Acta Xanthippae et Polyxenae
- Edition reference
- Acta Xanthippae et Polyxenae (sub auctore Onesimo), ed. M. R. James, Apocrypha anecdota [Texts and Studies 2.3. Cambridge: Cambridge University Press, 1893]: 58–85.
- CTS identifier
urn:cts:greekLit:tlg2248.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Public-domain-era edition; no explicit IA rights field
t
{Βίος καὶ πολιτεία τῶν ὁσίων γυναικῶν Ξανθίππης Πολυξένης
καὶ Ῥεβέκκας.}
1
Τοῦ μακαρίου Παύλου ὄντος ἐν τῇ Ῥώμῃ διὰ τὸν λόγον
τοῦ κυρίου, ἔτυχέν τινα δοῦλον ἀνδρὸς βασιλικοῦ τῆς Ἱσπανίας
καταντῆσαι ἐν τῇ Ῥώμῃ μετὰ γραμμάτων τοῦ κυρίου αὐτοῦ
καὶ ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ παρὰ Παύλου, τῆς χρυσῆς
ὄντως καὶ καλῆς ἀηδόνος. Κατανυγέντος δὲ σφόδρα τοῦ δούλου
ἐκείνου, καὶ μὴ δυναμένου προσπαραμεῖναι καὶ κορεσθῆναι τοῦ
θείου λόγου διὰ τὸ ἐπείγεσθαι αὐτὸν ὑπὸ τῶν γραμμάτων,
μετὰ λύπης μεγάλης ὑπέστρεψεν εἰς τὴν Ἱσπανίαν, καὶ μὴ
δυνάμενος ἐκφᾶναι τινὶ τὴν ἐπιθυμίαν αὐτοῦ διὰ τὸ εἶναι τὸν
κύριον αὐτοῦ εἰδωλολάτρην, ἦν κατώδυνος ἀεὶ τῇ ψυχῇ καὶ
στενάζων πάνυ· οὗτος δὲ ὁ δοῦλος ἦν ἔντιμος καὶ πιστὸς τοῖς
κυρίοις αὐτοῦ· χρόνου δὲ διϊππεύσαντος, ἠσθένει ὁ παῖς καὶ
ἐλεπτύνετο τῇ σαρκί· καὶ προσεσχηκὼς αὐτῷ ὁ κύριος αὐτοῦ
εἶπεν πρὸς αὐτόν· Τί σοι γέγονεν ὅτι οὕτως συμπέπτωκας τῷ
προσώπῳ; λέγει ὁ παῖς· Πόνος μέγας τυγχάνει ἐν τῇ καρδίᾳ
μου, καὶ οὐδαμῶς δύναμαι ἀναπαυθῆναι. λέγει αὐτῷ ὁ κύριος
αὐτοῦ· Καὶ τίς ἐστιν ὁ πόνος ὃς οὐ δύναται ὑπὸ τοῦ ἐμοῦ
ἀρχιϊατροῦ θεραπείας τυχεῖν; ἔφη ὁ παῖς· Ἔτι μου ὄντος ἐν τῇ
Ῥώμῃ, ὑπέμνησέ με ὁ πόνος οὗτος, καὶ ἡ ἀνακλητικὴ αὐτοῦ
συμφορά. λέγει ὁ κύριος αὐτοῦ· Καὶ οὐκ ἔγνως τινὰς τούτῳ
τῷ πάθει περιπεσόντας καὶ θεραπείας τυχόντας; λέγει ὁ παῖς·
Ναί· ἀλλὰ ποῦ ἐστιν ὁ ἰατρὸς ἐκεῖνος οὐκ οἶδα· ἐν τῇ Ῥώμῃ
γὰρ αὐτὸν κατέλιπον· ὅσοι τοίνυν ὑπὸ τοῦ ἰατροῦ ἐκείνου
περιοδεύθησαν, καὶ διὰ τοῦ ὕδατος ὑπ' ἐκείνου διῆλθον, ἔτυχον
καὶ θεραπείας παραχρῆμα. ὁ δὲ κύριος αὐτοῦ εἶπεν· Οὐκ
ὀκνητέον μοι καὶ πάλιν πέμψαι σε εἰς Ῥώμην, εἴ πως ἰάσεως
τύχοις.
2
Καὶ ἐν τῷ λέγειν αὐτοὺς ταῦτα, ἰδοὺ ἡ κυρία αὐτοῦ
ὀνόματι Ξανθίππη, ἐπακροασαμένη τῶν λόγων τούτων, καὶ
μαθοῦσα τὴν περὶ τοῦ Παύλου διδασκαλίαν, λέγει· Τί τὸ ὄνομα
τοῦ ἰατροῦ ἐκείνου, ἢ τίς ἡ πρὸς ἄμυναν τοῦ τοιούτου πάθους
θεράπεια; λέγει ὁ παῖς πρὸς αὐτήν· Ἐπίκλησις ὀνόματος
καινοῦ, καὶ χρίσις ἐλαίου, καὶ λοῦτρον ὕδατος· ταύτῃ οὖν τῇ
ἐπιμελείᾳ ἐγὼ ἑώρακα πολλοὺς ἀνιάτους ἔχοντας πόνους
θεραπείας τυχόντας. ταῦτα δὲ αὐτοῦ λεγόντος, τὰ ξόανα τῶν
εἰδώλων τὰ ἐν τῇ οἰκίᾳ ἱστάμενα ἤρξαντο ταράττεσθαι καὶ
καταπίπτειν· διενεύσατο δὲ αὐτῷ ἡ κυρία, λέγουσα· Ὁρᾷς,
ἀδελφὲ, τὰ ξόανα τῶν δαιμόνων ταραττόμενα, πῶς οὐ φέρουσι
τοῦ λόγου τὴν δύναμιν; ἀνέστη δὲ καὶ ὁ κύριος αὐτοῦ, ὀνόματι
Πρόβος, ἀπὸ τοῦ μεσημβρινοῦ ὕπνου σκυθρωπὸς πάνυ, ὁ γὰρ
διάβολος ἐτάραξεν αὐτὸν σφόδρα, τῆς γνώσεως τοῦ θεοῦ
ἐλθούσης ἐν τῷ οἴκῳ αὐτοῦ. καὶ ἠρώτα τὸν παῖδα καθεξῆς
πάντα. καὶ ὁ μὲν παῖς, προνοίᾳ θεοῦ τῇ ἀῤῥωστίᾳ συλληφθεὶς,
κατέλυσε τὸν ἀνθρώπινον βίον· ἡ δὲ Ξανθίππη ἀνιάτως πάνυ
εἶχε τὴν ψυχὴν περὶ ταύτης τῆς διδαχῆς. ὁμοίως δὲ καὶ ὁ
Πρόβος ἐλυπεῖτο περὶ τῆς Ξανθίππης ὅτι ἦν κατατήκουσα
ἑαυτὴν ἔκτοτε τῇ ἀγρυπνίᾳ καὶ ἐγκρατείᾳ καὶ τῇ λοιπῇ σκληρα-
γωγίᾳ.
3
Ἀπελθοῦσα δὲ ἡ Ξανθίππη πρὸς τὴν κλίνην ἑαυτῆς
καὶ ἀναστενάξασα, εἶπεν· Οἴμοι τῇ ἀθλίᾳ, τῇ ἐν σκότει κατα-
κειμένῃ, ὅτι οὐκ ἔμαθον τὸ ὄνομα τοῦ καινοῦ διδασκάλου, ἵνα
ἐπεκαλεσάμην αὐτοῦ τὴν εὐχήν· καὶ τὶ εἴπω οὐκ οἶδα. ἐπι-
καλέσομαι τῷ ὀνόματι τοῦ θεοῦ αὐτοῦ; ἀλλὰ οὐκ οἶδα τοῦ
εἰπεῖν Ὁ ὑπὸ τοῦ δεῖνος κηρυσσόμενος θεός. ὅμως οὖν ἐν
ὑπονοίᾳ λέξω· Ὁ τοὺς ἐν ᾅδῃ φωτίσας θεὸς, καὶ τοὺς ἐν
σκότει παιδαγωγήσας, ὁ ἐλευθέρων καὶ βασιλέων κύριος, καὶ
ὑπὸ δούλων ἀξίων κηρυσσόμενος ἐν ὅλῳ τῷ κόσμῳ· ὁ ὑπὸ
ἀνθρώπων ἁμαρτωλῶν φωνούμενος ὡς ἀδελφὸς καὶ τάχιστα
ἐπακούων, ᾧ οὐδὲ ἀρχάγγελοι ὕμνους ἀξίους ἀναπέμψαι ἰσχύ-
ουσιν, ὁ κἀμοὶ τῇ ἀναξίᾳ καὶ ταπεινῇ δείξας τὸν σπορὸν τὸν
ἀεὶ ζῶντα καὶ μένοντα (λαβεῖν δέ με αὐτὸν ἡ ἀγνωσία οὐ παρα-
χωρεῖ), τάχυνον καὶ τὰ περὶ ἐμὲ, δέσποτα, ὅτι σῷ θελήματι
ἀκουστόν μοι σεαυτὸν ἐποίησας, καὶ τῇ σῇ εὐσπλαγχνίᾳ δεῖξόν
μοι ἐμφανισμὸν τοῦ κήρυκός σου, πρὸς τὸ μαθεῖν με παρ' αὐτοῦ
τά σοι ἀρεστά· ναὶ, δέομαί σου, ἔπιδε ἐπὶ τὴν ἄγνοιάν μου, ὁ
θεὸς, καὶ φώτισόν με τῷ φωτὶ τοῦ προσώπου σου, ὁ μηδέποτέ
τινα παρορῶν τῶν ἐν ἀληθείᾳ ἐπικαλουμένων σε. λέγει πρὸς
αὐτὴν Πρόβος ὁ ἀνὴρ αὐτῆς· Τί σκύλλεις σεαυτὴν, κυρία, ἐπὶ
τοσοῦτον, καὶ οὐδ' ὅλως γίνῃ πρὸς τὸ ἀναπαυθῆναι; ἔφη ἡ
Ξανθίππη· Οὐ δύναμαι ἀναπαυθῆναι, ὅτι πόνος ἀνίατος τυγχάνει
ἐν ἐμοί. ὁ δὲ Πρόβος εἶπεν πρὸς αὐτήν· Καὶ τίς σου ἐστὶν
ὁ πόνος ἢ ἡ λύπη, ὦ κυρία, ὅτι οὐκ αὐταρκῶ ἐγὼ εἰς παρα-
μυθίαν σου; πάντα γὰρ ὅσαπερ ἠβούλου μέχρι τῆς σήμερον
ὑπούργησά σοι· καὶ νῦν τί ἐστιν ὃ ἔχεις καὶ οὐκ ἀγγέλλεις μοι;
λέγει αὐτῷ ἡ Ξανθίππη· Τοῦτό σε μόνον παρακαλῶ, κύριέ μου,
ἄνες μοι μικρὸν καὶ τὸ σήμερον μόνον καταμόνας σε καθευδῆσαι.
καὶ ὁ Πρόβος πρὸς αὐτὴν εἶπεν· Ἔστω σοι, κυρία, ὡς βούλει·
μόνον ἄνες τὸν στεναγμόν σου.
4
Τότε εἰσελθοῦσα καταμόνας ἐν τῷ κοιτῶνι αὐτῆς, ἔλεγεν
μετὰ δακρύων ταῦτα· Ποίοις τρόποις, θεέ μου, χρήσομαι, ἢ
ποίαν ἔννοιαν ἀναλάβω, οὐκ οἶδα· φανερώσω τὴν ἐνγενομένην
μοι φρόνησιν; ἀλλὰ τὴν μανίαν καὶ ἀκαταστασίαν τῆς πόλεως
δειλιῶ. φύγω τῆς ἀσεβοῦς πόλεως ταύτης; ἀλλὰ δέδοικα τὴν
τοῦ διαβόλου μηχανὴν διὰ τῆς τοῦ προβάτου καταλήψεως.
ἀναμείνω τὸ ἔλεος καὶ τὴν ταχύτητα τοῦ κυρίου; ἀλλὰ πάλιν
φοβοῦμαι τὴν ἄωρον ἁρπαγὴν τοῦ βίου. ὁ γὰρ τῶν ἁμαρ-
τωλῶν θάνατος μήνυσιν οὐκ ἔχει. ἀπέλθω εἰς τὴν Ῥώμην
φυγοῦσα; ἀλλὰ δέδοικα τὸ μῆκος τῆς ὁδοῦ, πεζῇ βαδίζειν μὴ
δυναμένη. ἀλλ' ἐπειδὴ ἐν στοχασμῷ ταῦτα λέγω, τῷ πόθῳ
ἀναγκαζομένη (ἀσφαλῶς γὰρ εἰπεῖν ἀγνοῶ), συγγνώμην εὕροιμι
παρά σου, ὁ θεός μου, καὶ ὑπερβολῇ ὀρθῶν λέξεων πλήρωσόν μου
τὸν πόθον, καὶ ἀκοῦσαί με μόνον τοῦ κήρυκός σου καταξίωσον·
ἐὰν γὰρ εἴπω, πρόσωπον αὐτοῦ με ἰδεῖν, μέγα ἐπιζητῶ· μακάριος
ὁ ἐν τῇ χορῷ τῶν κηρύκων σου εὑρεθεὶς, καὶ τῶν τιμίων αὐτῶν
προσώπων ἐμπλησθείς· μακάριοι οἱ ζευχθέντες ὑπὸ τὴν κήρυξιν
τῶν ἐντολῶν σου· μακάριοι οἱ τὰς ἐντολάς σου φυλάσσοντες·
ποῦ δὲ νῦν τὰ ἐλέη σου, κύριε, τὰ ἐπὶ τῶν πατέρων ἡμῶν, ἵνα
ἦμεν καὶ ἡμεῖς διάδοχοι αὐτῶν τῆς πρός σε στοργῆς, καὶ ἔγγονοι
τῆς πίστεως; ἀλλ' ἰδοὺ νῦν, δέσποτα, οὐχ εὑρίσκω τινα πρός
σε στοργὴν ἔχοντα, ἵνα καὶ συνδιάξασα αὐτῷ κἂν μικρὸν
ἀνεπαυσάμην τῇ ψυχῇ· σπεῦσον οὖν, κύριε, τοῦ ζεῦξαί με ἐν
τῷ πόθῳ σου, καὶ φύλαξόν με ὑπὸ τὴν σκέπην τῶν πτερύγων
σου· ὅτι σὺ μόνος ὑπάρχεις δεδοξασμένος θεὸς εἰς τοὺς αἰῶνας,
ἀμήν.
5
Ταῦτα τοίνυν λέγουσα ἡ Ξανθίππη, καὶ τὰ τούτοις
ὅμοια, συνεχῶς ἀνεστέναξεν δι' ὅλης τῆς νυκτός· ἤκουσεν δὲ ὁ
Πρόβος καὶ ἠθύμει σφόδρα, καὶ ἀναστὰς ἀπὸ τῆς κλίνης αὐτοῦ,
τοῦ ὄρθρου ἐπελθόντος, εἰσῄει πρὸς αὐτὴν, καὶ θεασάμενος
αὐτῆς τοὺς ὀφθαλμοὺς φλεγμαίνοντας ἀπὸ τῶν δακρύων, εἶπεν·
Τίνος ἕνεκεν, κυρία, οὕτως με συνταράττεις, καὶ οὐ καταγγέλλεις
μοι τὴν σὴν λύπην; ἀνάγγειλόν μοι, ὅπως ποιήσω σοι τὸ
ἀρεστὸν, καὶ μὴ στενοχώρει με ἐν τῇ σῇ ἀδημονίᾳ. λέγει ἡ
Ξανθίππη πρὸς αὐτόν· Πρόθυμος ἔσο μᾶλλον, κύριέ μου, καὶ
μὴ συνταράττου, ὅτι οὐ μή σε βλάψῃ ἡ ἐμὴ ἀδημονία· ἀλλ' εἰ
εὖρον χάριν ἐνώπιόν σου, πρόελθε νῦν εἰς τὸν ἀσπασμὸν, καί
με ἔασον ἑαυτὴν πληροφορῆσαι ὡς βούλομαι· οὐ γὰρ δυνατὸν
ἀνθρώπῳ ἐκκόψαι μου τὴν ἀπληροφόρητον λύπην. καὶ ἐπα-
κούσας αὐτῇ προῆλθε παρευθὺ τοὺς ἀσπασμοὺς ὑποδέξασθαι
τῶν τῆς πόλεως· αὐτὸς γὰρ ἦν ὁ παρ' αὐτοῖς μέγας· ἦν δὲ καὶ
γνωστὸς Νέρωνι τῷ βασιλεῖ. καὶ καθίσας, ἐν τῷ προσώπῳ
αὐτοῦ λύπη πολλὴ ἐφαίνετο· ὃς ἐρωτώμενος τὴν αἰτίαν τῆς
λύπης παρὰ τῶν ἐξόχων τῆς πόλεως, ἔλεγεν αὐτοῖς εἰς πολλὰς
καὶ ἀνυποστάτους αἰτίας ἐμπεπτωκέναι.
6
Προῆλθεν δὲ καὶ ἡ Ξανθίππη ἐπὶ παραδείσου, τοῦ ἐγκύ-
ψασαν αὐτὴν μετεωρισθῆναι πρὸς πληροφορίαν τοῦ ἀνδρός· καὶ
ὁρᾷ τὴν τέρψιν τῶν δένδρων καὶ τὸν διάφορον κελαδισμὸν τῶν
ὀρνέων, καὶ στενάξασα λέγει· Ὦ εὐπρέπεια κόσμου· ὃν γὰρ ἕως
τοῦ νῦν ἐνομίζομεν αὐτοματισμὸν εἶναι, νῦν ἐγνώκαμεν ὅτι ὑπὸ
τοῦ εὐπρεποῦς εὐπρεπῶς ἐδημιουργήθη τὰ πάντα· ὦ ἐξουσία καὶ
ἐξεύρεσις σοφίας· ὅτι οὐ μόνον ἐν ἀνθρώποις μυρίας γλώσσας
ἔθηκεν, ἀλλὰ καὶ ἐν ὀρνέοις διαφόρους ὥρισεν φωνὰς ὡσὰν ἐξ
ἀντιφώνων καὶ ὑπηκόων ἡδυφθόγγους καὶ κατανυκτικοὺς ὑπὸ
τῶν ἰδίων ἔργων ὑποδέχεσθαι ὕμνους· ὦ τερπνότης ἀέρος, τὸν
ποιητὴν ἀνείκαστον ὑποδεικνύουσα· τίς μου τὸ πένθος εἰς
εὐφροσύνην μετατρέψει; καὶ πάλιν εἶπεν· Ὁ ὑπὸ πάντων
ἀνυμνούμενος θεὸς, δός μοι ἀνάπαυσιν καὶ παραμυθίαν. τούτων
λεγομένων ὑπ' αὐτῆς, ἐπανῆλθεν καὶ ὁ Πρόβος ἀπὸ τῆς πλατείας
πρὸς τὸ ἄριστον, καὶ ὡς εἶδεν τὸ πρόσωπον αὐτῆς ἠλλοιωμένον
ἀπὸ τῶν δακρύων, ἤρξατο ἐκτίλλειν τὰς τρίχας τῆς κεφαλῆς
αὐτοῦ, εἰπεῖν δὲ αὐτῇ τέως τι οὐκ ἐτόλμησεν διὰ τὸ μὴ ἐπικερα-
σθῆναι ἐν τῇ θλίψει αὐτῆς ἑτέραν θλῖψιν. πορευθεὶς δὲ ἀνέπε-
σεν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ στενάξας εἶπεν· Οἴμοι, ὅτι οὔτε
κἂν τέκνου παραμυθίαν ἔσχον ἐξ αὐτῆς, ἀλλ' ὀδύνην μόνον ἐπ'
ὀδύνην κερδαίνω· οὐ πλήρεις εἰσιν δύο ἐνιαυτοὶ ἀφ' οὗ συνε-
ζεύχθην αὐτῇ, καὶ ἤδη ἀποστασίαν μελετᾷ.
7
Ἦν δὲ πάντοτε ἡ Ξανθίππη ἀποσκοπεύουσα διὰ τῶν
θυρίδων εἰς τὰς πλατείας τῆς πόλεως· ὁ δὲ μακάριος Παῦλος, ὁ
κῆρυξ καὶ διδάσκαλος καὶ φωστὴρ τῆς οἰκουμένης, ἐξελθὼν τῆς
Ῥώμης, κατήντησεν καὶ ἐν τῇ Ἱσπανίᾳ κατὰ πρόνοιαν θεοῦ. καὶ
ἐγγίσας 〈εἰς〉 τὰ πρόθυρα τῆς πόλεως, στὰς προσηύξατο· καὶ
σφραγίσας ἑαυτὸν εἰσῄει εἰς τὴν πόλιν. ἡ δὲ Ξανθίππη ὡς εἶδεν
τὸν μακάριον Παῦλον πρᾴως καὶ ὁμαλῶς βαδίζοντα καὶ πάσῃ
ἀρετῇ καὶ συνέσει κεκοσμημένον, ἐτέρφθη πάνυ ἐν αὐτῷ, καὶ
ἔπαλλεν συνεχῶς ἡ καρδία αὐτῆς· καὶ ὥσπερ ἐξ ἀπροσδοκήτου
χαρᾶς ληφθεῖσα λέγει ἐν ἑαυτῇ· Τί ὅτι πολυσαλεύτως πάλλει
μου ἡ καρδία ἐπὶ τῇ ὁράσει τοῦ ἀνδρὸς ἐκείνου; τί πρᾷος αὐτοῦ
καὶ ὁμαλὸς ὁ περίπατος, ὡσεί τις ἐκδέχεται διωκόμενον ἐναγκα-
λίσασθαι· τί εὐμενὲς αὐτοῦ τὸ πρόσωπον, ὡς εἴ τις θεραπεύει
ἀσθενεῖς· τί εὐμόρφως περισκοπεῖ ᾧδε κἀκεῖσε ὡς εἴ τις θέλει
βοηθῆσαι τοῖς φυγεῖν βουλομένοις ἐκ στόματος δρακόντων· τίς
δέ μοι καταγγελεῖ ὅτι τυγχάνει οὗτος ἐκ τῆς ποίμνης τῶν κηρύ-
κων; εἰ ἦν μοι δυνατὸν, ἤθελον ἅψασθαι τοῦ κρασπέδου τῶν
ἱματίων αὐτοῦ, ἵνα ἴδω τὴν εὐμένειαν καὶ τὴν πρόσδεξιν αὐτοῦ
καὶ εὐωδίαν. ἔλεγεν γὰρ αὐτῇ καὶ τοῦτο ὁ παῖς, ὅτι καὶ τὰ κρά-
σπεδα τῶν ἱματίων αὐτῶν μύρων πολυτίμων εὐωδίαν ἔχουσιν.
8
Ἤκουσεν δὲ ὁ Πρόβος τῶν ῥημάτων αὐτῆς, καὶ εὐθὺς
ἐξεπήδησεν δι' ἑαυτοῦ ἐπὶ τὸ ἄμφοδον, καὶ κρατήσας τῆς χειρὸς
τοῦ Παύλου, εἶπεν αὐτῷ· Ἄνθρωπε, ὅστις εἶ οὐκ οἶδα· πλὴν κατα-
ξίωσον ἐν τῇ οἰκίᾳ μου εἰσελθεῖν· ἴσως γένῃ μοι πρόφασις σωτη-
ρίας. ὁ δὲ Παῦλος πρὸς αὐτὸν εἶπεν· Εὖ σοι ἔσται, τέκνον, ἐπὶ
τῇ αἰτήσει σου. καὶ ἀπῆλθον ἅμα πρὸς Ξανθίππην· ὡς οὖν
εἶδεν ἡ Ξανθίππη τὸν μέγαν Παῦλον, ἀπεκαλύφθησαν αὐτῆς οἱ
νοεροὶ τῆς καρδίας ὀφθαλμοὶ, καὶ ἀνέγνω ἐν τῷ μετώπῳ αὐτοῦ
ταῦτα, ἔχοντι ὥσπερ σφραγῖδας χρυσᾶς· παῦλος ὁ τοῦ θεοῦ κῆρυξ·
τότε ἐξαλλομένη καὶ χαίρουσα ἔρριψεν ἑαυτὴν εἰς τοὺς πόδας
αὐτοῦ, καὶ περιπλέξασα τὰς χεῖρας αὐτῆς ἐξεμύξατο τὰς βάσεις
τῶν ποδῶν αὐτοῦ καὶ ἔλεγεν· Καλῶς ἐλήλυθας, ὦ τοῦ θεοῦ
ἄνθρωπε, πρὸς ἡμᾶς τοὺς ταπεινοὺς, τοὺς μετὰ εἰδώλων ὡς εἴδωλα
ἀναστρεφομένους· ἐπεσκέψω γὰρ τοὺς εἰς ᾅδην ὡς εἰς καλὸν
τρέχοντας, τοὺς τὸν σκόλιον δράκοντα καὶ φθορέα ὡς προνοητὴν
καὶ προστάτην ἀναγορεύοντας, τοὺς εἰς τὸν σκοτεινὸν ᾅδην ὡς
πρὸς πατέρα τρέχοντας, τοὺς τῇ λογικῇ μὲν πλασθέντας φύσει,
ἀλόγων δὲ ὁμοίους γεγονότας. ἐμὲ δὲ τὴν ταπεινὴν ἐπεζήτησας,
τὴν τὸν ἥλιον τῆς δικαιοσύνης ἐν τῇ καρδίᾳ ἔχουσαν· νῦν ὁ ἰὸς
πέπαυται, ὅτε σου τὸ τίμιον πρόσωπον ἑώρακα· νῦν ὁ ταράσσων
με ἐπτόηται, ὅτε σου ἡ καλλίστη συμβουλὴ ἐφανερώθη μοι· νῦν
ἀξιωθήσομαι μετανοίας, ὅτε καὶ σφραγῖδα κήρυκος θεοῦ ἐδεξάμην·
πολλοὺς ἐμακάρισα ἕως τοῦ νῦν, τοὺς ὑμῖν συντυγχάνοντας· τολ-
μῶσα λέγω, ὅτι ἀπὸ τοῦ νῦν κἀγὼ μακαρισθήσομαι ὑφ' ἑτέρων,
ὅτι σου τῶν κρασπέδων ἀπήλαυσα, ὅτι σου τῶν εὐχῶν ἐπέτυχον,
ὅτι σου τῆς ἡδίστης καὶ μελισταγοῦς διδασκαλίας ἐν ἀπολαύσει
γέγονα· οὐκ ἐραθύμησας ἐλθεῖν πρὸς ἡμᾶς, ὁ τῷ δρόμῳ τὴν
ξηρὰν ἁλιεύων, καὶ τοὺς ἐμπίπτοντας ἰχθύας συνάγων ἐν τῇ
σαγήνῃ τῆς οὐρανίου βασιλείας.
9
Ὁ δὲ μέγας Παῦλος λέγει πρὸς αὐτήν· Ἀναστῆθι,
τέκνον, καὶ μὴ βλέπε εἰς ἐμὲ, ὡς τῇ ἐμῇ προνοίᾳ ἐκ τῆς ἀγνοίας
σου ἐπιζητηθεῖσα· ὁ γὰρ προνοητὴς τοῦ κόσμου Χριστὸς, ὁ τῶν
ἁμαρτωλῶν καὶ ἀπολωλότων ἐπιζητητὴς, ὃς οὐ μόνον τῶν ἐν τῇ
γῇ ἐμνημόνευσεν, ἀλλὰ καὶ τοὺς ἐν τῷ ᾅδῃ αὐτοπαρουσίως ἐλυ-
τρώσατο, αὐτὸς καί σε ἠλέησεν, καὶ ἀπέστειλέν με ἐνταῦθα, ἵνα
σύν σοι καὶ ἄλλους πολλοὺς ἐπισκέψηται καὶ ἐλεήσῃ· οὐ γὰρ
ἡμῶν ἐστι τοῦτο τὸ ἔλεος καὶ ἡ ἐπίσκεψις, ἀλλ' αὐτοῦ ἡ πρόσ-
ταξις καὶ ἡ ἐντολὴ, ὥσπερ οὖν καὶ ἡμεῖς ὑπὸ τούτου ἠλεήθημεν
καὶ ἐσώθημεν. ὁ δὲ Πρόβος ἀκούων ἐθαμβεῖτο ἐπὶ τοῖς λόγοις
αὐτῶν· ἦν γὰρ ταῦτα ἀγνοῶν παντελῶς. ἀνέστησεν δὲ μετὰ
βίας τὴν Ξανθίππην ὁ Παῦλος ἐκ τῶν ποδῶν αὐτοῦ, ἡ δὲ δρα-
μοῦσα ἔστησε θρόνον καινὸν ἔνχρυσον τοῦ καθεσθῆναι τὸν Παῦ-
λον ἐπ' αὐτόν. ὁ δὲ μέγας Παῦλος λέγει πρὸς αὐτήν· Τέκνον
Ξανθίππη, μὴ ποίει οὕτως· οὔπω γὰρ ὁμονοήσατε πρὸς τὴν
πίστιν τοῦ Χριστοῦ· ἀλλὰ μικρὸν ἀναμεῖνον, ἕως οὗ ὁ κύριος
οἰκονομήσῃ τὰ συμφέροντα. ἡ δὲ Ξανθίππη πρὸς τὸν Παῦλον
ἔφη· Πρὸς ἐμὴν δοκιμασίαν λέγεις ταῦτα, ὦ τοῦ θεοῦ κῆρυξ, ἢ
πρόγνωσίν τινα θεωρεῖς; ὁ δὲ Παῦλος λέγει Οὐχὶ, τέκνον· ἀλλ'
ὁ μισῶν τοὺς τοῦ θεοῦ θεράποντας διάβολος ἐμβάλλει πονηρίαν
ἐν τῇ διανοίᾳ τῶν αὐτοῦ πρὸς ἐναντίωσιν τῶν ὑπὲρ Χριστοῦ
καμνόντων ἐν τῷ κηρύγματι· ἡ γὰρ κακία αὐτοῦ ἕως ἀποστόλων
ἐνήργησε, καὶ ἕως αὐτοῦ τοῦ κυρίου· διὰ τοῦτο δεῖ πράως καὶ
εὐμενῶς προσφέρεσθαι τοῖς ἀπίστοις. ἡ δὲ Ξανθίππη πρὸς τὸν
Παῦλον ἔφη· Δέομαί σου, εἰ στέργεις τοὺς δούλους σου, θὲς
προσευχὴν ὑπὲρ τοῦ Πρόβου, καὶ ἴδοιμι εἰ δυνήσεται ἐνεργῆσαι
εἰς αὐτὸν ὁ ὑπό σου μισηθείς· ἴδοιμι εἰ δυνήσεται κἂν στῆναι
ἐνώπιον τῆς προσευχῆς σου. ὁ δὲ Παῦλος ἔχαιρε πάνυ ἐπὶ τοῖς
λόγοις τῆς πίστεως αὐτῆς, καὶ εἶπεν πρὸς αὐτήν· Πίστευέ μοι,
τέκνον, ὅτι τῇ ὑποβολῇ αὐτοῦ καὶ ἐνεργείᾳ χωρὶς δεσμῶν καὶ
πληγῶν οὐ παρῆλθον ἕνα χρόνον. ἡ δὲ Ξανθίππη πρὸς αὐτὸν
εἶπεν· Ἀλλὰ πρὸς σὴν θέλησιν ταῦτα πάσχεις, ὅτι καὶ ἕως
μαστίγων τῶν κηρυγμάτων σου οὐκ ἠμέλησας· τοῦτο δὲ πάλιν
λέγω σοι, ὅτι οἱ σοὶ δεσμοὶ χείρωσις τοῦ ὑποβάλλοντος γίνεται,
καὶ ἡ σὴ ταπείνωσις ἐκείνων ἐξολοθρεύσιον.
10
Διέδραμεν δὲ ἡ φήμη τῆς παρουσίας αὐτοῦ ἐν ὅλῃ τῇ
πόλει καὶ τῇ περιχώρῳ ἐκείνῃ· τινὲς γὰρ τῆς πόλεως ἐκείνης
ὄντες ἐν τῇ Ῥώμῃ ἑωράκασι τὰ ὑπὸ τοῦ μακαρίου Παύλου γενό-
μενα τέρατα καὶ σημεῖα, καὶ παρεγένοντο τοῦ ἰδεῖν εἰ ἐκεῖνος
αὐτός ἐστιν· πολλοὶ οὖν ἤρχοντο ἐν τῇ οἰκίᾳ τοῦ Πρόβου, καὶ
αὐτὸς ἤρξατο ἀγανακτεῖν καὶ λέγειν· Τὸν οἶκόν μου οὐ καταδέ-
χομαι πανδοχεῖον γίνεσθαι. γνοῦσα δὲ τοῦτο ἡ Ξανθίππη ὅτι
ἤρξατο ἀλλοιοῦσθαι τὸ πρόσωπον τοῦ Πρόβου, καὶ λέγειν τοι-
αῦτα, ἐλυπήθη πάνυ, λέγουσα· Οἴμοι τῇ ἀθλίᾳ, ὅτι οὐκ ἠξιώθη-
μεν τελείως κατασχεῖν τὸν ἄνδρα τοῦτον ἐν τῷ οἴκῳ ἡμῶν· τοῦ
γὰρ Παύλου ἐντεῦθεν ἐξιόντος, καὶ ἡ ἐκκλησία ἀλλαχοῦ μέλλει
γίνεσθαι. εἶτα ταῦτα διανοουμένη ἡ Ξανθίππη, ἔθηκε τὴν χεῖρα
αὐτῆς εἰς τὸν πόδα Παύλου, καὶ λαβοῦσα χοῦν, μετακαλεσαμένη
τὸν Πρόβον ἔθηκε τὴν χεῖρα αὐτῆς ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ
εἶπεν· Κύριε ὁ θεός μου, τὰ συμφέροντα ἐνθοῦ ἐν τῇ καρδίᾳ
ταύτῃ, ὁ καὶ ἐμὲ τὴν ταπεινὴν ἐπιζητήσας ἀγνοοῦσάν σε. αἰσθα-
νεὶς δὲ ὁ Παῦλος τῆς προσευχῆς αὐτῆς, καὶ αὐτὸς ἐσφράγισεν·
καὶ ἐπὶ ἡμέρας πλείους ἀκωλύτως εἰσῄει ὁ λαὸς, καὶ ἔφερον ὅσοι
εἶχον ἀσθενεῖς καὶ ὀχλουμένους ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ
ἐθεραπεύοντο ἅπαντες.
11
Ἔλεγεν δὲ ἡ Ξανθίππη τῷ Παύλῳ· Διδάσκαλε, φλέγε-
ται ἡ καρδία μου πάνυ ὅτι οὔπω τοῦ βαπτίσματος ἔτυχον. καὶ
μετὰ ταῦτα πάλιν κινηθεὶς ὁ Πρόβος ὑπὸ τοῦ διαβόλου, ἐξέβα-
λε μὲν τοῦ οἴκου τὸν Παῦλον, τὴν δὲ Ξανθίππην κατέκλεισεν ἐν
κουβουκλείῳ. τότε τὸν μέγαν Παῦλόν τις τῶν πρώτων, Φιλό-
θεος ὀνόματι, καθικέτευεν τοῦ ἐλθεῖν εἰς τὸν οἶκον αὐτοῦ· ὁ δὲ
μέγας Παῦλος οὐκ ἐβούλετο τοῦτο πρᾶξαι, λέγων· Μὴ ταράξῃ
τὸν οἶκόν σου ὁ Πρόβος ἕνεκεν ἐμοῦ. καὶ ὁ Φιλόθεος πρὸς αὐτὸν
ἔφη· Οὐχὶ, πάτερ· οὐδ' ὅλως ὑποπίπτω αὐτόν· οὐ γὰρ ἐν ἄλλῳ
τινὶ μείζων μου ὑπάρχει εἰ μὴ ἐν ἀξιώματι· καὶ τοῦτο, τῶν
γονέων τῆς Ξανθίππης ὑπὲρ ἐμὲ ὄντων· εἰ δὲ ἥξει ὁ Πρόβος
πρός με, καὶ ἐν πλούτῳ καὶ ἐν πολέμῳ ὑπὲρ ἐκεῖνον τυγχάνω.
τότε οὖν ἐπείσθη ὁ μέγας τοῦ κυρίου ἀπόστολος Παῦλος, καὶ
εἰσῆλθεν ἐν τῷ οἴκῳ Φιλοθέου τοῦ ἀπὸ ἐπάρχων. τοῦτο δὲ ὅλον
γέγονεν ὑπὸ τοῦ πονηροῦ πρὸς τὸ μετὰ θλίψεως λαβεῖν τὴν
Ξανθίππην τὸ ἅγιον βάπτισμα, καὶ ῥαθυμῆσαι περὶ τὰς ἐντολὰς
τοῦ Χριστοῦ.
12
Λέγει οὖν ἡ Ξανθίππη μετὰ δακρύων τοῖς παισὶν
αὐτῆς· Ἐμάθετε ποῦ ὁ Παῦλος κατήχθη; οἱ δὲ εἶπον· Ναὶ, ἐν
τῇ οἰκίᾳ Φιλοθέου τοῦ ἀπὸ ἐπάρχων. ἐχάρη δὲ ἡ Ξανθίππη
πάνυ ὅτι καὶ Φιλόθεος ἐπίστευσεν, Δυνατὸς ὢν, φησὶν, καὶ τὸν
Πρόβον πεῖσαι. τότε ὁ Πρόβος προσκαλεῖται τὴν Ξανθίππην
ἐν τῷ δείπνῳ· τῆς δὲ μὴ προσθείσης, λέγει ὁ Πρόβος· Μὴ νομί-
σῃς ὅτι καὶ ἐν τῇ κοίτῃ ἀναχωρήσεις μου. αὐτοῦ δὲ κατακλιθέν-
τος πρὸς τὸν δεῖπνον, ἡ Ξανθίππη κλίνασα τὰ γόνατα προση-
ύξατο πρὸς κύριον λέγουσα· Θεὲ αἰώνιε καὶ ἀθάνατε, ὁ λαβὼν
χοῦν ἀπὸ τῆς γῆς καὶ μὴ τιμήσας αὐτὸν κατὰ τὴν οὐσίαν τῆς
πλάσεως, ἀλλὰ καλέσας αὐτὸν υἱὸν ἀθανασίας, ὁ ἐκ καρδίας τοῦ
πατρὸς δι' ἡμᾶς φθάσας ἕως τῆς καρδίας τῆς γῆς, ᾧ τὰ χερουβὶμ
ἀτενίσαι οὐ τολμῶσι, καὶ δι' ἡμᾶς ἐν μήτρᾳ ἐκρύβης ἵνα τὴν
κάκωσιν τῆς Εὔας διὰ τῆς ἐνοικήσεως τῆς μητρὸς διορθώσῃ〈ς〉·
ὁ χολὴν καὶ ὄξος πιὼν καὶ λογχῇ νυγεὶς τὴν πλευρὰν, ἵνα τὴν
ἐκ τῆς πλευρᾶς γενομένην πληγὴν τῷ Ἀδὰμ ἀποθεραπεύσῃς·
πλευρὰ γὰρ οὖσα ἡ Εὔα πληγὴν εἰργάσατο τῷ Ἀδὰμ, καὶ δι'
αὐτοῦ παντὶ τῷ κόσμῳ· ὁ δοὺς ὕπνον ἀνεπαίσθητον τῷ δράκοντι,
πρὸς τὸ μὴ ἐπιγνῶναι αὐτὸν τὴν ἐνανθρώπησίν σου, μνήσθητι
κἀμοῦ τοῦ στεναγμοῦ καὶ τῶν δακρύων καὶ δὸς πλήρωσιν τῷ
ὕπνῳ μου, καὶ ἐπίβαλε ὕπνον ἐπὶ τὸν Πρόβον ἕως οὗ καταξιωθῶ
τοῦ ἁγίου βαπτίσματος τῆς δωρεᾶς, ὅτι τούτου ἐφίεμαι τυχεῖν
πάνυ, εἰς δόξαν καὶ αἶνον τοῦ ἁγίου ὀνόματός σου.
13
Ὁ δὲ Πρόβος ἔτι δειπνῶν ἐκέλευσεν ἀσφαλισθῆναι
τὰς πύλας τῆς οἰκίας αὐτῶν διὰ ὠμῶν καὶ πονηρῶν στρατιωτῶν·
καὶ ταῦτα αὐτοῦ διαταξαμένου, εὐθέως ὕπνωσεν ἐπὶ τοῦ ἀκουμ-
βίτου. τότε οἱ παῖδες ἐλθόντες ἀπήγγειλαν τοῦτο τῇ Ξανθίππῃ
πρὸς τὸ ἐξυπνῆσαι αὐτὸν, ἡ δὲ εἶπεν· Παύσατε, τέκνα μου, τοὺς
λύχνους, καὶ ἐάσατε αὐτὸν οὕτως. πρωθύπνου δὲ γενομένου,
λαβοῦσα τριακοσίους χρυσίνους, ἦλθεν πρὸς τὰς πύλας λέγουσα
ἐν ἑαυτῇ· Ἴσως τῇ ποσότητι τῶν χρημάτων πεισθήσεται ὁ πυ-
λωρός. ὁ δὲ, πονηρὸς ὢν καὶ ἀπονενοημένος, οὐκ ἐπείθετο τοῦτο
πρᾶξαι· ἡ δὲ, λύσασα καὶ τὴν ζώνην αὐτῆς, διάλιθον οὖσαν δια-
κοσίων χρυσίνων, δίδωσιν αὐτῷ καὶ ἐξῆλθεν λέγουσα· Κύριε, τοὺς
δούλους μου χρήμασιν πείθω διὰ τὸ μὴ τὸν κήρυκά σου Παῦλον
θλιβῆναι ὑπὸ τοῦ Πρόβου. ἤρχετο δὲ ἡ Ξανθίππη ἐπὶ τὴν
οἰκίαν Φιλοθέου τοῦ ἀπὸ ἐπάρχων, ὥσπερ ἐπὶ μεγίστῳ καὶ παρα-
δόξῳ πράγματι, τρέχουσα καὶ δοξάζουσα τὸν θεόν· διερχομένης
οὖν αὐτῆς ἐν τινὶ τόπῳ, οἱ δαίμονες κατέδραμον αὐτὴν μετὰ
πυρίνων λαμπάδων καὶ ἀστραπῶν· ἡ δὲ στραφεῖσα ὁρᾷ κατό-
πισθεν αὐτῆς τὸ φρικτὸν ἐκεῖνο θέαμα, καὶ φόβῳ μεγάλῳ συσχε-
θεῖσα εἶπεν· Τί σοι λοιπὸν, ἀθλία ψυχὴ, γέγονεν; ὅτι ἐστερήθης
τῆς ἐπιθυμίας σου· ἔτρεχες εἰς σωτηρίαν, ἔτρεχες εἰς τὸ βάπ-
τισμα, καὶ ἐνέπεσας εἰς τὸν δράκοντα καὶ τοὺς αὐτοῦ ὑπουργοὺς,
καὶ ταῦτα τῶν ἁμαρτημάτων σου παρασκευασάντων σοι. ταῦτα
δὲ λέγουσα, ἀπὸ πολλῆς ἀθυμίας καὶ τὴν ψυχὴν ἀπελέγετο· ὁ
δὲ μέγας Παῦλος προμηνυθεὶς ὑπὸ τοῦ θεοῦ τὴν ἐπιδρομὴν τῶν
δαιμόνων, παρευθὺ πλησίον αὐτῆς ἱστήκει, προάγοντος αὐτοῦ
καὶ νεανίου εὐμόρφου· καὶ παραχρῆμα ἀφαντωθείσης τῆς φαν-
τασίας τῶν δαιμόνων εἶπεν αὐτῇ ὁ Παῦλος· Ἀναστῆθι, τέκνον
Ξανθίππη, καὶ βλέπε τὸν ὑπό σου ποθούμενον κύριον, οὗ τῇ
φλογὶ καὶ οὐρανοὶ σείονται καὶ ἄβυσσος μαραίνεται, ἐπὶ δέ σε
ἐλθόντα καὶ οἰκτείροντα καὶ σώζοντα· ἰδὲ τὸν ἐναγκαλισάμενόν
σου τὰς εὐχὰς καὶ παρευθὺ ὑπακούσαντα· βλέψον τὸν ἐν μορφῇ
ἀνθρώπου προσελθόντα, καὶ λαβὲ παρρησίαν κατὰ τῶν δαιμό-
νων. ἡ δὲ ἀναστᾶσα ἀπὸ τοῦ ἐδάφους εἶπεν πρὸς αὐτόν· Διδά-
σκαλε, διατί με κατέλιπας ἔρημον; κἂν νῦν τάχυνον τοῦ σφραγί-
σαι με, ἵνα εἰ καὶ φθάσῃ ἐπ' ἐμὲ θάνατος ἀπέλθω πρὸς ἐκεῖνον
τὸν εὔσπλαγχνον καὶ ἀνυπερήφανον.
14
Εὐθέως οὖν λαβόμενος ὁ μέγας Παῦλος τῆς χειρὸς
αὐτῆς, ἦλθεν ἐν τῇ οἰκίᾳ Φιλοθέου, καὶ ἐβάπτισεν αὐτὴν εἰς
τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.
εἶτα καὶ ἄρτον λαβὼν εὐχαριστίας ἐδίδου αὐτῇ λέγων· Ἔστω
σοι τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ἀνακαινισμὸν τῆς ψυχῆς
σου. τότε λαβοῦσα ἡ μακαρία Ξανθίππη τὸ θεῖον χάρισμα
τοῦ ἁγίου βαπτίσματος, ἐπανῄει ἐπὶ τὴν οἰκίαν αὐτῆς χαίρουσα
καὶ δοξάζουσα τὸν θεόν. ὁ δὲ πυλωρὸς ἰδὼν αὐτὴν βιαίας
ἀπωδύρετο φωνὰς, ἵνα ὡς μὴ θέλοντος αὐτοῦ νομισθείη ἡ
ὑπεξέλευσις αὐτῆς, εἴ γε νοήσει ὁ Πρόβος· ὁ δὲ φωτίσας αὐτὴν
σὺν τῷ Παύλῳ κατέσχεν τὸν οἶκον ἅπαντα ὕπνῳ βαρεῖ σὺν
τῷ Πρόβῳ, καὶ οὐδ' ὅλως ᾔσθοντο τῶν φωνῶν αὐτοῦ· αὐτὴ
δὲ δρομαία παραγίνεται εἰς τὸν κοιτῶνα αὐτῆς, λέγουσα· Τί
εἴπω περί σου, ἐπιζητητὰ τῶν ἁμαρτωλῶν, ὃς τὸ πλεῖστον
μεθ' ἡμῶν ἀναστρέφῃ ἐν ταῖς θλίψεσιν; ποιεῖ δὲ ταῦτα ἡ
ἀγαθότης σου· ὅτι διὰ τὸν ἄνθρωπον ὃν ἔπλασας ἕως θανάτου
κατῆλθες· ὅσον γάρ σε ἐὰν παροργίσῃ ἄνθρωπος πολυπλασίως,
τὰ ἐλέη σου ἐκχεεῖς ἐπ' αὐτὸν, δέσποτα. ὦ βάθος οἰκτιρμῶν καὶ
πλοῦτος ἐλέους· ὦ ἀμέτρητος ἀγαθότης καὶ ἀνείκαστος φιλαν-
θρωπία· ὦ θησαῦρε τῶν ἀγαθῶν καὶ δότηρ ἐλέους καὶ πλουτό-
δοτα τῶν εἰς σὲ πιστευόντων· ἐὰν οὖν εἴπῃ ὁ ἀγαπῶν σε
Ἐγγύς μου, κύριε, ἴσθι· αὐτὸς προλαβὼν ἐπ' αὐτὸν τυγχάνεις·
ἐὰν εἴπῃ Εὐχαριστῶ σοι, ἐπακοῦσόν μου τῶν ῥημάτων· πρὸ τοῦ
αὐτὰ λεχθῆναι αὐτὸς ἐφιστάσαι. καὶ περὶ μὲν τῶν αἰτούντων
σε, κατὰ τὴν αἴτησιν παρέχεις ἑκάστῳ· τοὺς δὲ μὴ γινώσκοντάς
σε ἐπιζητεῖ σου ἡ ἀγαθότης, καὶ πρὸς ἁμαρτωλοὺς τρέχεις·
ὦ βλέμμα ἱλαρὸν, τῶν ἁμαρτωλῶν τὰς ὁδοὺς ἐλέους ἐμπιπλῶν·
ὦ ἐπισκοπὴ ἀγαθὴ καὶ τῶν ἀγνοούντων προτροπή· τίς ἀναγ-
γελεῖ τῷ κυρίῳ μου Παύλῳ τὴν νῦν γενομένην εἰς ἐμὲ σωτηρίαν;
ἵνα αὐτὸς ἐλθὼν ἔδωκεν ὑπὲρ ἐμοῦ εὐχαριστηρίους φωνὰς
ἐκείνῳ τῷ προστάτῃ τῶν ἁμαρτωλῶν· δεῦτε, ἴδετε πολλοὶ καὶ
ἐπίγνωτε θεὸν, ἁμαρτίας μὲν μισοῦντα, ἁμαρτωλοὺς δὲ ἐλε-
οῦντα· δεῦρο λοιπὸν, ὦ τοῦ θεοῦ κῆρυξ Παῦλε, μετά σου γὰρ
καὶ νῦν καθέζομαι ἐν τῇ διδασκαλίᾳ, καὶ δὸς ὑπὲρ ἐμοῦ εὐχαρισ-
τηρίους φωνάς· ἐγὼ γὰρ σιγῆσαι βούλομαι, διότι δειλαίνει με
ὁ ἀνθρώπινος λογισμὸς, μήπως οὐκ ἔχω τῆς εὐφημίας τὸ
χάρισμα· σιγῆσαι δὲ βούλομαι καὶ νικῶμαι τοῦ λαλεῖν, φλέγει
γάρ με τις ἔσωθεν καὶ γλυκαίνει· ἐὰν εἴπω Συγκλείσω μου τὸ
στόμα· ἔστιν τις κιννυρίζων ἐν ἐμοί· εἴπω δὲ μέγα; μήπως
ἐκεῖνος ὁ ἐν Παύλῳ διδάσκαλος, ὁ ἀνυπερήφανος, ὁ οὐρανοὺς
πληρῶν, ὁ ἔσωθεν λαλῶν καὶ ἔξωθεν προσδεχόμενος, ὁ ἐν θρόνῳ
σὺν πατρὶ καθεζόμενος καὶ ἐπὶ ξύλου ὑπὸ ἀνθρώπων ἐφα-
πλούμενος· καὶ τὶ οὖν ποιήσω οὐκ οἶδα· ἡδύνει με ὁ εὐτελής
μου νοῦς, καὶ οὐχ ἁπλοῦται εἰς πέρας. σὺ ὁ τὰς χεῖρας μετὰ
ἥλων παγεὶς καὶ λογχῇ τὴν πλευρὰν νυγεὶς, σὺ ὁ ἐκ τοῦ Ἰακὼβ
ἀστὴρ, ἐκ δὲ τοῦ Ἰούδα σκύμνος, σὺ ἡ ἐκ τοῦ Ἰεσσαὶ ῥάβδος,
ἐκ δὲ τῆς Μαρίας ἄνθρωπος καὶ θεὸς, σὺ ὁ ἐν τῷ κόλπῳ τοῦ
πατρὸς ἀχώριστος θεὸς καὶ ὑπὸ τῶν χερουβὶμ ἀνατενιστὸς,
καὶ ἐν τῷ Ἰσραὴλ ἐνυβριστὸς, δόξα σοι τῷ ἐπὶ γῆς ὀφθέντι
καὶ ὑπὸ λαοῦ κρατηθέντι καὶ ἐπὶ ξύλου κρεμασθέντι καὶ ὑπὸ
φήμης ἀνόμων ψευδῶς κλαπέντι, καὶ ἡμᾶς δημοσίως ἀγορά-
σαντι.
15
Καὶ ἔτι ταῦτα αὐτῆς λεγούσης, ἐφάνη σταυρὸς ἐν τῷ
ἀνατολικῷ τοίχῳ, καὶ εὐθέως εἰσῆλθεν δι' αὐτοῦ νεανίας εὐειδὴς,
ἔχων κυκλόθεν ἀκτῖνας τρεμούσας αὐτὸν, καὶ ὑποκάτωθεν αὐτοῦ
φῶς διαπλούμενον, ἐφ' ᾧ καὶ ἐβάδιζεν· καὶ εἰσελθόντος αὐτοῦ
ἔνδον, ἐτρόμασαν πάντα τὰ θεμέλια τοῦ οἴκου ἐκείνου, καὶ
ἤχησαν τρόμῳ μεγάλῳ. ἡ δὲ Ξανθίππη ἰδοῦσα ἠλάλαξε καὶ
ἔπεσεν ἐπὶ τὴν γῆν ὥσπερ ἄπνους· αὐτὸς δὲ ὁ ἐλεήμων καὶ
φιλάνθρωπος, μεταμορφωθεὶς εὐθέως ἐν σχήματι Παύλου,
ἤγειρεν αὐτὴν λέγων· Ἀνάστα, Ξανθίππη, καὶ μὴ φοβοῦ· οἱ
γὰρ τοῦ θεοῦ δοῦλοι οὕτως δοξάζονται. ἀναστᾶσα δὲ ἡ
Ξανθίππη ἠτένιζεν εἰς αὐτὸν, καὶ νομίσασα τὸν Παῦλον εἶναι
εἶπεν· Πῶς εἰσῆλθες ὧδε, ὁ τοῦ θεοῦ κῆρυξ, ὑπ' ἐμοῦ φʹ
χρυσίνων δεδωρημένων τῷ πυλωρῷ καὶ τοῦτο δούλῳ μου ὄντι,
σοῦ μὴ κεκτημένου χρυσίον; ὁ δὲ κύριος λέγει πρὸς αὐτήν·
Ὁ δοῦλός μου Παῦλος παντὸς πλούτου ἐστιν εὐπορώτερος·
ὅσον γὰρ ἂν ἐνταῦθα εὐπορήσῃ θησαῦρον, τοῦτον προπέμπει
εἰς τὴν βασίλειαν τῶν οὐρανῶν, ἵνα ἐκεῖ ἀπελθὼν ἀναπαύσηται
τὴν ἄληκτον καὶ αἰώνιον ἀνάπαυσιν· ὁ δὲ θησαῦρος Παύλου
οὗτός ἐστιν· σὺ καὶ οἱ ὅμοιοί σου. ἀτενίσασα δὲ ἡ Ξανθίππη
εἰς αὐτὸν, θέλουσά τι λέγειν, εἶδεν τὸ πρόσωπον αὐτοῦ λάμπον
ὡς τὸ φῶς· καὶ θαμβηθεῖσα πάνυ, περιβαλοῦσα ἀμφοτέραις
ταῖς χερσὶ τὸ πρόσωπον αὐτῆς, ἔθηκεν ἑαυτὴν εἰς τὸ ἔδαφος
καὶ εἶπεν· Ἀποκρυβῆθι, δέσποτα, ἀπὸ τῶν σωματικῶν μου
ὀφθαλμῶν, καὶ φώτισόν μου τὴν διάνοιαν· ἔγνων γὰρ λοιπὸν
ὅστις εἶ· σὺ εἶ ἐκεῖνος οὗ πρόδρομος ἔτυχεν ὁ σταυρὸς, ὁ ἄνω
μόνος ἐκ μόνου πατρὸς, καὶ κάτω μόνος ἐκ μόνης τῆς παρθένου
μονογενὴς υἱός· σὺ εἶ ἐκεῖνος ὁ τὰς χεῖρας προσηλωθεὶς καὶ τὰς
πέτρας διασχίσας· σὺ εἶ ἐκεῖνος ὃν οὐδεὶς ἕτερος βαστάσαι
ἰσχύει εἰ μὴ ὁ κόλπος ὁ πατρικός.
16
Καὶ ταῦτα αὐτῆς λεγούσης ἀπεκρύβη ἀπ' αὐτῆς
αὖθις ὁ κύριος· ἐν ἑαυτῇ δὲ γενομένη ἡ Ξανθίππη εἶπεν·
Οἴμοι τῇ παναθλίᾳ, ὅτι οὐδείς μοι ἀνήγγειλεν τίς ἐστιν ἡ
ἀντίχαρις τῶν δούλων πρὸς τὸν δεσπότην· εἰ ἦν ὧδε ὁ τοῦ
θεοῦ κῆρυξ Παῦλος, πῶς εἶχεν ὑμνῆσαι; ἀλλὰ μήπως πρὸς
τὰς τοιαύτας χαρίτας καὶ δωρεὰς καὶ αὐτοὶ σιωπήσωσι,
δάκρυσι μόνον συνεχόμενοι· οὐ γὰρ δυνατὸν ἀξίως κατὰ τὴν
αὐτοῦ χάριν ὑμνῆσαι τινά. καὶ ταῦτα λέγουσα συνεσχέθη
ἐκλύσει πολλῇ ἀπὸ τῆς ἀσιτίας. σφόδρα γὰρ διακειμένη τῷ
πόθῳ τοῦ Χριστοῦ ἐπελάθετο καὶ τῆς τροφῆς. κοπιάσασα
οὖν πάνυ τῇ τε ἐγκρατείᾳ καὶ τῇ ὀπτασίᾳ καὶ τῇ ἀγρυπνίᾳ καὶ
τῇ λοιπῇ σκληραγωγίᾳ ἀναστῆναι ἀπὸ τοῦ ἐδάφους οὐκ ἴσχυσεν.
17
Ἀνέστη δὲ καὶ Πρόβος ἀπὸ τοῦ ἀκουμβίτου πάνυ
σκυθρωπός· ὄνειρον γὰρ ἐθεάσατο κοιμώμενος, καὶ ἦν κατηφὴς
σφόδρα περὶ τούτου· ἰδὼν δὲ αὐτὸν καὶ ὁ πυλωρὸς μέλλοντα
ἐξελθεῖν ἐπὶ τὴν ἀγορὰν, οὕτω τὸ πρόσωπον ἔχοντα κατηφὲς
ἐφοβήθη πάνυ, ὅτι Μήπως, φησὶν, ἔγνω τὸ γεγονὸς, καὶ κακῶς
με ἀπολέσει. αὐτὸς δὲ ὁ Πρόβος, ἐξελθὼν καὶ τυπώσας τοῖς
ἀγοραίοις τὰ τῇ ἡμέρᾳ καὶ τῷ καιρῷ ἁρμόδια, ταχέως ὑπέ-
στρεψεν εἰς τὴν οἰκίαν, καὶ λέγει τοῖς παισὶν αὐτοῦ· Καλέσατέ
μοι ὀξέως τοὺς σοφοὺς Βάρανδον καὶ Γνωστέα. τῶν δὲ κλη-
θέντων λέγει αὐτοῖς· Ὄνειρον τεθέαμαι φοβερώτατον πάνυ,
καὶ τὰ εἰς αὐτὸ φανέντα κατὰ τὴν ἡμετέραν ἰσχὺν δυσδιάκριτα·
ἃ φανερώσατέ μοι ὅμως ὑμεῖς, ὡς τῆς οἰκουμένης ἁπάσης
ὑπέρτατοι ὄντες· φράσατέ μοι, ἀπαγγείλαντός μου αὐτό. λέγει
αὐτῷ ὁ Βάρανδος· Εἰ μὲν ἐκ τῆς ἡμῶν σοφίας διακρίνεται τὸ
ὅραμα, διαλύσομέν σοι αὐτό· εἰ δὲ ἐκ τῆς νυνὶ ἠκουσμένης
πίστεως ἐστὶν, οὐ δυνησόμεθά σοι φράσαι· ἄλλης γὰρ σοφίας
καὶ συνέσεώς ἐστιν· ὅμως λεγέτω ὁ κύριος καὶ δεσπότης ἡμῶν
τὸ ὄναρ, καὶ ἴδωμεν εἰ ἔνι διάλυσις ἐν αὐτῷ. ὁ δὲ Πρόβος
τῷ Γνωστεᾷ λέγει· Διὰ τί καὶ αὐτὸς οὐδὲν ἀποκρίνῃ; ὁ δὲ
Γνωστέας εἶπεν· Τὸ ὄναρ οὐκ ἤκουσα, καὶ τί ἔχω εἰπεῖν ἀλλ'
ὅπερ ἂν ᾖ εἰ ἐκ τῆς προφάσεως Παύλου ἐστίν; εἰπὲ νῦν, καὶ
εὑρήσεις οὕτως. καὶ ὁ Πρόβος λέγει· Ὤιμην ἑστάναι ἐν χώρᾳ
τινὶ ἀδήλῳ καὶ ξένῃ, κἀκεῖσε καθέζεσθαι βασιλέα τινα αἰθίοπα,
ὃς κατεῖχεν πᾶσαν τὴν γῆν, καὶ ἐδόκει μὴ τυχεῖν διαδοχῆς
ποτε· καὶ παρειστήκεισαν αὐτῷ πλήθη ὑπουργῶν, καὶ πάντες
ἐσπούδαζον εἰς τὴν ἀπώλειαν, καὶ ἐκυρίευον ἐπὶ πολύ. καὶ ὡς
ἐδόκει ὁ αἰθίοψ ἐκεῖνος τῆς προθέσεως κεκρατηκέναι, ἀνέστη
κόραξ, καὶ στὰς ἐπάνω αὐτοῦ ἔκραξεν φωνῇ οἰκτρᾷ· εὐθέως δὲ
ἀνέστη ἐκ τῶν ἀνατολικῶν μερῶν ἀετὸς, καὶ ἥρπασε τὴν
βασίλειαν αὐτοῦ, καὶ ἐχαυνώθη τὸ κράτος αὐτοῦ· οἱ δὲ παρεσ-
τῶτες αὐτῷ προσέφυγον τῷ ἀετῷ. ὁ δὲ βασιλεὺς ἐκεῖνος
ἠγωνίζετο κατὰ τῶν προσφευγόντων τῷ ἀετῷ· ὕψωσεν δὲ εἰς
οὐρανὸν ὁ ἀετός· καὶ ἰδοὺ ἦλθέν τις βοηθὸς τῶν προσφευγόντων
τῷ ἀετῷ, καὶ κατέλιπεν αὐτοῖς βακτηρίαν· καὶ οἱ κατασχόντες
αὐτὴν οὐκ ἐκυριεύθησαν ὑπὸ τῆς βίας τοῦ βασιλέως ἐκείνου·
ὅσοι δὲ ἔδραμον πρὸς τοὺς κατασχόντας τὴν βακτηρίαν, ἔλουσεν
αὐτοὺς ὕδατι καθαρῷ· καὶ οἱ λουσάμενοι τῆς ἐκείνου βασιλείας
ἐκυρίευον· καὶ τῇ βακτηρίᾳ ἐκείνῃ οἱ ἐχθροὶ τοῦ βασιλέως
ἐφυγαδεύοντο· κατασχόντες οὖν ἄνδρες δυνατοὶ τὴν βακτηρίαν,
ἐπέστρεφον πρὸς ἑαυτοὺς πλήθη πολλά. ἠγωνίζετο δὲ ὁ
βασιλεὺς ἐκεῖνος κατ' αὐτῶν, καὶ οὐκ ἴσχυσεν οὐδ' ὅλως·
πολλοὺς δὲ ἐνεπόδιζεν πιστεῦσαι ἐν τῷ ἐξαποστείλαντι τοὺς
ἄνδρας ἐν κόσμῳ διαμαρτύρασθαι, καὶ διὰ προφάσεως ἐλυποῦντο
πολλοί· οὐ μέντοι δὲ ἐβιάζετό τινα ὥσπερ ἐκεῖνος· παντὸς γὰρ
τοῦ φωτὸς αὐτὸς κατεβασίλευεν. ἕως ὧδε τὸ πέρας.
18
Τότε ὁ σοφὸς Βάρανδος εἶπεν· Τῇ χάριτι τοῦ θεοῦ
τὰ ἀπεσταλμένα ἐν κόσμῳ παρὰ κυρίου λέξω· ὁ βασιλεὺς ὃν
εἶδες ὁ διάβολός ἐστιν, τὰ δὲ πλήθη τῶν ὑπουργούντων εἰσιν οἱ
δαίμονες, οἱ δὲ ὄχλοι ἐκείνου εἰσὶν οἱ προσκυνοῦντες τοῖς θεοῖς·
ὅτι δὲ ἐνόμιζεν διαδοχὴν μὴ ἔχειν, οὐ προσεδόκα τὴν παρουσίαν
Χριστοῦ· ὁ δὲ κόραξ τὴν ἀσθένειαν τῆς βασιλείας αὐτοῦ ἐμήνυσεν·
καὶ γὰρ ὁ κόραξ τὴν ὑπακοὴν τοῦ δικαίου Νῶε οὐκ ἐφύλαξεν,
ἀλλ' ἠγάπησε τὰ οἰκτρά. ὁ δὲ ἀετὸς ὁ ἀναστὰς καὶ ἁρπάσας
τὴν βασίλειαν αὐτοῦ καὶ ὑψώσας εἰς οὐρανὸν, καὶ ὅτι ἦλθέν τις
προστάτης τῶν προσφευγόντων τῷ ἀετῷ κατέχων βακτηρίαν,
οὗτός ἐστιν ὁ κύριος Ἰησοῦς Χριστὸς, ὃς κατέλιπεν αὐτοῖς
βακτηρίαν, τουτέστιν τὸν τίμιον αὐτοῦ σταυρὸν, καὶ ὅτι ἔλουσεν
τοὺς προσφυγόντας αὐτῷ, τὸν ἀκαταμάχητον τοῦ βαπτίσματος
σημαίνει θώρακα καὶ διὰ τοῦτο οὐκ ἐκυριεύθησαν. οἱ δὲ ἀπεσ-
ταλμένοι ἐν κόσμῳ μετὰ τοῦ σταυροῦ ἄνδρες δυνατοί εἰσιν
οἱ κήρυκες τοῦ θεοῦ οἱ κατὰ Παῦλον τὸν νυνὶ μεθ' ἡμῶν ὄντα,
καθ' ὧν οὐδὲν ἐνισχύει ὁ βασιλεὺς ἐκεῖνος. ἐγνώσθη δέ σοι
τοῦτο, ὅτι καὶ τοῖς δυσπιστοῖς διὰ προφάσεως ἐξιλεοῦται ὁ
θεός· ὅρα οὖν μήπως καὶ σὺ θέλων κακῶσαι τὸν Παῦλον
ἰσχύσεις. ἐφάνη γάρ σοι παρὰ κυρίου ἡ ὑπερασπίζουσα αὐτοῦ
ἰσχυρὰ δύναμις. σύνες οὖν τὰ λεχθέντα σοι παρ' ἐμοὶ, καὶ
μὴ ὑπουργήσῃς τῷ βασιλεῖ ἐκείνῳ τῷ ζοφώδει· ὥσπερ γὰρ
εἶδες τὴν βασίλειαν αὐτοῦ ἀφαντωθεῖσαν, οὕτως σὺν αὐτῷ
ἀπολοῦνται καὶ πάντες οἱ ὑπουργοὶ αὐτοῦ. δεῦρο οὖν λοιπὸν,
κύριέ μου, προσέλθωμεν τῷ Παύλῳ καὶ λάβωμεν παρ' αὐτοῦ
τὸ λοῦτρον, ἵνα μὴ κατακυριεύσῃ καὶ ἡμῶν ὁ Σατανᾶς. ὁ δὲ
Πρόβος εἶπεν· Ἀπέλθωμεν πρότερον πρὸς τὴν Ξανθίππην καὶ
ἴδωμεν εἰ ἔτι ζῇ· ἰδοὺ γὰρ εἰσὶν ἡμέραι εἴκοσι καὶ θʹ ἀφ' οὗ
οὐδενὸς ἐγεύσατο· ἑσπέρας γὰρ εἶδον τὸ πρόσωπον αὐτῆς, καὶ
ἦν ὡς πρὸς τὴν ἔξοδον ἕτοιμον.
19
Ἀπελθόντων δὲ αὐτῶν εἰς τὸν κοιτῶνα, ἤκουον αὐτῆς
ψαλλούσης·
Αἰνεῖτε καὶ οἱ ἁμαρτωλοὶ τὸν θεὸν, ὅτι προσδέχεται καὶ
ὑμῶν τὰς εὐχάς· ἀλληλουΐα.
αἰνεῖτε καὶ οἱ κατ' ἐμὲ ἀπεγνωσμένοι τὸν κύριον, ὅτι πολλὰ
τὰ ἐλέη αὐτοῦ· ἀλληλουΐα.
αἰνεῖτε αὐτὸν οἱ ἀσεβεῖς, ὅτι δι' ὑμᾶς ἐσταυρώθη· ἀλληλουΐα.
αἰνεῖτε αὐτὸν οἱ ἀγωνιζόμενοι ὑπὲρ σωτηρίας τῶν ἁμαρ-
τωλῶν, ὅτι ὑμᾶς ἀγαπᾷ ὁ θεός· ἀλληλουΐα.
αἰνεῖτε αὐτὸν οἱ χαίροντες ἐπὶ ἀνακλήσει ἁμαρτωλῶν, ὅτι
ὑμεῖς ἐστε συμπολῖται τῶν ἁγίων· ἀλληλουΐα.
ταῦτα δὲ αὐτῆς λεγούσης, καὶ τούτων πλείονα μετὰ δακρύων,
ἀνοίξαντες οἱ σοφοὶ Βάρανδος καὶ Γνωστέας εἰσῆλθον καὶ προσ-
πίπτουσιν αὐτῇ λέγοντες· Εὖξαι ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, δούλη
τοῦ Χριστοῦ, τοῦ καταγεῖναι καὶ ἡμᾶς εἰς τὸν σὸν ἀριθμόν. ἡ δὲ
εἶπεν αὐτοῖς· Ἀδελφοὶ, οὐκ εἰμὶ ἐγὼ Παῦλος ὅστις ἀφίησιν
ἁμαρτίας, ἀλλ' οὐδὲ μακρὰν ὑμῶν ἐστιν ἐκεῖνος. ἐμοῦ οὖν τοῖς
γόνασι μὴ προσπίπτετε· ἀλλὰ ἀπέλθετε εἰς αὐτὸν, ὅστις καὶ
μᾶλλον δύναται ὑμᾶς εὐεργετῆσαι. οἱ δὲ δρομαῖοι παραγίνονται
εἰς τὴν οἰκίαν Φιλοθέου πρὸς τὸν Παῦλον, καὶ εὗρον αὐτὸν
διδάσκοντα ὄχλον πολύν· ἦλθεν δὲ καὶ ὁ Πρόβος ἀκοῦσαι τοῦ
Παύλου· συνεισῆλθεν δὲ καὶ ἡ Ξανθίππη ἀσπάσασθαι αὐτὸν,
καὶ φθάσασα ἐγγὺς τοῦ Παύλου καὶ κλίνασα τὰ γόνατα, προσε-
κύνησεν αὐτῷ. ὁ δὲ Πρόβος ἰδὼν ἐθαύμασεν ὅτι τὸ τοιοῦτον
αὐτῆς ὑψηλὸν φρόνημα εἰς τοσαύτην ταπείνωσιν κατέστη·
ἐκάθισεν γὰρ παρὰ τοὺς πόδας τοῦ Παύλου χαμαὶ ταπεινῶς
καὶ ὡς μία τῶν εὐτελῶν· καὶ ἐλυπεῖτο ὁ Πρόβος πάνυ, μηκέτι
γινόμενος πρὸς τὴν ἀκρόασιν τοῦ λόγου· ἀλλ' ἦν ἀτενίζων καὶ
προσέχων εἰς τὴν Ξανθίππην ἀεί.
20
Ὁ δὲ μέγας Παῦλος ἐδίδασκεν ὅτι Οἱ πυρούμενοι
τῇ σαρκὶ τὸν ἔννομον γάμον τηρείτωσαν παραιτούμενοι τὰς
πορνείας, ἐξαιρέτως τὸ πρὸς ἀλλοτρίαν γυναῖκα, καὶ οἱ ζευχ-
θέντες ἀλλήλους φυλασσέτωσαν. ὁ δὲ Πρόβος ἡδέως ἤκουσεν
ταύτης τῆς διδασκαλίας, καὶ εἶπεν· Ὦ Παῦλε, τί καλῶς καὶ
σοφῶς κέχρησαι τῇ διδασκαλίᾳ ταύτῃ· τί οὖν ὅτι ἀπεχωρίσθη
μου ἡ Ξανθίππη; καὶ ὁ Παῦλος λέγει· Τέκνον Πρόβε, οἱ
προορῶντες ὅτι τὰ ἔργα τῶν ἀνθρώπων ἐν πυρὶ δοκιμάζονται,
καὶ οἱ ἀεὶ ἔχοντες ἐν τῇ διανοίᾳ τὸ ἀπαραίτητον τοῦ θανάτου
πᾶσαν ἐπιθυμίαν προσκειμένην τῇ σαρκὶ ἐκβάλλουσιν· οὐαὶ δὲ
ὅταν κρίνῃ ἡ ἐπιθυμία τὸν ἐπιθυμητήν. τότε βρύξει ἀνωφελῆ
καὶ μάταιον βρυγμόν· ἡ γὰρ διόρθωσις τῆς μετανοίας παρέρ-
χεται. ταῦτα δὲ ἀκούσας ὁ Πρόβος ἐπανῄει εἰς τὴν οἰκίαν
αὐτοῦ θαυμάζων καὶ οὐδενὸς ἐγεύσατο τὴν ἡμέραν ἐκείνην, ἀλλὰ
ἀπελθὼν ἀνέπεσεν ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ περὶ τρίτην
ὥραν τῆς νυκτὸς ἀναστὰς εἶπεν· Οἴμοι, τί σκληρὰ ἡ ἡμέρα ᾗ
ἐγὼ τῇ Ξανθίππῃ συνεζεύχθην· εἴθε ἀπέθανον καὶ μὴ ἑώρων
αὐτήν. ταῦτα εἰπὼν ἀναστὰς λέγει· Προσεύξομαι πρὸς τὸν
θεὸν Παύλου· ἴσως ποιήσει καὶ εἰς ἐμὲ τὰ συμφέροντα ἵνα
μὴ παρεθεὶς δι' αὐτὴν ὄνειδος ἐν κόσμῳ γένωμαι. καὶ εὐθέως
πεσὼν ἐπὶ τὴν γῆν ἔλεγεν· Ὁ θεὸς Παύλου, εἰ ὡς ἤκουσα
παρὰ Ξανθίππης καὶ τοὺς ἀγνοοῦντος ἐπιζητεῖς καὶ πλα-
νωμένους ἐπιστρέφεις, ποίησον κἀμοὶ τὰ συμφέροντα· σὺ γὰρ
βασιλεὺς ζωῆς καὶ θανάτου, ὡς ἤκουσα, καὶ σὺ δεσπόζεις τῶν
ἐπουρανίων καὶ ἐπιγείων 〈καὶ〉 καταχθονίων πασῶν τε τῶν
διανοιῶν καὶ τῶν ἐνθυμησέων τῶν ἀνθρώπων καὶ σοὶ πρέπει
μόνῳ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
21
Τότε ἀναστὰς ἀπὸ τοῦ ἐδάφους ὁ Πρόβος ἀνέπεσεν
πάλιν ἐπὶ τὴν κλίνην· καὶ τὸ πρωῒ ἀναστὰς ἦλθεν πρὸς τὸν
Παῦλον, καὶ εὑρὼν αὐτὸν βαπτίζοντα πολλοὺς εἰς τὸ τῆς
ζωαρχικῆς τριάδος ὄνομα, λέγει· Εἰ ἄρα ἄξιός εἰμι, κύριέ μου
Παῦλε, λαβεῖν τὸ βάπτισμα, ἰδοὺ ἡ ὥρα. λέγει αὐτῷ ὁ Παῦλος·
Τέκνον, ἰδοὺ ἕτοιμον τὸ ὕδωρ πρὸς καθαρισμὸν τῶν προσερ-
χομένων τῷ Χριστῷ. παρευθὺ οὖν σπουδαίως ἀποδυσάμενος
τὰ ἱμάτια αὐτοῦ, κρατοῦντος αὐτὸν τοῦ Παύλου, εἰσεπήδησεν
εἰς τὸ ὕδωρ, λέγων· Ἰησοῦ Χριστὲ, υἱὲ τοῦ θεοῦ καὶ θεὲ αἰώνιε,
πᾶσα μου ἁμαρτία ὑπὸ τοῦ ὕδατος τούτου κατασχεθείη. ὁ δὲ
Παῦλος εἶπεν· Βαπτίζομέν σε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ
ἁγίου πνεύματος. καὶ εἴθ' οὕτως ἐποίησεν αὐτὸν τῆς εὐχα-
ριστίας μεταλαβεῖν τοῦ Χριστοῦ. τότε ἡ Ξανθίππη περιχαρὴς
γενομένη πάνυ, περὶ τὴν ἑσπέραν ὥρμησεν σὺν τῷ ἀνδρὶ ἐν τῇ
οἰκίᾳ τοῦ δοῦναι εὐφρασίαν πᾶσιν τοῖς ἐν τῷ οἴκῳ καὶ ἑορτὴν
ἐπιτελέσαι· καὶ ἐλθόντων αὐτῶν, διαταξαμένη δεῖπνον λαμπρὸν
γενέσθαι, ἀνήρχετο αὐτὴ ἐπὶ τρίκλινον. καὶ ἰδοὺ ἐπὶ τὴν
κλίμακα δαίμων ἐπελθὼν ἐν ὁμοιώματι ἑνὸς τῶν μίμων, στὰς
ἐν γωνίᾳ σκοτεινῇ ἐβούλετο ἐκφοβῆσαι καὶ δειλαίνειν τὴν
Ξανθίππην. αὐτὴ δὲ νομίσασα εἶναι τὸν μῖμον ὃν εἶχον κατὰ
συνήθειαν, χολέσασα εἶπεν· Πλειστάκις αὐτῷ εἶπον ὅτι οὐκέτι
παιγνίων ἀνέχομαι, καὶ περιφρονεῖ μου ὡς γυναικός· καὶ εὐθέως
ἁρπάσασα κογχοστάτην σιδηροῦν, ῥίπτει εἰς τὸ πρόσωπον αὐτοῦ
καὶ συνέτριψεν αὐτοῦ ὅλην τὴν ὄψιν. τότε ὁ δαίμων ἀνεβόησε
λέγων· Ὦ βία· ἀπὸ τούτου χανότου καὶ αἱ γυναῖκες ἔλαβον
ἐξουσίαν τοῦ τύπτειν ἡμᾶς. ἡ δὲ Ξανθίππη ἐδείμασεν σφόδρα.
22
Μετὰ γοῦν τὸ δεῖπνον προῆλθεν ὁ Πρόβος πρὸς
ἀκρόασιν τοῦ λόγου· ἡ δὲ Ξανθίππη ἐν τῷ κοιτῶνι αὐτῆς
καθεσθεῖσα ἀνεγίνωσκεν τοὺς προφήτας, ἀνακειμένης τῆς
ἀδελφῆς αὐτῆς τῆς Πολυξένης ἐπὶ τῆς κλίνης· ἠγάπα δὲ
σφόδρα ἡ Ξανθίππη τὴν Πολυξένην ὅτι ἦν νεωτέρα ὑπὲρ αὐτὴν,
καὶ ὡραία τῇ ὄψει· καὶ ὁ Πρόβος δὲ ἠγάπα αὐτὴν πάνυ. καὶ
ἐν τῷ κατακεῖσθαι τὴν Πολυξένην ἐπὶ τῆς κλίνης, ὁρᾷ τοιοῦτον
ὄναρ, ὅτι ἐλθὼν δράκων αἰσχρὸς τῷ εἴδει διενεύετο αὐτῇ ἥκειν
πρὸς αὐτόν· τῆς δὲ μὴ ὑπακουσάσης τοῦ ἐλθεῖν, δραμὼν κατέ-
πιεν αὐτήν. ἡ δὲ παῖς ἐκ τοῦ φόβου ἀνεπήδησεν ἔντρομος·
ἡ δὲ Ξανθίππη προσδραμοῦσα εἶπεν· Τί σοι γέγονεν, φιλτάτη,
ὅτι οὕτως ἀνεπήδησας ἁθροῶς; ἡ δὲ ἐπὶ ὥραν πολλὴν λαλεῖν
οὐκ ἠδύνατο· εἶτα εἰς ἑαυτὴν ἐλθοῦσα λέγει· Οἴμοι, ἀδελφή
μου Ξανθίππη, ποῖός μοι κίνδυνος προΐσταται ἢ θλῖψις οὐ
γινώσκω· ἑώρων γὰρ ἐν τῷ ὕπνῳ μου ὅτι δράκων αἰσχρὸς
ἐλθὼν διένευέν μοι ἐλθεῖν πρὸς αὐτόν· ἐμοῦ δὲ μὴ βουλομένης
ἀπελθεῖν, δραμὼν κατέπιέν με ἀπὸ ποδῶν λαβόμενος· ἐμοῦ δὲ
συνταρασσομένης εἰς τὸ ἡλίου φῶς ἄφνω ἐκ τοῦ ἀέρος νεανίας
τις εὐειδὴς ὃν ἐνόμιζον ἀδελφὸν εἶναι Παύλου ἐφώνησεν λέγων·
Ἀμήν· οὐκ ἰσχύεις οὐδέν. ὅστις καὶ λαβόμενός μου τῆς χειρὸς
ἐξέσπασέν με παραυτίκα ἐξ αὐτοῦ, καὶ εὐθέως ὁ δράκων ἀφανὴς
ἐγένετο· καὶ ἰδοὺ ἡ χεὶρ αὐτοῦ ἦν εὐωδίας πλήρης ὡς ἐκ βαλσά-
μου ἢ ἄλλης τινὸς ἐπὶ εὐπνοίας. λέγει πρὸς αὐτὴν ἡ Ξανθίππη·
Ὄντως μεγάλως ἔχεις θλιβῆναι, ἀδελφή μου Πολυξένη· πλὴν
ἔχει σε ἰδίαν ὁ θεὸς, ὅτι ἔδειξέν σοι ξένα καὶ θαυμάσια· ὄρθρου
οὖν ταχὺ ἀναστᾶσα λαβὲ τὸ ἅγιον βάπτισμα, καὶ αἴτησαι ἐν
τῷ βαπτίσματι ῥυσθῆναι σε τῶν τοῦ δράκοντος παγίδων.
23
Ταῦτα εἰποῦσα ἡ Ξανθίππη πρὸς τὴν Πολυξένην,
καὶ ποιήσασα σταυρὸν διὰ ξύλου ἦλθεν πρὸς τὸν Παῦλον.
ἔμεινεν δὲ μόνη ἡ Πολυξένη ἐν τῷ κοιτῶνι, τῆς τροφοῦ αὐτῆς
ἅμα τῇ Ξανθίππῃ πορευθείσης· καὶ δὴ τῆς νυκτὸς μεσαζούσης,
ἀνήρ τις δυνατὸς ἐν χρήμασι καὶ βοηθείᾳ εὑρὼν ἀνεῳγμένας
τὰς θύρας χρησάμενος μαγικῇ τέχνῃ εἰσῆλθεν…
καθαρ…
The complete text is available when the reading interface loads.