Progymnasmata
- Authority group
- Libanius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Progymnasmata, ed. Foerster, op. cit., vol. 8 (1915; repr. 1997) 24–571.
- CTS identifier
urn:cts:greekLit:tlg2200.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
2
1
τῷ καὶ τηρήσας ἀφιέντα δίσκον, ἐπαιδεύετο γὰρ Ὑά-
κινθος Ἀπόλλωνι τὰ τοιαῦτα, πνεῖ τε ἀπὸ τοῦ Ταϋ-
γέτου καὶ περιτρέπει τῷ μειρακίῳ τὴν βολήν. καὶ τὸ
μὲν ἔκειτο, ἡ δὲ Γῆ ἐλεεῖ τὸ πάθος καὶ ἀνῆκε τὸ
ἄνθος.
3
1
{Περὶ Ἀλφειοῦ.}
Ἔρως ἅπτεται καὶ ποταμῶν. πόθον οὖν ἐμβέβληκεν
Ἀλφειῷ Σικελικῆς πηγῆς Ἀρεθούσης τοὔνομα. πληγεὶς
δὲ ἔρχεται δι' Ἰονίου παρ' αὐτὴν φυλάττων ἀμιγὲς
καὶ ἐν θαλάττῃ τὸ ῥεῖθρον.
t2
1
{Διηγήματα> codicum Escurialensis Ψ—IV—12 et
Vaticani gr. 305.}
4
t
{Περὶ τῆς Πίτυος.}
1
Ἤρα τῆς Πίτυος ὁ Πάν, ἀντήρα δὲ καὶ ὁ Βο-
ρέας. ἦν γὰρ κόρη πρότερον ἡ πίτυς καὶ ἐπ' αὐτῇ
ποιοῦνται τὴν αἵρεσιν ὁποτέρῳ δεῖ χαρίσασθαι. τὸ δ'
ἐντεῦθεν ἐδείκνυσαν τὰ ὄντα αὑτοῖς ἀγαθά, σπεύδων
ἑκάτερος ἀμείνων φανῆναι. Βορέας μὲν ἔπνει λαμπρὸς
καὶ ἔκαμπτε δένδρα, τὰ δὲ κατέφερεν, ὁ δὲ Πὰν
ἐσκίρτα, ἐπήδα, δῶρα ἔφερε ἀπὸ τῶν ἀναθημάτων ἃ ἦν
αὐτῷ παρὰ τῶν νομέων.
2
ἐφέλκεται δὴ τὴν Πίτυν. καὶ
ὁ Βορέας ἀλγεῖ καὶ σφοδρῶς ἐπιπεσὼν ὦσέ τε κατὰ
τῶν πετρῶν καὶ διέφθειρε τὴν κόρην. ἡ Γῆ δέ, καὶ
γὰρ ᾤκτειρε τὸ πάθος, ἤμειψεν εἰς φυτὸν τὸ σῶμα.
διὰ τοῦτο Πανὶ μὲν ἐκ πίτυος ὁ στέφανος, Βορέας δὲ
καὶ τὸ δένδρον λυπεῖ. καί φασι τὸν ἦχον ὃν ἡ πίτυς
ποιεῖ δεχομένη τὸ πνεῦμα θρῆνον εἶναι.
5
1
{Περὶ τοῦ Ἀγαμέμνονος.}
Τῶν Ἀχαιῶν ἐν Αὐλίδι συνειλεγμένων Ἀγαμέμνων
ἐν θήρᾳ τυχὼν ἐλάφου καὶ τῆς Ἀρτέμιδος ἔφη τὴν
τέχνην ὑπεραίρειν τῷ ἔργῳ. λυπεῖ τὸ ῥῆμα τὴν θεόν.
καὶ ἐμάχετο τῇ ἀναγωγῇ τὸ πνεῦμα καὶ ὁ Κάλχας μη-
νύει τὴν αἰτίαν, ὡς ἡ Ἄρτεμις ταῦτα πράττει διὰ
τὸν κόμπον Ἀγαμέμνονος καὶ οὐ λήξει ποτὲ μὴ δεξα-
μένων αὐτῆς τῶν βωμῶν τὸ τῆς Ἰφιγενείας αἷμα, παῖς
δὲ Ἀγαμέμνονος αὕτη. πείθεται ὁ πατὴρ καὶ ἄγει τὴν
κόρην καὶ προσάγει τῷ βωμῷ καὶ καταθύειν ἔμελλε.
ἔπειτα ἀντὶ τῆς θυγατρὸς ἐν χεροῖν ἔλαφον εἶχε τῆς
Ἀρτέμιδος, οἶμαι, τὴν μὲν ἀφελομένης, τὴν δὲ ἀντι-
δούσης.
6
t
{Περὶ Δαναοῦ καὶ Αἰγύπτου.}
1
Ἐγένοντο Δαναῷ πεντήκοντα θυγατέρες, ὁ δὲ
Αἴγυπτος, Δαναοῦ δὲ οὗτος ἀδελφός, καὶ αὐτὸς ἦν
υἱέων πεντήκοντα πατήρ. ἐβούλετο οὖν συνοι-
κίσαι τὰς ἐκείνου θυγατέρας τοῖς ἑαυτοῦ παισί. καὶ
τῶν γάμων δρωμένων ἐν χερσὶ διδοὺς ὁ Δαναὸς ταῖς
παρθένοις ξίφη ἐκέλευσεν ἑκάστην ᾧ συζευγνύοιτο,
τοῦτον κτείνειν.
2
ταῖς μὲν οὖν ἄλλαις ἐτολμήθη τὸ
ἔργον καὶ ἀπέθνησκον οἱ νυμφίοι, τῇ δὲ Ὑπερμνήστρᾳ
δεινόν τι τὸ πρᾶγμα ἐφάνη καὶ ἀπειθήσασα τῷ πατρὶ
φείδεται τοῦ Λυγκέως. φεύγει δὴ Δαναὸς καὶ ἥκων
εἰς Πελοπόννησον κατέσχεν Ἄργος.
t3
1
{Διηγήματα> codicis Vaticani gr. 305.}
7
t
{Περὶ Ἡφαίστου.}
1
Ῥίπτει τὸν Ἥφαιστον Ἥρα ἐξ οὐρανοῦ τῇ τοῦ
παιδὸς αἰσχυνομένη χωλείᾳ, ὁ δὲ τῇ τέχνῃ ἐχρῆτο. καὶ
ἐν θαλάττῃ σεσωσμένος ὑπὸ δαιμόνων θαλαττίων πολλὰ
μὲν καὶ ἄλλα ἐδημιούργει, τὰ μὲν Εὐρυνόμῃ, τὰ δὲ
Θέτιδι, παρ' ὧν περισέσωστο, ποιεῖ δὲ καὶ θρόνον τῇ
μητρὶ δῶρον ἀφανεῖς ἔχοντα δεσμοὺς καὶ πέμπει. καὶ
ἡ μάλα τε ἥσθη τῷ δώρῳ καὶ καθιζάνει καὶ ἐδέθη καὶ
ὁ λύσων οὐκ ἦν.
2
βουλὴ δὲ γίνεται θεῶν περὶ τῆς εἰς
οὐρανὸν ἀναβάσεως Ἡφαίστου. μόνον γὰρ ἂν ἐκεῖνον
καὶ λῦσαι. σιγώντων οὖν τῶν ἄλλων καὶ ἀπορούντων
Ἄρης ὑπισχνεῖται καὶ ἐλθὼν πράττει μὲν οὐδέν, αἰ-
σχρῶς δὲ ἀπαλλάττεται πυρσοῖς αὐτὸν δειματώσαντος
Ἡφαίστου. ταλαιπωρουμένης δὲ τῆς Ἥρας ἤρχετο μετὰ
οἴνου Διόνυσος καὶ διὰ μέθης εἶχεν Ἥφαιστον ἑπό-
μενον.
3
ὁ δὲ ἐλθὼν καὶ τὴν μητέρα λύσας ποιεῖ τῆς
Ἥρας εὐεργέτην τὸν Διόνυσον. ἡ δὲ αὐτὸν ἀμειβομένη
πείθει τοὺς οὐρανίους θεοὺς ἕνα τῶν οὐρανίων θεῶν
καὶ Διόνυσον εἶναι.
8
1
{Περὶ Ἀκαλανθίδος.}
Τὴν δὲ Ἀκαλανθίδα γαλῆν ἐκ γυναικὸς ἐποίησεν
ἡ πρὸς τὴν Ἥραν ἀπάτη. εἰργούσης γὰρ τῆς Ἥρας τῷ
Ἡρακλεῖ τὴν ἐκ τῆς γαστρὸς ἔξοδον, τοῦτο δὲ ἄρα
ἐποίει ἐφ' ᾧ περὶ τὼ γόνατε συμπλέξαι τὼ χεῖρε,
Ἀκαλανθὶς ὡς δὴ τεκούσης οὔπω τεκούσης Ἀλκμήνης
ἐκπηδήσασα διέθει τε καὶ ἐμιμεῖτο τὰ τῆς χαιρούσης,
ἡ θεὸς δὲ παρακρουσθεῖσα ἀνεπέτασεν Ἀλκμήνης τὰς
ὠδῖνας. καὶ δίκην Ἀκαλανθὶς ἐδίδου τῆς ἀπάτης τὴν
μεταβολήν.
9
1
{Περὶ Καπανέως.}
Ἀπειλοῦντα τὸν Καπανέα καὶ ἄκοντος Διὸς αἱρή-
σειν τὰς Θήβας ὁ Ζεὺς κεραυνῷ βάλλει, τὸν δὲ Ἄδρα-
στον ἵπποις αὐτοῖς διαστᾶσα ἡ γῆ δέχεται. Τυδεὺς δὲ
ὑπὸ Μελανίππου τρωθεὶς ἐδεῖτο τῶν ἑταίρων βοηθῆ-
σαι τῷ τεθνεῶτι. κτείναντος δέ τινος τὸν Μελάνιππον
καὶ κομίσαντος ἔτι ζῶντι Τυδεῖ τὴν κεφαλὴν ὁ μὲν
λαβὼν αὐτὴν τοῖς ὀδοῦσιν ἐτιμωρεῖτο, τὴν δ' Ἀθηνᾶν
αὐτῷ φέρουσαν ἀθανασίαν τοῦτο ἐκώλυσε μὴ δοῦναι.
Πολυνείκης δὲ συγκατενεχθεὶς τῷ ἀδελφῷ ταφῆς ἀπε-
στερεῖτο μὲν παρὰ Κρέοντος, ἐτύγχανε δὲ παρὰ τῆς
ἀδελφῆς. λέγεται δὲ καὶ ἡ γυνὴ Πολυνείκους Ἀργεία
συνεφάψασθαι τοῦ ἄθλου.
10
t
{Περὶ Ἀδραστείας.}
1
Νενικηκότες οἱ Θηβαῖοι τοὺς Πολυνείκη καταγα-
γόντας οὐδὲ θάπτειν οὐδενὶ τοὺς πεσόντας ἐπέτρεπον.
ἧκον οὖν αἱ τούτων γυναῖκες Ἀθήναζε καὶ ἱκετεύ-
ουσαι κινοῦσι μὲν ὑπὲρ τῶν νεκρῶν τὸν Θησέα, κρα-
τηθέντων δὲ τῶν Θηβαίων καὶ καιομένων τῶν νεκρῶν
Εὐάδνην τὴν Καπανέως γυναῖκα λόγος κοινωνῆσαι τῷ
ἀνδρὶ τῆς πυρᾶς.
2
τούτων οἱ παῖδες πατράσι τι-
μωροῦνται καὶ ἐπελθόντες αἱροῦσι Θήβας, ἡγεῖται δὲ
ὁ παῖς Ἀδράστου καὶ ἀναιρεῖται μόνος. τοῦ δὲ ἄρα ὁ
πατὴρ μόνος τῶν ἑπτὰ λοχαγῶν ἀπεσώθη. ἔδοξε δὴ
τοῦ δαιμονίου νεμεσήσαντος τοῦτο τῇδε γενέσθαι. καὶ
αὐτίκα οἱ Ἕλληνες ἱερῷ τιμῶσι τὴν Νέμεσιν προσ-
ειπόντες Ἀδράστειαν τὴν θεόν.
11
1
{Περὶ Πολυκράτους.}
Πολυκράτους Σάμου μὲν ἄρχοντος, πάντα δὲ εὐτυ-
χοῦντος καὶ ἐπ' οὐδενὶ λυπουμένου δέος εἰσῄει μετα-
βολῆς. ἔπραττεν οὖν ὅπως ἂν ἰάσηται. καὶ δακτύλιον
ὧν εἶχε κτημάτων κάλλιστον ἑκὼν μὲν ἔρριψεν εἰς τὴν
θάλασσαν, οὐκ ἔχων δὲ ἤλγει. γίνεται δὴ πάλιν
ὁ δακτύλιος τοῦ Πολυκράτους δι' ἰχθύος, ὃν ἀνελὼν
ἁλιεὺς μέγαν τε ὄντα καὶ βασιλέως ἄξιον φέρων ἔδω-
κεν ἐκείνῳ. ὁ δὲ ἰχθύς, ὡς ἦν χερσὶ τῶν μαγείρων
ἀνασχισθείς, ἀπέδωκε Πολυκράτει τὸν δακτύλιον.
12
1
{Περὶ Καλλιστοῦς.}
Τὴν Ἥραν ὁ Ζεὺς ἐλύπει Καλλιστοῦς ἐρῶν καὶ
ποιεῖ τὴν ἐρωμένην ἄρκτον τοῦ τὴν Ἥραν λαθεῖν. ὡς
δὲ αὐτὴν ἔχοι πλησίον, μεταδίδωσι τοῦ οὐρανοῦ. καὶ
ἔστι Καλλιστὼ τῶν ἀρκτῴων ἀστέρων. ἀπὸ δὲ ταύτης
παῖς Ἀρκάς, ὅθεν Ἀρκάδες, οὗ τεχθέντος Ἑρμῇ τῆς
σωτηρίας ἐμέλησεν.
13
1
{Περὶ Σιμωνίδου.}
Ἐχώρει μὲν ἐπὶ Τάραντα Σιμωνίδης ὁ Κεῖος ὁ
Λεωπρέπους ὁ ποιητής, νεκρὸν δὲ ἄταφον ὡς εἶδεν
ἐρριμμένον, ἠλέησέ τε καὶ θάπτει. μέλλων δὲ ἡμέρᾳ
τῇ μετὰ τὴν ταφὴν πλεῖν εἰς Σικελίαν ὀνείρατι εἴργε-
ται μὴ πλεῖν. ἀγνοῶν δὲ τίς ἦν ὁ αὐτὸν ὀνείρατι κω-
λύων πείθεται μὲν ὁ Σιμωνίδης καὶ μένει, πλεῖ δὲ ἡ
ναῦς καὶ βαπτίζεται. ἄλλου δὲ εἰς Τάραντα κομίσαν-
τος τὸ πάθος ἐγίνετο ὅσα εἰκὸς ἐπὶ τοιούτου κακοῦ.
Σιμωνίδης δὲ στεφάνους τῇ στήλῃ περιέθηκε καὶ ἐνα-
γίσας τῷ νεκρῷ σωτῆρα αὑτοῦ τὸν κείμενον ἐκήρυξεν
ἐπιγράμματι. καὶ τοῦτο ἡ στήλη δείκνυσιν.
14
1
{Περὶ Νεοπτολέμου.}
Ἀποθνήσκει τοῖς Ἀπόλλωνος βέλεσιν Ἀχιλλεύς.
θρασυνόμενος δὲ Νεοπτόλεμος ᾔτει τὸν Ἀπόλλωνα δί-
κας τοῦ φόνου. ἔπειτα νοήσας ὡς οὐ καλῶς αὐτῷ
τοῦτο ἐπεποίητο, διαλλάξων αὑτῷ τὸν θεὸν εἰς Δελ-
φοὺς ἀπῄει καὶ ἀπέθανεν ὑπὸ τῶν ἐνοικούντων Δελ-
φούς, οὓς ἐξηπάτησεν Ὀρέστης λέγων αὐτὸν ἐφ' ἁρπαγῇ
τῶν ἱερῶν ἥκειν χρημάτων.
15
1
{Περὶ Ἀλκήστιδος.}
Ἐθήτευσε μὲν Ἀπόλλων Ἀδμήτῳ γνώμῃ Διός, ἐθε-
ράπευσε δὲ Ἄδμητος τὸν Ἀπόλλωνα. ἐπεὶ δὲ ἧκον αἱ
Μοῖραι καὶ ἔδει τελευτᾶν, ἀναβάλλει τὸν θάνατον
αὐτοῦ ὁ θεὸς δεηθεὶς τῶν Μοιρῶν, αἳ τῷ μὲν εἶξαν,
ἐζήτουν δὲ ὃς ἀντ' ἐκείνου τὸν θάνατον ὑποστήσεται.
διελέχθη τοῖς γονεῦσιν ὁ Ἄδμητος γήρᾳ βεβαρημένοις.
οἱ δὲ ἐφιλοψύχουν καὶ οὐκ ἠνείχοντο ἀπιέναι. παρέρ-
χεται δὴ τὴν φύσιν Ἄλκηστις ἡ γυνὴ καὶ αὐτὴ ἀποθνή-
σκει. πένθους δὲ κατέχοντος τὴν οἰκίαν Ἡρακλῆς ἥκων
ξενίζεται καὶ μαθὼν τὴν τύχην καὶ πονέσας καὶ κρα-
τήσας τῶν κάτω δαιμόνων ἐπανάγει τὴν ἄνθρωπον.
16
1
{Περὶ Κανδαύλου.}
Ἤρα τῆς ἑαυτοῦ γυναικὸς ὁ Κανδαύλης καὶ παρ-
εκάλει τὸν Γύγην ἐπὶ τὴν θέαν τῆς ὥρας. ὁ δὲ τὸ
πρῶτον ἀρνούμενος ἐγκειμένου τοῦ Κανδαύλου συν-
εχώρησεν. ὑφ' οὗ δὴ καὶ καταστὰς ὄπισθεν τῆς θύρας
τὴν γυναῖκα καταγυμνουμένην ἰδὼν ἀπηλλάγη. ἡ δὲ
μεταστραφεῖσα τὸ πραχθὲν οὐκ ἠγνόησεν, ἤνεγκε δὲ
σιγῇ. μεταπέμπεται δὲ τὸν Γύγην, ἐπειδὴ ἡμέρα ἦν,
καὶ ἐκέλευσεν ἀποθνήσκειν ἀντὶ τῆς θέας ἢ τοῦτο
δρᾶν τὸν Κανδαύλην ὑπισχνουμένη συνοικήσειν αὐτῷ
μετὰ τὸν φόνον. τὸν Γύγην ἤρεσκε μὲν οὐδέτερον, εἰς
δὲ τὸ κτείνειν ἀπέκλινε. καὶ διαχρησάμενος καθεύδοντα
τὸν δεσπότην γαμεῖ τε ἐκείνην καὶ βασιλεύει Λυδῶν.
17
1
{Περὶ Δάφνης.}
Δάφνης τὸ κάλλος ἐγέννησε μὲν Λάδων ὁ ποταμός,
ἐθαύμασε δ' Ἀπόλλων. παθὼν δέ τι πρὸς αὐτὴν ἐρω-
τικόν, ἐπεὶ πείθειν οὐκ εἶχεν, ἐδίωκεν. ἡ δὲ εὔχεται
τῇ Γῇ μὴ ἁλῶναι καὶ τυχοῦσα τῆς εὐχῆς ἀφανίζεται.
καὶ τὸ μὲν σῶμα δένδρον ἐγίνετο, δάφνη δὲ τὸ δέν-
δρον ἦν. ὁ θεὸς δὲ τὸν πόθον οὐ κατέλυεν, ἀλλὰ τὰ
πρὸς τὴν κόρην μετήνεγκεν ἐπὶ τοὺς κλάδους
καὶ ἔστιν ἐραστὴς τῶν φύλλων.
18
t
{Περὶ Πρόκνης καὶ Φιλομήλας.}
1
Ἐξ Ἀθηνῶν Τηρεὺς Πρόκνην ἄγεται τὴν Παν-
δίονος, ὃς ἐβασίλευεν Ἀθηναίων, αὐτὸς δὲ Τηρεὺς
ἐκράτει Θρᾴκης. χρόνου δὲ προϊόντος ἐπιθυμία λαμ-
βάνει τὴν Πρόκνην ἰδεῖν Φιλομήλαν τὴν ἀδελφὴν
καὶ διὰ Τηρέως τοῦτο ἐπράττετο, ὃς ἐλθὼν Ἀθήναζε
καὶ λαβὼν ἐν τῇ πορείᾳ μίγνυται τῇ παρθένῳ βιασά-
μενος, οὐ πείσας. φοβούμενος δὲ τὸν ἔλεγχον τὴν
γλῶτταν περιελὼν πόρρω τῆς ἀδελφῆς ἵδρυσεν ἐν κώ-
μῃ φυλακήν τινα παρακαταστήσας.
2
ἄλλως μὲν οὖν
οὐκ ἦν μηνύσαι τῇ Πρόκνῃ τὸ τολμηθέν, τῆς ἑορτῆς
δὲ ἐπελθούσης ἐν ᾗ τῇ βασιλίδι τὰς Θρᾴττας δῶρα
πέμπειν νόμος ἦν πέμπει πέπλον ἡ Φιλομήλα γράμ-
ματα ἐνυφήνασα. τὰ δὲ ἐδήλου τὴν βίαν.
3
ἡ δέ,
ὡς ἔγνω, τὴν μὲν μεταπέμπεται, τὸν δὲ Ἴτυν ἀπέσφα-
ξεν, ὃς ἐκ Τηρέως ἦν αὐτῇ, καὶ εἱστίασε τὸν πατέρα
τῷ σώματι τοῦ παιδός. ὡς δὲ δὴ ἐκόρεσεν, ἐδίδασκεν
αὐτὸν ἥτις ἦν ἡ βρῶσις τὰ ἀκρωτήρια δείξασα. ὁ
μὲν οὖν ἐδίωκεν, ὡς ἀποκτείνειεν, αἱ δὲ ἔφευγον. καὶ
ἐν τῇ διώξει μετεβλήθησαν εἰς ὄρνις αἵ τε γυναῖκες
καὶ ὁ Τηρεύς, χελιδόνα μὲν ἡ Φιλομήλα, ἀηδόνα δὲ
ἡ Πρόκνη, λέγεται δὲ καὶ ὁ τοῦ παιδὸς γευσάμενος
ἔποψ γενέσθαι.
19
1
{Ἄλλως.}
Πρόκνην ἐξ Ἀθηνῶν ἠγάγετο Τηρεὺς τὴν Παν-
δίονος, ἐρῶσα δὲ ἡ Πρόκνη τὴν ἀδελφὴν Φιλομήλαν
θεάσασθαι Τηρέα ποιεῖται τῆς θέας διάκονον. ὁ δὲ
παραλαβὼν ἐπόθει μὲν καθ' ὁδὸν καὶ ποθῶν ἐβιάσατο
καὶ βιασάμενος ἀφεῖλε τῶν πραχθέντων τὸν ἔλεγχον
τὴν γλῶσσαν ἀποτεμών. ἡ δὲ ἀφικομένη παρὰ τὴν
Πρόκνην εἰπεῖν μὲν οὐκ εἶχε τὸ πάθος, διηγεῖται δὲ
τὸ συμβὰν τῇ χειρὶ ἱστῷ προσυφάνασα. καὶ μαθοῦσα
τὸ πάθος ἡ Πρόκνη τὸν παῖδα τροφὴν τῷ
πατρὶ παρατίθησιν. ὁ δὲ τρέφεται μὲν οἷς ἠγνόει τὰ
φίλτατα, τραφεὶς δὲ ἀνελεῖν ἐπεχείρει τὴν θρέψασαν.
θεοὶ δὲ τῆς συμφορᾶς τοῦ παιδὸς οἰκτείροντες ἀμφοτέ-
ρους εἰς ὀρνίθων μεταβεβλήκασι φύσεις.
20
1
{Περὶ Μαρσύου καὶ αὐλῶν.}
Ηὔλει ἡ Ἀθηνᾶ καὶ τὸ εἴδωλον αὑτῆς ἐν τοῖς
ὕδασιν ἰδοῦσα τὸν αὐλὸν ἔρριψεν ὡς οὐκ ἔχον εὐσχη-
μοσύνην τῷ προσώπῳ τὸ αὐλεῖν. γίνεται δὴ οὗτος
Μαρσύου καὶ ἐποίησεν αὐτὸν αὐλητὴν ὀνομαστόν. ὁ
δὲ ἐπείθετο ἤδη καὶ Ἀπόλλωνος εἶναι κρείττων καὶ εἰς
ἔριν ἐκάλει. καὶ οἱ μὲν ἤριζον, ἐψήφιζον δὲ αἱ Μοῦ-
σαι, καὶ ὁ θεὸς ἐνίκα, δίκην δὲ ἐπιτιθεὶς τῷ αὐλητῇ
κρεμάσας ἔδειρε. καὶ τὸ αἷμα γίνεται ποταμός, τῷ δὲ
ποταμῷ ὄνομα Μαρσύας.
21
1
{Περὶ Πασιφάης.}
Ἐγκαλοῦσά τι τῷ Ἡλίῳ ἡ Ἀφροδίτη πλήττει τὰς
ἐκείνου θυγατέρας ἔρωσι καινοῖς. ἐρᾷ δὴ καὶ Πασιφάη
ταύρου καὶ καρτερεῖν οὐκ ἔχουσα φράζει πρὸς τὸν
Δαίδαλον τὸ πάθος. ὁ δὲ ἦν Ἀθηναῖος καὶ φεύγων
διέτριβεν ἐν Κρήτῃ. πείθεται δὴ καὶ βοηθεῖ τῇ γυ-
ναικὶ διὰ βοὸς ξυλίνης. κοίλην γὰρ αὐτὴν ἐργασάμενος
καὶ κατακλείσας ταύτῃ τὴν ἐρῶσαν δέρματι βοὸς κα-
λύψας τὸ πλάσμα κινεῖ τὸν ταῦρον ἐπὶ τὴν εἰκόνα. καὶ
ἐλθὼν μίγνυται δὴ τῇ γυναικί, βοῒ δέ, ὡς ᾤετο. τότε
ὁ Μινώταυρος γίνεται ταῦρος μὲν τὴν κεφαλήν, τὸ δ'
ἐντεῦθεν ἄνθρωπος.
22
1
{Ἄλλως.}
Ἡλίου παῖς Πασιφάη γεγένηται καὶ γενομένη τοῦ
καλλίστου τῶν θεῶν πάθος ὑπέστη παραλογώτατον.
ταύρῳ γὰρ ἐπιμαίνεται καὶ τὸ πάθος ἀποροῦσα διενεγ-
κεῖν πρὸς τὸν Δαίδαλον ἤγγειλεν. ὁ δὲ ξυλί-
νην μηχανησάμενος βοῦν δορᾷ τὴν μηχανὴν περιέβαλεν,
ᾗ παρὰ τὴν ἀγέλην 〈ὁ ταῦρος〉 συνήγετο, καὶ τὴν ἄνθρω-
πον ἔνδον κατακλείσας ἐργάζεται μίξιν ἣν ὁ πρότερος
οὐκ ἠπίστατο χρόνος. καὶ τῆς ὁμιλίας ὑπόμνημα παῖς
προελήλυθεν ἐφ' ἑνὸς σώματος ἄμφω χαρακτηρίζων
τοὺς φύσαντας.
23
1
{Περὶ Ἡρακλέους.}
Ἀλκμήνη τίκτει τῷ Διὶ μὲν Ἡρακλέα, τῷ δὲ Ἀμ-
φιτρύωνι Ἰφικλέα καὶ τὸ μέσον τοῦ σπέρματος ἐν τοῖς
ἐγγόνοις ἐδείχθη. τὰ μὲν γὰρ ἔκειτο ἐσπαργανωμένα
ἀρτίγονα, δράκοντες δὲ ὡς ἐπῆλθον ἐπιβουλευούσης
Ἥρας τῷ Ἡρακλεῖ πτήσσει μὲν Ἰφικλῆς καὶ ὑπότρομος
γίνεται, Ἡρακλῆς δὲ δέχεται τὰ ἑρπετὰ καὶ ἀποπνίγει.
24
t
{Ἄλλως.}
1
Θεῶν αἱ γοναὶ καὶ περὶ τὰ σπάργανα φαίνονται.
δηλοῖ δὲ ἡ συνοῦσα Διὶ καὶ μετ' αὐτὸν Ἀμφιτρύωνι
καὶ συνουσίας διττῆς ἐπὶ τῶν παίδων φέρουσα γνώ-
ρισμα. προῆλθε μὲν γὰρ Ἡρακλῆς τοῦ Διός, ὁ δὲ Ἰφι-
κλῆς Ἀμφιτρύωνος.
2
καὶ κειμένων ἐν σπαργάνοις
τῶν παίδων Ἥρα μὲν τοῖς παισὶν ἐπαφίησι δράκοντας,
Ἡρακλῆς δὲ ἑωρακὼς ὁμοῦ τῇ θέᾳ προσιόντας ἀν-
ῄρηκεν καὶ πρὸς αὐτὴν Ἰφικλέους καταπεπληγμένου τὴν
θέαν ἄθλων προοίμιον τὴν τοῦ βίου ἀρχὴν ἐποιήσατο.
25
1
{Περὶ Λητοῦς.}
Ἤπειγον αἱ ὠδῖνες τὴν Λητώ. ἐδέχετο δὲ αὐτὴν
οὔτε ἤπειρος οὔτε νῆσος οὐδεμία τῶν φανερῶν. ἡ
Δῆλος δὲ πρῶτον μὲν ἠφανίζετο τῇ θαλάττῃ, τότε δὲ
γνώμῃ Διὸς ἀνέδυ τε καὶ ἐξεφάνη καὶ ἐδέξατο τὸν
τόκον. τεχθεὶς δὲ ὁ Ἀπόλλων εὐθὺς ἦν τοξότης καὶ
ἔργον αὐτῷ πρῶτον ὁ δράκων ὃς ἐπολέμει τῇ Λητοῖ
βουλομένῃ τεκεῖν.
26
t
{Περὶ Ἀλεκτρυόνος.}
1
Ὁ ἀλεκτρυὼν ὄρνις ἐστὶν ἐξ ἀνθρώπου τὸ πρίν.
ὅτε δὲ ἦν ἄνθρωπος, Ἄρεος ἦν δορυφόρος. τούτῳ
παρέδωκε τὰς θύρας τοῦ θαλάμου Ἄρης, ὅτε ἠδίκησεν
εἰς τὴν εὐνὴν τὸν Ἥφαιστον, ἐφ' ᾧ πρὸ τοῦ περι-
όρθρου τὰς θύρας ἀράττειν, ὡς μὴ ἁλῴη μοιχεύων
κατεκοιμήθησαν οὖν ἀμφότεροι, καὶ ὁ θεράπων καὶ ὁ
δεσπότης, καὶ τὸ ἔργον ἐγνώσθη τῆς ἡμέρας φανείσης.
γίνεται οὖν ὄρνις ὁ στρατιώτης ταύτην ὑποσχὼν τὴν
δίκην.
3
καὶ πολλὰ δηλοῖ τὸν πάλαι στρατιώτην, ὁ
λόφος, ὁ θυμός, τὰ κέντρα. καὶ μεμνημένος γε ἐφ'
ᾧ τοῦτο ἔπαθε, πρὶν Ἥλιον ζεύξασθαι τὸ ἅρμα τῶν
ἀνθρώπων ἐλαύνει τὸν ὕπνον διὰ τῆς ᾠδῆς.
27
t
{Περὶ τῆς τοῦ Πάριδος ἁρπαγῆς.}
1
Θέτιν ὁ Ζεὺς ἐθαύμασε τοῦ κάλλους, παρὰ δὲ
τῆς Νυκτὸς ἀκούσας ὡς ὁ τικτόμενος ἐκ Θέτιδος
ἀμείνων ἔσται τοῦ πατρὸς αὐτὸς μὲν οὐ μίγνυται,
Πηλεῖ δὲ δίδωσι. καὶ δέχεται μὲν τοὺς γάμους τὸ Πή-
λιον καὶ θεῶν ὕμνον καὶ Ἀπόλλωνος ᾠδήν. ἡ δὲ Ἔρις,
οὐ γὰρ μετεῖχε τῆς θοίνης, μῆλον χρυσοῦν ἀφίησιν
εἰς τὴν τράπεζαν. δῶρον εἶναι τῇ καλλίστῃ θεῶν τού-
τῳ ἐπεγέγραπτο.
2
γίνεται οὖν ἀμφισβήτησις τὸ μῆ-
λον τῇ τοῦ Διὸς γυναικὶ καὶ Ἀφροδίτῃ καὶ Ἀθηνᾷ. ὁ
δὲ 〈Ζεὺς〉 φεύγει μὲν αὐτὸς τὴν κρίσιν, ποιεῖ δὲ αὐταῖς
Πάριν τὸν Πριάμου κριτήν. ὡς οὖν ἧκον παρὰ τὸν
βουκόλον, νικᾷ μὲν Ἀφροδίτη τῷ τῆς Ἑλένης γάμῳ,
τοῦτο γὰρ ἄμεινον ὁ Πάρις ἡγήσατο, βασιλείαν δὲ ἣν
ἐδίδου τῆς Ἀσίας ἡ Ἥρα, καὶ τὸ μαχόμενον κρατεῖν,
ὃ ἦν τῆς Ἀθηνᾶς ὑπόσχεσις, παρῃτήσατο. ναυπηγεῖται
οὖν καὶ πλεῖ καὶ λαμβάνει τὴν Ἑλένην καὶ ἀπόλλυσι
τὸ Ἴλιον.
28
1
{Περὶ Ἰκαρίου.}
Ἐπεφοίτησεν Ἰκαρίῳ Διόνυσος. ὁ δὲ αὐτὸν ἐδέξατο
καὶ ἐθεράπευσε. καὶ λαμβάνει παρὰ τοῦ θεοῦ δῶρον
τὴν ἄμπελον καὶ διδάσκει τὴν τέχνην. ὡς δὲ ἧκεν εἰς
Θρᾴκην, πιόντες οἱ Θρᾷκες ἐμεθύσθησαν καὶ ἡγή-
σαντο φάρμακον τὸν οἶνον καὶ ἐν τούτῳ δόξης ὄντες
ἀπέκτειναν τὸν Ἰκάριον.
29
t
{Περὶ Ἀρίωνος.}
1
Ὁ Ἀρίων Μηθυμναῖος ὢν ἐκ Μηθύμνης ἔπλευσεν
εἰς Κόρινθον καὶ δεικνὺς αὐτόθι τὴν τέχνην εὐδοκι-
μεῖ. βουλόμενος δὲ καὶ ἐν Ἰταλίᾳ γενέσθαι λαμπρὸς
ἔπλευσε κἀκεῖσε καὶ αὖθις εὐδοκιμεῖ. γενομένων δὲ
αὐτῷ χρημάτων μεγάλων νεὼς ἐπιβὰς Κορινθίας εἰς
Κόρινθον ἐπαναπλεῖ.
2
καὶ οἱ ναῦται τῶν χρημάτων
ἐρασθέντες κτείνειν ἐπεχείρουν. ὡς δὲ ἀφιστάμενος
αὐτοῖς τῶν χρημάτων ἐπὶ τῷ σώζεσθαι οὐκ ἔπειθε,
δευτέρας δεῖται συγχωρήσεως, στῆναι ἐν τῇ σκευῇ καὶ
ᾆσαι καὶ ἐκπηδῆσαι εἰς τὴν θάλατταν ἐπὶ τῷ τέλει
τοῦ ᾄσματος. καὶ οἱ μὲν ἐπέτρεψαν, ὁ δὲ ᾖσε καὶ ἐξ-
επήδησε. δελφὶς δὲ αὑτὸν ὑποθεὶς τῷ κιθαρῳδῷ πρὸς
Ταίναρον ἐξεκόμισε.
30
1
{Περὶ Ἀλφειοῦ.}
Ἔρως καὶ ποταμοῖς ἐνοχλεῖ. δηλοῖ δὲ Ἀλφειὸς Σι-
κελικῆς πηγῆς Ἀρεθούσης ἐρῶν, ὃς προϊὼν ἐκ τῆς
Ἤλιδος τὸ ῥεῖθρον οὐκ ἀναμίγνυσι πολὺ διερ-
χόμενος πέλαγος ὡς ἐκ τούτου δεικνὺς τῇ ποθουμένῃ
φυλάττειν ἀκέραιον τὸν τοῦ ἔρωτος πόθον.
31
1
{Περὶ Δηιανείρας.}
Δηιάνειραν τὴν Οἰνέως ἐπόθει μὲν Ἡρακλῆς, ἀντε-
πόθει δὲ καὶ Ἀχελῷος ὁ ποταμός. εἰς ἔριν δὲ κατα-
στάντες ἐκ πόθου ἀγῶνι μὲν τὴν ἅμιλλαν ἔκρινον καὶ
ἆθλον τὸν τῆς κόρης γάμον προὐτίθεντο. καὶ προσ-
πεσὼν Ἡρακλῆς παρασπᾷ μὲν Ἀχελῷον τοῦ κέρως, τὸ
δὲ καταρρεῦσαν αἷμα τοῦ τραύματος κατεβάλετο Σει-
ρήνων γένεσιν.
32
1
{Περὶ Πίτυος.}
Ἤρα τῆς Πίτυος ὁ Πάν, ἀντήρα δὲ καὶ ὁ Βορέας
αὐτῆς. ἑκατέρου δὲ προσαγομένου τὴν κόρην πρὸς τὸν
Πᾶνα μεθίσταται. καὶ ζηλοτυπεῖ μὲν ἐπὶ τούτοις Βο-
ρέας, πνεύσας δὲ ἐπ' αὐτῇ βιαιότερος τὴν μὲν κόρην
ὠθεῖ, παραλαβοῦσαι δὲ ταύτην αἱ πέτραι τῷ θανάτῳ
παρέδοσαν. Γῆ δὲ ἐλεοῦσα τὸ πάθος ἀνῆκε
δένδρον ὁμοίως περὶ τοὺς ἐραστὰς διακείμενον. τὸν
μὲν γὰρ Πᾶνα στεφανοῖ τῷ θαλλῷ, θρηνεῖ δὲ τοῦ
Βορέου προσπνεύσαντος.
33
t
{Περὶ Ἀταλάντης.}
1
Πολλοὶ μὲν ἔκειντο μνηστῆρες ὑπὸ Ἀταλάντης
ἡττηθέντες ποδωκείᾳ τῆς κόρης, ἔδει γὰρ ἡττώμενον
μὲν ἀποθανεῖν, νικῶντα δὲ γαμεῖν, Ἱππομένης δὲ ταύ-
της ἐπιθυμῶν, δεδιὼς δὲ τὸν κίνδυνον δεῖται τῆς
Ἀφροδίτης συμπρᾶξαι. ἡ δὲ ἔδωκε τὰ χρυσᾶ μῆλα καὶ
εἶπεν ὃ χρὴ ποιεῖν ἐν τῷ δρόμῳ.
2
ὡς οὖν ἔθεον,
ὁπότε πλησίον ἡ κόρη γένοιτο, μῆλον ἠφίει, ἡ δὲ
ἐθαύμαζέ τε καὶ ὑπολειπομένη τὸ μῆλον ἀνῃρεῖτο, ἐγ-
γιζούσης δὲ πάλιν τὸ αὐτὸ ἐδρᾶτο. καὶ διὰ τοιοῦδε
σοφίσματος Ἀταλάντη μὲν εἶχε τὰ μῆλα, Ἱππομένης
δὲ Ἀταλάντην.
34
1
{Ἄλλως.}
Ἀταλάντην τὴν Σχοινέως ἔχειν μὲν ἐπόθουν πολ-
λοί, Ἱππομένης δὲ παρ' ἑτέρους ἀπείληφε. μνωμένων
γὰρ τὴν κόρην πολλῶν ἆθλον ἑαυτὴν ἡ παῖς προὐ-
τίθει τοῖς νικῶσιν εἰς δρόμον. καὶ πάντων ἀπολειπο-
μένων τὸ τάχος Ἀφροδίτην Ἱππομένης εὕρατο σύμ-
μαχον καὶ μῆλα χρυσᾶ παρ' ἐκείνης λαβὼν ἠφίει παρὰ
τὸ στάδιον. καὶ ἡ μὲν τὰ μῆλα συνέλεγεν, ὁ δὲ παρῄει
συλλέγουσαν καὶ τέχνῃ μᾶλλον ἢ ῥώμῃ τὸν Ἀταλάντης
γάμον ἐκτήσατο.
35
1
{Περὶ Κηφέως καὶ Περσέως.}
Κηφεὺς εἶχεν Αἰθιόπων τε ἀρχὴν καὶ γυναῖκα κα-
λήν. αὕτη καὶ τὰς Νηρηίδας κάλλει νικᾶν ἐνομίζετο
καὶ ἔλεγεν. αἱ δὲ δέονται τοῦ σφῶν ἄρχοντος λαβεῖν
ὑπὲρ αὑτῶν δίκην. ὡς δὲ ἔπεισαν, ὁ μὲν ἐπὶ τὴν τοῦ
Κηφέως γῆν κῆτος ἔπεμψε, Κηφεὺς δὲ χρησμῷ πειθό-
μενος πέτρας ἐπικειμένης θαλάττῃ τὴν θυγατέρα ἐκ-
δήσας παρεῖχεν ἀπολλύναι τῷ κήτει. ταύτην σώζει τε
καὶ λύει Περσεὺς τεμὼν ἐν Λιβύῃ καὶ φέρων
τὴν Μεδούσης κεφαλὴν λίθον τε ποιήσας τὸ κῆτος.
36
1
{Ἄλλως.}
Κηφεὺς Αἰθιόπων κρατῶν Κασσιέπειαν ἐκέκτητο
σύνοικον, ᾗ τοσοῦτον ἐπῄει διὰ κάλλος φρονεῖν ὡς
αὐτὰς οἴεσθαι Νηρηίδας ὑπερβάλλειν. ἀγανακτήσας δὲ
ἐπὶ τούτοις ὁ Ποσειδῶν κῆτος ἀνῆκε τὴν τῶν Αἰθιό-
πων γῆν λυμαινόμενον. ἀπορῶν δὲ Κηφεὺς λύσιν τοῦ
δυστυχήματος ἤκουσεν, εἰ τὴν Ἀνδρομέδαν παραθείη
τῷ κήτει. καὶ παρατυχὼν ὁ Περσεὺς ἀπολιθοῖ μὲν τῇ
Γοργόνι τὸ κῆτος, σωτηρίας δὲ γέρας τῆς σωθείσης
ἐκομίσατο τὸν γάμον.
37
1
{Περὶ Ῥήνου.}
Ῥῆνος ὁ βαρβαρικὸς ποταμὸς σωφροσύνης ὑπάρ-
χων κριτὴς παραρρεῖ τοὺς Κελτούς. ἐπειδὰν γάρ τις
αὐτοῖς ἄρτι γένηται παῖς, λαβόντες τῷ ῥείθρῳ παρα-
τιθέασιν. ὁ δὲ παραλαβὼν ἀποδίδωσι μὲν τοῖς γονεῦσι
τὰ γνήσια, κτείνει δὲ τὰ νόθα παρ' αὑτῷ κατασχών.
καὶ διαγινώσκεται τὸ σῶφρον βίῳ τε καὶ θανάτῳ.
38
1
{Περὶ τῶν Ἀλωαδῶν καὶ περὶ Ἐλάτης.}
Ὦτος καὶ Ἐφιάλτης Ἀλωέως μὲν γεγόνασι παῖδες,
ἀδελφὰ δὲ εἶχον μετὰ τῶν σωμάτων τὰ βουλεύματα.
παραπλησίως γὰρ τῷ μεγέθει φρονοῦντες τοῦ σώματος
βατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεσκεύαζον. καὶ θέντες
ὄρος ἐπ' ὄρει προιέναι μὲν ἐπειρῶντο παρὰ τοὺς κρείτ-
τονας, ἀνακόπτει δὲ αὐτοὺς τῶν ἐγχειρημάτων ὁ Ζεὺς
σκηπτῷ κατείργων τὸ πρὸς αὐτῶν μελετώμενον. Ἐλάτη
δὲ ἡ τούτων ἀδελφὴ παραπλησία μὲν ὑπῆρχε τὸ μέ-
γεθος, δακρύουσα δὲ τὸ συμβὰν δένδρου φύσιν ἠλλά-
ξατο. καὶ μεταβαλοῦσα τὴν φύσιν μένει τὸ μέγεθος
ὡς ἐτύγχανε πρότερον. ὅθεν τὸ ἔπος τὴν ἐλάτην οὐ-
ρανομήκη προσεῖπεν.
39
1
{Περὶ Ἐνιπέως.}
Καὶ παρὰ τοῖς ποταμοῖς τὸ σῶφρον εὐδοκιμεῖ. δῆ-
λος δ' Ἐνιπεὺς Τυρὼ μὲν ἐρῶσαν ἀποστρεφόμενος, ἐξ
ἀπάτης δὲ τῇ παιδὶ Ποσειδῶν συναπτόμενος. ἤρα μὲν
γὰρ Ἐνιπέως Τυρώ, ἀντήρα δὲ καὶ Ποσειδῶν τῆς
Τυροῦς. καὶ πρὸς Ἐνιπέα τῆς κόρης κλινούσης τὴν
Ἐνιπέως Ποσειδῶν ὑπεκρίνετο φύσιν καὶ πείσας τὴν
κόρην συνελθεῖν ἐκ τοῦ σχήματος Νηλέα καὶ Πελίαν
ἐκ τῆς κόρης παῖδας προήγαγεν, ὡς τὸ ἔπος ἐδήλωσεν.
40
1
{Περὶ τοῦ τῆς Ἀμαλθείας κέρως.}
Ἰστέον ὅτι περὶ τοῦ τῆς Ἀμαλθείας κέρως οὕτω
φασί. τὴν αἶγα τὴν Ἀμάλθειαν τὴν γῆν τῷ κέρᾳ ἀν-
ορύττουσαν θησαυρὸν κεκρυμμένον ἀποκαλύψαι, τὸν δὲ
αἰπόλον πλούσιον ἀντὶ πένητος γεγενῆσθαι. καὶ οὕτως
Ἀμαλθείας κέρας παρὰ παροιμιαζομένοις ἀνθρώποις
ὀνομάζεται.
41
1
{Περὶ Δανάης.}
Τὴν Δανάην ὁ πατὴρ Ἀκρίσιος ἐφύλαττεν ὡς παῖ-
δα ἐν χαλκῷ θαλάμῳ τὴν παρθένον τηρῶν. Ζεὺς δὲ
ἐρασθεὶς καὶ χρυσοῦς διὰ στέγους ῥυεὶς συνεγένετο. ἡ
δὲ τίκτει τὸν Περσέα, ὃν Ἀκρίσιος ἅμα τῇ μητρὶ κατα-
κλείσας εἰς λάρνακα παρέδωκε τῇ θαλάσσῃ. Περσεὺς
δὲ καὶ ἐκ τούτου σώζεται καὶ δίσκον ἀφεὶς ἐν ἀγῶνι
τὸν πάππον ἄκων ἀπέκτεινε καὶ τὸ μάντευμα εἰς τέ-
λος ἦγεν.
3
t
1
{Χρεῖαι.}
1
t
{Ἀλέξανδρος ἐρωτηθεὶς παρά τινος ποῦ ἂν
ἔχοι τοὺς θησαυροὺς τοὺς φίλους ὑπέδειξεν.}
1
Ὅτι μέγας μὲν καὶ θαυμαστὸς ὁ βασιλεὺς Μακε-
δόνων Ἀλέξανδρος καὶ τὴν ἤπειρον ἑκατέραν τῶν αὑ-
τοῦ κατορθωμάτων ἐνέπλησε καὶ τοσοῦτον τοὺς ἔμ-
προσθεν καὶ τοὺς ὕστερον παρήνεγκεν ὡς πρώτην χώ-
ραν μὴ δοῦναι, πάντας ἂν ἡγοῦμαι συμφῆσαι, πλὴν εἴ
τις ἢ παντάπασιν ἀναισθήτως ἢ λίαν ἀγνωμόνως ἔχοι·
ἐμοὶ δὲ δοκεῖ καλὰ πρᾶξαι καὶ παραδοῦναι τοῖς ἐσο-
μένοις ὑμνεῖν οὐ τύχῃ μόνον, ἀλλὰ καὶ συνέσει χρη-
σάμενος πρὸς ἅπαντα καὶ τῇ παρ' ἐκείνης ῥοπῇ καὶ
τὰ παρὰ τῆς φρονήσεως ἀγαθὰ συνεισενεγκών.
2
οὐ
γὰρ ταὐτὸν ἔπαθε τοῖς ἄλλοις βασιλεῦσιν οἷς ἄχρηστος
μὲν ἡ παιδεία κέκριται, τῆς δὲ εὐδαιμονίας ὅρος ἡ
τρυφή, ἀλλ' ἡγησάμενος οὐδὲν τῶν ἀνδραπόδων διαφέ-
ρειν τοὺς ἀμοιροῦντας τούτου τοῦ κτήματος καὶ βου-
ληθεὶς ἐν τῷ καλλίστῳ τῶν ὄντων ἀμείνων εἶναι τῶν
ἀρχομένων Ἀριστοτέλει φέρων ἑαυτὸν συνῆψε καὶ κατ-
έστησε τοῦ σοφωτάτου μαθητήν. καὶ τῶν μετὰ ταῦτα
λαμπρῶν καὶ βεβοημένων ἡ πρὸς ἐκεῖνον συνουσία
τὴν ὑπόθεσιν δέδωκε.
3
περὶ μὲν οὖν τῆς ἀνδρείας ἢ
τῆς δεινότητος ἢ τοῦ πρὸς ἔργοις ἔχειν ἀεὶ τὸν λο-
γισμὸν ἤ τι τῶν τοιούτων εἰ διεξίοιμι, μακροτέρων
ἂν δέοι λόγων· ὡς δὲ κοινὸν ἑαυτὸν κατέστησε καὶ
πρὸς τοὺς συνόντας ὁμιλητικὸν ὥστε καὶ ἐρέσθαι τοῖς
βουλομένοις ἐξεῖναι καὶ τυχεῖν ἀποκρίσεως εὐμενοῦς,
τοῦτο τίς οὐκ ἂν ἀγασθείη; τοῖς μὲν γὰρ ἄλλοις εἴ
τις ἀντιβλέψειεν, ἀδίκημα νενόμισται· Ἀλέξανδρος δὲ
εἰ μὴ πρὸς τὰς ἐντεύξεις ἡμερώτατος φαίνοιτο, πάντων
αἴσχιστον ἡγεῖτο.
4
καὶ γάρ τοι προσελθών τις <ἥδιστ'
ἄν,> ἔφη, <τοὺς θησαυροὺς ἴδοιμι τοὺς σούς, ὦ
βασιλεῦ.> καί μοι δοκεῖ τοῦτο ἐπαρθῆναι ποιῆσαι ὁρῶν
μὲν ἅπαν ἔθνος ἤδη κατεστραμμένον, ἡγούμενος
δὲ πλήθει χρημάτων ταῦτα εἰς τέλος ἥκειν. πῶς οὖν
Ἀλέξανδρος; οὐχ ὑβρίζειν ὑπέλαβεν, εἴ τις ἐρωτήσειε
προχείρως. ἔπειτα οὐκ ἐκέλευσε τοῖς διακόνοις λαβοῦσι
τὸν ἄνθρωπον περιάγειν καὶ δεικνύναι χρυσίου πλῆθος,
ἀργυρίου τάλαντα τόσα καὶ τόσα, λαφύρων ἀφθονίαν,
ἀλλ' εἰς τοὺς φίλους προστάξας ἰδεῖν <μὴ ζητήσῃς
ἕτερον,> φησίν, <Ἀλεξάνδρου πλοῦτον. οὗτοι γὰρ
ἐμοὶ θησαυροί.>
5
Ὡς τοίνυν εἰκότως ταύτην ἡγήσατο πρέπειν τοῖς
φίλοις τὴν προσηγορίαν, ῥᾴδιον γνῶναι, εἴπερ ἐξετά-
σομεν τούς τε καιροὺς οἷς ἀνάγκη χρῆσθαι τοὺς ἀνθρώ-
πους καὶ τύχας ἀμείνους καὶ παραπλησίους καὶ χείρο-
νας, ἔτι δὲ πρὸς τούτοις ἡλικίας καὶ ὅτε τις βουλεύεται.
6
Οὐκοῦν δύο μὲν καιροὶ τὰ ἀνθρώπινα διαιτῶσι
πράγματα, λέγω δὴ πόλεμον καὶ εἰρήνην. 〈ἐν〉 ἑκατέρῳ
δὲ μέγιστον ἡ τῶν φίλων ἰσχύει μερίς. οἷον τοῖς πολε-
μοῦσι δεῖ μὲν χρημάτων, δεῖ δὲ ὅπλων, δεῖ δὲ συμ-
βούλων, δεῖ δὲ συμμάχων. οὐκοῦν λύει μὲν τὴν ἀπο-
ρίαν τῶν χρημάτων εἰς μέσον τιθεὶς τὰ ὄντα ὁ φίλος
οὐχ αὑτοῦ μᾶλλον ἡγούμενος εἶναι τὴν οὐσίαν ἢ τοῦ
συνήθους, συμβουλὰς δὲ τὰς ἀρίστας ἀναζητῶν καὶ λέ-
γων ἐκείναις ὀρθοῖ τὰ πράγματα. ἤδη δέ τινες ὅπλων
ἀποροῦντες εἰς τοὺς φίλους ἰδόντες εὐπόρησαν. καὶ
μὴν τό γε τῶν συμμάχων ἀγαθὸν τῆς φιλίας ἡγησα-
μένης ἂν γένοιτο.
7
τὸ δ' αὐτὸ καὶ πόλεσι καὶ τοῖς
καθέκαστα χρήσιμον. καλῶ μὲν γὰρ ἐγὼ πόλεων φίλους
τοὺς εὔνους τοῖς καθεστηκόσιν, οὗτοι δὲ 〈οἱ〉 νόμους τι-
θέντες καὶ ψηφίσματα γράφοντες καὶ γνώμας ἀγορεύον-
τες καὶ τοὺς ἀδικοῦντας ἐλέγχοντες καὶ τοὺς χρηστοὺς
ἀμείβεσθαι πείθοντες. ἀλλὰ μὴν καὶ τοῖς καθέ-
καστον μέγα παρὰ τῶν ἐπιτηδείων τὸ κέρδος. ἐκεῖνοι
γάρ εἰσιν οἱ νουθετοῦντες ἁμαρτάνοντας ἢ σφαλλομέ-
νους ἐπὶ τὰ βελτίω μεθιστῶντες, οἱ δεομένοις ἐπικου-
ροῦντες, οἱ ταῖς εὐπραξίαις χαίροντες, οἱ τοῖς ἀτυχοῦ-
σι συναλγοῦντες. ἐκεῖνοι καὶ πολέμους πειρῶνται κα-
ταλύειν ὡς ἄριστα καὶ τὴν εἰρήνην ὡς ἐπιπλεῖστα φυ-
λάττειν καὶ τὸ πρόσφορον ἑκατέρῳ τηροῦντες 〈καὶ〉 ἀεὶ
τὰ συνοίσοντα πράττοντες.
8
ἀλλὰ μὴν πόλεων τὰς μὲν
βασιλεύεσθαι, τὰς δὲ [καὶ] δημοκρατεῖσθαι συμβέβηκεν,
ἐν δὲ ταῖς ὀλιγαρχίας καθεστάναι. ὁ δὲ τοῖς ὑπάρχου-
σιν οἰκείως ἔχων σώζει μὲν βασιλεῖ τὴν βασιλείαν,
τηρεῖ δὲ δήμοις τὴν ἐλευθερίαν, φυλάττει δὲ ταῖς ὀλι-
γαρχίαις τὸ σχῆμα.
9
ἀλλὰ μὴν τῶν ἀνθρώπων οἱ μὲν
πενίᾳ συζῶσι, τοῖς δὲ πολὺς παρὰ τῆς τύχης ὁ πλοῦ-
τος. ἑκάτερον δὲ δεῖται πρὸς ὑπερβολὴν τῆς τῶν φί-
λων ῥοπῆς. τοῖς μὲν γὰρ διασώζει τὰ ὄντα, τοῖς δὲ
ἐπικουφίζει τὴν πενίαν.
10
καὶ μὴν ἅ γε δι' ἡμῶν
αὐτῶν πράττειν ἀδύνατον, ταῦτα τῇ τῶν φίλων προσ-
θήκῃ πληροῦμεν. τίς γὰρ οὐκ οἶδεν ὅτι δεῖ μὲν γυ-
ναικὸς ἀνδρὶ κατὰ τὸν Ἡσίοδον; αὐτοὶ δ' οἱ γαμεῖν
μέλλοντες ἐρυθριάσαιεν ἂν ὑπὲρ τοῦ γάμου διαλεγό-
μενοι. ἐνταῦθα δὴ τὸν ἐπιτήδειον ἡ χρεία καλεῖ. ὁ δὲ
πολλοὺς καὶ καλοὺς μελετήσας λόγους καὶ τὰ ὄντα
ἄρας καὶ τὰ οὐκ ὄντα προσθεὶς ῥᾷστα συνάπτει τὰ
γένη.
11
ἀλλ' ἐν ταῖς ἀποβολαῖς τῶν παίδων καὶ τῶν
ἀναγκαιοτάτων, οὗ πολλάκις τὸ πάθος μεῖζον ἢ φέρειν,
τίνες οἱ παρόντες καὶ τῆς λύπης ἀφαιροῦντες καὶ κω-
λύοντες ὁρμῆσαι πρὸς ξίφος; οὐχ οὗτοι; πᾶς ἂν συμ-
φήσειεν ὅστις οὐκ ἄπειρος φίλων. ἐπεὶ καὶ πᾶσαν ἡλι-
κίαν ἔγωγ' ἂν φαίην μέγιστα τοῦ πράγματος ἀπολαύειν.
τὸ γῆρας ἐκεῖθεν κουφότερον, τοῖς ἀκμάζουσιν ἀπὸ
τούτων οἱ συνεργοί, τοῖς παισὶν οὐχ ἑτέρωθεν
οἱ τῶν ἀσκήσεων κοινωνοί. οὕτως οὐδέν ἐστιν ὃ φαίης
ἂν ἔξω καθεστάναι τῆς παρὰ τῶν συνήθων χρείας.
12
Ἔστι μὲν οὖν οὐδὲ ταῦτα σμικρὰ παραδείγματα
τοῦ σώφρονα ἀποκρίνασθαι τὸν Ἀλέξανδρον, δοκεῖ δ'
ἄν μοί τις ἰδεῖν ἀκριβέστερον ἡλίκον τὸ πρᾶγμα τῶν
φίλων, εἰ τοὺς ἐστερημένους ἐκείνων σκέψαιτο.
13
οὐκ-
οῦν ὁ μὲν τύραννος ἐν φόβῳ βέβαιον μὲν οὐδὲν τῶν
παρόντων ἀγαθῶν ἡγούμενος, ἀεὶ δὲ τὸ μέλλον προσ-
δοκῶν χαλεπόν; ᾧ γὰρ οὐκ ἔστι σύμβουλος ἀποστήσων
μὲν τοῦ χείρονος, προσάξων δὲ τῷ βελτίονι καὶ πείσων
τὰ μὲν φεύγειν, τὰ δὲ διώκειν, πῶς ἂν ὁ τοιοῦτος ἢ
πολεμήσειεν, ὅτ' ἄμεινον, ἢ τὴν εἰρήνην, ὅτε βέλτιον,
ἔχοι; παρὰ τοῦ δ' ἂν τοὺς ἐπιβουλεύοντας προμαθὼν
ἀποκρούσαιτο πρὸ τῆς πείρας τὰ δυσχερῆ; τίς δ' ἂν
αὐτῷ νενικηκότι συμπαιανίσειε; τίς δ' ἂν ἡττημένῳ
συναχθεσθείη; τῇ πόλει δὲ κηδεμόνος ἀπορούσῃ τίς
τῶν ὄντων ἀσφάλεια, τίς ὑπὲρ τοῦ μέλλοντος ἄδεια;
14
εἶεν. τοῖς δὲ δὴ καθέκαστον οὐκ ἀλγεινότατος ὁ
βίος τῆς τοιαύτης κοινωνίας ἐστερημένοις; τίς ἐπ' ἀγο-
ρᾶς διαλέξεται; τίς ὅ τι χρὴ πράττειν ὑποθήσεται; τίς
ὃ φυλάξασθαι δεῖ συμβουλεύσει; τίς κουφίσει συμφο-
ράν; τίς κρινομένῳ παρέσται;
15
ἀφῄρηται καὶ τῆς
νεότητος ἡ τέρψις ἄνευ φίλων, καὶ γῆρας βαρύτερον,
εἰ τοῦτο ἀφέλοι τις, καὶ πενία μὴ τοῦτο ἔχουσα δι-
πλοῦν ἂν εἴη κακόν. ὁ δέ γε πλούσιος τοὺς μὲν ἐπι-
βουλεύοντας πολλούς, τοὺς δὲ βοηθοῦντας οὐδαμῶς
ὄψεται. καὶ πολλὰ ἂν εἴη λέγειν ἃ τοῖς ἀποροῦσι φί-
λων συνέζευκται χαλεπά. εἰ τοίνυν τοῖς σπανίζουσι
φίλων πάντα περιέστηκε τὰ δεινά, τοῖς γε ἐν εὐπορίᾳ
γνωρίμων εὐδαιμονία πολλή. καὶ παραπλησίως τοῖς μὲν
ἥδιστος, τοῖς δὲ βαρύτατος ὁ βίος.
16
Καὶ μὴν εἰκότως ἂν μᾶλλον οἱ φίλοι θησαυροὶ
προσαγορευθεῖεν ἢ ταῦτα ἃ νῦν οὕτω κέκληται.
τί γὰρ τοσοῦτον παρὰ τῶν χρημάτων ὅσον τὸ παρὰ
τούτων; παρετάξατο χρήματα πολεμοῦσι καὶ παρεκιν-
δύνευσεν; οὐκ ἔστιν. ἀλλ' εἰσηγήσατο γνώμην; ἀλλὰ
προκατεμήνυσεν ἐνέδραν; ἀλλ' ἔλυσε στάσιν; ἀλλὰ
φρονιμωτέρους ἐποίησεν; οὐδαμῶς. καὶ μὴν πάντα γε
ταῦτα καὶ ἔτι πλείω τούτων παρὰ τῶν ἐπιτηδείων καὶ
πρός γε αὐτὰ τὰ χρήματα παρ' αὐτῶν γένοιτ' ἄν. ἔτι
τοίνυν οἱ μὲν ἄριστοι τῶν φίλων οὐδεπώποτε χείρους
τοὺς χρωμένους ἐποίησαν, τὸν δὲ πλοῦτον ἀκούομεν
πολλάκις εἰς κακίαν συντελεῖν.
17
ὥστε νουνεχόντως
Ἀλέξανδρος μετέστησεν ἀπ' ἐκείνων ἐπὶ τούτους τοὔ-
νομα. διόπερ ἀεὶ φίλων δεῖ τοῖς μέλλουσιν εὐδαιμόνως
βιώσεσθαι. ὅτῳ δὲ οὐκ ἔστι τοιοῦτον κτῆμα, παραπλή-
σιον ἂν εἴη πεπονθὼς τῷ τῆς ἑτέρας ἐστερημένῳ ταῖν
χεροῖν. ὅσον γὰρ ἀλλήλοις οἱ πόδες ἐν τῷ βαδίζειν
συνεισφέρουσι, τοσοῦτον ἐν τοῖς πράγμασιν οἱ φίλοι
παρέχουσιν. οὐχ ἁμάρτοι δ' ἄν τις οὐδὲ τὴν συζυγίαν
τῶν ὀφθαλμῶν παραβαλὼν τῇ κοινωνίᾳ τῶν φίλων.
18
Ἔστι μὲν οὖν καὶ παρὰ τῶν καθ' ἡμέραν γινο-
μένων πλῆθος ἀποδείξεων λαβεῖν καὶ μεστὸς ὁ βίος
τῶν εἰς τοῦτο φερόντων, ἔχοι δ' ἄν τις καὶ πρὸς τοὺς
ἄνω χρόνους τῶν ἡμιθέων ὁρῶν ἀπ' αὐτῶν κομίσαι
τὰ παραδείγματα. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους
καὶ [τῆς] Θησέως φιλίας; ἢ τί τῶν κατωρθωμένων αὐ-
τοῖς διὰ τοῦ ταὐτὰ προελέσθαι τε καὶ φρονῆσαι παρα-
πλήσια καὶ συμπνεῦσαι πρὸς τοὺς ἄθλους; ὅτε δὲ ἀπο-
στροφῆς ἐδέησεν αὖθις τῷ Ἡρακλεῖ, τίς ἀγαγὼν αὐτὸν
Ἀθήναζε πρὸς τὴν χρείαν ἤρκεσεν; ὁ Θησεύς.
19
αὐ-
τὸς τοίνυν οὗτος Θησεὺς ὁ Πειρίθῳ χρώμενος ἐξετά-
σωμεν ἅ τε ἀπήλαυσεν ἅ τε παρέσχεν. οὐκ οὖν ἔδει
μὲν τῷ Θησεῖ τὴν Ἑλένην γενέσθαι δι' ἁρπαγῆς; ἐπεὶ
δὲ πείθων οὐκ εἶχε λαβεῖν, ἦν δὴ ὁ κίνδυνος
οὐ μικρός, τοῦτο μὲν ἐκ τοῦ πατρός, τοῦτο δὲ ἐκ τῶν
ἀδελφῶν καὶ τῶν ἄλλων τῶν ἐν Λακεδαίμονι. ἀλλ'
ὅμως ἐτόλμα Θησεύς, οὐκ ἀπελείπετο δὲ Πειρίθους
τὴν χάριν πρὸ τῶν φόβων τιθέμενος.
20
καὶ οὐκ
ἐμέμψατο τὴν προθυμίαν, ἀλλὰ τάχιστα δὴ τὴν ἀντί-
δοσιν ἐκομίζετο. βουληθεὶς γὰρ μνηστεῦσαι Κόρην τὴν
Διὸς καὶ Δήμητρος ἐκέλευσε μὲν τῷ Θησεῖ συνακο-
λουθῆσαι, ὁ δὲ τὰ μὲν πρῶτα κατέχειν ἐπειρᾶτο πρό-
δηλον εἶναι λέγων τὴν συμφοράν, ἐπεὶ δὲ πείθειν λέ-
γων οὐκ ἴσχυεν, ἐκοινώνει τῶν κινδύνων εἰδὼς μὲν ἃ
πείσεται, παθεῖν δὲ μᾶλλον αἱρούμενος ἢ λυπῆσαι τὸν
φίλον.
21
τὸν δὲ παῖδα τὸν Ἀγαμέμνονος πῶς ἀκού-
ομεν διατεθῆναι μετὰ τὸν φόνον τῆς μητρός; οὐκ ἠλαύ-
νετο μὲν ὑπὸ τῶν Ἐριννύων, ἐμισεῖτο δὲ ὑπὸ τῶν
ἰδίων, ἐπάρατος δὲ καὶ δυσσεβὴς ἐδόκει παρὰ πᾶσι καὶ
μιαρώτατος εἶναι; ἀλλ' ὅμως ὁ Πυλάδης οὐκ ἀπεστρά-
φη μετὰ τῆς τύχης τὸν ἄνθρωπον οὐδὲ ἐνθυμηθεὶς ὡς
μεταλήψεται τῆς ἀδοξίας ἐγκαλυψάμενος ἔφυγεν, ἀλλὰ
παρῆν καὶ συνηκολούθει καὶ συνηγωνίζετο καὶ θερα-
πεύειν οὐκ ᾐσχύνετο τὸν αὐτόχειρα τῆς μητρός.
22
μι-
κρὰ πάντα πρὸς τὴν Ἀχιλλέως γνώμην κρινόμενα. ἐκεῖ-
νος γὰρ ᾔδει σαφῶς ἀκούσας ὡς δεῖ δυοῖν θάτερον,
ἢ τὸν Ἕκτορα μὴ διαφθείρειν ἢ καὶ αὑτὸν τεθνάναι,
ἀλλ' ὅμως ἔμπροσθεν τῆς ἑαυτοῦ ψυχῆς ἐποιήσατο τι-
μωρῆσαι Πατρόκλῳ.
23
Αὕτη μὲν ἡ τῶν πραγμάτων Ἀλεξάνδρῳ μαρ-
τυρία, δεῖ δὲ μηδὲ Εὐριπίδην παραλιπεῖν, πάντως δὲ
οὐκ ἀμφισβητήσιμος ἡ σοφία τοῦ ποιητοῦ. τί οὖν ἐκεῖ-
νός φησι; μηδὲν εἶναι προτιμότερον φίλου σαφοῦς, οὗ
δεύτερον πᾶν ἐφεξῆς ἄριστον. εἶτ' ἐπειδὴ τοὺς ἀνθρώ-
πους ἑώρα πλοῦτον καὶ τυραννίδα θαυμάζοντας, διαρ-
ρήδην φησίν·
οὐ πλοῦτος, οὐ τυραννὶς τοῦδε βέλτιον.
24
Εἰκότως ἄρα θησαυροί τε ἐνομίσθησαν Ἀλεξάν-
δρῳ καὶ ὠνομάσθησαν οἱ φίλοι. ἔστι τοίνυν
ἐχόντων νοῦν κἀκεῖνον ἐπαινεῖν τοῦ λόγου καὶ αὐτοὺς
μιμεῖσθαι τοῖς ἔργοις, ὡς οὐκ ἔσθ' ὅπως εὐδαιμόνως
βιώσομεν, εἰ μὴ φίλων πολλῶν καὶ ἀγαθῶν εὐποροῖμεν.
2
t
{Διογένης μειράκιον ἰδὼν ἀτακτοῦν τὸν παιδα-
γωγὸν ἔπαισεν ἐπειπών· τί γὰρ τοιαῦτα παι-
δεύεις;}
1
Ἅπασα μέν μοι φιλοσοφία τίμιον καὶ δαι-
μόνιον καί μοι δοκοῦσιν οἱ τοὺς ἐν αὐτῇ ζῶντας μὴ θαυ-
μάζοντες ἴσως ἂν πάντων τῶν θεῶν ὀλιγωρῆσαι, χρὴ δὲ
τοσοῦτον αὐτοὺς ὑπολαμβάνειν τῶν λοιπῶν διαφέρειν
ὅσονπερ ἐκείνους τῶν θηρίων· τῶν δ' αὖ τοῦτον
ᾑρημένων τὸν βίον εἰκότως ἄν μοι δοκῶ Διογένη
τε διαφερόντως ἀγασθῆναι καὶ τὴν ὁδὸν ἣν οὗτος
ἦλθε.
2
τὸ μὲν γὰρ οὐρανοῦ τε καὶ γῆς μέτρα ἡλίου
τε καὶ σελήνης διερευνήσασθαι δρόμους ἄλλοις ἀφῆκεν,
αὐτὸς δὲ μετῆλθεν ἀρετὴν ἣ μάλιστα τοὺς ζῶντας ὀνή-
σειν ἔμελλε. πλούτου κατεφρόνει, τῶν ἡδονῶν ἐκράτει,
τὸ σῶμα παρεῖχε τοῖς πόνοις, τὴν τῶν δυνατῶν εὐδαι-
μονίαν δυστυχίαν ἐνόμιζε. πάντας δὲ ἀνθρώπους οἰ-
κείους ἡγούμενος ἐπεμελεῖτο πάντων καὶ συλλήβδην
εἰπεῖν Ἡρακλέους ἑαυτὸν ζηλωτὴν κατέστησεν αὐτῇ
βακτηρίᾳ περιιὼν ἐπὶ τῷ βελτίους ποιεῖν οἷς ἐντυγχά-
νοι.
3
οἷον δ' αὖ κἀκεῖνο διεπράξατο. παιδὶ μὲν γὰρ
ὁ παιδαγωγὸς παρῆν, τὸν δὲ προσήκοντα κόσμον ὁ
παῖς οὐκ ἐφύλαττε, Διογένει δὲ τὸ πραττόμενον ἐπαν-
ορθώματος ἐδόκει δεῖσθαι. τί οὖν ποιεῖ; τὸν νέον
ὑπερβὰς ἐπὶ τὸν ἐφεστηκότα φέρεται καὶ παίει κατὰ
τοῦ νώτου πολλὰς καὶ προστίθησι ταῖς πληγαῖς τὸν
λόγον, ὡς οὐκ ἄρα χρὴ τοιοῦτον εἶναι παιδευτήν.
4
Πρῶτον μὲν οὖν ἀμφοτέρων εἵνεκα τὸν ἄνδρα
ἐπαινῶ, τοῦ τε μὴ κατοκνῆσαι ταῖς χερσὶ χρήσασθαι
πρὸς τὸ σωφρονίσαι καὶ τοῦ τὴν αἰτίαν εἰπεῖν δι' ἣν
τοῦτο ἐποίησε. τούς τε γὰρ σφόδρα ἀδικοῦντας
ἔργῳ παιδεύειν ἠξίου τό τε μὴ σιωπῆσαι καὶ τὸ πόθεν
ἐπὶ τὰς πληγὰς παρωρμήθη δηλοῦντος ἦν τῷ πεπονθό-
τι τοῦ χάριν ταῦτ' ἐπεπόνθει. εἰ γὰρ πλήξας ἀπιὼν
ᾤχετο σιωπῇ, οὐδὲν ἂν ἐκώλυσε τὸν μὲν παιδαγωγὸν
ἀγνοῆσαι πλημμελήσαντα, τῇ δὲ ἀγνοίᾳ μηδὲν βελτίω
γενέσθαι.
5
καὶ μὴν τὸ τῶν ἁμαρτημάτων τοῦ νέου
παρὰ τοῦ παιδαγωγοῦ τὴν τιμωρίαν λαβεῖν νοῦν ἐχόν-
των εὑρήσομεν. ἐνθυμηθῶμεν γὰρ ὅτου χάριν οἱ γο-
νεῖς μισθοῦνται τοὺς ἐπιστησομένους τοῖς υἱέσιν. ἆρά
γε μάτην ἐπιθυμοῦντες δαπανᾶσθαι χρήματα, ἀναλί-
σκειν πλοῦτον; πόθεν; οὐδεὶς οὕτως ἀπόπληκτος.
6
ἀλλὰ
πρὸς τί δὴ βλέπουσιν; ἴσασιν ἐκεῖνοι τὴν νεότητα
ἐπιρρεπῆ φύσει πρὸς τὰ ἁμαρτήματα, κατὰ δὲ τῶν
χρηστῶν ἀεὶ τὴν ἐναντίαν δόξαν ἔχουσαν καὶ φεύγου-
σαν μὲν ἀφ' ὧν ἔστιν εὐδαιμονίαν λαβεῖν, διώκουσαν
δὲ δι' ὧν ἔστιν ἀθλιωτάτους γενέσθαι.
7
ἵν' οὖν
τῷ νέῳ παρὰ τῶν πρεσβυτέρων μανθάνειν εἴη, τίσι
μὲν προσεκτέον, τίνων δ' ἀφεκτέον, τούτου χάριν τὴν
πλείστην πρόνοιαν ἐνταῦθα εἰσφέρονται παιδαγωγοὺς
ὡς μάλιστα βελτίστους ἀνερευνᾶν κανόνα τῶν τοῦ παι-
δὸς πραγμάτων ποιούμενοι τὴν ἐκείνου γνώμην.
8
τεκ-
μήριον δέ, τῶν γὰρ ἀνθρώπων ἕκαστος τῷ τοῦ παιδα-
γωγοῦ τρόπῳ τεκμαίρεται τὸν τοῦ νέου. κἂν μὲν ᾖ
χρηστὸς ἐκεῖνος, καὶ περὶ τούτου προσδοκᾷ τὰ βελτίω,
μὴ τοιούτου δὲ ὄντος χείρους ἐλπίδας καὶ περὶ τοῦ
νέου λαμβάνει.
9
οὐκοῦν τοῦ μὲν πατρὸς ἀργύριον
δοῦναι, τοῦ δὲ παιδαγωγοῦ τῶν λοιπῶν φροντίσαι μη-
δὲν ὑποστελλόμενον. διὰ τοῦτο γὰρ καὶ παίειν καὶ
ἄγχειν καὶ στρεβλοῦν καὶ ἃ τῶν δεσποτῶν πρὸς τοὺς
οἰκέτας, ταῦτα καὶ τῶν υἱέων τοῖς ἐφεστῶσιν ἀξιοῦσιν
ὑπάρχειν, ὡς μηδεὶς ἀπόλογος ἐσύστερον ᾖ.
10
Τί οὖν φημι; μᾶλλον δέ, τί Διογένης φησίν;
<ἂν πίνειν πέρα τοῦ μετρίου βούληται, μηδα-
μῶς, ὦ τάν, ἐπίτρεπε. καὶ τὸν ὕπνον δὲ τὸν
ἔξω τοῦ προσήκοντος διάκοπτε. καὶ πρὸς
ἀργίαν ἐκφερόμενον ἀνέγειρε καὶ παρατήρει
βλέμμα καὶ σχῆμα καὶ φωνὴν μὴ παρὰ μέλος
συμβῇ. καὶ τὰ μὲν πρῶτα πειρῶ νουθετεῖν, εἰ
δ' ἀντιτείνει, κόλαζε καὶ πικρὸς ὑπὲρ σωφρο-
σύνης φαίνου μᾶλλον ἢ τῇ φιλανθρωπίᾳ ζη-
μίου. πάρεστιν ἱμάς. ξαῖνε κατὰ τοῦ νώτου πολ-
λάς. φοβείσθω τὴν σὴν βακτηρίαν. εἰ δὲ οὐκ
ἐκεῖνος τὴν σήν, σὺ τὴν ἐμήν.> τούτους ἡγεῖσθαι
χρὴ Διογένους τοὺς λόγους. ἐν γὰρ τῷ <τί γὰρ τοι-
αῦτα παιδεύεις;> εἰπεῖν ταῦτα πάντα περιείληφεν.
11
Ἔτι τοίνυν ὡδὶ σκεψώμεθα. πότερον οὖν παρῆν
τῷ παιδὶ διαπαντὸς ἢ οὔ; εἰ μὲν γὰρ ἀπεστάτει, προ-
δότης ἦν τοῦ νέου σαφής· εἰ δὲ συνέζευκτο, πότερον
ἠρέσκετο τοῖς πλημμελήμασιν ἢ οὔ; εἰ μὲν γὰρ βουλο-
μένου ταῦτα ἦν ἁμαρτάνεσθαι, τίς τοῦ τοιούτου πονη-
ρότερος; εἰ δὲ οὐ βουλομένου, τί παθὼν οὐκ ἐκώλυεν;
οὐ γὰρ δὴ χεῖρας ἔμελλεν ὁ νέος ἀνταίρειν. τὸ γὰρ
πείθεσθαι καὶ μὴ ἀντιβλέπειν ἀναγκαῖον ὂν ἠπίστατο.
12
εἰ δὲ ἃ τὸν παιδαγωγὸν ὁ Διογένης, ταῦτα τὸν
νέον ἐτύγχανε δράσας, οὐκ ἂν ἐκεῖνον εἰπεῖν νομίζομεν;
ὦ <σοφώτατε Διόγενες, ἐμοὶ γὰρ ὑπείληπται κα-
λὸν ὃ δίδωσι πράττειν ὁ κύριος. καὶ νῦν σὺ μὲν
ταύτην ἀταξίαν, ἐγὼ δὲ παιδείαν ἡγοῦμαι. ση-
μεῖον δὲ τὸ μηδὲ τὸν παιδαγωγὸν ἀποτρέπειν
ποιοῦμαι.> εἰ ταῦτα ἤκουσεν, ἆρ' οὐχ ὡμολόγησεν ἂν
ἀκρισίᾳ περὶ τὰς πληγὰς κεχρῆσθαι; πάνυ γε. διόπερ
οὐδὲν τοιοῦτον οὔτε ἔπραξεν οὔτε ἤκουσεν.
13
ἐπεὶ
δὲ καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις προσή-
κει τῶν πραγμάτων σκοπεῖν καὶ πρὸς ἐκείνας πάντα
ἀναφέρειν τὰ δεύτερα, τὸ γὰρ παρέχον τὴν ἀφορμὴν
καὶ τῶν ἀκολουθούντων κομίζεται τὸν λόγον, καὶ τὸ
τῆς ἀταξίας ὑπὸ μὲν τοῦ παιδὸς ἐγίγνετο, κατεσκεύαστο
δὲ τῇ τοῦ παιδαγωγοῦ ῥᾳθυμίᾳ, οὐ δὴ ψιλὸν
ἐξήτασε τοὖργον, ἀλλὰ καὶ τὸν δόντα τῷ πράγματι τὴν
καταβολὴν καὶ τῷ μὲν πράττοντι συνέγνω, τὸν δὲ δόν-
τα τὴν ἄδειαν ἐμίσησεν.
14
οὗ γὰρ μὴ συγχωρήσαντος
οὐκ ἄν ποτ' ἐπέπρακτο, τοῦτον ἡγεῖτο δίκην τῶν πρα-
χθέντων ὀφείλειν. καὶ γὰρ ὡς ἀληθῶς τῶν ἀτοπωτάτων,
εἰ μέν τι τῶν ἀμεινόνων ὑπὸ τῶν νέων γένοιτο, τὸν
ἐφεστηκότα τὴν δόξαν καρποῦσθαι, τῶν δὲ ὡς ἑτέρως
ἐχόντων μὴ τὸν αὐτὸν τοῦτον ὑπεύθυνον εἶναι.
15
ἐγὼ
πολλάκις ἔγνων τὸν μὲν νέον ἀπομνημονεύοντα καλῶς,
τὸν δὲ παιδαγωγὸν μέγα φρονεῖν ἀξιοῦντα, καὶ τὸν
νέον μὲν ὡς ὀξύτατα συνιέντα, τὸν δὲ μάλιστα σεμνυ-
νόμενον, καὶ τὸν μὲν σωφρονοῦντα, τὸν δέ, εἰ μή τις
αὐτὸν ἐπαινοίη, δεινὰ φάσκοντα πάσχειν.
16
καὶ μὴν
οἱ γονεῖς ὅταν αἴσθωνται τὰ τοῦ παιδὸς αὑτοῖς ὡς
ἄριστα προχωροῦντα καὶ λόγων εἵνεκα καὶ τρόπων,
αὐτὸν μὲν οὐδὲ μικρὸν ἐπὶ τούτοις ἂν θαυμάσαιεν,
εἰς δὲ τὸν ἐπόπτην καὶ τὸν ἐπὶ τοῦτο ἄγοντα ῥέπουσι,
κροτ…
The complete text is available when the reading interface loads.