ ταῦτα νόμον,
ὁ δὲ πρὸ τοῦ νόμου τοὺς κολακεύοντας αἰδούμενος οὐ
διώκοντα ὁρῶν, οὐ φεύγοντα καλέσας ἀρχὴν ἐποιεῖτο
τῆς κρίσεως τοῦ ταλαιπώρου τὴν βάσανον, ἐν ᾗ πρῶ-
τον ἤκουσα βασανιστὰς ἀπειπεῖν.
47
πρίων δὴ τοὺς
ὀδόντας καὶ τοῦ γε δευτέρου σώματος ἀποκρουσθεὶς
ἀξιώματι πῦρ ἠπείλει τῷ κατατετμημένῳ φάσκων οὐ
λήξειν πρὸ τῶν αὑτῷ φίλων ῥημάτων. καὶ ἅμα ἐμοὶ
διὰ τοῦ παρέδρου παρῄνει πρὸς κέντρα μὴ λακτίζειν,
ἀλλ' ἀπελθεῖν, εἰ μὴ θανατῴην. ἔδοξέ μοι πολλῆς
ἀποπληξίας εἶναι τηνάλλως ἀποθανεῖν καὶ ταῦτα ἐπὶ
νίκῃ τῇ διὰ τῆς βασάνου.
48
προσπαρεκάλει δέ με
καὶ τὸ χείρονος ἄμεινον ἀντιλήψεσθαι χωρίον, τὴν
Νικομήδους πόλιν, λόγων τροφὸν τῆς τρυφῇ βαρυνο-
μένης. ὁ δὲ κἀκείνην ἔκλειέ μοι γράμμασιν, οὐ μὴν
εἰς ἅπαν· ἧκον γὰρ ἐκεῖσε διὰ τῆς Διονύσου. Νικαίας
γὰρ οἱ οἰκήτορες ἐπειδὴ ᾔσθοντο τὴν ἔξοδον, πρεσβεί-
αις παρ' ἑαυτοὺς ἐκάλουν ἅπασιν ἐπαίνοις ἐν ψηφί-
σμασι χρώμενοι. προσκυνήσας δὴ τὸν Διόνυσον εἱπό-
μην καὶ αὖθις ὢν ἐν νέοις τε καὶ λόγοις ψηφίσμα-
σιν ἑτέροις ἐπὶ τὴν τῆς Δήμητρος ἠγόμην τοῦ τῶν
Βιθυνῶν ἄρχοντος δεηθεῖσι χαριζομένου.
49
ἐδέοντο
δὲ οὐκ ἀπορίᾳ σοφιστοῦ· πολίτης γὰρ δὴ ἦν τις σφίσι
τῶν ἐπαινουμένων, ὁ δὲ λόγων μὲν οὐκ ἀπείρως εἶχε,
θυμῷ δ' ἐδούλευε καί ποτε τὴν βουλὴν ἅπασαν δού-
λους τῶν αὑτοῦ πατέρων ἐτόλμησε προσειπεῖν. τοῖς
δὲ ὑπὲρ δίκης βουλευομένοις καὶ ὅτῳ χρὴ τὸν ὑβρι-
στὴν μετελθεῖν, ἀθανάτῳ τις εἶπε κακῷ, ὡς τῶν γε
ἄλλων οὐ μακρῶν ἐσομένων· ἐρομένων δέ, τί τοῦτο
εἴη τὸ ἀθάνατον αὐτῷ κακόν, ἐμέ τε ἔφη καὶ τοὺς
ἀπ' ἐμοῦ τοῖς ἀντιτέχνοις μόχθους.
50
ἐδεδίειν μὲν
οὖν, μή με ἐντυχὼν δάκῃ, φυλαξάμενος δὲ λέγων σι-
γῶντα ἐτρεψάμην ὄντα μὲν οὐδὲ πρότερον ταχύν,
ὀργῇ δὲ βραδύτερος ἐγεγόνει. τῷ δὲ ἄρα κρεῖττον ἦν,
ἐπειδὴ ἀφικόμην, σιγᾶν ἢ λέγειν οὐχ ὡς οὐ καλὰ
ὑφαίνοντι, δεῖ γὰρ τό γε ἀληθὲς τιμᾶν, ἀλλ' αὑτῷ
φόβους τινὰς ἐντεκών, ὡς δὴ γοητεύοιτο, τοῖς δόγμασι
τὴν μνήμην ἐξέπληττε καὶ ἀπῄει πᾶν μὲν δρῶν, πᾶν
δὲ φθεγγόμενος, ὥστε ὑπ' ἀλλήλοις κρύπτεσθαι τῶν
διαλυθέντων πολλούς, μὴ ζέων ἔτι προσπεσών τῳ
διασπάσαι.
51
Τοῦτον ἐγὼ τὸν χρόνον, ἔστι δὲ ἔτη πέντε,
τοῦ παντὸς ὃν βεβίωκα, ταυτὶ δὲ σχεδὸν ἑξήκοντα, ἔαρ
ἢ ἄνθος προσειπὼν οὐδ' ἂν οὕτως εἴην συμμέτρως
προσειρηκώς· ἔχω μὲν γὰρ καὶ ἕτερα πέντε καὶ πάλιν
ἕτερα τοσαῦτα ἐπαινέσαι, τὸ νικᾶν δὲ τούτων ἐστὶ
τῶν ὑπὸ τῇ Δήμητρι, νικώντων τοῖς ἅπασιν, ὑγιείᾳ
σώματος, εὐθυμίᾳ ψυχῆς, ἐπιδείξεων πυκνότητι, τοῖς
ἐν ἑκάστῃ πηδήμασιν, ὁρμαθοῖς νέων, ἐπιδόσει νέων,
νυκτερινοῖς πόνοις, μεθημερινοῖς ἱδρῶσι, τιμαῖς, εὐνοίᾳ,
φίλτρῳ.
52
τῶν δ' εἴ τις ἤρετο ὁντινοῦν, ὅτῳ μεγίστῳ
καλλωπίζοιτο ἡ πόλις, τὰς ἐμὰς ἦν ἐν αὐτῇ διατριβὰς
ἀκοῦσαι. ἐκείνη γὰρ αὖ ἡ πρὸς τοσοῦτον ἥκουσα με-
γέθους τε καὶ κάλλους τῶν τε ἄλλων ἀγαθῶν, ὅσα
γῆ τε καὶ θάλασσα δίδωσιν, οὐδενὸς ἂν ἐν μνήμῃ
μεγαλαυχίας πρὸ τῶν ἐμῶν ἐμνημόνευσεν, ἐπεὶ καὶ
πρὸς τὴν εὐδαιμονίαν τῆς πλησίον πόλεως τοῦτο
ἀντεξῆγεν, ὡς ἡ μὲν εὐθηνοῖτο θεάτρων ἡδοναῖς,
αὐτὴ δὲ φορᾷ παιδείας καὶ ὡς ἡ μὲν οὐδὲ φυλάξαι
παρὸν εἰδείη καλόν, αὐτὴ δὲ καὶ ἀπὸν κτήσασθαι.
53
ἐγὼ δὲ ἐῴκειν ἀνδρὶ κατακεκλιμένῳ πρὸς πηγαῖς
τε διαφανῶν ὑδάτων καὶ ὑπὸ δένδρων παντοίας ὑπερ-
αιωρούντων χάριτας ἐστεφανωμένῳ τε καὶ συνεχῶς
εὐωχουμένῳ κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον, ὃς ἐσοφίσατο
μακρὸν αὑτῷ τὸν βραχὺν γενέσθαι χρόνον. ἐποίει δέ
μοι τὰς ἡδονὰς οὐ τὸ ἐσθίειν καὶ πίνειν, τὸ δὲ τὰ
τῶν λόγων εὖ καὶ καλῶς χωρεῖν καὶ τὸ τὰς Ἀθήνας
τῆς Βιθυνίας καταβοᾶν, ὥσπερ γεωργοὶ γεωργῶν ῥύακος
ἀρχαίου κωλυθέντος ᾗ πρότερον ῥεῖν. οὕτω τὸν ἐκεῖσε
δρόμον τῶν νέων παλαιόν τε καὶ ἐξ ὅσουπερ ἐμπορία
λόγων, ἥδε ἔστησέ τε ἡ γῆ παρ' αὑτῇ καὶ ἔπεισε μὴ
πόρρωθεν πονηρὰ λαμβάνειν ἐξὸν ἐγγύθεν ἀμείνω.
54
καὶ μὴν ὅ γε ἀνὴρ ἐκεῖνος ὁ Ἡρακλεώτης σωροὺς
ἐφ' ἁμάξης ἧκεν ἄγων βιβλίων, ποιῶν με οἷς ἐβουλόμην
πλούσιον· ἐπεὶ εἰ γῆν τε καὶ ὁλκάδας καὶ συνοικίας
ἐδίδου, δοκῶ μοι τὸν ἄνθρωπον ἂν ἐπαινέσας αὐτὸν
κελεῦσαι ἔχειν. οἷόν τι καὶ πρὸς ἐκεῖνον ἐποίησα τὸν
ἐπὶ δεῖπνόν τε ἅμα καὶ αὐτὴν τὴν θυγατέρα καλοῦντα
μόνην ἐν μεγάλοις αὐτῷ τρεφομένην χρήμασι, τὴν μὲν
γνώμην ἐπαινέσας, κελεύσας δὲ ζητεῖν νυμφίον, ὡς
ἔμοιγε οὔσης ἀντὶ γυναικὸς τῆς τέχνης.
55
περὶ
ἣν οὕτω τὴν ἔνθεον ἐμεμήνει μανίαν ἡ Νικομήδους
πόλις, ὥστε ἤδη με κἀν ταῖς θερμαῖς κολυμβήθραις
τἀν τῷ διδασκαλείῳ ποιεῖν καὶ μηδὲ ταῦτα ἔξω τοῦ
νόμου τοῖς ἰδιώταις εἶναι δοκεῖν. οὕτως ἡμῖν ἅπασα
ἡ πόλις καθειστήκει μουσεῖον· οἵ γε καὶ τοὺς προλό-
γους παραλαμβάνοντες, τἄλλα ἐκβάλλοντες ᾄσματα,
ᾄδοντες πανταχοῦ διετέλουν.
56
ἡ μεγίστη δὲ τῶν
εἰς εὐφροσύνην ἀφορμὴ τὸ σαφεῖς κεκτῆσθαι φίλους,
ὧν οὐδὲν ὅ,τι οὐ λείπεσθαι τῶν δοκούντων ἀγαθῶν
ὁ Εὐριπίδης φησίν, εἰδώς, ὅτι οὗτοι οἱ σαφεῖς οὐκ
οὐσίας μόνον ἀποσταῖεν ἂν ὑπὲρ τῶν ἐπιτηδείων,
ἀλλὰ κἂν ἀποθάνοιεν, ὧν δὴ γενέσθαι καὶ τὸν τῆς
Θέτιδος υἱόν, ὃς ἐπρίατο τῆς ψυχῆς τὴν ὑπὲρ τοῦ
Πατρόκλου δίκην. ταύτης οὐδέν τι νωθροτέρας ἐν-
ταῦθα ἐκτησάμην φιλίας.
57
ὧν εἰ τὴν Ἀρισταινέτου
φαίην ὑπερφέρειν φιλίαν, οὐδένα ἂν νεμεσῆσαί μοι
δοκῶ τῶν τιθεμένων δευτέρων· ᾧ μοι καὶ ἡ μήτηρ
καὶ εἴ τῳ ἄλλῳ λύπην ἐνεποίουν ἀπών, εἰκότως ἂν
ἐγκαλοῖ. ἐκεῖνος γὰρ δὴ καὶ τὰ τοῦ 'κείνου τρόπου
φάρμακα τῶν γλυκέων τούτων ἐφάνη γλυκύτερα.
58
Καίτοι τίς φιλομήτωρ μᾶλλον ἐμοῦ; τεκμηρίῳ δὲ
μεγάλῳ τοῦτο ἀποδεικνύσθω. γῆν οὖσάν μοι πατρῴαν
ἀπέδοτο, ὁ δὲ ἐωνημένος ἐπ' Ἰταλίας πορευόμενος
δείσας, μὴ παρακαλέσας ὕστερον τὴν συμμαχίαν τῶν
νόμων ἢ ζώσης τῆς μητρὸς ἢ οἰχομένης ἐπιστρατεύσω
τῇ πράσει, λύειν ἤδη ταύτην ἢ βεβαιοῦν ἐδεῖτο. ἠρόμην
οὖν, εἰ καὶ αὐτὸς ἐν τοῖς πεπραμένοις εἴην, ὡς οὐδὲ
τούτῳ μαχούμενος· καὶ ὃς τὸ βιβλίον προὔτεινεν, ὡς
προσλάβοι ταυτησὶ τῆς χειρὸς γράμματα, καὶ ἡ μὲν
ἔγραφεν, ὁ δὲ οἷς ἑώρα διηπίστει.
59
δεινὰ δὴ δο-
κῶν ἐμαυτῷ δρᾶν, εἰ τὴν οὕτω στεργομένην μὴ
συνὼν γηροτροφοίην, ὁπότε ἀκούοιμι φθεγγομένου τοῦ
φίλου, δεσμὸς τοῦτο ἦν, ὥστε καὶ ἡνίκα δεῦρ' ἐπανῄειν,
ἐπὶ μόναις ταῖς παρ' ἐκείνου τοῦτο ἐπράττετο ἀνάγκαις
ἀπειλοῦντος ἦ μὴν χείρω με, εἰ τούτῳ ἀτιμάσαιμι τὸ
δίκαιον, νομιεῖν.
60
Πλείοσι τοίνυν καὶ μείζοσιν ἀγαθοῖς τὰ δυσ-
χερέστερα ἠφάνιζεν ἡ Τύχη, καὶ ἡ λύπη μικρὰ διὰ
τὸ πλῆθος ἦν τῶν ἡδονῶν, μᾶλλον δὲ οὐδὲν τοσοῦτον,
ὁπόσον καὶ ἀνιᾶσαι δύνασθαι, ὥσπερ αὖ καὶ τοῖς ἀρι-
στεύουσιν ἃ πλήττονται κοῦφα διὰ μέγεθος ὧν δρῶσι.
λεγέσθω οὖν καὶ τὰ χείρω· τῇδε γὰρ ἂν καθαρώτερον
φανείη τὰ βελτίω δεικνυμένων τῶν ὑπ' αὐτῶν νενι-
κημένων.
61
Ὁ μὲν δὴ παῖς ἄνηβος ἐλπίσιν ἀπατηθεὶς ὑπὸ
τῶν οὓς ἀναπείθουσιν ἀποκτιννύντων πεντακοσίους
τε καὶ χιλίους ὑφελόμενος στατῆρας ᾤχετο, ὡς εἰκός,
ἀποθανούμενος μέλλοντός μοι δέξεσθαι τοῦ ἄρχοντος
λόγον, καὶ ἐπεδεικνύμην κινούμενος τὰ εἰωθότα τῶν
ἀκροατῶν τῇ κλοπῇ τεταραγμένων, ὥστε εἶναί μοι δι-
πλοῦν τὸ θαῦμα, τὸ μὲν ὡς λέγειν ἐπισταμένῳ, τὸ δὲ
ὡς τὰ τοιαῦτα φέρειν· καὶ τρίτον γε ἕτερον προσεγε-
γόνει διωθουμένου μου τὸν ἠθροισμένον ἐκ τῶν πό-
λεων ἄργυρον παριόντα τὸν ἐξεληλυθότα χρυσὸν θε-
ραπεύειν πειρωμένων τοῖς παρὰ σφῶν τὴν βλάβην.
62
Ταυτὶ μὲν ἀφείσθω τὴν ζημίαν ἔχοντα ἐν χρή-
μασιν, ἃ δὴ διαπτύσειεν ἂν ἀνὴρ ἐλεύθερος. ἀλλ'
ἐνόσει μὲν ἡ γυνὴ τῷ σοφιστῇ τὰς φρένας, ὁ δὲ οὐ
βουλόμενος ταῦτ' εἶναι τῆς τοῦ σώματος πονηρίας ἐπ'
ἐμέ τε ἦγε τὴν αἰτίαν καὶ κακοῖς ἑπόμενος παραδείγ-
μασι βιβλογράφον καὶ αὐτὸς εἷλκε καὶ οἰχομένης δὴ
τῆς γυναικὸς ἀπὸ τοῦ τάφου μετὰ δακρύων εἰς τὸ
δικαστήριον ἐλθὼν κατήγορος μὲν κατὰ τοὺς νόμους
οὐδὲ οὕτως γίνεται, τοσοῦτον δὲ εὗρε, τὸ δῆσαι τὸν
ἄνθρωπον.
63
ἐπὶ τούτοις τὸ πρᾶγμα ἀνέστραπτο
τοῦ μὲν φεύγοντος τὴν κρίσιν, ἐμοῦ δὲ ἐπαναγκάζον-
τος. ὁ δικαστὴς δὲ ἄρα ἐγέλα, εἰ περὶ γυναῖκα ἐγὼ
παρανήλισκον τὸν θάνατον ὑπερβὰς τὸν σοφιστήν,
ὥσπερ ἂν εἴ τις ἀθλητὴς κτεῖναι ἔχων τὸν ἀντίπαλον
τούτῳ μὲν ἠρνεῖτο συμπλέκεσθαι καὶ διέσωζε, τὴν τε-
κοῦσαν δὲ αὐτὸν ἥρπαζε διὰ δαιμόνων. τῷ μὲν δὴ
ἔργον ἦν φεύγειν, ὁ δικαστὴς δέ, οὐδὲ γὰρ ἀνίην,
εἷλκέ τε διὰ τῶν ὑπηρετῶν καὶ ἐπηνάγκαζεν ἢ λαβεῖν
ἢ δοῦναι δίκην, τὸν γὰρ αὖ νόμον οὐκ ἐᾶν κεναῖς
αἰτίαις ὑβρίζειν. ὁ δὲ πεσὼν ἱκέτευε μὴ ἄτιμος ἀπελ-
θεῖν μηδὲ αὑτοῦ μᾶλλον ἢ τοῦ πένθους ἐκεῖνα νο-
μισθῆναι.
64
ἐλεεῖ τὸν σοφιστὴν ὁ δικαστής, καὶ οὐκ
ἐμεμψάμην τὸν οἶκτον· ἐμοὶ γὰρ εἴη τὸν ἐχθρὸν εἰς
συγγνώμην καταφεύγοντα ἰδεῖν καὶ οὐδὲν ἂν ἑτέρας
δέοι δίκης, καὶ δὴ καὶ φίλον εἶναι βουλόμενον οὐκ
ἀτιμάσω· ὅστις δὲ αἰσχυνόμενον τὸν ἡμαρτηκότα ὁρῶν
προσαπολέσαι βούλοιτ' ἄν, θηριώδης τε οὗτος καὶ οὐκ
αἰσθανόμενος, ὡς ἀνθρώπῳ γε ὄντι γένοιτ' ἄν ποτε
ἴσως εἰς τὴν τῶν ὁμοίων χρείαν πεσεῖν. ἀλλ' οὐχ οἱ
Βιθυνοὶ πρὸς ἐκεῖνον οὕτως, ἀλλ' ὁ μὲν ἀπαντῶν
ἐξετρέπετ' αὐτόν, τῷ δὲ πρόνοια μὴ ἀπαντῆσαι, τὸ δὲ
μὴ κεκολάσθαι τοῖς προσήκουσι τὸν ὑβριστὴν ἤδη
τινά τι καὶ ἀπορρῖψαι εἰς τὸν ἐψηφισμένον καίτοι
σφόδρα ἀγαπώμενον ἠνάγκασε.
65
πιεζόμενος δὴ
πολλαχόθεν καὶ οὐκ ἀποχρώντων οἱ τῶν λόγων ἄλλως
τε καὶ τοῦ τρόπου προσδιαβεβλημένου τρέπεται ἐπ'
ὠνὴν τῶν νέων, χρημάτων οὐ φειδόμενος πολλῶν οἱ
προσιόντων ἐκ γῆς· οἱ δὲ δέχονται μὲν τὸ διδόμενον,
σφᾶς δὲ αὐτοὺς οὐ προΐενται, ἀλλ' εἰς μέσον τε τὸ
ἀπόρρητον ἤγετο καὶ γέλως διὰ τῆς πόλεως ἐχώρει,
οἷα μὲν ἐμεμηχάνητο, οἷα δὲ ἤλπισεν, οἷα δὲ ἐπεπόν-
θει.
66
ὡς δὲ αὐτῷ μόνος Βιθυνῶν συνελάμβανεν
ἀνὴρ…
…
The complete text is available when the reading interface loads.