The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, FHG 4: 463.
CTS identifier
urn:cts:greekLit:tlg2217.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

1

{ΑΡΚΑΔΙΚΑ.}

Athenaeus XIII: Οἶδα δὲ καὶ περὶ κάλ-

λους γυναικῶν ἀγῶνά ποτε διατεθέντα· περὶ οὗ ἱστορῶν

Νικίας ἐν τοῖς Ἀρκαδικοῖς διαθεῖναί φησιν αὐτὸν Κύψε-

λον, πόλιν κτίσαντα ἐν τῷ πεδίῳ περὶ τὸν Ἀλφειόν· εἰς

ἣν κατοικίσαντα Παρρασίων τινὰς, τέμενος καὶ βωμὸν

ἀναστῆσαι Δήμητρι Ἐλευσινίᾳ, ἧς ἐν τῇ ἑορτῇ καὶ τὸν

τοῦ κάλλους ἀγῶνα ἐπιτελέσαι· καὶ νικῆσαι πρῶτον αὐ-

τοῦ τὴν γυναῖκα Ἡροδίκην. Ἐπιτελεῖται δὲ καὶ μέχρι

νῦν ὁ ἀγὼν οὗτος· καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυ-

σοφόροι ὀνομάζονται.