The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 353–356.
CTS identifier
urn:cts:greekLit:tlg2265.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-5

{ΠΕΡΙ ΜΝΗΜΑΤΩΝ.}

1

Plutarch. Themistocl. c. 32:

Διόδωρος δ' ὁ περιη-

γητὴς ἐν τοῖς Περὶ τῶν μνημάτων εἴρηκεν, ὡς ὑπονοῶν

μᾶλλον ἢ γινώσκων, ὅτι περὶ τὸν λιμένα τοῦ Πειραιῶς

ἀπὸ τοῦ κατὰ τὸν Ἄλκιμον ἀκρωτηρίου πρόκειταί τις

οἷον ἀγκὼν, καὶ κάμψαντι τοῦτον ἐντὸς ᾗ τὸ ὑπεύδιον

τῆς θαλάττης κρηπίς ἐστιν εὐμεγέθης καὶ τὸ περὶ αὐτὴν

βωμοειδὲς τάφος τοῦ Θεμιστοκλέους. Οἴεται δὲ καὶ

Πλάτωνα τὸν κωμικὸν αὑτῷ μαρτυρεῖν ἐν τούτοις·

Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος

τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ,

τούς τ' ἐκπλέοντας εἰσπλέοντάς τ' ὄψεται

χὠπόταν ἅμιλλα τῶν νεῶν θεάσεται.

2

{E LIBRO TERTIO.}

Plutarchus Vit. X Orat. 849c de Hyperi-

dis vitae fine postquam Hermippi narrationem ap-

posuerat, pergit: Οἱ δ' ἐν Κλεωναῖς ἀποθανεῖν αὐτὸν

λέγουσιν ἀπαχθέντα μετὰ τῶν ἄλλων, ὅπου γλωττοτο-

μηθῆναι καὶ διαφθαρῆναι ὃν προείρηται τρόπον, τοὺς

δ' οἰκείους τὰ ὀστᾶ λαβόντας θάψαι γε ἅμα τοῖς γονεῦσι

πρὸ τῶν Ἱππάδων πυλῶν, ὥς φησι Διόδωρος ἐν τῷ

γʹ Περὶ μνημάτων. Νυνὶ δὲ κατερήρειπται τὸ μνῆμα

καί ἐστιν ἄδηλον.

3

Plutarch. Thes. c. 36: Θυσίαν δὲ ποιοῦσιν αὐτῷ

(τῷ Θησεῖ) τὴν μεγίστην ὀγδόῃ Πυανεψιῶνος, ἐν ᾗ μετὰ

τῶν ἠιθέων ἐκ Κρήτης ἐπανῆλθεν. Οὐ μὴν ἀλλὰ καὶ

ταῖς ἄλλαις ὀγδόαις τιμῶσιν αὐτὸν, ἢ διὰ τὸ πρῶτον

ἐκ Τροιζῆνος ἀφικέσθαι τῇ ὀγδόῃ τοῦ Ἑκατομβαιῶνος,

ὡς ἱστόρηκε Διόδωρος ὁ περιηγητής· ἢ νομίζοντες ἑτέ-

ρου μᾶλλον ἐκείνῳ προσήκειν τὸν ἀριθμὸν τοῦτον κτλ.

4

Plutarch. Cimon. c. 16: Ἦν μὲν οὖν ἀπ' ἀρχῆς

φιλολάκων· καὶ τῶν γε παίδων τῶν διδύμων τὸν ἕτερον

Λακεδαιμόνιον ὠνόμασε, τὸν δ' ἕτερον Ἠλεῖον, ἐκ γυ-

ναικὸς αὐτῷ Κλειτορίας γενομένους, ὡς Στησίμβροτος

ἱστορεῖ· διὸ πολλάκις τὸν Περικλέα τὸ μητρῷον αὐτοῖς

γένος ὀνειδίζειν. Διόδωρος δ' ὁ Περιηγητὴς καὶ τούτους

φησὶ καὶ τὸν τρίτον τῶν Κίμωνος υἱῶν Θεσσαλὸν ἐξ

Ἰσοδίκης γεγονέναι τῆς Εὐρυπτολέμου τοῦ Μεγακλέους.

5

Athenaeus XIII: Ἀριστογείτων δ' ἐν τῷ

Κατὰ Φρύνης τὸ κύριον αὐτῆς φησιν εἶναι ὄνομα Μνη-

σαρέτην. Οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ' αὐ-

τῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους

φησὶν εἶναι.

t6-15c

{ΠΕΡΙ ΤΩΝ ΔΗΜΩΝ.}

6a-6c

{αʹ. Ἐρεχθηίς.}

6a

Harpocratio: Εὐωνυμεῖς ... δῆμός ἐστι τῆς Ἐρε-

χθηίδος, ὥς φησι Διόδωρος.

6b

Id.: Θημακεύς ... δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηίδος

Θήμακος, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ Περὶ

τῶν δήμων.

6c

Id.: Λαμπτραὶ δῆμος τῆς Ἐρεχηίδος, ὡς Δ. φησί.

βʹ δ' εἰσὶ Λαμπτραί, αἱ μὲν παράλιαι, αἱ δὲ καθύ-

περθεν.

t7a-7b

{Βʹ. ΑΙΓΗΙΣ.}

7a

Id.: Ἐρχείαθεν. Ἐρχεία δῆμός ἐστι τῆς Αἰγηίδος,

ὥς φησι Διόδωρος.

7b

Id.: Ἰκαριεύς, δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι

Διόδωρος.

t8a-8b

{γʹ. ΠΑΝΔΙΟΝΙΣ.}

8a

Id.: Οἴηθεν ... Δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς

Διόδωρος. Οἴηθεν δὲ ἐκ τόπου ἐπίρρημα.

8b

Id.: Παιανιεῖς καὶ Παιονίδαι ... Εἰσὶ δὲ διττοὶ δῆμοι

Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος κα-

λεῖσθαί φησι Παιανιέαν καθύπερθεν καὶ Παιανιέαν

ὑπένερθεν· ὁμοίως δ' ἑκατέρου τῶν δήμων τὸν δημό-

την καλεῖσθαί φησι Παιανιέα. Διαφέρουσι δὲ οὗτοι τῶν

Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. Μνη-

μονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δεί-

ναρχος ἐν τῷ Κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. Δῆμος δέ

ἐστι καὶ οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δη-

λοῖ.

t9a-9d

{δʹ. ΛΕΟΝΤΙΣ.}

9a

Idem: Κηττοί ... δῆμός ἐστι τῆς Λεοντίδος, ὡς Δ.

ὁ περιηγητής φησιν.

9b

Idem: Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διό-

δωρός φησιν.

9c

Idem: Οἶον ... δῆμοί εἰσιν ἐν τῇ Ἀττικῇ διττοὶ οὐδε-

τέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. Κεκλῆσθαί φησιν

οὕτω Φιλόχορος ἐν τῇ ιγʹ διὰ τὸ κ. τ. λ.

Ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς,

τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθοωντίδος, ὡς Διόδωρος. Οἱ

δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. Ἄλλοι δὲ

ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται.

9d

Idem: Πήληξ ... Δῆμός ἐστι τῆς Λεοντίδος Πήλη-

κες, ὥς φησι Διόδωρος ὁ περιηγητής.

t10a-10f

{εʹ. ἈΚΑΜΑΝΤΙΣ.}

10a

Idem: Ἕρμος, δῆμος ἐστὶ τῆς Ἀττικῆς, φυλῆς

Ἀκαμαντίδος, ὥς φησι Διόδωρος ἐν τῷ Περὶ δήμων.

Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ Περὶ ὀνομάτων φησὶν

ὡς ἔοικεν οὐδέτερον εἶναι τὸ τοῦ δήμου ὄνομα, τὸ

Ἕρμος ὡς τὸ ἕρκος. Ζώπυρος δὲ ἐν τοῖς Περὶ ποταμῶν

καὶ ποταμὸν Ἕρμον φησὶν εἶναι ἐν τῇ Ἀττικῇ καὶ δῆ-

μον ὁμώνυμον αὐτῷ.

10b

Idem: Ἰτεαῖος ... Δῆμός ἐστι τῆς Ἀκαμαντίδος

Ἰτέα, ἀφ' ἧς ὁ δημότης Ἰτεαῖος, ὥς φησι Διόδωρος.

10c

Idem: Κεραμεῖς ... Δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαν-

τίδος Κεραμεῖς, ὥς φησι Δ.

10d

Idem: Θόρικος, ... δῆμός ἐστι τῆς Ἀκαμαντίδος, ὡς

ὁ αὐτὸς Δ. φησιν ἐν τῷ Περὶ τῶν δήμων.

10e

Idem: Κεφαλῆθεν ... Κεφαλὴ, δῆμος τῆς Ἀκαμαν-

τίδος, ἀφ' ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά

φησι Δ.

10f

Stephan. Byz.: Χόλαργος. Οὕτω Δίδυμος καὶ Διό-

δωρος. Διονύσιος δὲ Χόλαργοι καὶ πληθυντικῶς μαρτυ-

ρεῖ. Ἔστι δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ὁ δημό-

της Χολαργεύς.

t11a-11b

{ςʹ. ΟΙΝΗΙΣ.}

11a

Harpocrat.: Λουσιεύς ... Δῆμός ἐστι τῆς Οἰνηίδος

Λουσία, ἀφ' οὗ ὁ δημότης Λουσιεύς, ὡς Δ. φησίν.

11b

Idem: Τυρμεῖδαι ... Δῆμος τῆς Οἰνηίδος οἱ Τυρ-

μεῖδαι, ὥς φησι Διόδωρος.

t12a-12b

{ζʹ. ΚΕΚΡΟΠΙΣ.}

12a

Idem: Ξυπεταίονες ... Δῆμος τῆς Κεκροπίδος Ξυ-

πέτη, ἀφ' ἧς ὁ δημότης Ξυπεταίων, ὡς Δ.

12b

Stephan. Byz.: Τρινεμεῖς, δῆμος τῆς Κεκροπίδος

φυλῆς. Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσι

τὸν δῆμον, Καλλίμαχος Ἑκάλῃ Τρινέμειαν. Ὁ δημότης

Τρινεμεύς. Τὸ τοπικὸν Τρινεμέαθεν, εἰς τόπον Τρινε-

μήνδε, ἐν τόπῳ Τρινεμεάσι.

t13a-13d

{ηʹ. ΙΠΠΟΘΟΩΝΤΙΣ.}

13a

Stephan. Byz.: Ἐλαιεύς, δῆμος τῆς Ἱπποθοωντίδος

φυλῆς, ὡς Διονύσιος. Διόδωρος δ' Ἐλαιοῦς, ἀφ' οὗ ὁ δη-

μότης Ἐλαιούσιος. Τὰ τοπικὰ Ἐλαιουντόθεν καὶ

Ἐλαιουντάδε καὶ Ἐλαιοῦσι. Λέγεται καὶ ἐξ Ἐλαιέως.

13b

Harpocratio: Ἐροιάδαι. Οἱ Ἐροιάδαι δῆμός ἐστι

τῆς Ἱπποθοωντίδος, ὥς φησι Διόδωρος.

13c

Idem: Θυμαιτάδαι ... δῆμος τῆς Ἱπποθοωντίδος,

ἀπὸ Θυμαίτου ἥρωος ὀνομασθείς, ὡς Δ.

13d

Idem: Κειριάδης ... Ὅτι Κειριάδαι δῆμός ἐστι τῆς

Ἱπποθοωντίδος, εἴρηκε Δ. ἐν τῷ Περὶ τῶν δήμων.

t14a-14b

{θʹ. ΑΙΑΝΤΙΣ.}

14a

Stephan. Byz: Τρικόρυνθον

οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος

ἀρσενικῶς, Εὐφορίων θηλυκῶς· ἔστι δὲ δῆμος τῆς Αἰαν-

τίδος φυλῆς. Ὁ δημότης Τρικορύσιος, καὶ θηλυκὸν

Τρικορυσία. Ἀριστοφάνης Λυσιστράτῃ·

Οὐχ ὁρᾷς, οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;

καὶ Τρικορυνθόθεν καὶ Τρικορυνθόνδε καὶ Τρικο-

ρυνθοῖ.

14b

Harpocrat.: Φηγαιεῦσι ... Φηγαιῆς

δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος.

t15a-15d

{ιʹ. ΑΝΤΙΟΧΙΣ.}

15a

Idem: Θόραι, δῆμος τῆς Ἀντιοχίδος, ὥς φησι Δ.

15b

Idem: Κριωεύς ... Δῆμός ἐστι τῆς Ἀντιοχίδος

Κριώα, ὥς φησι Διόδωρος ἐν τῷ Περὶ τῶν δήμων.

15c

Idem. v. Κολαναίτας: Περὶ τῶν Κολωνῶν Διόδω-

ρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γʹ Ἀτθίδος διεξ-

ῆλθεν.

15d

Steph. Byz.:

<Ἀτήνη>, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Φρύνιχος δὲ

τῆς Ἀτταλίδος φησίν. Ὁ δημότης Ἀτηνεύς. «Πατρο-

κλῆς Ἀτηνεὺς ἐχορήγει, [Ἀντιοχὶς] ἐνίκα, Παντακλῆς

[ἐδίδασκεν].» Διονύσιος <Ἀτηνίαν> τὸν δῆμον (sc.

καλεῖ). Ἀλλ' οὐκ ἐᾷ τὸ <Ἀτηνεύς>· ὀφεῖλον Ἀτηνιεύς.