The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 452–453.
CTS identifier
urn:cts:greekLit:tlg2202.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

t1

{ΙΤΑΛΙΚΑ.

E LIBRO TERTIO.}

1

Plutarch. Par. min. c. 26: Σεπτί-

μιος Μάρκελλος γήμας Σιλουΐαν, τὰ πολλὰ κυνηγίῳ

προσέκειτο· τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης

βιασάμενος, ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν, ὅστις

ἦν, καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι

φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. Ἀπέκτεινε γοῦν Σεπτίμιος·

Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς,

μόνης ἠμέλησε Δήμητρος. Ἡ δὲ κάπρον ἔπεμψε. Συν-

αθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ

τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ

κατεχώρησε. Σκυμβράτης δὲ καὶ Μουθίας οἱ μητρά-

δελφοι περιείλοντο τῆς κόρης. Ἀγανακτήσας δ' ἀνεῖλε

τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν· ὡς

Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν.

t2

{ΒΟΙΩΤΙΑΚΑ.

E LIBRO PRIMO.}

2

Idem ibid. c. 14: Ἐν Αὐλίδι τῆς

Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μέρυλλος

ἐν πρώτῳ Βοιωτιακῶν.

3

Strabo XV: Μέγιλλος (Μένυλλος?) δὲ

τὴν ὀρύζαν σπείρεσθαι μὲν πρὸ τῶν

ὄμβρων φησὶν, ἀρδείας δὲ καὶ φυτείας δεῖσθαι ἀπὸ τῶν

κλειστῶν ποτιζομένην ὑδάτων.