The Greek Library Author

Anonymous

Fragmenta de declamationibus

Authority group
Libanius (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta de declamationibus, ed. Foerster, op. cit., vol. 11 (1922; repr. 1997) 637–648.
CTS identifier
urn:cts:greekLit:tlg2200.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

50

2

ὁδὸν ἀναιδείας; εὐθὺς μὲν οὖν ἐκ παίδων ὡραῖος εἶναι βου-

λόμενος καὶ μεγάλα φρονῶν ἐπὶ τῷ κάλλει τοῦ σώματος ἐραστῶν

χορὸν ἐξηρτημένος καὶ πρεσβυτέροις ἑαυτοῦ καὶ ἀκολάστοις φί-

λοις χρώμενος, ὧν ἑκάστου τὴν οἰκίαν ᾤκει κατὰ μέρος νύκτας

ἄλλας ἄλλοις χαριζόμενος καὶ ταμιευόμενος τὰς ἡδονάς, ἐκ-

πηδῶν μὲν ἀεὶ τῆς τοῦ πατρὸς οἰκίας, καταλείπων δὲ βοῶντας

αὐτοῦ τοῦ σώματος ἐπιλαμβανομένους τοὺς ἐπιτρόπους, ἑταίραις

συνών, πρὸ ἡλικίας πάσχων δεινά, πράττων χαλεπώτερα, γυ-

ναικείας ἐσθῆτας ἠμφιεσμένος εὐχόμενος ἐν τοῖς συμποσίοις

ἀνὴρ ὢν λανθάνειν. τί δέ με δεῖ λέγειν τὸν οἶκον τὸν

Καλλίου καὶ τὴν Ἱππονίκου περιουσίαν, ἣν κατατέτριφεν

οὗτος ἐν ταῖς μέθαις; τί δὲ τἀγάθωνος συμπόσια καὶ τὴν Σω-

κράτους συνουσίαν, ἐν ᾗ τὰ καλὰ ἐπαιδεύθη δόγματα ὑπὸ τὸν

αὐτὸν τρίβωνα ὑπερχόμενος κἀν τοῖς ἀνθινοῖς στεφάνοις φι-

λοσοφῶν, βουλεύων δὲ συνεχεῖς ὕβρεις καὶ τοὺς τῶν πενήτων

προπηλακισμούς, τὸν Ἀγάθαρχον τὸν δεδεμένον, τοὺς ἄλλους,

ὑπὲρ ὧν αἱροῦμαι σιωπᾶν; τί τοῦτον οὐκ ἔχει δρᾶμα; τίς οὐκ

Εὔπολις; τίς οὐκ Ἀριστοφάνης; διὰ τοῦτον εὐδοκίμησε κω-

μῳδία. ὅμως δὲ καὶ κωμῳδοὶ κεκμήκασι τὰ τούτου γράφοντες.

3

{〈διήγησις〉}

Ἀλλ' ἐπειδὴ κωμάζων καὶ παροινῶν εἰς τὴν πόλιν καὶ

τοὺς νόμους οὐδὲν ᾤετο γενναῖον οὐδὲ ἐξαίρετον παρὰ τοὺς

ἄλλους πεποιηκέναι, τρόπον ἐζήτησεν ἀσεβείας τὸν ἀνοσιώτατον.

Συγκροτήσας ἔναγχος συμπόσια πολλὰ καὶ συνεχῆ, μᾶλ-

λον δέ, πολλὰς ἐφεξῆς συνάψας νύκτας παρανόμοις καὶ τυ-

ραννικαῖς ἡμέραις ἑταίρων τῶν ἀσελγεστάτων χορὸν ἀγαγὼν

καὶ νεανίσκων προχειροτάτων 〈πρὸς〉 ἅπαντα μεθυσθεὶς καὶ

πιὼν κατὰ τῶν θεῶν πρῶτον μὲν ἐμύησεν ἐπ' οἰκίας, 〈ὡς〉

ἠκούσατε, εἶτα ταῖς ἐκ μυστηρίων δᾳσὶν ἐπὶ τῷ κώμῳ ἐχρή-

σατο καὶ ἐλθὼν ἐκ τῆς οἰκίας πλῆθος ἀνδρῶν καὶ γυναικῶν

ἐπισυράμενος ἐκείναις ταῖς δᾳσὶν ἐκώμασεν ἐν ταῖς ἱεραῖς

ταῖς ἐπὶ Ἀνακτόρου.

4

{〈ἀξίωσις〉}

Εἶτα τίς ὑμῶν ἀνέξεται, ὦ Ἀθηναῖοι, τούτων δρωμένων

μέχρι πλείονος; ἐγὼ μὲν οὐδ' ἂν ἄλλον τινὰ δοκῶ τῶν Ἑλ-

λήνων τῶν μεμυημένων, πᾶσι γὰρ αἰδώς ἐστιν εἰς τὰς θεὰς

καὶ δέος εἰς τὸ πῦρ, καὶ ὑμεῖς δὲ τὸ πραχθὲν οὕτω λογίζεσθε

καὶ τάχα ἂν καὶ τὴν ἀξίαν ὀργὴν ἐπὶ τοῦτον λάβοιτε. εἴ

τις ὑμῖν ἀπὸ τῶν ὁρίων τῆς Ἀττικῆς ἐλθὼν ἐμήνυσεν εἰσδρα-

μὼν ὅτι Μεγαρεῖς ἢ Κορίνθιοι ἢ καί, νὴ Δία, Σικυώνιοι

νυκτὸς ἢ καὶ μεθ' ἡμέραν ἁρπάσαντες δᾷδας τὰς ὑμετέρας

τὰς μυστικὰς μυστηρίων ἐφ' ὕβρει φέρουσι καὶ κωμάζουσιν

ἐκείνῳ τῷ πυρὶ καὶ σκώπτουσι καὶ παίζουσι τὰ σεμνότατα,

οὐχ ἁρπασάμενοι τὰ ὅπλα καὶ οἱ μὲν τριηρῶν ἐπιβάντες, οἱ δὲ

πεζῇ δραμόντες, οἱ μὲν ὑπ' Εὐμολπίδας ταττόμενοι, οἱ δ' ὑπὸ

Κηρύκων στρατηγούμενοι, 〈οἱ μὲν〉 τὸν ἱεροφάντην προτά-

ξαντες, οἱ δὲ τὸν δᾳδοῦχον ὁπλίσαντες, οἱ μὲν περιεπλέομεν

〈ἂν〉 τὴν θάλατταν τὴν τῶν ὑβρισάντων, οἱ δὲ τὴν γῆν ἂν

ἐδῃώσαμεν τῶν ἀσεβούντων; ἐγὼ μὲν οἶμαι, καὶ συμμάχους

ἂν πρὸς ταῦτα ἐκαλοῦμεν τὰς Ἐλευσινίας. ἀμελούντων γὰρ

〈ἂν〉 ἦν, μᾶλλον δέ, ἀσεβούντων τὸ πραχθὲν περιιδεῖν. εἶτα

ὅπου μὲν ᾔδειμεν καὶ κινδυνεύσοντές τι παθεῖν εἰς τιμωρίαν

τῶν ἁμαρτανόντων, ἐκεῖ προθύμως ἂν πάντες ὑπηκούσαμεν,

ὅπου δὲ κίνδυνος μὲν οὐδείς, ψήφῳ δὲ ἔξεστι τὰ δίκαια

πρᾶξαι, κατοκνήσομεν; ὅτι δὲ οὐκ εἰκάζων οὐδὲ μαντευ-

όμενος, ἀλλ' εἰδὼς σαφῶς τὴν ἡμετέραν διάνοιαν περὶ τῶν

ὅπλων οὑτωσὶ διετεινάμην, ἔξεστιν ἰδεῖν. ὑμεῖς γὰρ Μεγαρέας

τουτουσὶ τοὺς καταράτους γείτονας, ὅτι τὴν ἱερὰν γῆν ταῖν

θεαῖν ἐπειργάσαντο παρατεμνόμενοι καὶ ἐκτὸς τῆς ἀκριβείας

γεωργοῦντες, οὐ μόνον εἴρξατε γῆς καὶ λιμένων ἡμετέρων καὶ

τῆς τῶν συμμάχων θαλάσσης, ἀλλὰ καὶ πολεμεῖν αὐτοῖς ἐψη-

φίσασθε, καί εἰσι διὰ παντὸς ἐχθροί. καίτοι γε τοιαῦτα οὐ

κατὰ τῶν μυστηρίων ἐποίησαν οὐδ' εἰς τὸ πῦρ ὕβρισαν, ἀλλ'

ἐπεξῆλθον σπείροντες πέρα τῶν ἰδίων καὶ τροφὰς ἠξίουν

λαβεῖν ἐκ τῆς ταῖν θεαῖν σχολαζούσης. οὑτοσὶ δὲ οὐ γῆς

ὅρους ὀλίγους οὐδὲ καρποὺς τῶν συγκεχωρημένων πλείονας

ἐπεθύμησε λαβεῖν, ἀλλ' εἰς αὐτὴν τὴν τελετὴν τῶν θεῶν ὕβρι-

σεν, αὐτὰς μυστῶν τὰς δᾷδας περιέσπασε καὶ εἰσεποίησεν

ἰδιωτικὰς καὶ εἰς ἄλλας ταῖς ἱεραῖς κατεχρήσατο μετακινῶν

καὶ μεταφέρων τὰ ἐκ τῶν θείων εἰς τὰ ἀνθρώπινα, τὰ ἐκ τῶν

μυστηρίων εἰς τοὺς ἀμυήτους, τὰ ἄχραντα ἐπὶ τοὺς βεβήλους

τόπους. τίνα οὖν ταύτης ὑπερβολὴν ἀσεβείας ἀπολέλοιπεν

ἢ πῶς οὐχὶ ταῦτα τολμῶν τοῖς τῆς ἀσεβείας νόμοις [οὐκ]

ἔσται ὑπεύθυνος, οὐκ ἂν ἔχοι λέγειν.

5

Εἰ γὰρ ἐδόκει τοῖς νόμοις ὑπεύθυνον, ἠξίωσαν ἂν καὶ τοῦτο

τιμωρίας, ὥσπερ καὶ τὰ λοιπὰ ἀδικήματα.

6

Οὐκ ἔστι τὸ ταῖς δᾳσὶ κωμάσαι ἀσέβεια, ἀλλὰ τὸ ναοὺς

κατασκάψαι, τὸ λαοὺς ἀνατρέψαι.

{ΛΙΒΑΝΙΟΥ}Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται,ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής.{Θεώρημα.} Χωρίσας δὲ τὴν πρότασιν ἀπὸ τῆς κατασκευῆςἀντιθέσεις πεποίηκα δύο. κέχρηται δὲ τῷ θεωρήματικαὶ Δημοσθένης· <τί δὲ ἂν εἴποις περὶ Δημοσθέ-νους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ;> καὶ χωρὶςἀπαντήσας πάλιν ἀντέθηκε τὴν τούτου κατασκευήν·<ποῦ δ' ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί;> καὶλύει. ἔστι δὲ καὶ ἄνευ τούτου βαρβάρῳ πρέπων ὁλόγος καὶ πρός γε Ἀλεξάνδρου. μαρτυρεῖ δὲ καὶ Ὅμη-ρος. ποιεῖ γὰρ ἐν συλλόγῳ τὸν Ἀλέξανδρον λέγοντα<ἀντικρὺ δ' ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω.> καὶ ψιλῆς πάσης αἰτίας ἡ πρότασις, ὥστ' εἰ καὶμὴ προσῆν ἐνταῦθα τὸ τῆς κατασκευῆς, ὑπῆν ἄν τιςἐκ τοῦ προσώπου λόγος.συνουσίαν ἐς τὴν ὑστεραίαν ἐπήγγειλεκινδυνεύων αὐτὸς οὐ τοιούτους κινδύνους, ἀλλ' ἐν οἷς καὶπαθεῖν τι καλόν ἐστι.ἐκπέφαγκε{Ἆισμα γαμήλιον Ἑρκουλιανῷ.}{Ἆισμα εἰς Ἀσκληπιόν(?)}ἀγωνίζομαιλιπαρεῖνμέμφομαιδιδοίη. δοίηπεπαρῴνηκετὰ μέγιστα καὶ τιμιώτατα τὰ μὲν ἤδη παραιρούμενος, τὰ δὲμέλλωνἐπεὶ δὲ εἰς (ἄνδρας παρήγγειλε m rec suppl), τὰ τῶν γερόν-των (νέων Mosq.) διεπράττετοδιεχειρίσατο ἑαυτόνἀλλ' εἰ μὲν ἦν τὸ σῶμα κοινὸν τῆς Ἑλλάδος, ἡδέως ἂναὐτὸ τῇ βακτηρίᾳ παίων ἐσωφρόνισα (ἐσωφρόνησε CO)· τού-του δ' οὐκ ὄντος ἐν δυνατῷ τὸ μὲν δι' ἔργων (ἔργον O) ἀδι-κεῖν οὐκ ἔχω, τὸ λοιπὸν δ' ἴσως τὸ διὰ τῶν λόγων ὑμῖν ὀνει-δίζοντα δόξαι λελυπηκέναι.Εἴ τινα ἄλλον τρόπον, ὃν ἥκιστα ὤφθη μετελθὼν (ἐν τῷ βίῳSchol. Plat.) ὁ ἐπὶ τῇ φιάλῃ (φιλίᾳ Suid.) ἔμποροςἀεὶ τὸν προσήκοντα βασκαίνουσιἐχρῆν αὐτὸ τοῦτο ἀνακοινοῦν τῷ δήμῳὡς δ' ἐμέθυεν ὁ πορνοβοσκὸς καὶ διάβροχος ἦν πάνυ, τί μέλ-λομεν; ἔφηοὕτω δὴ κάλλους ἔχωνοἷον ἐγὼ ἔναγχος ἔπαθον παγκάλην τινὰ ἰδώνδιῆγε μὲν οὖν ὁ βασιλεὺς ἐπὶ τοὺς Πέρσας τὸ στράτευμακαὶ περιῆγε πλανώμενος (πλανόμενος cod.) ἐν Ἀθήναιςκατῄει μὲν οὖν ὁ βασιλεὺς ἐφ' ἑσπέρανμηνύσας τῷ βασιλεῖ τὰ περὶ τὴν Ἀσίανκαὶ Ἀλέξανδρον μὲν ἐν Ἴδῃ ἐξέθεντοκαὶ βασιλεὺς μὲν ἦν δυσχεραίνων τοῖς τῶν πόλεων στρατηγοῖςπράττει δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πλείω σοφίζεταιγινόμενος τῶν ἀτάκτωνἥσθη Φιλόστρατος ἐπὶ τῷ ξενισμῷἀναστήσονται<Pseudolibaniana> quae multa fuisse testatur Photiusbibl. cod. 90 πολλὰ δὲ αὐτοῦ καὶ παντοδαπὰ συγγράμματαφέρεται.ἢ περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν