The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 375.
CTS identifier
urn:cts:greekLit:tlg2201.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

t1

{ΒΟΙΩΤΙΑΚΑ.

E LIBRO TERTIO.}

1

Plutarchus Par. min. c. 12: <Ἐπαμινώνδας,>

ὁ τῶν Θηβαίων στρατηγὸς, ἔχων πρὸς Λακεδαιμονίους

πόλεμον, καὶ ἀρχαιρεσιῶν ἀγομένων, ἧκεν ἐς πατρίδα,

παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν.

Λακεδαιμόνιοι, μαθόντες τὴν ἀπουσίαν, ἐβλασφήμουν

τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δ' ἀγανακτήσας καὶ ἐπι-

λαθόμενος τοῦ πατρὸς, συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ

πατὴρ βαρέως ἐνέγκας, στεφανώσας ἐτραχηλοκόπησεν,

ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.

t2

{ΠΕΡΣΙΚΑ.

E LIBRO PRIMO.}

2

Plutarch. De fluv. 23, 1: Ἀράξης ποταμός ἐστι

τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπ' Ἀράξου

τοῦ Πύλου· οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ

σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλα-

τούμενος δὲ ὑπ' Ἐριννύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν

Βάκτρον· ὃς ἀπ' αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς

ἱστορεῖ Κτησιφῶν ἐν αʹ Περσικῶν.

t3a-3b

{ΠΕΡΙ ΔΕΝΔΡΩΝ.}

3a

Idem ib. c. 18, 11: Φύεται δ' ἐν αὐτῷ (sc. ἐν

τῷ Κοκκυγίῳ ὄρει) δένδρον, Παλίουρος καλούμενον·

ἐφ' ᾧ ἄν τι καθίσῃ τῶν ἀλόγων ζῴων, ὡς ὑπ' ἰξοῦ κα-

τέχεται, πάρεξ κόκκυγος· τούτου γὰρ φείδεται· καθὼς

Κτησιφῶν ἐν αʹ Περὶ δένδρων.

3b

Idem ib. 23, 5: Γεννᾶται δ' ἐν αὐτῷ (ἐν Ἀράξῃ)

δένδρον, ῥοιᾷ παραπλήσιον, καρπὸν δ' ἄφθονον τρέφει

μήλων, τὴν γεῦσιν ἔχοντα σταφυλῇ παρόμοιον. Ἐκ

ταύτης τῆς ὀπώρας πέπειρον ἐάν τις καθελὼν ὀνομάσῃ

τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός· καθὼς ἱστορεῖ

Κτησιφῶν ἐν ιγʹ Περὶ δένδρων.