Fragmenta
- Authority group
- Libanius (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. Foerster, op. cit., vol. 11 (1922; repr. 1997) 653–662, 664–668.
- CTS identifier
urn:cts:greekLit:tlg2200.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
85
{λόγος ὑπὲρ Παυσανίου·}
οὐκ ἐπιδικάσεσθε ταύτης τῆς πράξεως
88
Falso Libanii nomen prae se ferunt <Λιβανίου γνῶμαι>
<cod. Athen. bibl. nat.> 32 chart. saec. XII/XIII fol.
166r—167v2
Οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ, τούτοις οὐ βαρὺ τὸ τεθνάναι.
Γύμναζε τοῖς μὲν πόνοις τὸ σῶμα, τὴν δὲ ψυχὴν 〈τῷ in-
serui〉 γενναίως ὑπομένειν τοὺς κινδύνους.
fol. 166v Τὰ μὲν σώματα τοῖς συμμέτροις πόνοις, ἡ δὲ
ψυχὴ τοῖς σπουδαίοις λόγοις αὔξεσθαι πέφυκεν.
Περὶ πλούτου. Τῶν ὑπαρχόντων ἀγαθῶν μὴ τὴν ὑπερβάλ-
λουσαν κτῆσιν, ἀλλὰ τὴν μετρίαν ἀπόλαυσιν ἀγάπησον.
Ἀθάνατα φρόνει τῷ μεγαλόψυχος εἶναι, θνητὰ δὲ τῷ συμ-
μέτρως τῶν ὑπαρχόντων ἀπολαύειν.
Μηδένα ζήλου τῶν ἐξ ἀδικίας κερδαινόντων, ἀποδέχου δὲ
μᾶλλον τοὺς μετὰ δικαιοσύνης ζημιωθέντας· οἱ γὰρ δίκαιοι
τῶν ἀδίκων ἐλπίσι σπουδαίαις ὑπερέχουσιν.
Περὶ τὴν αὐτάρκειαν σπεῦσον, ὥσπερ καὶ περὶ τὴν φιλαρ-
γυρίαν ἐσπούδασας (ἐσπούδαξας cod.), καὶ τότε ὁμολογήσεις
σαυτὸν εἶναι μακάριον.
Κολάζειν δεῖ ταῖς αὐταῖς ζημίαις τοὺς ψευδῶς τι κατά
τινος λέγοντας, ὥσπερ τοὺς ἐξαμαρτόντας.
Σοφοῦ καὶ παντὸς ἀνθρώπου πεῖραν ἐκ τῶν ἀποδείξεων
δεῖ λαμβάνειν, ἢ ἐκ τῶν λόγων.
Ψυχῆς μέγας χαλινός ἐστιν ὁ νοῦς.
Συντόμως τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος διαλύεται ὡς ὁ σί-
δηρος ὑπὸ τοῦ ἰοῦ.
Μὴ λέγε ἐκφυγὼν κίνδυνον, ὅτι πάλιν ἐκφεύξομαι· ὡς
γὰρ πέφευγας, προσδόκα μὴ ἐκφυγεῖν.
Τὸ σῶμα γηρᾷ, ἡ δὲ κακὴ φύσις οὐ γηρᾷ.
Εἰ βούλει ἄλυπον βίον ζῆν, τὰ μέλλοντα συμβαίνειν ὡς
ἤδη συμβεβηκότα λογίζου.
Ἄλυπος ἴσθι μὴ τὴν ἀπάθειαν, ὡς τὰ ἄλογα ζῷα, μηδὲ
τὴν ἀλογίαν, ὡς οἱ ἄφρονες, ἀλλ' ὡς ἐνάρετος τὸν λόγον τῆς
λύπης ἔχων παραμύθιον.
Τοὺς μὲν ἄφρονας ὁ χρόνος, τοὺς δὲ φρονίμους ὁ λόγος
τῆς λύπης ἀπαλλάττει.
Δίκαιος ὢν τὸ θεῖον ἕξεις σύμμαχον.
Ῥώμην μεγίστην καὶ πλοῦτον (fol. 167r) | ἐγκράτειαν κτῆ-
σαι.
Ῥᾳδίως μὴ μακαρίσῃς ἄνθρωπον σαλεύοντα ἐπὶ φίλοις ἢ
τέκνοις ἤ τινι (cod. τινος) τῶν ἐφήμερον τὴν σωτηρίαν ἐχόν-
των· ἐπισφαλῆ γὰρ τὰ τοιαῦτα, τὸ δὲ ἐφ' ἑαυτοῦ ὀχεῖσθαι τοῦ
θεοῦ μόνου βέβαιον.
Τόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν οὔτε ἀφρο-
σύνην ἀφαιρέονται.
Φιλεῖν ἀκαίρως ἶσόν ἐστι τοῦ (num τῷ?) μισεῖν.
Φίλον γνήσιον ἐν κακοῖς μὴ φοβοῦ.
Ψευδόμενος οὐδεὶς λανθάνει χρονίσας.
Ὧν ἕνεκα ζῆν ἐθέλεις, τούτων χάριν καὶ ἀποθανεῖν μὴ
κατόκνει.
Ὡς μέγα τὸ μικρόν ἐστιν δοθὲν ἐν καιρῷ δέοντι.
Ὥσπερ τὸν ἐν δημοκρατίᾳ (δημοκρατείᾳ cod.) πολιτευόμε-
νον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ
κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν.
88a-d
Anton. Meliss. I 24 (= 135) (Migne Patrol. t. 136 col.
852) Λιβανίου: Ῥυπαρὸς ὑπάρχων οὐχ ἕξεις ἄριστον φίλον.
Ἡδέως ἔχε πρὸς ἅπαντας, πλὴν χρῶ τοῖς βελτίστοις.
Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον,
ὃν οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη.
ὃς οὐ χαρίζετ' (χάριζε Migne) ἢ μόνον τὸ συμφέρον.
I 25 (col. 853) Μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ καὶ
οὐ φοβηθήσῃ αὐτὸν ἐχθρὸν γενόμενον.
89
Anthol. Pal. VII 747
Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται,
ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής
90
{Ποίημα λεγόμενον λιβανίου τοῦ σοφιστοῦ>
ἤγουν ὁ προοιμιακὸς διὰ στίχων}
Εὐλόγει μεγαλύνουσα, ψυχή μου, τὸν δεσπότην κτλ.
91
{περὶ ἰαμβικοῦ μέτρου}
Τὸ ἰαμβικὸν μέτρον ἐστὶ μὲν ἑξάμετρον—ἐφράσω τάδε κτλ.
92
Ἔκφρασις Λευκτρικοῦ ὑπόθεσιν ἔχουσα
93
{περὶ γενέσεως ἀνθρώπου καὶ ὅθεν τρίτα καὶ ἔννατα
καὶ σαρακοστὰ τοῖς κεκοιμένοις (i. e. κεκοιμημένοις)}
Τὸ μὲν σπέρμα ἐν τῇ μήτρᾳ προσερχόμενον ἐν τῇ τρίτῃ
ἡμέρᾳ ἀλλοιοῦται εἰς αἷμα καὶ ὑποζωγραφεῖται ἡ καρδία—
μετὰ μʹ ἡμέρας σαρκώδη καὶ ἀδιατύπωτα εὑρίσκεται.