Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 410.
- CTS identifier
urn:cts:greekLit:tlg2255.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1a-2
{ΠΕΡΙ ΕΤΑΙΡΩΝ.}
1a
Athenaeus XIII: Αἱ γὰρ καλαὶ ἡμῶν
Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν
ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα
πόλις οὐκ ἔσχεν. Ἀνέγραψε γοῦν <Ἀριστοφάνης>
μὲν <ὁ Βυζάντιος> ἑκατὸν καὶ τριάκοντα πέντε,
<Ἀπολλόδωρος> δὲ τούτων πλείους, <ὁ Γοργίας> δὲ
πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ <Ἀριστο-
φάνους> μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε· τὴν Πά-
ροινον ἐπικληθεῖσαν, καὶ Λαμπυρίδα, καὶ Εὐφροσύνην·
αὕτη δὲ ἦν γναφέως θυγάτηρ. Ἄγραφοι δ' εἰσὶν αὐτῷ
Μεγίστη, Ἀγαλλὶς, Θαυμάριον, Θεόκλεια· αὕτη
δ' ἐπεκαλεῖτο Κορώνη· Ληναιτόκυστος, Ἄστρα, Γνά-
θαινα, καὶ ταύτης θυγατριδῆ Γναθαίνιον· καὶ Σιγὴ,
καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη, καὶ Εὔκλεια,
καὶ Γρυμαία, καὶ Θρυαλλὶς, ἔτι Χίμαιρα καὶ Λαμπάς.
1b
Athenaeus XIII:
Σὺ δὲ, ὦ σοφιστὰ, ἐν τοῖς καπηλείοις συν-
αναφύρῃ, οὐ μεθ' ἑταίρων, ἀλλὰ μετὰ ἑταιρῶν, μα-
στροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων, καὶ περι-
φέρων ἀεὶ τοιαυτὶ βιβλία <Ἀριστοφάνους> καὶ
Ἀπολλοδώρου καὶ <Ἀμμωνίου καὶ Ἀντιφάνους,>
ἔτι δὲ <Γοργίου> τοῦ Ἀθηναίου, πάντων τούτων συγ-
γεγραφότων περὶ τῶν Ἀθήνησιν ἑταιρίδων.
2
Idem XIII: Στρατοκλῆς δ' ὁ ῥήτωρ
ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν
καλουμένην Παρόραμα
διὰ τὸ καὶ
δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι
<Γοργίας> ἐν τῷ Περὶ ἑταιρῶν.