Homilia in natalem Christi
- Edition reference
- Homilia in natalem Christi (fort. pars operis Historia Romana atque omnigena) (fortasse sub auctore Hesychio Hierosolymitano), ed. L. Dindorf, Chronicon paschale, vol. 2 [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1832]: 116.
- CTS identifier
urn:cts:greekLit:tlg2274.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{ΗΣΥΧΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ.}
1
Ἐν τῷ μβʹ ἔτει τῆς Βασιλείας Αὐγούστου, μηνὶ Δεκεμβρίῳ
2
κεʹ, ἡμέρᾳ Ϛʹ, ὥρᾳ ζʹ τῆς ἡμέρας, ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰη-
3
σοῦς Χριστὸς τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου Μαρίας,
4
ἔτους κατὰ Ἀντιοχεῖς ἀπὸ κτίσεως κόσμου, ἕως τῆς Χριστοῦ γεν-
5
νήσεως [καὶ σταυρώσεως] Ϛʹ. Συνάγεται γὰρ ἀπὸ Ἀδὰμ ἕως Φα-
6
λὲκ υἱοῦ Εβερ ἔτη τρισχίλια, καὶ ἀπὸ τοῦ Φαλὲκ ἕως μβʹ ἔτους
7
τῆς Βασιλείας Αὐγούστου ἔτη ͵εϠξζʹ, καὶ λοιπὸν συνανεστράφη
8
ὁ Σωτὴρ τοῖς ἀνθρώποις ἔτη λγʹ, ὡς γίνεσθαι ἀπὸ Ἀδὰμ ἕως τῆς
9
Χριστοῦ Γεννήσεως [καὶ σταυρώσεως] ἔτη ͵Ϛʹ πλήρη. Ο γὰρ Φαλὲκ,
10
κατὰ τὴν προφητείαν Μώσεως, τὸ ἥμισυ λέγεται τοῦ χρόνου τῆς
11
Χριστοῦ ἐπιφανείας. Ὥσπερ γὰρ τὸν ἄνθρωπον τῇ Ϛʹ ἡμέρᾳ πλά-
12
σας ὁ Θεὸς, καὶ ἑξῆς ὑπέπεσεν τῇ ἁμαρτίᾳ, οὕτως καὶ τῇ Ϛʹ ἡμέρᾳ
13
τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἦλθεν, καὶ ἔσωσεν αὐτόν. Τοῦτο γὰρ
14
δηλοῖ καὶ ἡ θεία γραφὴ, λέγουσα· Ἡμέρα Κυρίου ὡς χίλια ἔτη.
15
Α τινα καὶ Κλήμης, καὶ Θεόφιλος, καὶ Τιμόθεος οἱ θεοφιλέστατοι
16
χρονογράφοι ἐξέθεντο ὁμοφρονήσαντες, ὅτι τῇ Ϛʹ χιλιάδι τῶν ἐνι-
17
αυτῶν ἐφάνη ὁ Κύριος κατὰ τὸν ἀριθμὸν τῶν Ϛʹ ἡμερῶν τῆς πλά-
18
σεως τοῦ Ἀδὰμ, ῥυσάμενος τὸ γένος τῶν ἀνθρώπων. Ἕτεροι δὲ
19
φασὶν ὅτι τῷ ͵εφʹ ἔτει ἦλθεν Κύριος· ἀλλ' οὐ πολλοὶ συμφωνοῦ-
20
σιν εἰς τοῦτο, ἐν δὲ τῷ Ϛʹ ἔτει πάντες οἱ ἀκριβεῖς συγγραφεῖς συμ-
21
φωνοῦσιν περὶ τούτου τινὲς, ἀλλ' ἡ προφητικὴ φωνὴ ἀληθεύει
22
μᾶλλον διδάσκουσα εἰς τὸ ͵Ϛ ἔτος φανῆναι τὸν Κύριον ἄνθρωπον.
{Πάτρια Κωνσταντινουπόλεωςκατὰ Ἡσύχιον Ἰλλούστριον.} Δύο καὶ ἑξήκοντα καὶ τριακοσίων ἀπὸ τῆς ΑὐγούστουΚαίσαρος μοναρχίας διεληλυθότων ἐνιαυτῶν τῇ πρεσβυτέρᾳῬώμῃ καὶ τῶν πραγμάτων αὐτῆς ἤδη πρὸς πέρας ἀφιγμένωνΚωνσταντῖνος ὁ Κωνσταντιόυ παῖς ἐπιλαβόμενος τῶν σκήπ-τρων τὴν νέαν ἀνίστησι Ῥώμην ἴσην αὐτὴν τῇ πρώτῃχρηματίζειν προστάξας. Ἤδη μὲν γὰρ καὶ τυράννοις καὶβασιλεῦσι χρησαμένην πολλάκις ἀριστοκρατίας τε καὶ δημο-κρατίας πολιτευσαμένην τρόπῳ τέλος ἐπὶ τὸ προκείμενον〈συνέβη〉 ἐξενηνοχέναι μέγεθος. Λεκτέον δὲ ἡμῖν, ὅπωςτε ἐξ ἀρχῆς γέγονε καὶ ὑπὸ τίνων ἀπῳκίσθη, ἐκ τῶν ἀρχαίωνποιητῶν καὶ συγγραφέων τὴν ὑπόθεσιν ποιουμένοις. Φασὶ μὲν Ἀργείους πρώτους χρησάσης αὐτοῖςτῆς Πυθίας οὕτως „Ὄλβιοι, οἳ κείνην ἱερὴν πόλιν οἰκήσουσιν ἀκτὴν Θρηικίην στενυγρὸν παρά τε στόμα Πόντου, ἔνθα δύο σκύλακες διερὴν μάρπτουσι θάλασσαν, ἔνθ' ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν“πήξασθαι τὰς οἰκήσεις ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ Κύδαρός τεκαὶ Βαρβύσης ποταμοὶ τὰς διεξόδους ποιοῦνται, ὁ μὲν τῶνἀρκτῴων, ὁ δὲ τῶν ἑσπερίων προρρέοντες καὶ κατὰ τὸν τῆςλεγομένης Σεμέστρης νύμφης βωμὸν τῇ θαλάσσῃ μιγνύμενοι. Ἐπεὶ οὖν εἰς τὴν εἱμαρμένην ἀφίκοντο 〈χώραν〉καὶ θυσίαις τοὺς ἐγχωρίους ἐξιλάσκοντο δαίμονας, κόραξτῆς ἱερουργίας ὑφαρπάσας βραχύ τι μέρος εἰς ἕτερον μετέθηκετόπον, ὃς ἔχει τὴν τοῦ Βοσπόρου προσηγορίαν βουκόλουτὴν τοῦ ὄρνιθος ὑποδείξαντος πτῆσιν, ἀφ' οὗπερ καὶΒουκόλια ἐκεῖνο τὸ χωρίον ἐκλήθη. Ἕτεροι δὲΜεγαρεῖς ἱστόρησαν ἀπὸ Νίσου τὸ γένος κατάγοντας εἴσπλουνἐν αὐτῷ ποιησαμένους τῷ τόπῳ ὑφ' ἡγεμόνι Βύζαντι,οὗπερ τὴν προσηγορίαν μυθεύουσι τῇ πόλει προστεθῆναι.Ἄλλοι δὲ Σεμέστρης τῆς ἐπιχωρίου νύμφης παῖδά τιναγεγονότα τὸν Βύζαντα ἀναπλάττουσιν. Οἱ μὲν οὖνδιαφόροις ἐχρήσαντο λόγοις, ἡμεῖς δὲ πιθανὴν τὴν ἱστορίαντοῖς ἐντυγχάνειν ἐθέλουσιν παραστῆσαι βουλόμενοι ἐκ τῆςἸνάχου θυγατρὸς Ἰοῦς τὴν ἀρχὴν προσφόρως ποιούμεθα.Ἰνάχου γὰρ τοῦ Ἀργείων βασιλέως γέγονε θυγάτηρ Ἰώ.Ταύτης τὴν παρθενίαν ἐφύλαττεν Ἄργος, ὃν πολυόμματονλέγουσιν. Ἐπεὶ δὲ Ζεὺς ἐρασθεὶς τῆς κόρης πείθει τὸνἙρμῆν δολοφονῆσαι τὸν Ἄργον, λυθείσης δ' αὐτῇ τῆςπαρθενίας ὑπὸ Διὸς εἰς βοῦν μεταβάλλεται. Ἥραδὲ χολωθεῖσα ἐπὶ τῷ γενομένῳ οἶστρον ἐπιπέμπει τῇ δαμάλεικαὶ διὰ πάσης αὐτὴν ἐλαύνει ξηρᾶς τε καὶ ὑγρᾶς. Ἐπειδὴ δὲ πρὸς τὴν Θρᾳκῶν ἀφίκετο χώραν,ὄνομα μὲν τῷ τόπῳ καταλέλοιπε Βόσπορον, αὐτὴ δὲ πρὸςτὸ καλούμενον Κέρας ἐπανελθοῦσα, καθ' ὃ Κύδαρός τε καὶΒαρβύσης συμμίσγονται τοῖς ἐνοικοῦσι προθεσπίζοντες τὰἐσόμενα, παρὰ τὸν Σεμέστρης βωμὸν τὴν λεγομένην Κερόεσσανἀπεκύησε κόρην, ἐξ ἧς καὶ Κέρας ὁ τόπος ὠνόμασται.Ἄλλοι δὲ μᾶλλον τῇ θέσει τοῦ χωρίου τοὔνομα προστιθέασιν,οἱ δὲ τῇ τῶν καρπῶν εὐφορίᾳ τὸ τῆς Ἀμαλθείας αἰγὸςκέρας προσαγορεύουσιν. Ἡ τοίνυν Κερόεσσα παρὰτῇ Σεμέστρῃ νύμφῃ τραφεῖσα καὶ παραδόξῳ μορφῇ λαμ-πρυνθεῖσα πολὺ τὰς Θρᾳκικὰς ὑπερέβαλε παρθένους, τῷ τεθαλαττίῳ μιγεῖσα Ποσειδῶνι τίκτει τὸν καλούμενον Βύζαντα,τοὔνομα τοῦτο λαβόντα ἐκ τῆς θρεψάσης αὐτὸν κατὰ τὴνΘρᾴκην νύμφης Βιζύης, ἧς μέχρι καὶ νῦν οἱ πολῖται τῶνὑδάτων ἀρύονται. Ὡς οὖν ἐπὶ τὴν ἀκμὴν τῆςἡλικίας ὁ νέος προέβαινεν καὶ τοῖς Θρᾳκίοις ἐνδιέτριβενὄρεσι φοβερῶς πρὸς τοὺς θῆρας καὶ τοὺς βαρβάρους φερό-μενος, πρεσβείας ὑπὸ τῶν τοπαρχούντων ἐδέχετο σύμμαχοςαὐτοῖς εἶναι καὶ φίλος προτρεπόμενος. Ὡς οὖν καὶΜελίας αὐτὸν ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἐπὶ τὸν τοῦ θηρὸςἆθλον μετεπέμψατο καὶ τὰς ἐξ αὐτοῦ δόξας ὁ Βύζαςἀπηνέγκατο τὸν ὑποταγέντα ταῦρον τῇ ἱερουργίᾳ προσφέρωνκαὶ τοὺς πατρῴους ἐξιλασκόμενος δαίμονας κατὰ τὴν τῶνεἰρημένων ποταμῶν σύμμιξιν, ἀετὸς ἀθρόως φανεὶς τὴνκαρδίαν ὑφαρπάζει τοῦ θύματος καὶ κατὰ τὴν ἄκραν τῆςΒοσπορίας ἀκτῆς 〈ἀποπτὰς ἔστη〉 ἀντικρὺ τῆς καλουμένηςΧρυσοπόλεως, ἣν Χρύσης ὁ παῖς ἐκ Χρυσηΐδος γεγονὼς καὶἈγαμέμνονος φεύγων τὴν Κλυταιμνήστρης ἐπιβουλὴν μετὰτὴν τοῦ πατρὸς ἀναίρεσιν καὶ πρὸς τὴν τῆς Ἰφιγενείαςζήτησιν ἐπειγόμενος μνῆμα τῆς ἑαυτοῦ ταφῆς τοῖς ἐγχωρίοιςτοὔνομα τοῦτο κατέλιπε φθασάσης αὐτὸν ἐκεῖ τῆς τοῦβίου καταστροφῆς. Ὁ μὲν οὖν Βύζας κατὰ τὴνἄκραν τῆς Βοσπορίας ἁλὸς διέγραψεν πόλιν. Ποσειδῶνοςδὲ καὶ Ἀπόλλωνος ὥς φασι συνεργούντων ἀνοικοδομεῖ τὰτείχη λόγου τε παντὸς κρείττονα μηχανώμενος. Τοὺς γὰρ ἐν αὐτοῖς πύργους ἑπτὰ ὄντας ἀντιφθέγγεσθαίτε καὶ διηχεῖν ἀλλήλοις συνήρμοζεν. Εἴποτε γὰρ σάλπιγξἢ φωνή τις ἑτέρα τοῖς πύργοις ἐπεφοίτα, ἕτερος ἐξ ἑτέρουτὴν ἠχὼ μετελάμβανεν, καὶ τῷ πρὸς τὸ πέρας κειμένῳπαρέπεμπον. Ἀλλὰ μὴν καὶ ἄλλο τι τοῖς ταῦτασυγγράψασιν εἰρημένον οὐ παραλείψομεν· τὸν γὰρ Ἡρακλέουςκαλούμενον πύργον τὰ τῶν πολεμίων τοῖς ἐντὸς οὖσι τοῦτείχους μεταδιδόναι μυστήρια λέγουσιν. Μετὰ δὲτὴν τοῦ τείχους στεφάνην καὶ τὰ τεμένη τῶν θεῶν ἀπειρ-γάζετο· Ῥέας μὲν κατὰ τὸν τῆς Βασιλικῆς λεγόμενον τόποννεών τε καὶ ἄγαλμα καθιδρύσατο, ὅπερ καὶ Τυχαῖον τοῖςπολίταις τετίμηται. Ποσειδῶνος δὲ τέμενος πρὸς τῇ θαλάττῃἀνήγειρεν, ἔνθα νῦν ὁ τοῦ μάρτυρος Μηνᾶ οἶκος δια-κεκόσμηται, Ἑκάτης δὲ κατὰ τὸν νῦν τοῦ Ἱπποδρομίουτόπον, τῶν δὲ Διοσκούρων, Κάστορός τέ φημι καὶ τοῦΠολυδεύκους, ἐν τῷ τῆς Σεμέστρης βωμῷ καὶ τῇ τῶνποταμῶν μίξει, ἐν ᾧ καὶ λύσις τῶν παθῶν τοῖς ἀνθρώποιςἐγίνετο. Ἐγγὺς δὲ τοῦ καλουμένου ΣτρατηγίουΑἴαντός τε καὶ Ἀχιλλέως βωμοὺς ἀνεθήκατο· ἔνθα καὶ τὸἈχιλλέως χρηματίζει λουτρόν. Ἀμφιάρεω δὲ τοῦ ἥρωος ἐν