The Greek Library Author

Anonymous

Argumenta orationum Demosthenicarum

Authority group
Libanius (catalogue association; authorship remains anonymous)
Edition reference
Argumenta orationum Demosthenicarum, ed. Foerster, op. cit., vol. 8, 600–681.
CTS identifier
urn:cts:greekLit:tlg2200.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Pr

17

ὁ Ἀμύντου παῖς εἰς τὴν Μακεδόνων βασιλείαν παρ-

ῆλθεν.

18

Ἀμύντᾳ γὰρ τῷ Μακεδονίας βασιλεῖ τρεῖς

ἐγένοντο παῖδες ἐξ Εὐρυδίκης τῆς Ἰλλυρίδος, Ἀλέξαν-

δρος, Περδίκκας, Φίλιππος. τούτων ὁ μὲν πρεσβύτατος

Ἀλέξανδρος δολοφονηθεὶς ἐτελεύτησεν, ὁ δὲ Περδίκκας

πρὸς Ἰλλυριοὺς μαχόμενος, Φίλιππος δὲ ὁ νεώτατος

ἐτύγχανε μὲν ἐν Θήβαις ὁμηρεύων, ὡς δὲ ἐπύθετο

τὸν Περδίκκου θάνατον, ὑπεξελθὼν λάθρα καὶ ὀξέως

εἰς Μακεδονίαν ἀφικόμενος κατέσχε τὴν ἀρχήν.

19

Ἀθη-

ναῖοι δὲ ἄρ' ἕτερόν τινα γένους μὲν ὄντα τοῦ βασι-

λικοῦ, φυγάδα δὲ ἐκ Μακεδονίας, ἐπὶ βασιλείαν κατ-

ῆγον μετὰ πολλοῦ πλήθους στρατιωτῶν. τούτοις ὁ Φί-

λιππος ἐπιθέμενος ἐνίκησε μάχῃ. καὶ ὅσους συνέλαβεν

αἰχμαλώτους τῶν Ἀθηναίων, ἀφῆκεν ἄνευ λύτρων, οὐ

κατ' εὔνοιαν τῆς πόλεως οὐδὲ δι' ἐπιείκειαν τρόπου,

〈ἀλλὰ .......

20

Τῆς ῥητορικῆς μέρη τρία, ἐπιδεικτικόν, δικα-

νικόν, συμβουλευτικόν. τοῖν μὲν οὖν δυοῖν ἄκρος ἀγω-

νιστὴς γέγονε, τοῦ τε δικανικοῦ καὶ τοῦ συμβουλευτι-

κοῦ, ἐπιδεικτικοὺς δὲ οὐκ ἔχομεν αὐτοῦ λόγους. τοὺς

γὰρ φερομένους οὐ πιστευτέον εἶναι Δημοσθένους,

τὸν ἐπιτάφιον καὶ τὸν ἐρωτικόν. πολὺ γὰρ τῆς ἐκεί-

νου δυνάμεως ἀπολείπονται. καὶ οὐχ ἡμετέραν γνώμην

λέγομεν, ἀλλὰ καὶ Διονυσίῳ τῷ Ἁλικαρνασεῖ τοῦτο

συνδοκεῖ. ὅτι μὲν γὰρ εἶπεν ἐπιτάφιον λόγον Δημο-

σθένης ὡμολόγηται, οὐ μὴν τοῦτον εἰκὸς εἶναι τὸν

ὑπ' ἐκείνου ῥηθέντα πάνυ φαύλως καὶ ἀσθενῶς ἔχον-

τα.

21

τῶν δὲ συμβουλευτικῶν αὐτοῦ λόγων οἱ μὲν

αὐτὸ τοῦτο ἔχουσιν ἐπίγραμμα <συμβουλευτικοί>, οἱ

δὲ οὐδὲν μὲν ἧττόν εἰσι συμβουλευτικοί, Φιλιππικοὶ

δὲ ἐπιγράφονται ἐκ τοῦ περὶ τῶν 〈Φιλίππου〉 πραγ-

μάτων εἰρῆσθαι τὴν κλῆσιν λαβόντες. καὶ τῶν Φιλιπ-

πικῶν ἕκαστος ἰδίαν τινὰ ἐπιγραφὴν ἔχει κατὰ τὴν

τῶν πραγμάτων ἑκάστων ἰδιότητα.

1

t

{ὑπόθεσις τοῦ αʹ Ὀλυνθιακοῦ λόγου.}

1

Ὄλυνθος ἦν πόλις ἐπὶ Θρᾴκης, Ἑλληνικὸν δὲ

ταύτῃ τῶν ἐνοικούντων τὸ γένος, ἀπὸ Χαλκίδος τῆς

ἐν Εὐβοίᾳ, ἡ δὲ Χαλκὶς Ἀθηναίων ἄποικος.

2

πολ-

λοὶ δὲ πόλεμοι καὶ ἔνδοξοι τῆς Ὀλύνθου. Ἀθηναίοις

τε γὰρ ἐπολέμησεν ἄρχουσι τῶν Ἑλλήνων τὸ παλαιὸν

καὶ αὖθις Λακεδαιμονίοις. χρόνῳ δὲ εἰς δύναμιν προ-

ῆλθε μεγάλην καὶ τῶν συγγενῶν πόλεων ὑπερεῖχεν·

ἦν γὰρ ἐπὶ Θρᾴκης πολύ τι γένος Χαλκιδικόν.

3

Φι-

λίππῳ δὲ τῷ Μακεδόνων βασιλεῖ συμμαχίαν οἱ Ὀλύν-

θιοι ποιησάμενοι καὶ πολεμοῦντες μετ' αὐτοῦ πρὸς

Ἀθηναίους τὸ κατ' ἀρχάς, καὶ τοῦτο μὲν Ἀνθεμοῦντα

παρὰ τοῦ Μακεδόνος εἰληφότες, πόλιν ἀμφισβητήσιμον

Μακεδόσι καὶ Ὀλυνθίοις, τοῦτο δὲ Ποτίδαιαν, ἣν Ἀθη-

ναίων ἐχόντων ἐκπολιορκήσας ὁ Φίλιππος Ὀλυνθίοις

παρέδωκεν, ὕστερον δὲ ὑποπτεύειν ἤρξαντο τὸν βασι-

λέα ὁρῶντες αὐτοῦ ταχεῖαν καὶ πολλὴν τὴν αὔξησιν,

οὐ πιστὴν δὲ τὴν γνώμην.

4

ἀποδημοῦντα δὲ τηρή-

σαντες αὐτὸν πέμψαντες πρέσβεις πρὸς Ἀθηναίους

κατελύσαντο τὸν πρὸς αὐτοὺς πόλεμον ποιοῦντες τοῦ-

το παρὰ τὰς συνθήκας τὰς πρὸς Φίλιππον· συνετέ-

θειντο γὰρ καὶ κοινῇ πολεμεῖν πρὸς Ἀθηναίους κἂν

ἄλλο τι δόξῃ, κοινῇ σπείσασθαι.

5

ὁ δὲ Φίλιππος

πάλαι μὲν προφάσεως ἐπ' αὐτοὺς δεόμενος, τότε δὲ

ταύτην λαβὼν ὡς τὰς συνθήκας παραβεβηκόσι καὶ πρὸς

τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ φιλίαν ἐσπεισμένοις πόλε-

μον ἐπήνεγκεν. οἱ δὲ πεπόμφασι πρέσβεις εἰς Ἀθήνας

περὶ βοηθείας. οἷς ὁ Δημοσθένης συναγορεύει βοηθεῖν

κελεύων τοῖς Ὀλυνθίοις.

6

καί φησι τὴν Ὀλυνθίων

σωτηρίαν ἀσφάλειαν εἶναι τῶν Ἀθηναίων· σωζομένων

γὰρ τῶν Ὀλυνθίων οὐδέποτε ἥξειν εἰς τὴν Ἀττικὴν

Φίλιππον, ἀλλὰ τοῖς Ἀθηναίοις ἐξουσίαν ἔσεσθαι πλεῖν

ἐπὶ τὴν Μακεδονίαν κἀκεῖ ποιεῖσθαι τὸν πόλε-

μον· εἰ δὲ ὑπὸ Φιλίππῳ γένοιτο ἡ πόλις αὕτη, ἀνεῖ-

σθαι τὴν ἐπὶ τὰς Ἀθήνας ὁδὸν τῷ βασιλεῖ. φησὶ δὲ

δύσμαχον εἶναι τὸν Φίλιππον οὐχ ὡς ὑπείληπται,

θαρσύνων ἐπ' αὐτὸν τοὺς Ἀθηναίους.

7

διείλεκται δὲ

καὶ περὶ τῶν δημοσίων χρημάτων συμβουλεύων αὐτὰ

ποιῆσαι στρατιωτικὰ ἀντὶ θεωρικῶν. καὶ τὸ ἔθος οὐ

πρόδηλον ὂν ᾧ ἐχρῶντο οἱ Ἀθηναῖοι, ἀνάγκη σαφηνί-

σαι.

8

οὐκ ὄντος τὸ παλαιὸν θεάτρου λιθίνου παρ'

αὐτοῖς, ἀλλὰ ξυλίνων συμπηγνυμένων ἰκρίων καὶ πάν-

των καταλαμβάνειν τόπον σπευδόντων πληγαί τε ἐγί-

νοντο καί που καὶ τραύματα. τοῦτο κωλύσαι βουλη-

θέντες οἱ προεστῶτες τῶν Ἀθηναίων ὠνητοὺς ἐποι-

ήσαντο τοὺς τόπους καὶ ἕκαστον ἔδει διδόναι δύο

ὀβολοὺς καὶ καταβαλόντα θέαν ἔχειν. ἵνα δὲ μὴ δο-

κῶσιν οἱ πένητες τῷ ἀναλώματι λυπεῖσθαι, ἐκ τοῦ

δημοσίου λαμβάνειν ἕκαστον ἐτάχθη τοὺς δύο ὀβολούς.

9

ἐντεῦθεν μὲν οὖν τὸ ἔθος ἤρξατο, προῆλθε δὲ εἰς

τοσοῦτον ὥστε οὐκ εἰς τοὺς τόπους μόνον ἐλάμβανον,

ἀλλ' ἁπλῶς πάντα τὰ δημόσια χρήματα διενέμοντο.

ὅθεν καὶ περὶ τὰς στρατείας ὀκνηροὶ κατέστησαν. πά-

λαι μὲν γὰρ στρατευόμενοι μισθὸν παρὰ τῆς πόλεως

ἐλάμβανον, τότε δὲ ἐν ταῖς θεωρίαις καὶ ταῖς ἑορταῖς

οἴκοι μένοντες διενέμοντο τὰ χρήματα.

10

οὐκ ἔτι

οὖν ἤθελον ἐξιέναι καὶ κινδυνεύειν, ἀλλὰ καὶ νόμον

ἔθεντο περὶ τῶν θεωρικῶν τούτων χρημάτων θάνατον

ἀπειλοῦντα τῷ γράψαντι μετατεθῆναι ταῦτα εἰς τὴν

ἀρχαίαν τάξιν καὶ γενέσθαι στρατιωτικά.

11

διὸ ὁ

Δημοσθένης εὐλαβῶς ἅπτεται τῆς περὶ τούτου συμ-

βουλῆς καὶ ὑπερωτήσας ἑαυτὸν ὅτι <σὺ γράφεις ταῦ-

τα εἶναι στρατιωτικά>; ἐπιφέρει <μὰ Δί', οὐκ

ἔγωγε>. τοσαῦτα μὲν περὶ τῶν θεωρικῶν.

12

Διείλεκται δὲ ὁ ῥήτωρ καὶ περὶ πολιτικῆς δυ-

νάμεως ἀξιῶν αὐτοὺς στρατεύεσθαι καὶ μὴ διὰ ξένων,

ὥσπερ εἰώθεσαν, ποιεῖσθαι τὴν βοήθειαν. τοῦτο γὰρ

αἴτιον εἶναί φησι τοῦ τὰ πράγματα ἀπόλλυσθαι.

2

1

{ὑπόθεσις τοῦ βʹ Ὀλυνθιακοῦ λόγου.}

Προσήκαντο μὲν τὴν πρεσβείαν τῶν Ὀλυνθίων

οἱ Ἀθηναῖοι καὶ βοηθεῖν αὐτοῖς κεκρίκασι, μέλλουσι δὲ

περὶ τὴν ἔξοδον καὶ δεδιόσιν ὡς 〈ὄντος〉 δυσπολεμήτου

τοῦ Φιλίππου παρελθὼν ὁ Δημοσθένης πειρᾶται θαρ-

σύνειν τὸν δῆμον ἐπιδεικνὺς ὡς ἀσθενεῖ τὰ τοῦ Μακε-

δόνος πράγματα. καὶ γὰρ τοῖς συμμάχοις ὕποπτον

αὐτὸν εἶναί φησι καὶ κατὰ τὴν ἰδίαν δύναμιν οὐκ

ἰσχυρόν. τοὺς γὰρ Μακεδόνας ἀσθενεῖς εἶναι καθ'

ἑαυτούς.

3

t

{ὑπόθεσις τοῦ γʹ Ὀλυνθιακοῦ λόγου.}

1

Ἔπεμψαν βοήθειαν τοῖς Ὀλυνθίοις οἱ Ἀθηναῖοι

καί τι κατορθοῦν ἔδοξαν δι' αὐτῆς. καὶ ταῦτα αὐ-

τοῖς ἀπηγγέλλετο, ὅ τε δῆμος περιχαρὴς οἵ τε ῥήτορες

παρακαλοῦντες ἐπὶ τιμωρίαν Φιλίππου.

2

δέδοικε τοί-

νυν ὁ Δημοσθένης μὴ θαρρήσαντες ὡς τὰ πάντα νε-

νικηκότες καὶ ἱκανὴν βοήθειαν πεποιημένοι τοῖς Ὀλυν-

θίοις τῶν λοιπῶν ὀλιγωρήσωσι. διὰ τοῦτο παρελθὼν

ἐπικόπτει τὴν ἀλαζονείαν αὐτῶν καὶ πρὸς εὐλάβειαν

σώφρονα τὴν γνώμην μεθίστησι λέγων οὐ περὶ τῆς

Φιλίππου τιμωρίας νῦν αὐτοῖς εἶναι τὸν λόγον, ἀλλὰ

περὶ τῆς τῶν συμμάχων σωτηρίας.

3

οἶδε γὰρ ὅτι

καὶ Ἀθηναῖοι καὶ ἄλλοι πού τινες τοῦ μὲν μὴ τὰ

οἰκεῖα προέσθαι ποιοῦνται φροντίδα, περὶ δὲ τὸ τι-

μωρήσασθαι τοὺς ἐναντίους ἧττον σπουδάζουσιν.

4

Ἐν δὲ τούτῳ τῷ λόγῳ καὶ τῆς περὶ τῶν θεωρι-

κῶν χρημάτων συμβουλῆς φανερώτερον ἅπτεται καὶ

ἀξιοῖ λυθῆναι τοὺς νόμους τοὺς ἐπιτιθέντας ζημίαν

τοῖς γράψασιν αὐτὰ γενέσθαι στρατιωτικά, ἵν' ἀδεὲς

ᾖ τὸ συμβουλεύειν τὰ βέλτιστα.

5

παραινεῖ δὲ καὶ

ὅλως πρὸς τὸν τῶν προγόνων ζῆλον ἀναστῆναι καὶ

στρατεύεσθαι σώμασιν οἰκείοις καὶ ἐπιτιμήσει πολλῇ

κέχρηται κατὰ τοῦ δήμου τε ὡς ἐκλελυμένου καὶ τῶν

δημαγωγῶν ὡς οὐκ ὀρθῶς προϊσταμένων τῆς πόλεως.

4

t

{ὑπόθεσις τοῦ αʹ κατὰ Φιλίππου λόγου.}

1

Κακῶς ἐν τῷ πολέμῳ τῷ πρὸς Φίλιππον οἱ

Ἀθηναῖοι φερόμενοι συνεληλύθασιν εἰς ἐκκλησίαν ἀθυ-

μοῦντες.

2

ὁ τοίνυν ῥήτωρ τήν τε ἀθυμίαν πειρᾶται

παύειν λέγων οὐδὲν εἶναι θαυμαστὸν εἰ ῥᾳθυμοῦντες

κεκράτηνται, καὶ εἰσηγεῖται πῶς ἂν ἄριστα τῷ πολέμῳ

προσενεχθεῖεν.

3

κελεύει δὲ δύο δυνάμεις παρασκευ-

άσασθαι, μίαν μὲν μείζω πολιτικήν, ἥτις οἴκοι μέ-

νουσα πρὸς τὰς ἐπὶ καιρῶν χρείας ἕτοιμος ὑπάρξει,

ἑτέραν δὲ ἐλάττονα ξένων ὄντων τῶν στρατευομένων,

παραμεμιγμένων δὲ 〈καὶ πολιτῶν〉.

4

〈ταύτην δὲ〉

κελεύει τὴν δύναμιν μὴ Ἀθήνησι μένειν μηδὲ ἐκ τῆς

πόλεως ποιεῖσθαι τὰς βοηθείας, ἀλλὰ περὶ τὴν Μακε-

δονίαν ἀναστρέφεσθαι πολεμοῦσαν ἀδιαλείπτως, ἵνα

μὴ τοὺς ἐτησίας πνέοντας ἐπιτηρήσας ὁ Φίλιππος ἢ

καὶ τὸν χειμῶνα, ἡνίκα Ἀθήνηθεν εἰς Μακεδονίαν

πλεῖν οὐ δυνατόν, ἐπιχειρῇ τοῖς πράγμασι καὶ παρὰ

τὴν ἀπουσίαν τὴν τῶν Ἀθηναίων ἁπάντων κρατῇ, ἀλλ'

ἐγγὺς ἡ πρὸς αὐτὸν ἀντιταξομένη δύναμις ὑπάρχῃ.

5

t

{ὑπόθεσις τοῦ περὶ τῆς εἰρήνης λόγου.}

1

Μηκυνομένου τοῦ πολέμου τοῦ περὶ Ἀμφιπόλεως

εἰρήνης ἐπεθύμησαν ὅ τε Φίλιππος καὶ οἱ Ἀθηναῖοι,

οἱ μὲν Ἀθηναῖοι κακῶς ἐν τῷ πολέμῳ φερόμενοι, ὁ δὲ

Φίλιππος βουλόμενος ἃ ὑπέσχετο Θετταλοῖς τε καὶ

Θηβαίοις ἐπιτελέσαι.

2

ὑπέσχετο δὲ τοῖς μὲν Θηβαίοις

Ὀρχομενὸν παραδώσειν καὶ Κορώνειαν, πόλεις Βοιω-

τίας, ἀμφοτέροις δὲ τὸν Φωκικὸν καταλύσειν πόλεμον.

τοῦτο δὲ ἦν ἀδύνατον αὐτῷ πολεμίων ὄντων Ἀθη-

ναίων. καὶ γὰρ πρότερον βουληθεὶς εἰσβαλεῖν εἰς τὴν

Φωκίδα τῶν Ἀθηναίων περιπλευσάντων ταῖς ναυσὶν

εἰς τὰς καλουμένας Πύλας, ὑπ' ἐνίων δὲ Θερμοπύλας,

ἀπεκρούσθη τῆς εἰσόδου.

3

νῦν τοίνυν εἰρήνην ποι-

ησάμενος πρὸς τοὺς Ἀθηναίους μηδενὸς κωλύοντος

παρελθὼν εἴσω Πυλῶν τὸ Φωκέων ἔθνος ἀνάστατον

πεποίηκε καὶ τὴν Φωκέων ἐν τοῖς Ἀμφικτύοσι χώραν

καὶ τὰς ἐκείνων ἐν τῷ συνεδρίῳ ψήφους παρὰ τῶν

ἄλλων Ἑλλήνων εἴληφε.

4

πέπομφε δὲ καὶ πρὸς

Ἀθηναίους πρέσβεις ἀξιῶν καὶ αὐτοὺς ταῦτα συγχω-

ρεῖν. καὶ ὁ Δημοσθένης παραινεῖ συγχωρεῖν οὐ τῷ

πράγματι συνιστάμενος ὡς ὀρθῶς ἔχοντι οὐδὲ δίκαιον

εἶναι λέγων μετέχειν Ἑλληνικοῦ συνεδρίου τὸν Μακε-

δόνα, ἀλλὰ δεδιέναι φάσκων μὴ καταναγκασθῶσι κοι-

νὸν πόλεμον πρὸς ἅπαντας τοὺς Ἕλληνας ἔχειν.

5

προσ-

κεκρουκέναι γὰρ λέγει τοῖς Ἀθηναίοις ἄλλους δι'

ἄλλας τινὰς αἰτίας. τούτους δὴ κοινῇ πολεμήσειν αὐ-

τοῖς, εἰ δώσομεν, φησί, κοινὴν αἰτίαν ταύτην καθ'

ἡμῶν, ὅτι μόνοι τοῖς τῶν Ἀμφικτυόνων ἐνιστάμεθα

δόγμασιν. ὥστε κάλλιον τὴν εἰρήνην τηρεῖν καὶ ταῦτα

Φιλίππου παρεληλυθότος εἴσω Πυλῶν καὶ ἐπελθεῖν

δυναμένου τὴν Ἀττικὴν ἢ περὶ μικροῦ τηλικοῦτον κίν-

δυνον ἄρασθαι.

6

Οὗτος δὲ ὁ λόγος παρεσκευάσθαι μέν, οὐ μὴν

εἰρῆσθαί μοι δοκεῖ. κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου

καὶ τοῦτο μετὰ τῶν ἄλλων αὐτοῦ διαβάλλει ὅτι συνε-

βούλευε Φίλιππον Ἀμφικτύονα εἶναι ψηφίσασθαι μη-

δενὸς ἄλλου τολμῶντος τοῦτο εἰσηγήσασθαι, μηδὲ Φι-

λοκράτους τοῦ πάντων ἀναιδεστάτου.

7

οὐκ ἂν οὖν

αὐτὸς περὶ τούτων συμβεβουλευκὼς τὸν Αἰσχίνην ἐπ'

αὐτοῖς διέβαλλεν, ἀλλὰ δηλονότι τὴν ὑπόνοιαν ἔδεισε

μὴ δόξῃ φιλιππίζειν καὶ χρήμασιν ὑπὸ τοῦ βασιλέως

πεισθεὶς τοιαύτην γνώμην ἀποφήνασθαι, ἐπεὶ καὶ ἐν τῷ

λόγῳ πρὸς τοιαύτην τινὰ ὑπόνοιαν ἱστάμενος φαίνεται

συνιστὰς ἑαυτὸν ὡς εὔνουν τῇ πόλει καὶ ἀδωροδό-

κητον.

6

t

{ὑπόθεσις τοῦ βʹ κατὰ Φιλίππου λόγου.}

1

Παραινεῖ διὰ τούτου τοῦ λόγου τοῖς Ἀθηναίοις

ὁ ῥήτωρ πολέμιον ὑποπτεύειν τὸν Φίλιππον καὶ τῇ

εἰρήνῃ μὴ πάνυ πιστεύειν, ἀλλὰ ἐγείρεσθαι καὶ προσ-

έχειν τὸν νοῦν τοῖς πράγμασι καὶ εὐτρεπίζεσθαι πρὸς

πόλεμον. ἐπιβουλεύειν γὰρ αἰτιᾶται καὶ τοῖς Ἀθηναίοις

καὶ πᾶσι τοῖς Ἕλλησι τὸν Φίλιππον καὶ τοῦτο αὐτοῦ

καταμαρτυρεῖν τὰς πράξεις φησίν.

2

ἐπαγγέλλεται δὲ

καὶ ἀποκρίσεις δώσειν πρός τινας πρέσβεις ἥκοντας

ἀπορούντων τῶν Ἀθηναίων ὅ τι ποτὲ ἀποκρίνασθαι

δεῖ. πόθεν δὲ οὗτοι καὶ περὶ τίνων ἥκουσιν, ἐν τῷ

λόγῳ μὲν οὐ δηλοῦται, ἐκ δὲ τῶν Φιλιππικῶν ἱστο-

ριῶν μαθεῖν δυνατόν.

3

κατὰ γὰρ τοῦτον τὸν καιρὸν

ἔπεμψε πρέσβεις ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους

αἰτιώμενος ὅτι διαβάλλουσιν αὐτὸν μάτην πρὸς τοὺς

Ἕλληνας ὡς ἐπαγγειλάμενον αὑτοῖς πολλὰ καὶ μεγάλα,

ψευσάμενον δέ. οὐδὲν γὰρ ὑπεσχῆσθαί φησιν οὐδὲ

ἐψεῦσθαι καὶ περὶ τούτων ἐλέγχους ἀπαιτεῖ.

4

ἔπεμ-

ψαν δὲ μετὰ Φιλίππου καὶ Ἀργεῖοι καὶ Μεσσήνιοι

πρέσβεις εἰς Ἀθήνας αἰτιώμενοι καὶ οὗτοι τὸν δῆμον

ὅτι Λακεδαιμονίοις καταδουλουμένοις τὴν Πελοπόννη-

σον εὔνους τέ ἐστι καὶ συγκροτεῖ, αὑτοῖς δὲ περὶ

ἐλευθερίας πολεμοῦσιν ἐναντιοῦται.

5

ἀποροῦσιν οὖν

οἱ Ἀθηναῖοι καὶ πρὸς τὸν Φίλιππον ἀποκρίσεως καὶ

πρὸς τὰς πόλεις· 〈πρὸς μὲν τὰς πόλεις〉, ὅτι εὖνοι μέν

εἰσι Λακεδαιμονίοις καὶ τὴν τῶν Ἀργείων καὶ Μεσση-

νίων μετὰ Φιλίππου σύστασιν καὶ μισοῦσι καὶ ὑποπτεύ-

ουσιν, οὐ μὴν ἀποφήνασθαι δύνανται δίκαια πράτ-

τειν τοὺς Λακεδαιμονίους· πρὸς δὲ τὸν Φίλιππον,

〈ὅτι〉 διημαρτήκασι μὲν ὧν ἤλπισαν, οὐ μὴν ὑπ' ἐκεί-

νου γε αὐτοῦ δοκοῦσιν ἐξηπατῆσθαι.

6

οὔτε γὰρ ταῖς

ἐπιστολαῖς ἐνέγραψεν ὁ Φίλιππος ἐπαγγελίαν οὐδεμίαν

οὔτε διὰ τῶν ἰδίων πρέσβεων ἐποιήσατό τινα ὑπόσχε-

σιν, ἀλλὰ Ἀθηναίων τινὲς ἦσαν οἱ τὸν δῆμον εἰς ἐλ-

πίδα καταστήσαντες ὡς Φίλιππος Φωκέας σώσει καὶ

τὴν Θηβαίων ὕβριν καταλύσει.

7

διὰ τοῦτο ὁ Δημο-

σθένης τῶν ἀποκρίσεων μνησθεὶς ἐπαγγέλλεται μὲν

αὐτὰς δώσειν, φησὶ δὲ ὅτι δίκαιον ἦν τοὺς τὴν δυσχέ-

ρειαν πεποιηκότας ἐκείνους καὶ τὰς ἀποκρίσεις ἀπαι-

τεῖσθαι, τοὺς ἀπατήσαντας, φησί, τὸν δῆμον καὶ ἀνοί-

ξαντας Φιλίππῳ Πύλας.

8

ταῦτα δὲ εἰς τὸν Αἰσχίνην

αἰνίττεται προκατασκευαζόμενος, ὥς φασι, τὴν κατ'

αὐτοῦ κατηγορίαν τῆς παραπρεσβείας, ἣν ὕστερον

ἐνεστήσατο, καὶ προδιαβάλλων αὐτὸν πρὸς τοὺς Ἀθη-

ναίους.

7

t

{ὑπόθεσις τοῦ περὶ Ἁλοννήσου λόγου.}

1

Οὗτος ὁ λόγος ἐπιγράφεται μὲν περὶ Ἁλοννή-

σου, τάχα δὲ ὀρθότερον ἐπιγράφειν· <πρὸς τὴν ἐπι-

στολὴν τὴν Φιλίππου.>

2

πέπομφε γὰρ πρὸς τοὺς

Ἀθηναίους ἐπιστολὴν περὶ πολλῶν διαλεγόμενος, ὧν

ἕν ἐστι καὶ τὸ κατὰ τὴν Ἁλόννησον, ἥτις ἦν μὲν τῶν

Ἀθηναίων ἀρχαῖον κτῆμα, κατὰ δὲ τοὺς Φιλίππου και-

ροὺς ὑπὸ λῃστῶν κατείχετο, οὓς ἐκβαλὼν ὁ Φίλιππος

ἀπαιτοῦσι μὲν τοῖς Ἀθηναίοις τὴν νῆσον οὐκ ἀποδί-

δωσιν, ἑαυτοῦ γὰρ εἶναί φησιν, αἰτοῦσι δὲ ὑπισχνεῖ-

ται δώσειν.

3

ὁ δὲ λόγος οὐ δοκεῖ μοι Δημοσθένους

εἶναι. δηλοῖ δὲ ἡ φράσις καὶ ἡ τῆς συνθέσεως ἁρμο-

νία πολὺ τὸν Δημοσθενικὸν πεφευγυῖα τύπον ἀνειμέ-

νη τε καὶ διαλελυμένη παρὰ τὴν ἰδέαν τούτου τοῦ

ῥήτορος.

4

καὶ μὴν καὶ τὸ ἐπὶ τέλει ῥηθὲν οὐ μικρὸν

μαρτύριον τοῦ νόθον εἶναι τὸν λόγον· <εἴπερ ὑμεῖς

τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν

ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.> ὁ μὲν

γὰρ Δημοσθένης εἴωθε παρρησίᾳ χρῆσθαι, τοῦτο δὲ

ὕβρις ἐστὶ καὶ λοιδορία μέτρον οὐκ ἔχουσα, εὐτέλεια

δὲ αὐτῷ δεινὴ πρόσεστι κατὰ τὴν ἑρμηνείαν. πρὸς δὲ

τούτοις καὶ εὔηθες τὸ νομίζειν ἐν τοῖς κροτάφοις ἔχειν

τοὺς ἀνθρώπους τὸν ἐγκέφαλον.

5

ὑπώπτευσαν δὲ καὶ

οἱ πρεσβύτεροι τὸν λόγον ὡς οὐ τοῦ ῥήτορος, καὶ πε-

φωράκασί γέ τινες ὄντα Ἡγησίππου καὶ ἀπὸ τῆς ἰδέας

τῶν λόγων, τοιαύτῃ γὰρ κέχρηται, καὶ ἀπὸ τῶν

πραγμάτων. κατὰ Καλλίππου γὰρ τοῦ Παιανιέως φη-

σὶν ὁ τὸν λόγον γεγραφὼς ἀπενηνοχέναι γραφὴν παρα-

νόμων, φαίνεται δὲ οὐχ ὁ Δημοσθένης, ἀλλ' ὁ Ἡγή-

σιππος τὴν κατὰ τοῦ Καλλίππου γραφὴν ἐνστησάμενος.

6

Νὴ Δία, ἀλλ' ὁ λόγος συμβουλεύει περὶ τῆς

Ἁλοννήσου τοῖς Ἀθηναίοις μὴ λαμβάνειν αὐτήν, ἀλλὰ

ἀπολαμβάνειν καὶ διαφέρεται περὶ τῶν ὀνομάτων, ταῦ-

τα δὲ Αἰσχίνης φησὶ τὸν Δημοσθένην συμβεβουλευκέ-

ναι τοῖς Ἀθηναίοις.

7

εἶτα τί τοῦτο; δύναται γὰρ τὴν

αὐτὴν πεποιῆσθαι συμβουλὴν καὶ Δημοσθένης καὶ

Ἡγήσιππος, ἐπεὶ καὶ τἄλλα τῆς αὐτῆς ἦσαν ἐν τῇ πο-

λιτείᾳ προαιρέσεως καὶ τοῖς φιλιππίζουσι τῶν ῥητόρων

ἀντέλεγον, καὶ μέμνηται καὶ ὁ Δημοσθένης τοῦ Ἡγη-

σίππου ὡς καὶ πρεσβεύσαντος μεθ' ἑαυτοῦ καὶ ἀντι-

ταχθέντος τῷ Μακεδόνι.

8

δῆλον οὖν ὅτι ὁ μὲν τοῦ

Δημοσθένους λόγος ὁ περὶ τῆς Ἁλοννήσου ῥηθεὶς οὐ

σώζεται, ἐκείνου δὲ οὐκ ὄντος τὸν εὑρεθέντα προσέθε-

σαν αὐτῷ ἀφορμὴν ἔχοντες τὸ περὶ Ἁλοννήσου λόγον

εἰρῆσθαι τῷ ῥήτορι, οὐκέτι δὲ ἐξετάζοντες εἰ τοῦτον

εἰκὸς εἶναι τὸν ἐκείνου.

8

t

{ὑπόθεσις τοῦ περὶ τῶν ἐν Χερρονήσῳ λόγου.}

1

Ὁ λόγος οὗτος ὑπὲρ Διοπείθους εἴρηται καὶ ὧν

ἐκεῖνος παρὰ Ἀθηναίοις κατηγόρητο. ἦν μὲν γὰρ Χερ-

ρόνησος ἡ πρὸς Θρᾴκην τῶν Ἀθηναίων κτῆμα ἀρχαῖον,

εἰς δὲ ταύτην ἀπέστειλαν κατὰ τοὺς Φιλίππου καιροὺς

κληρούχους ἑαυτῶν.

2

ἔθος δὲ ἦν τοῦτο παλαιὸν τοῖς

Ἀθηναίοις, ὅσοι πένητες ἦσαν αὐτῶν καὶ ἀκτήμονες

οἴκοι, τούτους πέμπειν ἐποίκους εἰς τὰς ἔξω πόλεις

τὰς ἑαυτῶν, καὶ ἐλάμβανον πεμπόμενοι ὅπλα τε ἐκ

τοῦ δημοσίου καὶ ἐφόδιον.

3

καὶ νῦν τοίνυν τοῦτο

γέγονε καὶ πεπόμφασιν ἐποίκους εἰς τὴν Χερρόνησον

στρατηγὸν αὐτοῖς δόντες Διοπείθη. οἱ μὲν οὖν ἄλλοι

Χερρονησῖται τοὺς ἐπελθόντας ἐδέξαντο καὶ μετέδωκαν

αὐτοῖς καὶ οἰκιῶν καὶ γῆς, Καρδιανοὶ δὲ οὐκ ἐδέξαντο

λέγοντες ἰδίαν χώραν οἰκεῖν καὶ οὐκ Ἀθηναίων.

4

ἐν-

τεῦθεν οὖν Διοπείθης ἐπολέμησε Καρδιανοῖς, οἱ δὲ

παρὰ Φίλιππον καταφεύγουσι, καὶ ὃς ἐπιστέλλει τοῖς

Ἀθηναίοις μὴ βιάζεσθαι Καρδιανοὺς ὡς αὑτῷ προσ-

ήκοντας, ἀλλὰ διαδικάσασθαι πρὸς αὐτούς, εἴ τί

φασιν ἠδικῆσθαι.

5

ὡς δὲ οὐκ ἤκουον τούτων οἱ

Ἀθηναῖοι, βοήθειαν τοῖς Καρδιανοῖς ἔπεμψεν. ἐφ' οἷς

ἀγανακτήσας ὁ Διοπείθης τοῦ Φιλίππου περὶ τὴν με-

σόγειαν, τὴν ἄνω Θρᾴκην, πολεμοῦντος πρὸς τὸν Ὀδρυ-

σῶν βασιλέα τὴν παράλιον Θρᾴκην ὑπήκοον οὖσαν

τοῦ Μακεδόνος κατέδραμε καὶ ἐπόρθησε καὶ ἔφθη πρὶν

Φίλιππον ἐπανελθεῖν ἀναχωρήσας εἰς τὴν Χερρόνησον

καὶ ἐν ἀσφαλείᾳ γενόμενος.

6

διόπερ ὁ Φίλιππος οὐ

δυνηθεὶς ὅπλοις αὐτὸν ἀμύνασθαι πέπομφεν ἐπιστολὴν

πρὸς τοὺς Ἀθηναίους κατηγορῶν τοῦ στρατηγοῦ καὶ

λέγων αὐτὸν παραβεβηκέναι τὴν εἰρήνην ἄντικρυς.

καὶ οἱ φιλιππίζοντες τῶν ῥητόρων κατατρέχουσι τοῦ

Διοπείθους καὶ κολάζειν ἀξιοῦσιν αὐτόν.

7

πρὸς οὓς

ὁ Δημοσθένης ἐναντιούμενος διχῇ ὑπὲρ τοῦ Διοπείθους

ἵσταται. οὔτε γὰρ ἄδικά φησιν αὐτὸν πεποιηκέναι,

Φιλίππου γὰρ πολὺ πρότερον παραβάντος τὴν εἰρήνην

καὶ ἀδικοῦντος τὴν τῶν Ἀθηναίων πόλιν εἰκότως καὶ

τοῦτον ἔργα πολέμου διαπράττεσθαι, οὔτε συμφέρειν

λέγει τοῖς Ἀθηναίοις κολάσαι τὸν στρατηγὸν καὶ δια-

λῦσαι τὴν ὑπ' ἐκείνῳ δύναμιν, ἥτις νῦν ἀποκρούεται

Χερρονήσου Φίλιππον.

8

τὸ δὲ ὅλον ἐπὶ πόλεμον παρα-

καλεῖ καὶ τοῦ Φιλίππου πολλὴν ποιεῖται κατηγορίαν

ὡς ἀδίκου καὶ παρασπόνδου καὶ τοῖς Ἀθηναίοις καὶ

τοῖς Ἕλλησιν ἐπιβουλεύοντος.

9

1

{ὑπόθεσις τοῦ γʹ κατὰ Φιλίππου λόγου.}

Ἁπλῆ τοῦ λόγου τούτου ἡ ὑπόθεσις. Φιλίππου γὰρ

λόγῳ μὲν εἰρήνην ἄγοντος, ἔργῳ δὲ πολλὰ ἀδικοῦντος

συμβουλεύει τοῖς Ἀθηναίοις ὁ ῥήτωρ ἀναστῆναι καὶ

ἀμύνασθαι τὸν βασιλέα ὡς κινδύνου μεγάλου καὶ αὐ-

τοῖς ἐπικρεμαμένου καὶ πᾶσι κοινῇ τοῖς Ἕλλησιν.

10

t

{ὑπόθεσις τοῦ δʹ κατὰ Φιλίππου λόγου.}

1

Καὶ οὗτος ὁ λόγος τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ

φθάνοντι καὶ πλέον οὐδὲν οὐδὲ ἴδιον πλὴν τὸ περὶ

τῆς ὁμονοίας πολίτευμα.

2

διαφερομένων γὰρ τῶν

πλουσίων πρὸς τοὺς πένητας ὁ Δημοσθένης καταπαύ-

ειν πειρᾶται τὴν στάσιν τῷ μὲν δήμῳ παραινῶν

μὴ δημεύειν τὰς τῶν πλουσίων οὐσίας, τοῖς δὲ πλου-

σίοις μὴ φθονεῖν τοῖς ἀπόροις τοῦ δημοσίου λήμματος.

πείθει δὲ τοὺς Ἀθηναίους καὶ πρὸς τὸν Περσῶν βασι-

λέα περὶ συμμαχίας πρεσβεύεσθαι.

11

1

{ὑπόθεσις τοῦ πρὸς τὴν Φιλίππου ἐπιστολὴν

λόγου.}

Ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους πέπομφεν ἐπι-

στολὴν κατηγορῶν αὐτῶν καὶ πόλεμον προκηρύττων

ἄντικρυς. οὐκ ἔτι οὖν ὁ ῥήτωρ πείθει τοὺς Ἀθηναίους

πολεμεῖν, ἀνάγκη γάρ, ἀλλὰ θαρσύνει πρὸς τὸν κίν-

δυνον εὐκαθαίρετον λέγων τὸν Μακεδόνα.

12

1

{ὑπόθεσις τοῦ περὶ τῆς συντάξεως λόγου.}

Ὁ λόγος οὗτος οὐκ ἔτι Φιλιππικός ἐστιν, ἀλλ' ἁπλῶς

συμβουλευτικός. ἐκκλησίαν γὰρ ἀγόντων τῶν Ἀθη-

ναίων περὶ τῶν θεωρικῶν χρημάτων παρελθὼν

ὁ Δημοσθένης πείθει συνταχθῆναί τε αὐτοὺς καὶ τὸ

ἀρχαῖον ἀναλαβεῖν ἀξίωμα στρατευομένους καὶ τῶν

Ἑλλήνων προκινδυνεύοντας καὶ συγκρίνει τὰ νῦν τοῖς

ἐπὶ τῶν προγόνων πολὺ φαυλότερα καὶ ταπεινότερα

τῶν παλαιῶν δεικνύς.

13

t

{ὑπόθεσις τοῦ περὶ τῶν συμμοριῶν λόγου.}

1

Φήμης γενομένης τὸν Περσῶν βασιλέα παρασκευ-

άζεσθαι στρατεύειν ἐπὶ τοὺς Ἕλληνας ὁ μὲν τῶν Ἀθη-

ναίων δῆμος κεκίνηται καὶ συγκαλεῖν ὥρμηται τοὺς

Ἕλληνας καὶ τὸν πόλεμον ἐκφέρειν ἤδη, ὁ δὲ Δημοσθέ-

νης συμβουλεύει μὴ προεξανίστασθαι, ἀλλὰ ἀναμένειν

τὸν βασιλέα νεωτερίσαι.

2

νῦν μὲν γάρ, φησίν, οὐ

πείσομεν τοὺς Ἕλληνας συμμαχεῖν ἡμῖν ἐπ' ἀδείας

εἶναι δοκοῦντας, τότε δὲ αὐτοὺς ὁ κίνδυνος αὐτὸς

συστήσει. παραινεῖ τοίνυν ἡσυχάζοντας συντάξασθαι

καὶ πρὸς τὸν πόλεμον παρασκευάσασθαι καὶ δὴ καὶ δι-

έξεισιν ὃν τρόπον ἂν συνταχθεῖεν.

3

ὅθεν καὶ περὶ

συμμοριῶν ὁ λόγος ἐπιγράφεται. συμμορία γὰρ παρὰ

τοῖς Ἀττικοῖς τὸ τῶν λειτουργούντων σύνταγμα.

14

t

{ὑπόθεσις τοῦ ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας

λόγου.}

1

Τὸν συμμαχικὸν κληθέντα πόλεμον πρὸς Ἀθη-

ναίους 〈ἤραντο〉 Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι πρό-

τερον μὲν αὐτῶν ὑπήκοοι γεγονότες, τότε δὲ ἀλλήλοις

συμμαχίαν πεποιημένοι κατὰ τῶν Ἀθηναίων.

2

γείτο-

νες δὲ ὄντες οἱ Ῥόδιοι τῇ Καρίᾳ πρὸς τὸν ταύτης

ὕπαρχον Μαύσωλον οἰκείως ἔχειν ἐδόκουν. ὁ δὲ κατ'

ὀλίγον πιστευθεὶς ὑπ' αὐτῶν ἐπιβουλὴν κατὰ τοῦ δή-

μου συνεστήσατο καὶ τὴν δημοκρατίαν τῶν Ῥοδίων

ἀφελόμενος ὀλίγοις τοῖς δυνατωτάτοις τὴν πόλιν κατε-

δούλωσε.

3

συμβουλεύει τοίνυν ὁ Δημοσθένης μὴ

περιορᾶν ταῦτα, ἀλλὰ βοηθεῖν τῷ δήμῳ τῶν Ῥοδίων

συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ δημοκρατεῖσθαι

τὰς πόλεις. εἰ δὲ ἠδικήκασιν ἡμᾶς Ῥόδιοι, φησίν, ἀλλὰ

πρέπον ἐστὶν ἡμῖν καὶ σύνηθες τὸ καὶ τοὺς λυπήσαν-

τάς τι τῶν Ἑλλήνων ἐλευθεροῦν καὶ μὴ μνησικακεῖν

ἁμαρτάνουσιν εἰς τὴν πόλιν.

15

t

{ὑπόθεσις τοῦ ὑπὲρ Μεγαλοπολιτῶν λόγου.}

1

Ὅτε Λακεδαιμόνιοι νικηθέντες ὑπὸ Θηβαίων ἐν

Λεύκτροις τῆς Βοιωτίας εἰς κίνδυνον μέγαν κατέστη-

σαν ἀποστάντων Ἀρκάδων καὶ προσθεμένων τοῖς Θη-

βαίοις, Ἀθηναῖοι σύμμαχοι Λακεδαιμονίοις γενόμενοι

διέσωσαν αὐτούς.

2

ὕστερον δὲ Λακεδαιμόνιοι τῶν

κινδύνων ἀπαλλαγέντες καὶ προϊόντες πάλιν εἰς δύνα-

μιν ἐπὶ Μεγάλην πόλιν τῆς Ἀρκαδίας ἤρχοντο καὶ

τοὺς Ἀθηναίους παρεκάλουν διὰ πρεσβείας κοινωνεῖν

αὐτοῖς τοῦ πολέμου. πεπόμφασι δὲ καὶ οἱ Μεγαλοπο-

λῖται πρέσβεις Ἀθήναζε παρακαλοῦντες ὑπὲρ ἑαυτῶν.

3

ὁ τοίνυν Δημοσθένης συμβουλεύει μὴ περιορᾶν

ἀναιρεθεῖσαν Μεγάλην πόλιν μηδὲ εἰς ἰσχὺν προελθόν-

τας Λακεδαιμονίους συμφέρειν λέγων τοῖς Ἀθηναίοις

τὸ μὴ φοβερὰν εἶναι τὴν Λακεδαίμονα.

16

t

{ὑπόθεσις τοῦ περὶ τῶν πρὸς Ἀλέξανδρον

συνθηκῶν λόγου.}

1

Ἀλεξάνδρου τοῦ Μακεδόνος καταγαγόντος εἰς

Μεσσήνην τοὺς Φιλιάδου τοῦ τυράννου παῖδας αἰτιᾶ-

ται παρὰ τὰς συνθήκας εἶναι τοῦτο τὰς πρὸς Ἀθηναί-

ους καὶ Ἕλληνας γενομένας. παραβεβηκέναι δὲ καὶ ἐν

ἄλλοις πολλοῖς τὰς συνθήκας φησὶ τοὺς Μακεδόνας

καὶ μὴ περιορᾶν ταῦτα παραινεῖ.

2

ὁ δὲ λόγος ψευδε-

πίγραφος εἶναι δοκεῖ. οὐ γὰρ ἔοικε κατὰ τὴν ἰδέαν

τοῖς ἄλλοις τοῖς τοῦ Δημοσθένους, ἀλλὰ τῷ Ὑπερίδου

χαρακτῆρι μᾶλλον προσχωρεῖ τά τε ἄλλα καὶ λέξεις τι-

νὰς ἔχει κατ' ἐκεῖνον μᾶλλον εἰρημένας ἢ τὸν Δημο-

σθένην, οἷον <νεόπλουτοι> καὶ <βδελυρεύεσθαι.>

17

t

{ὑπόθεσις τοῦ περὶ τοῦ στεφάνου λόγου.}

1

Τεῖχος μὲν ὁ ῥήτωρ ὑπὲρ Ἀθηναίων προὐβάλετο

τῶν συνήθων τούτων καὶ χειροποιήτων ἀρραγέστερόν

τε καὶ βέλτιον τήν τε εἰς τὴν πόλιν εὔνοιαν καὶ περὶ

λόγους δεινότητα, ὡς αὐτὸς εἴρηκεν· <οὐ λίθοις καὶ

πλίνθοις τὰς Ἀθήνας ὠχύρωσα, ἀλλὰ μεγάλαις

δυνάμεσι καὶ πολλῇ τινι συμμαχίᾳ τῇ μὲν ἐκ

γῆς, τῇ δὲ ἐκ θαλάττης.>

2

οὐ μὴν ἀλλὰ καὶ εἰς

τὸν χειροποίητον περίβολον οὐ μικρὰ τῇ πόλει

συνεβάλετο. πεπονηκότος γὰρ κατὰ πολλὰ μέρη τοῦ

τείχους τοῖς Ἀθηναίοις, ἐπειδὴ ἔδοξεν ἀνορθοῦν αὐτό,

ᾑρέθησαν ἐπὶ τὸ ἔργον ἄνδρες δέκα, φυλῆς ἑκάστης

εἷς, οὓς ἔδει τὴν ἐπιμέλειαν παρέχεσθαι τοῦ ἔργου ψι-

λήν. τὸ γὰρ ἀνάλωμα δημόσιον.

3

εἷς τοίνυν τούτων

καὶ ὁ ῥήτωρ γενόμενος οὐχ ὁμοίως τοῖς ἄλλοις τὴν

ἐπιμέλειαν μόνην εἰσήνεγκε τῇ χρείᾳ, ἀλλὰ τὸ μὲν ἔρ-

γον ἀμέμπτως ἀπετέλεσε, τὰ δὲ χρήματα ἔδωκεν οἴ-

κοθεν τῇ πόλει.

4

ἐπῄνεσεν αὐτοῦ τὴν εὔνοιαν ταύ-

την ἡ βουλὴ καὶ τὴν προθυμίαν ἠμείψατο στεφάνῳ

χρυσῷ. ἕτοιμοι γὰρ Ἀθηναῖοι πρὸς τὰς χάριτας τῶν

εὖ ποιούντων.

5

Κτησιφῶν δὲ ἦν ὁ τὴν γνώμην εἰ-

πὼν ὡς δεῖ στεφανῶσαι τὸν Δημοσθένην ἐν μὲν καιρῷ

τοῖς Διονυσίοις, ἐν δὲ τόπῳ τῷ τοῦ Διονύσου θεάτρῳ,

ἐν δὲ θεαταῖς πᾶσι τοῖς Ἕλλησιν οὓς ἡ πανήγυρις

συνήγαγε, καὶ τούτων ἐναντίον ἀνειπεῖν τὸν κήρυκα

ὅτι στεφανοῖ Δημοσθένην Δημοσθένους Παιανιέα ἡ

πόλις ἀρετῆς συμπάσης ἕνεκα καὶ εὐνοίας τῆς πρὸς

ἑαυτήν.

6

ἦν οὖν πανταχόθεν ἡ τιμὴ θαυμαστή. διὸ

καὶ φθόνος αὐτῆς ἥψατο καὶ 〈κατὰ〉 τοῦ ψηφίσματος

ἀπηνέχθη παρανόμων γραφή. Αἰσχίνης γὰρ ἐχθρὸς ὢν

τοῦ Δημοσθένους ἀγῶνα παρανόμων ἐπήγγειλε Κτησι-

φῶντι λέγων ἄρχοντα γεγονότα τὸν Δημοσθένην καὶ

μὴ δόντα λόγον ὑπεύθυνον εἶναι, νόμον δὲ κελεύειν

τοὺς ὑπευθύνους μὴ στεφανοῦν, καὶ πάλιν νόμον παρε-

χόμενος τὸν κελεύοντα, ἐὰν μέν τινα ὁ δῆμος ὁ Ἀθη-

ναίων στεφανοῖ, ἐν τῇ ἐκκλησίᾳ τὸν στέφανον ἀναγο-

ρεύεσθαι, ἐὰν δὲ ἡ βουλή, ἐν τῷ βουλευτηρίῳ,

ἀλλαχόθι δὲ μὴ ἐξεῖναι.

7

φησὶ δὲ καὶ τοὺς ἐπαίνους

εἶναι τοὺς ἐπὶ τῷ Δημοσθένει ψευδεῖς. μὴ γὰρ πεπο-

λιτεῦσθαι καλῶς τὸν ῥήτορα, ἀλλὰ καὶ δωροδόκον εἶ-

ναι καὶ πολλῶν κακῶν αἴτιον τῇ πόλει.

8

καὶ τάξει

γε ταύτῃ τῆς κατηγορίας Αἰσχίνης κέχρηται πρῶτον

εἰπὼν περὶ τοῦ τῶν ὑπευθύνων νόμου καὶ δεύτερον

περὶ τοῦ τῶν κηρυγμάτων καὶ τρίτον περὶ τῆς πολι-

τείας. ἠξίωσε δὲ καὶ τὸν Δημοσθένην τὴν αὐτὴν τάξιν

ποιήσασθαι.

9

ὁ δὲ ῥήτωρ καὶ ἀπὸ τῆς πολιτείας τὴν

ἀρχὴν ἐποιήσατο καὶ πάλιν εἰς ταύτην τὸν λόγον κατέ-

στρεψε τεχνικῶς ποιῶν. δεῖ γὰρ ἄρχεσθαί τε ἀπὸ τῶν

ἰσχυροτάτων καὶ λήγειν εἰς ταῦτα. μέσα δὲ τέθεικε τὰ

περὶ τῶν νόμων, καὶ τῷ μὲν περὶ τῶν ὑπευθύνων

ἀντιτίθησι διανοίας, τῷ δὲ περὶ τῶν κηρυγμάτων νό-

μον ἕτερον ἤ τι νόμου μέρος, ὥς φησιν αὐτός, ἐν ᾧ

συγκεχώρηται καὶ ἐν τῷ θεάτρῳ κηρύττειν, ἐὰν ὁ δῆ-

μος ἢ ἡ βουλὴ τοῦτο ψηφίσηται.

18

t

{ὑπόθεσις τοῦ περὶ παραπρεσβείας λόγου.}

1

Αἰσχίνης ἦν ἀνὴρ Ἀθηναῖος, υἱὸς Ἀτρομήτου

καὶ Γλαυκοθέας, ἀμφοτέρων ἀδόξων, ὥς φησι Δημο-

σθένης. τὸν μὲν γὰρ γράμματα διδάσκοντα, τὴν δὲ

καθαίρουσαν καὶ τελετάς τινας οὐ σπουδαίας τελοῦσάν

φησι διαζῆν.

2

παραδέδοται δὲ καὶ αὐτὸς ὁ Αἰσχίνης

τραγῳδιῶν τε ὑποκριτὴς γενόμενος καὶ γραμματεὺς τῆς

πόλεως, ἥτις ἦν εὐτελὴς ὑπηρεσία. ὕστερον μέντοι τῶν

ῥητόρων εἷς ἐγένετο καὶ περὶ τῆς εἰρήνης πρὸς Φί-

λιππον ἐπρέσβευσε. πολεμοῦντες γὰρ οἱ Ἀθηναῖοι Φι-

λίππῳ περὶ Ἀμφιπόλεως καὶ πολλὰ μὲν αὐτοὶ δεινὰ

πάσχοντες, δρῶντες δὲ οὐδὲν ἄξιον λόγου ἐπείσθησαν

ὑπὲρ εἰρήνης πρεσβεύσασθαι πρὸς Φίλιππον.

3

πέμ-

πουσι δὴ πρέσβεις δέκα τὸν ἀριθμόν, ἐν οἷς Αἰσχίνης

τε καὶ Δημοσθένης ἦσαν. δεξαμένου δὲ Φιλίππου τὰς

διαλύσεις πάλιν οἱ αὐτοὶ πρεσβεύουσι δεύτερον, ὅπως

οἱ περὶ τῆς εἰρήνης ὅρκοι γένοιντο.

4

περὶ δὴ ταῦτα

τὰ πράγματα κατηγορεῖ ὁ Δημοσθένης Αἰσχίνου τρία·

ὅτι Φιλοκράτους αἰσχρὰν καὶ ἀσύμφορον εἰρήνην λέ-

γοντος καὶ γράφοντος συνεῖπεν αὐτῷ· ὅτι τοὺς χρό-

νους κατανάλωσε, παρ' ὃ συνέβη τὰ ἐν Θρᾴκῃ δια-

φθαρῆναι· ὅτι ψευδῆ πρὸς Ἀθηναίους ἀπήγγειλε, παρ'

ὃ συνέβη Φωκέας ἀπολέσθαι. εἶπε γάρ, φησίν, ὅτι

Φωκέας οὐκ ἀναιρήσει Φίλιππος, καὶ ὑμεῖς τούτῳ

πιστεύσαντες οὐκ ἐβοηθήσατε τοῖς ἀνδράσι. φησὶ

δὲ ταῦτα πάντα ἐπὶ μισθῷ καὶ δώροις τὸν Αἰσχί-

νην κεκακουργηκέναι.

5

Ἡ στάσις περὶ οὐσίας καὶ στοχαστική. ἡ δὲ

κίνησις τῆς ἔχθρας λέγεται διὰ Τίμαρχον τὸν φίλον

Δημοσθένους, ὃν ἠτίμωσεν Αἰσχίνης κατηγορήσας ὡς

κακοῦ βίου, διότι πρὸς Πιττάλακον τὸν ὀρνιθίαν, φη-

σίν, εἰσῄει εὔμορφος ὢν ἐπὶ τῷ θεᾶσθαι τὰς μάχας

τῶν ὀρνίθων, διαφθειρόμενον καὶ διαφθείροντα.

19

t

{ὑπόθεσις τοῦ πρὸς Λεπτίνην λόγου.}

1

Ἡ τῶν Ἀθηναίων πόλις ἄλλοις τε ἐτίμα τοὺς

εὐεργέτας καὶ ἀτελείᾳ λειτουργιῶν. πολλῶν οὖν λαμ-

βανόντων αὐτὴν σπάνις ἐδόκει τῶν λειτουργησόντων

εἶναι. διὰ τοῦτο Λεπτίνης νόμον εἰσήνεγκεν εἶναι μη-

δένα ἀτελῆ μηδὲ τὸ λοιπὸν ἐξεῖναι τῷ δήμῳ δοῦναι,

τὸν δὲ ἀτέλειαν αἰτήσαντα πάσχειν τὰ ἔσχατα.

2

τοῦ-

τον ἐγράψαντο τὸν νόμον πρότερον μὲν ἄλλοι, μεθ'

ὧν καὶ Βάθιππος, καὶ οὐκ ἐπεξῆλθεν ἢ χρήματα λα-

βὼν ἢ νόσῳ περιπεσών, νῦν δὲ Φορμίων καὶ Κτήσιπ-

πος ὁ Χαβρίου παῖς καί τινες μετ' αὐτῶν, οἷς συνή-

γορος Δημοσθένης γίνεται.

3

ὁ μὲν οὖν Λεπτίνης

πλέον ἰσχύει τῷ συμφέροντι, τὴν γὰρ χρείαν προΐσχε-

ται, ὁ δὲ Δημοσθένης τῷ τε ἐνδόξῳ καὶ τῷ δικαίῳ·

τῷ δικαίῳ μέν, ὅτι δίκαιόν ἐστι τοὺς εὖ ποιήσαντας

ἀντευπεπονθέναι καὶ τοὺς ὀρθῶς ἀντιλαβόντας τῶν

δοθέντων μὴ ἀφαιρεῖσθαι, τῷ δὲ ἐνδόξῳ, διότι τάχα

μὲν καὶ ἄλλοις αἰσχρὸν ἃ δεδώκασιν ἀφαιρεῖσθαι, Ἀθη-

ναίοις δὲ οὐχ ἥκιστα, οἷς ἀντ' ἄλλου γνωρίσματος τὸ

μεγαλόψυχον προσεῖναι δοκεῖ.

4

ἐπιδεικνύει δὲ ὅτι

καὶ παρανόμως εἰσήνεγκε τὸν νόμον. λέγει γὰρ 〈αὐτὸν

παραβῆναι τὸν〉 νόμον τὸν κελεύοντα ἀναιρεῖν πρῶτον

τὸν ἐναντίον νόμον καὶ τότε αὐτὸν τιθέναι νόμον, ἵνα

μὴ ἀλλήλοις ἐναντίοι νόμοι εὑρίσκωνται.

20

t

{ὑπόθεσις τοῦ κατὰ Μειδίου λόγου.}

1

Ἑορτὴν ἦγον οἱ Ἀθηναῖοι Διονύσῳ, ἣν ἐκάλουν

ἀπὸ τοῦ θεοῦ Διονύσια. ἐν δὲ ταύτῃ τραγικοὶ καὶ κω-

μικοὶ καὶ αὐλητῶν χοροὶ διηγωνίζοντο. καθίστασαν δὲ

τοὺς χοροὺς αἱ φυλαὶ δέκα τυγχάνουσαι, χορηγὸς

δὲ ἦν ἑκάστης φυλῆς ὁ τὰ ἀναλώματα παρέχων τὰ

περὶ τὸν χορόν.

2

ὁ τοίνυν Δημοσθένης τῆς ἑαυτοῦ

φυλῆς τῆς Πανδιονίδος ἐθελοντὴς ὑπέστη χορηγεῖν.

ἐχθρῷ δὲ κεχρημένος τῷ Μειδίᾳ τῶν πλουσίων ἑνὶ φησὶ

μὲν καὶ ἄλλα παρὰ τὴν χορηγίαν 〈ὑπ'〉 αὐτοῦ πεπονθέ-

ναι κακῶς, τὸ δὲ τελευταῖον ἐπὶ τῆς ὀρχήστρας κονδύ-

λους ἔλαβεν ἐναντίον πάντων τῶν θεατῶν. ἐπὶ τούτῳ

κατηγόρησεν ἐν τῷ δήμῳ τοῦ Μειδίου ὡς ἠσεβηκότος

εἰς τὴν ἑορτὴν καὶ τὸν Διόνυσον. ἐκαλεῖτο δὲ ἡ τοι-

αύτη κατηγορία προβολή.

3

ὁ μὲν οὖν δῆμος κατέ-

γνωκε τοῦ Μειδίου τὴν ἀσέβειαν, ἀγωνίζονται δὲ νῦν

ἐν τῷ δικαστηρίῳ περὶ τῆς τοῦ δήμου καταχειροτονίας.

ἔδει γὰρ καταγνόντος τοῦ δήμου δικαστήριον κρῖναι

δεύτερον. ἔστιν οὖν ὁ ἀγὼν περὶ ὑποτιμήσεως· οὐ γὰρ

περὶ τοῦ μηδὲν ἀδικεῖν ὁ Μειδίας ἀγωνίζεται, ἀλλὰ περὶ

τιμήματος, πότερον ὕβρεως ἢ ἀσεβείας ὀφείλει δίκην.

4

Ὁρικὸς οὖν ὁ λόγος τῇ στάσει τοῦ μὲν Μει-

δίου λέγοντος ὕβριν εἶναι τὸ πραχθέν, ἐπειδὴ τετύ-

πτηκεν ἄνδρα ἐλεύθερον, τοῦ δὲ Δημοσθένους ἀσέβειαν,

ἐπειδὴ χορηγὸς ὁ τετυπτημένος καὶ ἐν Διονυσίοις καὶ

ἐν τῷ θεάτρῳ. διὰ γὰρ τούτων καὶ ἠσεβηκέναι τὸν

Μειδίαν φησίν, ὡς εἶναι διπλοῦν ὅρον κατὰ σύλλη-

ψιν.

5

〈κατὰ σύλληψιν δέ ἐστιν,〉 ὅταν μὴ ἐκβάλλοντες

τὸ ὑπὸ τῶν ἀντιδίκων εἰσαγόμενον ὄνομα καὶ ἕτερον

αὐτῷ προστιθῶμεν, ὥσπερ ἐνταῦθα ὁ Δημοσθένης τοῦ

Μειδίου λέγοντος ὑβρικέναι οὐκ ἐκβάλλει μὲν οὐδὲ

τὴν ὕβριν, προστίθησι δὲ αὐτῇ καὶ τὴν ἀσέβειαν.

21

t

{ὑπόθεσις τοῦ κατὰ Ἀριστοκράτους λόγου.}

1

Χαρίδημον τὸν Ὠρείτην ἡγούμενον ξενικοῦ καὶ

στρατηγοῦντα παρὰ Κερσοβλέπτῃ τῷ Θρᾴκης βασιλεῖ

πολίτην σφῶν αὐτῶν οἱ Ἀθηναῖοι ἐποιήσαντο τὰ μὲν

γεγονότα χρήσιμον αὑτοῖς, τὰ δὲ προσδοκῶντες ἔτι

μᾶλλον γενήσεσθαι.

2

περὶ τούτου ψήφισμα ἔγραψεν

Ἀριστοκράτης ἐν τῇ βουλῇ τοιοῦτον· ἐάν τις ἀποκτείνῃ

Χαρίδημον, ἀγώγιμος ἔστω ἐξ ἁπάσης τῆς Ἀθηναίων

συμμαχίδος· ἐὰν δέ τις τὸν ἀγώγιμον ἀφέληται ἢ πό-

λις ἢ ἰδιώτης, ἔκσπονδος ἔστω.

3

τούτου κατηγορεῖ

τοῦ ψηφίσματος Εὐθυκλῆς τῷ Δημοσθένους λόγῳ χρώ-

μενος καί φησι πρῶτον μὲν παράνομον εἶναι τὸ ψή-

φισμα, ὅτι κρίσιν ἀναιρεῖ καὶ δικαστήρια καὶ τὴν τι-

μωρίαν ἀπὸ τῆς αἰτίας γεγραμμένην ἔχει, δεύτερον δὲ

μὴ συμφέρειν τοῖς Ἀθηναίοις τοιαύτην Χαριδήμῳ δοῦ-

ναι δωρεάν. ἀπολοῦμεν γάρ, φησί, διὰ ταύτης Χερρό-

νησον. τὸ δὲ ὅπως ὁ λόγος δείξει.

4

ἐξετάζει δὲ καὶ

τὴν τοῦ προσώπου ποιότητα λέγων οὐκ εἶναι δωρεῶν

ἄξιον τὸν Χαρίδημον καὶ ταῦτα τοιούτων.

22

t

{ὑπόθεσις τοῦ κατὰ Ἀνδροτίωνος λόγου.}

1

Δύο ἦσαν ἐν Ἀθήναις βουλαί, ἡ μὲν διηνεκὴς

ἡ ἐν Ἀρείῳ πάγῳ περί τε φόνων ἑκουσίων καὶ τραυ-

μάτων καὶ τοιούτων τινῶν δικάζουσα, ἑτέρα δὲ ἡ τὰ

πολιτικὰ πράττουσα. αὕτη δὲ κατ' ἐνιαυτὸν ἠμείβετο

ἐκ πεντακοσίων ἀνδρῶν τῶν τὴν βουλευτικὴν ἡλικίαν

ἀγόντων συνισταμένη. νόμος δὲ ἦν ἐπιτάττων τῇ βουλῇ

ταύτῃ ποιεῖσθαι τριήρεις καινάς, ἐὰν δὲ μὴ ποιήσηται,

κωλύων αὐτὴν αἰτεῖν παρὰ τοῦ δήμου δωρεάν.

2

νῦν

τοίνυν ἡ μὲν βουλὴ τὰς τριήρεις οὐκ ἐποιήσατο, Ἀνδρο-

τίων δὲ γέγραφεν ἐν τῷ δήμῳ τὸ ψήφισμα στεφανῶσαι

τὴν βουλήν. ἐπὶ τούτῳ παρανόμων κρίνεται κατηγορούν-

των αὐτοῦ δύο ἐχθρῶν, Εὐκτήμονος καὶ Διοδώρου. καὶ

προείρηκε μὲν ὁ Εὐκτήμων, δεύτερος δὲ ὁ Διόδωρος ἐπα-

γωνίζεται τούτῳ τῷ λόγῳ.

3

φασὶ δὲ οἱ κατήγοροι πρῶ-

τον μὲν ἀπροβούλευτον εἶναι τὸ ψήφισμα, νόμου γὰρ

κελεύοντος μὴ πρότερον εἰς τὸν δῆμον ψήφισμα ἐκφέ-

ρειν, πρὶν ἐν τῇ βουλῇ δοκιμασθείη, τὸν Ἀνδροτίωνα

παρὰ τοῦτον τὸν νόμον ἀπροβούλευτον εἰσενεγκεῖν τὴν

γνώμην, δεύτερον δὲ ὑπεναντίον ἐκείνῳ τῷ νόμῳ τῷ

κελεύοντι μὴ ποιησαμένην τὴν βουλὴν τὰς τριήρεις

μὴ αἰτεῖν δωρεάν. εἰ γὰρ αἰτεῖν οὐκ ἔξεστι, δῆλον ὡς

οὐδὲ τὸ δοῦναι συγκεχώρηται.

4

τούτους μὲν εἰς

τὸ πρᾶγμα τοὺς νόμους 〈παρέχονται〉, παρέχονται δὲ

καὶ κατὰ τοῦ προσώπου δύο, τὸν τῆς ἑταιρήσεως καὶ

τὸν τῶν ὀφειλόντων τῷ δημοσίῳ. καί φασι τὸν Ἀνδρο-

τίωνα κατὰ ἀμφοτέρους ἄτιμον εἶναι· καὶ γὰρ πεπορ-

νεῦσθαι καὶ χρέος πατρῷον ὀφείλειν τῇ πόλει.

23

t

{ὑπόθεσις τοῦ κατὰ Τιμοκράτους λόγου.}

1

Διόδωρος μὲν κἀνταῦθα ὁ κατήγορος. κατηγορεῖ

δὲ νόμου μάλα φιλανθρώπου, διόπερ ἀπὸ τῆς αἰτίας

καὶ τῆς τοῦ γεγραφότος γνώμης διαβάλλειν αὐτὸν πει-

ρᾶται.

2

ἔστι δὲ ὁ νόμος ὁ τοῦ Τιμοκράτους τοιοῦ-

τος· εἴ τινι Ἀθηναίων ἐπ' ὀφλήματι δημοσίῳ προστε-

τίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθείη, εἶναι

αὐτῷ ἢ ἄλλῳ ὑπὲρ αὐτοῦ ἐγγυητὰς καταστήσαντι τοῦ

ὀφλήματος, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐντὸς

ῥητῆς προθεσμίας ἐκτίσειν, ἀφεῖσθαι τοῦ δεσμοῦ· ἐὰν

δὲ ἐπιστάντος τοῦ χρόνου μὴ ἐκτισθῇ τὸ ὄφλημα, τὸν

μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δὲ ἐγγυητῶν δημο-

σίαν εἶναι τὴν οὐσίαν.

3

τοῦτον αἰτιᾶται τὸν νόμον

ὁ κατήγορος οὐχ ὑπὲρ τοῦ κοινοῦ γεγράφθαι, ἀλλ'

ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου. οὗ-

τοι γάρ, φησί, πεμφθέντες εἰς Καρίαν πρεσβευταὶ καὶ

πλέοντες ἐν τριήρει περιπεσόντες Ναυκρατίταις ἀνθρώ-

ποις ἐμπόροις ἀφείλοντο αὐτῶν τὰ χρήματα. εἶθ' οἱ

Ναυκρατῖται μὲν ἐλθόντες Ἀθήναζε τὸν δῆμον ἱκέτευον,

ὁ δὲ δῆμος ἔγνω πολέμια εἶναι τὰ χρήματα καὶ μὴ

δεῖν ἀποδοθῆναι τοῖς ἐμπόροις.

4

τούτων δὲ οὕτω

γενομένων Ἀρχέβιος καὶ Λυσιθείδης οἱ τριήραρχοι τῆς

νεὼς ἐφ' ἧς ἔπλεον οἱ περὶ τὸν Ἀνδροτίωνα εἰσεπράτ-

τοντο τὰ χρήματα.

5

ὡς δὲ ἐκεῖνοι μὲν οὐκ ἐφάνησαν

ἔχοντες αὐτά, οἱ πρεσβευταὶ δὲ ὡμολόγουν ἔχειν

αὐτὰ καὶ ἔδει παραχρῆμα καταβάλλειν ἢ τοῖς νόμοις

ὑποπίπτειν τοῖς τῶν ὀφειλόντων τὰ δημόσια, διὰ τοῦ-

το, φησί, τοῦτον τὸν νόμον Τιμοκράτης βοηθοῦντα

ἐκείνοις ἔθηκεν.

6

ὁ μέντοι Τιμοκράτης ἐκτετικέναι

φησὶ τὰ χρήματα τοὺς περὶ Ἀνδροτίωνα καὶ δῆλον

ἐντεῦθεν εἶναι ὡς οὐκ ἐκείνων ἕνεκα τὸν νόμον εἰσέ-

φερεν αὐτός.

7

κατηγορεῖ δὲ ὁ Διόδωρος καὶ ἄλλο τοῦ

νόμου. τήν τε γὰρ θέσιν αὐτοῦ μέμφεται ὡς γεγονυῖαν

παρὰ τοὺς νόμους καὶ ὑπεναντίον εἶναι τοῖς ἀρχαίοις

φησὶ καὶ ἀσύμφορον τοῖς κοινοῖς ἐπιδείκνυσιν.

24

t

{ὑπόθεσις τῶν κατὰ Ἀριστογείτονος λόγων.}

1

Πυθάγγελος καὶ Σκάφων ἰδόντες Ἱεροκλέα φέ-

ροντα ἱερὰ ἱμάτια, ἐφ' οἷς καὶ χρυσᾶ γράμματα ἦν δη-

λοῦντα τοὺς ἀναθέντας, ἀπάγουσι πρὸς τοὺς πρυτάνεις

ὡς ἱερόσυλον, οἱ δὲ τῇ ὑστεραίᾳ καθιστᾶσιν εἰς τὴν

ἐκκλησίαν. κἀκεῖνος ὑπὸ τῆς ἱερείας ἔφη πεμφθεὶς λα-

βεῖν τὰ ἱμάτια, ἵνα κομίσῃ πρὸς τὸ ἱερὸν κυνηγέσιον.

2

ἐνταῦθα Ἀριστογείτων γράφει ψήφισμα πρῶτον μὲν

ἀπροβούλευτον, ἔπειτα δεινότατον, κελεῦον, ἐὰν μὲν

ὁμολογῇ τὰ ἱμάτια ἐξενεγκεῖν, ἀποθανεῖν αὐτὸν

αὐτίκα· ἐὰν δὲ ἀρνῆται, κρίνεσθαι. ἐξ οὗ συνέβαινεν

αὐτῷ ὁμολογήσαντι μὲν τὸ ἀληθὲς παραχρῆμα τεθνά-

ναι, ἐξάρνῳ δὲ γενομένῳ μετ' ὀλίγον τοῦτο παθεῖν.

3

τοῦτο τὸ ψήφισμα γραψάμενος παρανόμων Φανό-

στρατος ὁ Ἱεροκλέους τοῦ κινδυνεύοντος πατὴρ συγ-

κατηγορήσαντος αὐτῷ Δημοσθένους αἱρεῖ παρανόμων.

καὶ τιμᾷ τὸ δικαστήριον Ἀριστογείτονι πέντε ταλάν-

των.

4

τοῦτο μὲν δὴ πρῶτον ὄφλημα Ἀριστογείτονι

γίνεται. ἔπειτα Ἡγήμονα γραψάμενος καὶ τὸν ἀγῶνα

ἀποδόμενος τὸ πέμπτον μέρος μὴ λαβὼν τῶν ψήφων

ὦφλε χιλίας. οὐκ ἀποδόντος δὲ αὐτοῦ κατὰ τὴν ὡρι-

σμένην προθεσμίαν διπλοῦται τὰ ὀφλήματα κατὰ τὸν

νόμον καὶ γίνεται δέκα τάλαντα καὶ δισχίλιαι δραχ-

μαί.

5

ὑπὲρ τούτων τῶν χρημάτων ἀπογράφει τι εἰς

τὸ δημόσιον χωρίον ἑαυτοῦ, καὶ τὸ χωρίον τοῦτο Εὔ-

νομος ὠνεῖται ὁ ἀδελφὸς αὐτοῦ τάξιν αἰτησάμενος τοῦ

ὀφλήματος ὥστε ἐν δέκα ἔτεσιν ἐκτῖσαι τὸ σύμπαν καθ'

ἕκαστον ἔτος τιθεὶς τὸ ἐπιβάλλον μέρος. δύο μὲν δὴ

καταβολὰς ἀπήνεγκε, τάλαντα δύο καὶ δραχμὰς τετρα-

κοσίας, τὸ δὲ λοιπὸν ὀφείλεται, τάλαντα ὀκτὼ καὶ

δραχμαὶ χίλιαι καὶ ἑξακόσιαι.

6

δοκῶν οὖν ἔχειν ὁ

Ἀριστογείτων τοῦ λέγειν ἐξουσίαν καὶ μηκέτι ὀφείλειν,

ἐπειδὴ χρήστην ἀντέδωκε τῇ πόλει, καὶ ἐγράφετο πολ-

λοὺς καὶ ἐδημηγόρει τῶν νόμων τὸν ὀφείλοντα τῷ

δημοσίῳ, μέχρις ἂν ἐκτίσῃ, ποιούντων ἄτιμον. διόπερ

αὐτὸν οἱ περὶ Λυκοῦργον ἐνέδειξαν ὡς οὐκ ἐξὸν λέ-

γοντα.

7

οὐκ ἐξαληλιμμένου τοίνυν ἐξ ἀκροπόλεως

Ἀριστογείτονος, ἀλλ' ἔτι τοῦ ὀφλήματος ἐγγεγραμμέ-

νου, χρήστου δὲ καταστάντος τοῦ τὸ χωρίον ὠνησα-

μένου ζήτημα συνίσταται, πότερον ὁ πριάμενος τὸ χω-

ρίον ὀφείλει μόνον ἢ καὶ ὁ πρῶτος ὀφλών, ἄχρις ἂν

ἐκτισθῇ τὸ χρέος.

8

περὶ μὲν δὴ τὰ δύο ὀφλήματα

τοῦτο συνίσταται τὸ ζήτημα, φασὶ δὲ αὐτὸν οἱ κατή-

γοροι καὶ τρίτον ὀφείλειν ὄφλημα τῷ δημοσίῳ. πρὸς

τοῦτο Ἀριστογείτων ἀνθιστάμενός φησιν ἀδίκως ἐγγε-

γράφθαι καὶ διὰ τοῦτο δίκην λαχεῖν Ἀρίστωνι τῷ ἐγ-

γράψαντι.

9

Δημοσθένης δὲ καὶ Λυκοῦργος περὶ μὲν

τοῦ δικαίαν ἢ μὴ γεγενῆσθαι τὴν ἐγγραφὴν οὐδὲν λέ-

γουσι, φασὶ δέ· <ὅταν ἕλῃ τὸν Ἀρίστωνα, τότε

Ἀριστογείτων μὲν ἐξαλειφθήσεται, ἐκεῖνος δὲ

ἐγγραφήσεται κατὰ τὸν νόμον· πρὶν δὲ κριθῆ-

ναι τὸ πρᾶγμα οὐ προσήκει λέγειν τὸν τάχα

δικαίως ἐγγεγραμμένον καὶ ψευδῶς ἐγκαλοῦντα

τῷ Ἀρίστωνι.>

10

ταῦτα μὲν δὴ τὰ ζητήματα τῆς

ὑποθέσεως, ἐνηγώνισται δὲ αὐτοῖς ὁ Λυκοῦργος ἅτε

πρότερος λέγων. τῷ Δημοσθένει δὲ περὶ μὲν τούτων

βραχὺς πάνυ λόγος γέγονεν ὡς προειλημμένων, ὁ δὲ

ὅλος αὐτῷ λόγος τοῦ Ἀριστογείτονος βίου κατηγορίαν

περιέχει.

11

Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς οὐ δέχεται τού-

τους τοὺς λόγους Δημοσθένους εἶναι ἐκ τῆς ἰδέας

τεκμαιρόμενος. οἱ δέ φασιν ἐπίτηδες τὸν ῥήτορα τοι-

ούτῳ χαρακτῆρι κεχρῆσθαι ζηλώσαντα Λυκοῦργον εὐ-

δοκιμοῦντα παρὰ τοῖς Ἀθηναίοις, οἱ δέ, ἐπειδὴ τὸν

τῆς ἡλικίας χρόνον εἰς τὴν πρωτολογίαν ἔλαβε Λυ-

κοῦργος καὶ πᾶσι τοῖς κεφαλαίοις αὐτὸς ἐχρήσατο, ὁ

Δημοσθένης ἠναγκάσθη λοιπὸν φιλοσοφώτερον μετ-

ελθεῖν καὶ περιοδικῶς.

12

ἄλλοι δὲ τὸν μὲν πρότε-

ρον δέχονται Δημοσθένους εἶναι, τὸν δὲ δεύτερον

οὐδαμῶς οὐδὲν ἄξιον ἔχοντα τοῦ ῥήτορος.

25

t

{ὑπόθεσις τοῦ κατὰ Νεαίρας λόγου.}

1

Καὶ τοῦτον τὸν λόγον οὐκ οἴονται…

εἶναι…

μεω…

The complete text is available when the reading interface loads.