Breviarium ab urbe condita
- Edition reference
- Breviarium ab urbe condita (Paeanii translatio), ed. S. P. Lampros, "Παιανίου μετάφρασις εἰς τὴν τοῦ Εὐτροπίου Ῥωμαϊκὴν ἱστορίαν," Νέος Ἑλληνομνήμων 9 (1912) 9–113.
- CTS identifier
urn:cts:greekLit:tlg2236.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
1
{ΠΑΙΑΝΙΟΥ}
{ΜΕΤΑΦΡΑΣΙΣ ΕΙΣ ΤΗΝ ΤΟΥ ΕΥΤΡΟΠΙΟΥ ΡΩΜΑΪΚΗΝ ΙΣΤΟΡΙΑΝ}
1
t
{ΒΙΒΛΙΟΝ Αʹ.}
1
Τῆς ῥωμαϊκῆς βασιλείας ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόν τε καὶ
ταπεινότερον. Τῇ δὲ κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προςθήκαις
κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν ἔτι μεῖζον οὔτε δυνατώτερον ἡ
μνήμη τῶν ἀνθρώπων φέρει. Ταύτης δὲ τὴν πρώτην κρηπῖδα κατεβά-
λετο Ῥωμύλος· ὃς ἐκ Ῥέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρ-
θένου, τῷ Ἄρεϊ συνελθούσης, ὡς ὁ πολὺς κατεῖχε λόγος, ἐκ διδύ-
μου γονῆς σὺν ἀδελφῷ Ῥέμῳ προῆλθεν εἰς φῶς. Οὗτος ὀκτωκαίδεκα
γεγονὼς ἔτη βίον τε ἔχων τοῖς ποιμαίνουσι συλλῃστεύειν ἐλάχιστόν τι
πολίχνιον ἐπὶ τοῦ ὄρους τοῦ Παλλαντίου κατεστήσατο πρώτῃ τοῦ
Μαΐου μηνὸς ἔτει τρίτῳ τῆς ἕκτης Ὀλυμπιάδος, τῆς δὲ Ἰλίου κατα-
στροφῆς κατὰ τοὺς τὸ πλεῖστόν τε καὶ ἐλάχιστον παραδεδωκότας ἔτει
τετάρτῳ καὶ ἐνενηκοστῷ καὶ τριακοσιοστῷ.
2
Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ Ῥώμην,
πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰςεδέξατο, ἔπειτα δὲ
προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος, τούτους ἐπέστησε τοῖς λοι-
ποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν
τῶν Ἰταλῶν φωνὴν, ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας· σύγ-
κλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον ἐκ τοῦ πρότερον μὲν τοὺς
βασιλεύοντας, μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν τε αὐτοὺς ἐπὶ
τὰς βουλὰς καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους. Ἀλλ' ἐπειδὴ τὸ πλῆθος,
αὐξηθὲν ἤδη, συνοίκων ἐστέρητο γυναικῶν, καὶ φόβος ἦν ἐπιλιπεῖν
τοὺς ἄνδρας, τέχνῃ δέδωκε διαδοχὴν τῷ γένει. Παρακαλέσας γὰρ ὡς
ἐπί τινα θέαν τὰ γειτνιῶντα τῶν ἐθνῶν, ἁρπαγὴν γενέσθαι παρε-
σκεύασε τῶν παρθένων· ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγά-
γοντο. Καὶ τὰς μὲν ἔσχον γαμετὰς ἁρπάσαντες· πόλεμον δὲ τὸ ἔργον
ἐκίνησεν. Οὗ συστάντος, ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνᾶται, Κρου-
στουμῖνοι, Σαβῖνοι, Φιδηνᾶται, Βέειοι. Συνοικίαι δὲ ἦσαν αὗται, καὶ
κατ' οἰκείαν ἀρχὴν ἑκάστη, καὶ μετὰ ταῦτα ἐπολίσθησαν, καὶ ταύταις
ἔτι καὶ νῦν ἡ Ῥώμη ταῖς πόλεσι περιεστεφάνωται. Τούτων δ' οὕτω
πραχθέντων, χειμὼν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν Ῥωμύλον ἐποίησεν·
ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς θεοὺς ἀνειλῆφθαι. Καθιερώ-
θη οὖν παρὰ τῶν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριά-
κοντα. Καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον
οἱ καλούμενοι σενάτωρες ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς, δι' ἡμερῶν
πέντε τῆς ἐπιτροπείας ἀντ' ἄλλων εἰς ἄλλους μεθισταμένης.
3
Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνερρήθη βασιλεύς. Οὗ-
τος πολέμου μὲν ἀπέσχετο παντὸς, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον ἢ Ῥωμύ-
λος ἐγένετο χρήσιμος. Νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη τε παρέδω-
κεν, ἀφ' ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι
ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο, ἱερά τε αὐτοῖς ἐτέλεσε ναούς τε
κατεσκεύασεν. Οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ
τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν.
4
Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. Ὑπὸ τού-
τῳ πάλιν ἡ περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. Νικῶνται γοῦν
Ἀλβανοὶ μάχῃ, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες σημείοις· μίλια κα-
λοῦσιν αὐτὰ Ῥωμαῖοι· τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσού-
τοις βήμασι συμμετρούμενοι τὸ σημεῖον. Εἶτ' ἐφεξῆς ἡττῶνται Βέειοι
καὶ οἱ ἀπὸ Φιδήνης, οἱ μὲν ἓξ χωριζόμενοι σημείοις, οἱ δὲ ὀκτωκαίδε-
κα. Μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε, τὸν Κέλλιον αὐ-
τῇ προςθεὶς λόφον. Ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν
ἀρχὴν κατασχὼν ἐνιαυτοὺς, κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῇ
βασιλικῇ στέγῃ.
5
Τέταρτος παρῆλθεν ἐπὶ τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος
ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. Οὗτος ἤρατο πόλεμον πρὸς Λα-
τίνους, καὶ τῇ πόλει συνῆψε τὸν Ἀβάντινον λόφον Ἰανίκουλόν τε, καὶ
πολίχνην ἐδείματο ἐπὶ θαλάσσῃ πρὸς ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς,
αἳ τῆς Ῥώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. Τετάρτῳ τε καὶ εἰ-
κοστῷ τῆς βασιλείας ἔτει νόσῳ διεφθάρη.
6
Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος.
Οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σω-
μάτων ἀριθμῷ, καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠκοδόμησε θεάτρων
τε ἐνεστήσατο τέρψιν, Ῥωμάνην καλέσας τὴν θέαν, ἥτις ἐξ ἐκείνου
καὶ εἰς τόδε τελεῖται, τὴν αὐτὴν ἔχουσα προςηγορίαν. Ἔτι δὲ Σαβί-
νους εἷλε μάχῃ, καὶ, πολλῆς αὐτοὺς ἀφελόμενος γῆς, προςεκύρωσε τῇ
Ῥώμῃ. Πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰςῆλθε. Τείχη τε
ἐδείματο καὶ τὰς ὑδρορρόας ἤγουν ἀμάρας, καὶ τῆς τοῦ Καπιτωλίου
κατασκευῆς ἤρξατο. Ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυ-
τοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παρ' οὗ τὴν βασιλείαν αὐτὸς
ἀνεδέξατο.
7
Ἕκτος δὲ ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισή-
μου γεγονὼς μητρὸς, ἢ καὶ αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχῃ.
Οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις ηὔξησε τὴν πόλιν, τῷ Κυ-
ριναλίῳ καὶ τῷ Βιμιναλίῳ καὶ τῷ Ἐσκυλίνῳ, τάφρους τε ὤρυξε πρὸ
τοῦ τείχους κύκλῳ καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν,
οὔπω παρ' οὐδενὶ τῶν ἐθνῶν ἐγνωσμέναις. Ἀπογραφέντες οὖν οἱ τὴν
Ῥώμην οἰκοῦντες ὑπ' αὐτῷ, συνήχθησαν εἰς ἀριθμὸν ὀγδοήκοντα
τριῶν χιλιάδων μετὰ τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. Τελευτὴν μέντοι
τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου· δηλοῖ δὲ
τοῦτο [τὸ] ἐπώνυμον ὑπερήφανον. Παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ
Πρίσκου, παρ' οὗ τὴν βασιλείαν ὁ σφαγεὶς οὗτος ἐδέξατο.
8
Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος,
ἕβδομός τε ὢν τῶν βασιλέων καὶ ὕστατος, καὶ νικᾷ μὲν Βολούσκους,
ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς Ῥώμης αἴρει δὲ ἐπὶ
τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις, ἔθετό τε μετὰ Τού-
σκων σπονδὰς ναόν τε ᾠκοδόμησεν ἐν τῷ καλουμένῳ Καπιτωλίῳ.
Μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημεί-
οις πόρρω τῆς Ῥώμης, τὴν ἀρχὴν ἀπέβαλεν. Ὁ γὰρ ὁμώνυμος αὐτοῦ
παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνῃ λόγος,
Ταρκυνίῳ Κολλατίνῳ συνοικοῦσαν, ἐβιάσατο. Τοῦτο δὲ ἐξήγγειλεν ἡ
Λουκρητία τῷ ἀνδρὶ καὶ τῷ πατρὶ, καὶ μηνύσασα τὸ πάθος, ἐν ὀφθαλ-
μοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. Ἐνταῦθα δὲ Βροῦτος, γένει προςήκων
τῷ Ταρκυνίῳ, τὸν δῆμον ἀθροίσας, ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρ-
κύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον ἢ τοῦ γένους. Τούτῳ δὲ
καὶ τοῦ δήμου τῷ δόγματι ἡ στρατιὰ συνηκολούθησε, μεθ' ἦς ἐπολιόρ-
κει τὴν Ἄρδεαν. Τετάρτῳ τε καὶ εἰκοστῷ ἔτει τῆς βασιλείας μετὰ
τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο. Οὕτως ὑπὸ
βασιλεῦσιν ἑπτὰ, τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ,
τὰ τῆς Ῥώμης διῳκήθη πράγματα. Μικρὰ δὲ ἦν ἔτι τὰ τῆς δυνάμεως
αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημεῖα ἐκτει-
νομένων.
9
Ἐντεῦθεν τὸ μὲν τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν
τῶν ὑπάτων ἀρχήν. Δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι, ὥςτε, κἂν ἕτερον
* φαῦλον εἶναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περαιουμένην,
ὥςτε μετριωτέραν εἶναι τὴν δυναστείαν. Ἀνάγκη γὰρ ἦν ἀρίστους εἶ-
ναι δημαγωγοὺς, εἰδότας ὡς μετὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων.
Γίνονται τοίνυν ὕπατοι τῷ πρώτῳ ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος
Ἰούνιος Βροῦτος ὁ τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος,
καὶ Ταρκύνιος Κολλατῖνος ὁ τῆς Λουκρητίας ἀνὴρ, ἦς ὑβρισθείσης
ἐπράχθη τὰ περὶ Ταρκύνιον. Ἀλλ' ὁ Κολλατῖνος εὐθὺς τῆς ἐξου-
σίας ἀφῃρέθη· ἔδοξε γὰρ μηδένα ἐπὶ τῆς Ῥώμης εἶναι Ταρκύνιον
ὀνομαζόμενον, καὶ τῆς οὐσίας προςαφαιρεθεὶς ἀπώσθη τῆς πόλεως,
ἀντικατέστη δὲ αὐτῷ Λούκιος Οὐαλέριος Πουβλικόλας.
10
Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν, ὁ τῆς βασιλείας ἀφαι-
ρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ Ῥώμῃ πόλεμον, καὶ συναγείρας ἔθνη
πολλὰ δι' ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. Ὡς δὲ τὸ πρᾶ-
γμα συνέμιξαν, ὁ μὲν Βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖ-
λον, οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν
ἐπ' οἴκου. Αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης
ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει καθάπερ πατέρα
κοινὸν ἐτίμησαν. Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον
κοινωνὸν ἑαυτῷ καὶ συνύπατον ἐχειροτόνησε τὸν πατέρα τῆς Λου-
κρητίας, τούτου δὲ ὑπεξελθόντος νόσῳ τὸν βίον, αὖθις Ὁράτιον Πούλ-
βιλλον συνῆψεν ἑαυτῷ πρὸς τὴν ὕπατον ἀρχήν. Ὁ γὰρ δὴ λειπόμε-
νος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας. Οὕτω δὴ συνέβη
τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους, Ταρκυνίου
μὲν Κολλατίνου διὰ τὴν προςηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πε-
σόντος ἐν τῇ μάχῃ, Λουκρητίου δὲ τὴν ἐκ τῆς ἀρρωστίας τελευτὴν
ὑπομείναντος.
11
Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκί-
νησεν ὅπλα κατὰ τῆς Ῥώμης ὑπὲρ τῆς βασιλείας, πρὸς συμμαχίαν
ἐπικαλεσάμενος τὸν Πορσήναν· οὗτος δὲ ἦν Τούσκων βασιλεύς· καὶ μι-
κροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν, ἡττηθεὶς δὲ ὅμως ἀπῆλθε. Καὶ
τρίτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ, ὡς εἶδεν αὐτῷ τὰ περὶ τῆς βασι-
λείας οὐ χωροῦντα κατὰ νοῦν· ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπε-
ποίητο πρὸς Ῥωμαίους· ἐν Τουσκώλῳ πολιχνίῳ τῆς Ῥώμης οὐ πόρ-
ρῳ, καταπλαγεὶς τὸν Μούκιον ἐπιβάλλοντα τῇ φλογὶ τὴν δεξιὰν εἰ-
κόνα τε γενόμενον ἀνδρείας τε καὶ καρτερίας τῆς Ῥωμαίων, μετα-
στὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις τεσσαρεςκαίδεκα διετέλεσεν
ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε. Τετάρτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει
Σαβῖνοι Ῥωμαίοις ἐπήγαγον πόλεμον. Ἡττηθέντων δὲ αὐτῶν παν-
στρατὶ, οἱ Ῥωμαῖοι τὴν νίκην ἐθριάμβευσαν. Ἔτει πέμπτῳ Οὐαλέ-
ριος ὁ Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν, τὸ
κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτῃ πενίᾳ καὶ ἀπορίᾳ τῶν ἀναγκαίων,
ὥςτε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. Καὶ τοῦ-
τον δὲ αἱ γυναῖκες ὥςπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπέν-
θησαν.
12
Ἐνάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει ὁ τοῦ βασιλεύοντος Ταρ-
κυνίου Σουπέρβου γαμβρὸς τιμωρῆσαι τῷ κηδεστῇ βουληθεὶς, παμ-
μεγέθη στρατιὰν συνέλεξε. Τότε τοίνυν προςεπενοήθη τε καὶ ᾑρέθη
κατὰ τὴν Ῥώμην ἀρχή· δικτατοῦραν αὐτὴν ἐκάλουν ἐπιχωρίως,
σημαίνει δὲ ἀναγόρευσιν ἡ φωνὴ ἢ διὰ τὸ λέγειν μὲν τὸν δῆμον, οὐ
ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν ὑπάτων, τῷ ῥήματι δὲ ἀκολουθεῖν τὴν
ἐξουσίαν. Αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης ὑπατείας ἦν, ἓξ
μησὶ δὲ παρετείνετο μόνοις. Τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι
κατὰ τὸν χρόνον ὅσον ὑπερέβαινε τῷ μεγέθει. Κατὰ δὲ τὸν αὐτὸν
τοῦτον χρόνον καὶ ἄρχων ἱππέων ἀνεδείχθη· ἀκολουθεῖ δὲ καὶ αὐτὸς
τῷ δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός. Συνελόντι δὲ εἰπεῖν
οὐδεμία τῶν ἐπὶ τῆς Ῥώμης ἀρχῶν ὡς ἡ δικτατοῦρα τῇ νῦν βασι-
λείᾳ προςεῴκει. Μετὰ ταύτης γοῦν, μᾶλλον δὲ ὑπὸ ταύτῃ τῇ προςη-
γορίᾳ καὶ Αὔγουστος Ὀκταβιανὸς, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν,
καὶ πρὸ ἐκείνου Γάϊος Καῖσαρ κατὰ μικρὸν τὴν μὲν πολιτείαν κατα-
λύοντες, ἁρπάζοντες δὲ τὴν βασιλείαν διέλαθον. Πρῶτος οὖν ἐγένετο
δικτάτωρ Λάρκιος, μάγιστρος δὲ τῶν ἱππέων πρῶτος Σπούριος Κά-
σιος.
13
Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις
ἐπέπεσε τῷ δήμῳ τῶν Ῥωμαίων ἀγανακτοῦντι καὶ δεινὰ πάσχοντι
ὑπό τε τῆς συγκλήτου καὶ τῶν ὑπάτων. Καὶ οὐ πρότερον ἐπέσχεν
οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ κατέστησεν ἄρχοντας οἰκείους
καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τρι-
βούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. Ἐπίστευε δὲ ὁ δῆμος διὰ
τούτων ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων
ἐξουσίαν ὑπάρξειν.
14
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Βολοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο,
καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριό-
λους ἀπώλεσαν, τῶν νικησάντων γενομένην.
15
Ὀκτωκαιδεκάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος,
ὁ τοῦ πολέμου τοῦ κατὰ Βολούσκων στρατηγὸς ὁ καὶ τὴν πόλιν.
αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην, προςεχώρησε
τοῖς Βολούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθὼν, καὶ πολὺ συνήγαγε
συμμαχικὸν, καὶ πολλάκις ἐνίκησε πολέμῳ τοὺς οἰκείους. Καὶ πλη-
σίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων, ὡς αὐτίκα πο-
λιορκήσων· πρεσβευσαμένων δὲ τῶν Ῥωμαίων, οὐ πρότερον ἔφη τῆς
ὀργῆς λήξειν ἢ τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν
Βουλουμνίαν πρὸς αὐτὸν ἐλθεῖν. Γίνεται δὴ τοῦτο, καὶ τοῖς ὀδυρμοῖς
τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν. Καὶ δεύτερος οὗ-
τος μετὰ τὸν βασιλέα Ταρκύνιον ὅπλα κατὰ τῆς πατρίδος ἐκίνησεν.
16
Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων, τριακόσιοι
τῆς Ῥώμης ἄνδρες ἐπιφανεῖς, ἐκ τῆς Φαβίου καταγόμενοι συγγε-
νείας, αὐτοὶ καθ' ἑαυτοὺς κατὰ τῶν Βεεγέντων ἐξεστράτευσαν, ὑπο-
σχόμενοι καὶ τῷ δήμῳ καὶ τῇ συγκλήτῳ τὸν πάντα κατορθώσειν πό-
λεμον. Οὗτοι δὲ πάντες, ἀξιόχρεως ἕκαστος μεγάλης ἡγεμὼν εἶναι
στρατιᾶς, πανωλεθρίᾳ διεφθάρησαν. Ἐκ τοσούτου δὲ τοῦ Φαβίου γέ-
νους εἷς ὑπελείφθη μόνος, ὃς οὐχ οἷός τε ἐγένετο διὰ τὴν νεότητα
παραγενέσθαι τῇ μάχῃ. Μετὰ ταῦτα γίνεται τῶν σωμάτων πάλιν ἀπο-
γραφὴ κατὰ τὴν πόλιν, καὶ συνηριθμήθη πλῆθος ἀνδρῶν ἑκατὸν δέκα
καὶ ἑπτὰ χιλιάδες καὶ τριακόσιοι καὶ δέκα καὶ ἐννέα.
17
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος, δωδεκάτῳ τῆς
πόλεως σημείῳ, ἐνεδρευθεὶς ὁ ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. Χει-
ροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κιγκιννάτος· ἐν γὰρ ταῖς
μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. Ἀγρὸν δὲ ἔχων
ὁ Κιγκιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν, ἐφεστηκώς τε ἀρό-
τρῳ, παρέλαβε τὴν ἐξουσίαν, καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας
μεταβαλὼν ἐνέδυ τὸ σχῆμα τραβέαν· τόγαν αὐτὴν ὀνομάζουσιν· ἐκ
τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φᾶρος· καὶ τοὺς πο-
λεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.
18
Τριακοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνι-
αυτῷ τὸ τῶν ὑπάτων μετεβάλετο εἰς ἑτέραν ἀρχήν. Ἀντὶ γὰρ τῶν
ὑπάτων δέκα κατέστησαν, οἷς [ἡ] πᾶσα τῆς πόλεως ἐπετράπη διοί-
κησις. Ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. Ὀρθῶς δὲ διαγενόμενοι κατὰ
τὸ πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἶς ἐκ
τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ
τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημέ-
νος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν· ἀλλ' ὁ πατὴρ αὐτὴν πρὸ τῆς
ὕβρεως ἀνεῖλε. Τοῦτο συνεκίνησε τὸν στρατὸν, καὶ τοὺς δέκα τιμω-
ρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.
19
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Φιδηνᾶται πρὸς τὴν Ῥώμην ἤραντο πό-
λεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Το-
λουμνίῳ. Βέειοι δὲ καὶ Φιδηνᾶται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται,
τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνᾶται μὲν ἓξ κεχωρισμένοι ση-
μείοις, Βέειοι δὲ ὀκτωκαίδεκα. Συνεπῆλθον δὲ καὶ Βολοῦσκοι. Τότε
τοίνυν Μάμερκος Αἰμίλιος, δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρ-
χοντα τῶν ἱππέων Λούκιον Κυίντιον Κιγκιννάτον, τόν τε πόλεμον ἔλυ-
σε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε, Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ
κατεσκάφη.
20
Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν
ἐκίνησαν τὸν πόλεμον· καὶ χειροτονεῖται κατ' αὐτῶν δικτάτωρ Φού-
ριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε, μετὰ ταῦτα
δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰτα-
λίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. Μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πό-
λιν οὐχ ἥττω τῆς προτέρας· ἀλλ' ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ
τῆς εὐημερίας. Αἰτίαν δ' ἔσχεν ὡς οὐ προςηκόντως διέλοι τῇ στρα-
τιᾷ τὰ τοῦ πολέμου λάφυρα, κατεκρίθη τε καὶ ἀπεώσθη τῆς Ῥώμης.
Κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώ-
μην, καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν
Ἄλλιον ποταμὸν, ἐπεξῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντά-
ραντος, μέχρι τῆς πόλεως αὐτῆς. Καταφεύγοντες δὲ εἰς τὸ Καπιτώ-
λιον, ἐκεῖ συνέσωζον ἑαυτούς. Λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτοὺς,
ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος, ἐκτὸς τῆς πόλεως ἐκ τῆς
τῆς εἰρημένης κρίσεως διάγων. Καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ
συμπλοκῇ· ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεως, ὠνήσαντο Ῥωμαῖοι
τὴν ἀναχώρησιν αὐτοῦ χρυσίῳ. Τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κά-
μιλλος· παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ, αὐτήν
τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον, καὶ τὰ σημεῖα τὰ στρα-
τιωτικὰ, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν Ῥωμαίων ἀφῃρη-
μένοι· σίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοι· πάντα ἀναλαβὼν, τρίτον ἐν τῇ
πατρίδι θρίαμβον ἐθριάμβευσεν, ἐπεκλήθη τε δεύτερος Ῥωμύλος, ὡς
οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.
2
t
{ΒΙΒΛΙΟΝ Βʹ}
1
Ἔτει τριακοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ῥώμης
συνοικισμὸν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἄλωσιν ἐνηλ-
λάγησαν αἱ δυναστεῖαι. Ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο
στρατιωτικοὶ, τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. Ἐντεῦθεν καὶ τὰ
τῆς Ῥώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν,
ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς
Ῥώμης πολέμου, αὐτήν τε εἷλε τὴν Βολούσκων ὡς καὶ πόλιν ἑτέραν
Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην, πάσας τε αὐτὰς ὑφ' ἑαυτὸν ποιη-
σάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος, τρεῖς ἐπὶ τοῖς τρισὶν
ἔθνεσιν ἐπετέλεσε θριάμβους.
2
Καὶ Τίτος δὲ Κυίντιος Κιγκιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν
προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ
διώξας, νίκην τε ἤρατο κατ' αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ
προςένειμε, καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους, παραδόντας ἑαυτοὺς,
ἐκτήσατο· πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσε ταῖς πάσαις
ἡμέραις, καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.
3
Ἀλλ' οὐκ ἐπὶ πολὺ τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία·
μικρῷ γὰρ ὕστερον κατελύθη, καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη
διετέλεσεν, εἰ καὶ τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν
κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν. Ἀλλ'
οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήθησαν· ἐπανῆλθε γὰρ πρὸς τοὺς
ὑπάτους ἡ ἐξουσία.
4
Λουκίου τοίνυν Γενουκίου καὶ Κυιντίου Σερβιλίου γενομένων
ὑπάτων, τελευτᾷ Κάμιλλος, τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύ-
λον ἐψηφίσθησαν.
5
Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων, στρατοπε-
δευσαμένων δὲ ἀντιπέραν τοῦ Ἀνιήνου ποταμοῦ, Τίτος Κυίντιος δι-
κτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. Ἀλλ' ἔλυσε τὴν μά-
χην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ' ἀνὴρ νεανίας Μανί-
λιος. Ὑφ' ἑνὸς γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖ-
νόν τε καθεῖλε καὶ τῷ πολέμῳ τέλος ἔδωκε, τὸν στρεπτόν τε, ᾧ
κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς, ἐκ τούτου Τορ-
κουάτος αὐτός τε προςηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες, μηνύοντες
τῇ προςηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου κόσμον· τόρκυς γὰρ ἐπιχωρίως
ὁ στρεπτὸς καλεῖται. Τότε μὲν οὖν φυγῇ παρέδοσαν ἑαυτούς· μετὰ
δὲ ταῦτα καὶ κατεπολεμήθησαν ὑπὸ τοῦ δικτάτωρος Σουλπικίου. Καὶ
Τοῦσκοι δὲ ὑπὸ Γαΐου Μαρκίου συνεκόπησαν. Ὡς ὀκτὼ δὲ χιλιάδας
αἰχμαλώτων τῷ θριάμβῳ ποιήσας πλῆθος ὁ νικήσας ἐθριάμβευσε.
6
Μετὰ τοῦτο γίνεται τῶν Ῥωμαίων ἀπογραφὴ, καὶ τῶν Λατί-
νων τῶν ὑπὸ Ῥωμαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρα-
τιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν Ῥωμαίων πολιτῶν * συλλεγῆναι
τὸ στράτευμα. Δέκα δὲ ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ
τὴν αὐτῶν καλούμεναι φωνὴν, ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς·
λέγερε γὰρ παρ' αὐτοῖς τὸ ἐπιλέξασθαι λέγεται. Αἱ δέκα δὲ αὗται λε-
γεῶνες ἑξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς ἑξακιςχιλίους
τελεῖν. Καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς, οὔπω τῶν ῥωμαϊκῶν
πραγμάτων εἰς τὸ πᾶν ἐπιδεδωκότων. Τοσαύτη τῶν στρατιωτικῶν ἦν
ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία. Τοῦτο δὴ τὸ στράτευμα τῶν πο-
λιτῶν ἐξάραν ἐπὶ τοὺς Γάλλους ἐχώρησεν, ἡγουμένου τῆς στρατιᾶς
Φουρίου. Ἀλλά τις ἐκ τοῦ Γάλλων στρατεύματος, πρὶν ἢ συμμῖξαι τὰ
πλήθη, ἐκ προκλήσεως τὸν ἄριστον τῶν Ῥωμαίων εἰς μονομαχίαν
ἐκάλει. Τότε τοίνυν ἐθελοντὴς ἐξανέστη Μάρκος Οὐαλέριος ἐν τοῖς
ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος, καὶ σκευασάμενος ἐπῆλθεν. Ὁρ-
μῶντι δὲ αὐτῷ κατὰ τοῦ πολεμίου κόραξ ἐπιστὰς κατὰ τὸν δεξιὸν
ἔστη βραχίονα. Καὶ μετὰ τοῦτο οἱ μὲν ἄνδρες συνέμιξαν· ὁ δὲ κόραξ
τοῖς τε ὄνυξι καὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα, κωλύων
εὐθὺ τῷ πολεμοῦντι προςβλέπειν. Καὶ οὕτω πίπτει μὲν ὁ Γάλλος, τῷ
Οὐαλερίῳ δὲ ὁ τῆς νίκης τρόπος δέδωκε τὴν προςηγορίαν. Κορβῖνος
γὰρ ὠνομάσθη, τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζο-
μένου φωνήν. Καὶ οὐδὲ μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη· ἀλλὰ
τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν ἐκλήθη.
7
Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ
τινος μελέτης ἐπὶ μεῖζον ἐχώρησαν. Ἔφασκον γὰρ τὸν ἕτερον τῶν
ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι. Τῶν Ῥωμαίων δὲ οὐ
συνθεμένων, ἀνήφθη πόλεμος μέγιστος εἴπερ τις ἄλλος· καὶ τοῦτον μὲν
ἡττήθησαν οἱ Λατῖνοι, καὶ θρίαμβον ἔσχεν ἡ νίκη. Τοῖς ὑπάτοις δὲ ὡς
ὑπὲρ ἔργου μεγάλου κατά τι χωρίον, ὃ Ῥῶστρα καλοῦσιν, ἀνδριάν-
τας ἀνέστησαν. Τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν
ὑπάτων τε καὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας· ἐκεῖθεν γὰρ ἐν
ταῖς καταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμῳ. Κατὰ δὲ τὸν
αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου συνῳ-
κίσθη, καὶ ταύτην ἐδέξατο τὴν προςηγορίαν ἡ τῆς Αἰγύπτου πάσης
μήτηρ.
8
Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη Ῥωμαίοις καὶ πρὸς
ἄκρον ἀφίκοντο δυναστείας. Ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πό-
λεμοι συνεκροτοῦντο. Ἐπὶ Σαμνίτας γοῦν, τριακοσίοις ἀπῳκισμένους
σημείοις, τὴν στρατιὰν ἐκίνησαν, ἦς ἀφηγεῖτο Παπίριος Κούρσωρ, τὴν
τῆς δικτατωρίας ἔχων ἐξουσίαν. Χρείας δὲ αὐτὸν ἐπὶ τὴν Ῥώμην κα-
λούσης, τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον· ἠκολούθει δὲ αὕτη,
καθάπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἡ δυναστεία τῷ δικτάτωρι· κατ-
έλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ, προαγορεύσας μὴ συμμῖξαι μήτε
εἰς χεῖρας ἐλθεῖν, πρὶν ἂν ἐκ τῆς Ῥώμης ἐπανήκῃ. Λαβόμενος δὲ
ὁ Φάβιος καιροῦ καὶ μικρὰ φροντίσας τῶν τοῦ δικτάτωρος ἐντολῶν,
ἐμαχέσατο μὲν μετὰ λαμπρᾶς τῆς τύχης, καὶ τοὺς Σαμνίτας ἀπώλεσε
πανστρατιᾷ· ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ δικτάτωρ αὐτῷ θανάτου·
διεσώθη δὲ τῇ τε τοῦ στρατεύματος περὶ αὐτὸν σχέσει καὶ τῇ τοῦ
δήμου σπουδῇ, τοσαύτη τε ἐκινήθη κατὰ τοῦ Παπιρίου στάσις, ὡς
παρὰ μικρὸν ἐλθεῖν αὐτὸν θανάτου.
9
Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους, ὑπατευόντων Τίτου
Βετουρίου καὶ Σπουρίου Ποστουμίου, μετὰ πολλῆς κατεπολέμησαν
τῆς αἰσχύνης, καὶ κύριοι καταστάντες αὐτῶν, ἔθεντο σπονδὰς τοῖς
ἡττημένοις ἀπρεπεῖς. Ἀλλ' ἡ σύγκλητος καὶ ὁ δῆμος τὰς μὲν σπον-
δὰς παρεσάλευσαν ὡς ἐν δυςπραγίᾳ γεγενημένας, ἀνέλαβον δὲ τὴν
μάχην, καὶ οἱ πρότερον νενικηκότες ἡττήθησαν, Παπιρίου τοῦ ὑπάτου
τῇ μάχῃ στρατηγοῦντος. Πεσόντων δὲ τῶν πλειόνων, ἑπτὰ χιλιάδες
ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενικηκόσιν ἐγένοντο, καὶ πρῶτος οὗτος
κατὰ Σαμνιτῶν ἐδόθη τῷ Παπιρίῳ θρίαμβος. Κατὰ δὲ τὸν αὐτὸν
τοῦτον χρόνον Ἄππιος Κλαύδιος κήνσωρ αἱρεῖται, ἤγουν τιμητής·
ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων, καὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν
διερευνᾶσθαί τε καὶ κρίνειν βίους, τιμωρίας τε κατὰ πάσης ἠδύνατο
δυναστείας, καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας. Κύριοι δὲ
ἦσαν οἱ κήνσωρες καὶ ἔργοις καινοῖς κατακοσμεῖν τὴν πόλιν. Ὁ
Κλαύδιος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν Ῥώμην, ἥτις αὐτῷ μέχρι
νῦν ἐπονομάζεται Κλαυδία, ὁδόν τε ἐστόρεσεν, ἥτις ἐπεκλήθη καὶ
αὐτὴ τῷ πεποιηκότι, Ἀππία προςαγορευθεῖσα. Οὕτως ἡ μέντοι ἐπώ-
νυμον ἔσχε τοῦ πεποιηκότος, ἡ δὲ αὐτὸ τοὔνομα. Τούτων ὧδε πε-
πραγμένων, Σαμνῖται τὴν μάχην ἀνενεώσαντο, Κύντου Φαβίου Μα-
ξίμου τὴν ὑπατείαν ἔχοντος· παῖς δὲ ἦν οὗτος τοῦ μικροῦ πρόσθεν εἰ-
ρημένου Φαβίου Μαξίμου. Οὗτος ἡττᾶται τὴν μάχην καὶ τριςχιλίους
ἀποβάλλει τῶν μαχιμωτάτων. Ληγάτος δὲ αὐτῷ χειροτονηθεὶς ὁ πα-
τὴρ Φάβιος ἐνίκησέ τε τοὺς Σαμνίτας καὶ πολλὰς αὐτῶν πόλεις εἷ-
λεν. Ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος
Ῥουφῖνος καὶ Μάρκος Κούριος Δεντάτος· καὶ συνάψαντες πρὸς τοὺς
Σαμνίτας πόλεμον πολλαῖς τε μάχαις λαμπροὶ ὑπερέσχον καὶ παντά-
πασιν αὐτοὺς ἐκπολιορκήσαντες δι' ἐτῶν ἐννέα καὶ τεσσαράκοντα τέ-
λος ἔδοσαν τῷ πολέμῳ. Ὡς ἔπος δὲ εἰπεῖν, οὐδὲν τῶν ἐντὸς τῆς Ἰτα-
λίας ἐθνῶν οὕτω τὰς ῥωμαϊκὰς δυνάμεις κατειργάσατο.
10
Πολλοῖς τε ὕστερον ἐνιαυτοῖς πλῆθος Γάλλων ἀξιομάχητον
Τούσκοις τε καὶ Σαμνίταις κατὰ τῆς Ῥώμης ἐκοινώνησαν, καὶ τὸν
δρόμον ἐπ' αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου
τοῦ ὑπάτου πανωλεθρίᾳ διεφθάρησαν.
11
Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις, ἐν ὑστάτῳ τῆς Ἰτα-
λίας πάσης κειμένοις, ἐπήχθη παρὰ Ῥωμαίων πόλεμος. Αἰτία δὲ ἦν
τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου
κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης τετολμημένη. Ἀκμαζόντων δὲ
τῶν κατὰ τὴν μάχην, Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι,
γένος μὲν τῶν ἀπ' Ἀχιλλέως, βασιλεύοντα δὲ τῶν Ἠπείρων. Κατα-
λαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος, καὶ τοῦτον πρῶτον πόλεμον
ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν. Ἐπὶ
τούτων ὕπατος ἐχειροτονήθη Πούβλιος Οὐαλέριος Λεουιανός. Οὗτος,
τοῦ Πύρρου κατασκόπους ἑλὼν, προςέταξεν ἅπαν αὐτοῦ ἐπιδειχθῆναι
τὸ στρατόπεδον, εἶτα ἀφεθῆναι καὶ τῷ Πύρρῳ γενέσθαι μηνυτὰς ὧν
ἐθεάσαντο. Μετὰ ταῦτα γίνεται μάχη, καὶ, τραπέντος τοῦ Πύρρου,
μεταβολὴν ἔσχε διὰ τοὺς ἐλέφαντας ἡ τοῦ πολέμου τύχη. Ἀγνῶτες
γὰρ ὄντες τούτων οἱ Ῥωμαῖοι τῶν θηρίων καὶ τῶν ἵππων πρὸς τὴν
ἀθρόαν ὄψιν ἐκπλαγέντων, φοβηθέντες ἔσχον ἔλαττον. Κακῶς δὴ τῶν
ῥωμαϊκῶν ἐκ τούτου διακειμένων, ἡ νὺξ ἔδωκε τῇ συμπλοκῇ τέλος·
ᾗ χρησάμενος ὁ Λεουιανὸς ὑπεχώρησε. Κατὰ δὴ ταύτην τὴν μά-
χην χιλίους ὀκτακοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλε καὶ τῶν μεγί-
στων αὐτοὺς ἠξίωσε τιμῶν· τοὺς δὲ πεσόντας ἐξ αὐτῶν τῶν Ῥωμαίων
ταφῇ παραδέδωκεν. Ἰδὼν δὲ αὐτοὺς καὶ ἐν νεκροῖς τοῖς σώμασιν
φοβεροὺς πάντων τε τὰς πληγὰς ἐμπροσθίους, τὰς χεῖρας εἰς τὸν οὐ-
ρανὸν ἀνασχὼν, ἔφη πάσης ἂν κρατῆσαι τῆς γῆς, εἰ τοιούτοις αὐτῷ
χρῆσθαι στρατιώταις ἐξεγένετο.
12
Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ
Λουκανοὶ καὶ Βρούττιοι· καὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώ-
μην πᾶν τε τὸ προςτυχὸν ἢ πυρὸς ἦν ἔργον ἢ σιδήρου. Καὶ τὴν μὲν
Καμπανίαν ἐξεπολιόρκησαν, ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον, τῆς πόλεως
ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν. Φοβηθεὶς δὲ ὁ Πύρρος τὸν ὕπα-
τον καὶ τὴν σὺν αὐτῷ στρατιὰν, ὄπισθεν αὐτῷ κατακολουθήσασαν,
εἰς τὴν Καμπανίαν ὑπεχώρησε. Καὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις
Ῥωμαίων, ἐξωνήσασθαι βουλόμενοι τοὺς αἰχμαλώτους. Τούτους διὰ
πάσης αἰδοῦς καὶ τιμῆς ἐποιήσατο, εἶδέ τε ὡς ἔνι μάλιστα φιλοφρό-
νως· τὰ λύτρα τε ἀπωσάμενος, προῖκα τοὺς αἰχμαλώτους ἀπέπεμψεν.
Ἕνα δὲ ἐκ τῶν πρέσβεων Φαβρίκιον οὕτως ἠγάσθη καὶ ἐθαύμασεν,
ὥςτε, ἐπειδὴ πενίᾳ συζῆν αὐτὸν ἔγνω, τοὺς θησαυροὺς ἐπιδείξας, τὸ
τέταρτον αὐτῷ προὔθηκεν αὐτῶν τε καὶ τῆς ἀρχῆς, εἰ τὴν πρὸς
αὐτὸν ἕλοιτο συνουσίαν καὶ μετὰ τῶν πολιτῶν αὑτὸν προςθείη. Κατα-
φρονηθείσης δὲ τῆς ὑποσχέσεως, ηὐξήθη τῷ Πύρρῳ τὸ περὶ τὴν Ῥώ-
μην τε καὶ τοὺς ἐξ αὐτῆς θαῦμα, καὶ πρέσβεις ὁ νενικηκὼς πέμπει
παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑκατέροις. Τῆς δὲ
πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανῆς Κινέας. Τῶν σπονδῶν δὲ μέρος ἦν
καὶ τόδε, τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεκτο τὸν Πύρρον, ἢ πολιορκη-
θὲν ἢ ἑκούσιον, τῆς αὐτοῦ δεσποτείας εἶναι.
13
Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ Ῥωμαῖοι· ἀπεκρίναντο
δὲ τοῖς πρέσβεσι σπονδὰς οὐδαμῶς ἔσεσθαι Πύρρῳ τε καὶ αὐτοῖς, εἰ
μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε μέγα τε μηδὲν ἡγεῖσθαι σφᾶς
παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους. Τοῦτο δὲ εἶναι
σημεῖον, τὸ τοὺς ἀφεθέντας ἀτίμους εἶναι παρ' αὐτοῖς ὡς ἀναξίους
τῆς ῥωμαϊκῆς πολιτείας δι' ἄλλο μὲν οὐδὲν, ὅτι δὲ πολεμοῦντες λη-
φθεῖεν, λύσιν τε αὐτοῖς οὐκ ἔσεσθαι τοῦ κακοῦ πρὶν ἂν τῶν διεγνω-
σμένων ἀνδρῶν ἐκ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα κομί-
σειεν. Οὕτω μὲν οὖν ἐπανῆλθεν ἄπρακτος ἡ πρεσβεία. Πυνθανομένῳ
δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων, οἵαν εὕροιεν τὴν πόλιν, φασὶ τὸν
Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωρακέναι, τούτῳ δηλοῦντα ὡς οἱ
τῆς πόλεως ἔνοικοι πάντες τοιοῦτοι τυγχάνουσιν οἷος αὐτὸς ὁ Πύρ-
ρος κατὰ τὴν Ἤπειρον καὶ τὴν Ἑλλάδα πᾶσαν ὑπείληπται. Ἐντεῦ-
θεν ἐκστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ' ἡγεμόσιν ὑπάτοις Που-
βλίῳ Σουλπικίῳ καὶ Δεκίῳ. Καὶ γενομένης μάχης τιτρώσκεται Πύρ-
ρος καὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον, πίπτουσί τε τῶν μετὰ
Πύρρου χιλιάδες εἴκοσι, Ῥωμαίων δὲ πεντακιςχίλιοι μόνοι. Φεύγει
τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα.
14
Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην, Φαβρίκιος
αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βα-
σιλείας ἦν ὑπεσχημένος. Στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον
αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην. Μιᾷ δὲ τῶν νυκτῶν
ἰατρός τις τῷ Πύρρῳ συνὼν προςφεύγει τῷ Φαβρικίῳ, ὑπισχνιούμενος
φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρ-
πὸς γένοιτο. Τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ, ση-
μάνας ὡς οὐκ ἔστι Ῥωμαίων δόλῳ τοὺς ἐχθροὺς, ἀλλ' ὅπλοις ἀναι-
ρεῖν. Τότε τὸν Φαβρίκιον ὑπεραγασθεὶς ὁ Πύρρος Οὗτός ἐστιν, ἔφη,
Φαβρίκιος, ὃν οὐκ ἔστιν ἀφελκυσθῆναι τοῦ πρέποντος, ὥςπερ οὐδὲ
τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. Καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπε-
χώρησεν. Φαβρίκιός τε, Λουκανούς τε καὶ Σαμνίτας ἑλὼν, ὑπὲρ τῆς
νίκης ἐθριάμβευσε. Δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεν-
τάτος καὶ Κορνήλιος Λέντουλος· εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρα-
τεύουσιν. Ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην· καὶ τὸ μὲν
στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας
ὑπεδέξατο φεύγοντα, καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ
Κούριος ἐγκρατής. Ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἴκοσι τρεῖς
ἦσαν χιλιάδες. Οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον ἐπιση-
μότατός τε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε
πρῶτον ἐν τῇ Ῥώμῃ φανέντων. Τούτων οὕτω πραχθέντων καὶ τὴν
Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν, ἔνθα τὸ τέ-
λος τοῦ βίου ἐδέξατο, πεσὼν ἐν πολέμῳ.
15
Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανί-
νας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ
τῆς Ῥώμης ἔτει. Κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλε-
ξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν
Ῥώμην, αἰτούμενοι παρ' αὐτῶν εἰρήνην τε καὶ φιλίαν.
16
Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου
Φαβίου Πίκτωρος, Πικένται πόλεμον ἐκίνησαν. Χρόνου δὲ διελθόντος
οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου
Κλαυδίου κατεπολεμήθησαν ὡς καὶ θριάμβῳ γενέσθαι χώραν. Τότε
δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν, Ἀρίμινός τε ἐν Γάλ-
λοις καὶ Βενεβενδὸς ἐν Σαμνίῳ.
17
Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβω-
νος ἐλθόντων ἐπὶ τὴν ἀρχὴν, κατὰ Σαλλεντίνων ἐδογματίσθη πόλε-
μος. Ἡττήθησαν δὲ, καὶ τῆς πόλεως ἐξέπεσον τῆς ἑαυτῶν, καὶ μετὰ
τούτων Βρουνδισηνοὶ, καθ' ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.
18
Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ [καὶ ἑβδόμῳ] τῆς πό-
λεως ἐπὶ πολὺ λοιπὸν ἧν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης
ὄνομα. Οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος.
Τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆθος, ἀπογραφὴν
ἐποιήσαντο, καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες
καὶ διςχίλιοι διακόσιοι τριάκοντα τέσσαρες, καίτοι παρὰ πάντα τὸν
ἔμπροσθεν χρόνον οὐδὲ μιᾶς γενομένης ἀνακωχῆς πολέμου. Ἐν
ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κι-
νεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον
ἐχόντων ἀρχήν. Γίνεται τοίνυν ἐκ τῆς Σικελίας συμπλοκὴ, καὶ νι-
κήσας ὁ Κλαύδιος Ἄφρους τε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα
καθ' ἑκατέρων ἐθριάμβευσε.
19
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κρά-
σος ὕπατοι μεγάλα κατὰ τὴν Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ
καὶ Κατάνην καὶ πεντήκοντα πρὸς τούτοις ἑτέρας πόλεις τῇ ῥω-
μαϊκῇ συνῆψαν ἀρχῇ. Τρίτῳ δὲ ἔτει τοῦ πρὸς Ἄφρους πολέμου,
παρασκευῆς ἐπὶ τὸν βασιλέα γενομένης Ἱέρωνα, φθάνει τὴν μάχην
Ἱέρων καὶ μετὰ τῆς συγκλήτου τῆς ἐκ Συρακουσίων αἰτεῖ παρὰ τῶν
Ῥωμαίων εἰρήνην ἐπὶ διακοσίοις ἀργυρίου ταλάντοις καὶ λαμβάνει.
Τρέπεται τοίνυν ἡ παρασκευὴ ἐπὶ τοὺς Ἄφρους, καὶ ἡττῶνται, καὶ
θριαμβεύει κατ' αὐτῶν ὁ νενικηκώς.
20
Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου
Δουελλίου καὶ Γναίου Κορνηλίου Ἀσιανοῦ καθεστηκότων ὑπάτων,
ἐναυμάχησαν Ῥωμαῖοι, τοῦτο πρῶτον ἐν θαλάττη πολεμοῦντες· ναυσί
τε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥῶστρα ἀπὸ τοῦ τὰς
πρῴρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη. Λιβύρνας δὲ ἡ συν-
ήθεια προςαγορεύει. Κατὰ ταύτην δὴ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ
τοῖς πολεμίοις ἐγένετο Κορνήλιος· κρατῶν γὰρ τοῖς ὅπλοις, δόλῳ
τῶν Ἄφρων, ὡςανεὶ σπονδὰς αἰτούντων, τῆς αὐτῶν ἐπιβὰς τριήρους
συνελήφθη τε καὶ δεθεὶς ἀπήχθη. Δουέλλιος δὲ, ἐπεξελθὼν τῇ μάχῃ,
νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε καὶ τριάκοντα ναῦς αἱρεῖ,
δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας· ἑπτὰ δὲ χιλιάδας αἰχμα-
λώτων ὑφ' ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας, σιδήρῳ
τε καὶ τοῖς ὕδασι νίκην κατεπράξαντο Ῥωμαῖοι, ἧς ἄλλην οὐχ ἡγή-
σαντο λαμπροτέραν οὐδ' αὖ χαριεστέραν, ἐπειδήπερ, ὡμολογημένου
τοῦ κατὰ γῆν κράτους, κρείττους καὶ κατὰ θάλασσαν ὤφθησαν, ἐν ᾧ
πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο. Γαΐου δὲ Ἀκκυλίου Φλώρου
καὶ Λουκίου Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν, Κορσίκη καὶ
Σαρδὼ, πάντα τρόπον πολιορκηθεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆθος
ἀνδρῶν αἰχμαλώτων, ὑπὸ τοῖς ὑπάτοις γενομένων, ἀφορμὴ θριάμβου
τοῖς νενικηκόσιν ἐγένοντο.
21
Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου Ῥη-
γούλου τὴν ἀρχὴν ὑποδεξαμένων, ἐκ τῆς Ἰταλίας τε καὶ Σικελίας
ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη. Καὶ γίνεται ναυμαχία καρ-
τερὰ πρὸς Ἀμιλκάρην, τὸν τῶν πολεμίων στρατηγὸν, καθ' ἣν τέσ-
σαρες καὶ ἑξήκοντα ναῦς οἱ Ῥωμαῖοι καταποντίσαντες, τὸν μὲν στρα-
τηγὸν ἔτρεψαν εἰς φυγὴν, ἀπέβαλον δὲ καὶ αὐτοὶ δύο καὶ εἴκοσι
ναῦς. Ἀποβάντες δὲ εἰς τὴν πολεμίαν γῆν, εὐθὺς μὲν Κλυπέαν εἷ-
λον, ἐπιφανῆ τῶν Ἄφρων πόλιν, δρόμος δὲ ἦν αὐτοῖς ἐπὶ τὴν Καρ-
χηδόνα. Πᾶν δὲ ὃ διῆλθον ἐκπολιορκήσαντες ἐχωρίσθησαν. Καὶ Μα-
νίλιος μὲν εἰς τὴν Ῥώμην ἐπανῆκε μετὰ λαμπρᾶς νίκης, ἑπτὰ καὶ
εἴκοσι χιλιάδας αἰχμαλώτων ἄγων· Ῥήγουλος δὲ προςμείνας ἔτι τοῖς
πράγμασιν, ἐπανέλαβεν ἐπ' αὐτῆς τῆς Ἀφρικῆς τὴν μάχην, τρισὶ τῶν
πολεμίων στρατηγοῖς ἀντιπαραταξάμενος· περιγενόμενος δὲ τοῦ πο-
λέμου ὀκτώ τε καὶ δέκα χιλιάδας ἀνελὼν καὶ πέντε ζώντων ἑλὼν
ἐλέφαντάς τε ὀκτὼ καὶ δέκα ληισαμένος, ἑβδομήκοντα καὶ τέσσαρας
πόλεις ὑποσπόνδους τῇ Ῥώμῃ συνῆψε, τάξας αὐταῖς οὓς ἐβουλήθη
φόρους. Ἐνταῦθα λοιπὸν οἱ Ἄφροι, κεκμηκότων αὐτοῖς τῶν πραγμά-
των, εἰρήνην αἰτοῦσιν· οὐ δεξαμένου δὲ τὴν ἱκετείαν Ῥηγούλου,
συνθήκας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖς τε καὶ τραχείας, Λα-
κεδαιμονίους ἐπεκαλέσαντο πρὸς συμμαχίαν· καὶ πέμπεται αὐτοῖς
στράτευμα λακωνικὸν ὑφ' ἡγεμόνι Ξανθίππῳ. Συγκροτηθέντος οὖν
πολέμου, μεταπίπτει τῷ Ῥηγούλῳ τὰ τῆς τύχης· ἡττᾶται γὰρ ἧτταν
οὕτω μεγάλην, ὥςτε πάσης μὲν τῆς στρατιᾶς διςχιλίους διαφυγεῖν
μόνους, αὐτὸν δὲ μετὰ πεντακοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον
δεθῆναι, τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν.
22
Ἀλλ' οἱ μετὰ τούτοις ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ
Σέρβιος Φούλβιος τὴν μὲν κατὰ τὸν πόλεμον δυςπραγίαν ἐπηνώρθω-
σαν, οὐδὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν. Τριακοσίαις γὰρ ναυσὶ
συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥςτε τέσσαρας μὲν καὶ ἑκατὸν
νῆας καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων
ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε χιλιάδας τὰς μὲν διαφθεῖραι, τὰς δὲ
αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον πᾶσι χρήμασι τοῖς
ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι. Οὐδὲν δ' ἂν ἐκώλυσε δου-
λεῦσαι τότε τοὺς Ἄφρους, εἰ μὴ λιμὸς ἐπελθὼν προαπήγαγε τὴν
στρατιὰν τοῦ τέλους. Ἐν οὕτω λαμπροῖς τοῖς κατὰ τὴν μάχην καὶ
μετὰ τοσούτων λαφύρων ἐπανιόντα τὸν στόλον σχεδὸν ἅπαντα θα-
λάσσιος κλύδων κατειργάσατο, καὶ τοσοῦτον ἐγένετο ναυάγιον, ὥςτε
ἐκ τετρακοσίων καὶ ἑξήκοντα καὶ τεσσάρων νηῶν ὀγδοήκοντα μόνας
ἀθλίως διασωθῆναι. Οὐδείς τε χρόνος τοσοῦτον χειμῶνα μνήμῃ παρ-
έδωκεν ἀνθρώπων οὐδὲ τοσοῦτον σύμπτωμα θαλάσσιον. Οὐ μὴν τοῦ-
το παρέλυσε τὸ φρόνημα τὸ ῥωμαϊκὸν, οὐδὲ ἀφειλέ τι τῆς ἀκμῆς,
παραχρῆμά τε διακοσίας ἐπισκευασάμενοι ναῦς, πρὸς ἑτέρας παρε-
σκευάσαντο ναυμαχίας.
23
Οἱ οὖν ἑξῆς ὕπατοι, Γνέος Σερβίλιος Σκηπίων καὶ Γάϊος
Σεμπρώνιος Βλέσος ἑξήκοντα καὶ διακοσίας ναυσὶν ἐπὶ τὴν Ἀφρι-
κὴν ἐξέπλευσαν. Καί τινας μὲν τῶν πόλεων εἷλον· λαφύρων δὲ ἐμ-
πλήσαντες τὰς ναῦς ἀπῄεσαν· ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρε
τὴν εὐπραγίαν, ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις.
Αὗται τοίνυν αἱ συμφοραὶ, ἀλλήλαις ἐφάμιλλοί τε καὶ συνημμέναι,
τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν Ῥωμαίων, δόγμα τε
ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις
μηδὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα φυλακῆς ἕνεκα τῶν ἰταλικῶν ὁρίων
πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.
24
Λουκίου δὲ Καικιλίου Μετέλλου καὶ Γαΐου Φουρίου Πλακί-
δου πρὸς τὴν ὑπατείαν κληθέντων, γίνεται μάχη περὶ τὴν Σικελίαν
πρὸς Ἄφρους, ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος. Ἐν ταύτῃ
νικᾶται τῶν Ἄφρων ὁ στρατηγὸς, τριάκοντα μὲν καὶ ἑκατὸν ἐλέφαν-
τας ὁπλίτας ἄγων, στρατιὰν δὲ πασῶν τῶν ἔμπροσθεν μεγίστην. Καὶ
πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν, ἐλέφαντες δὲ…
παρ'…
μαχ…
The complete text is available when the reading interface loads.