The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 522–523.
CTS identifier
urn:cts:greekLit:tlg2213.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

t1

{ΑΡΓΟΛΙΚΑ.}

1

Plutarch. De fluv. c. 18, 3: Εὑρίσκεται δ' ἐν

αὐτῷ (τῷ Ἰνάχῳ) καὶ λίθος βηρύλλῳ παρόμοιος· ὃν ἐὰν

κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνε-

ται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας

Ἥρας· καθὼς ἱστορεῖ <Τιμόθεος ἐν τοῖς Ἀργολι-

κοῖς.>

2

{Περὶ ποταμῶν}

Plutar-

ch. De fluv. c. 3, 1: Ἕβρος ποταμός ἐστι τῆς Θρᾴ-

κης, προσηγορίαν εἰληχὼς ἀπὸ τῆς συστροφῆς τῆς κα-

ταφορᾶς τοῦ ὕδατος. Κάσανδρος δὲ, ὁ βασιλεὺς τῶν

τόπων, γήμας Κροτωνίκην, ἐγέννησεν ἐξ αὐτῆς υἱὸν

Ἕβρον· ἀποταξάμενος δὲ τῇ συμβιώσει τῆς προτέρας

γυναικὸς, ἐπέγημε τῷ τέκνῳ Δαμασίππην τὴν Ἄτρα-

κος· ἥτις εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ προγόνου, λό-

γους αὐτῷ περὶ συνόδων ἀπέστειλεν. Ὁ δ' ὡς Ἐριννῦν

φυγὼν τὴν μητρυιὰν, προσηυκαίρει κυνηγίαις. Ἀποτυ-

χοῦσα δὲ τῆς προαιρέσεως ἡ ἀσελγὴς, κατεψεύσατο τοῦ

σώφρονος, ὡς βιάσασθαι αὐτὴν θελήσαντος. Κάσανδρος

δὲ τῷ ζήλῳ συμπεριενεχθεὶς, μεθ' ὁρμῆς ἐπὶ τὴν ὕλην

ἤχθη, καὶ σπασάμενος τὸ ξίφος, ἐδίωκε τὸν υἱὸν, ὡς

ἐπίβουλον τῶν πατρῴων γάμων. Ὁ δὲ υἱὸς περικατά-

ληπτος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ῥόμβον,

ὃς ἀπ' αὐτοῦ Ἕβρος μετωνομάσθη· καθὼς ἱστορεῖ Τι-

μόθεος ἐν ιαʹ Περὶ ποταμῶν.