The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 145–177.
CTS identifier
urn:cts:greekLit:tlg2274.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

Ἐν χρόνοις Ἀντωνίνου γὰρ Ῥωμαίων ἡττηθέντων

καὶ συγκλεισθέντων ἐν αὐτῇ τῇ γεραιτέρᾳ Ῥώμῃ,

κινδυνευόντων τε λιμῷ πάντων διαφθαρῆναι,

οὗτοι τὸν δῆμον οἴκοθεν ἔτρεφον τὸν τῆς Ῥώμης,

ἡμέρας ὀκτωκαίδεκα Κάλανδος κατὰ μῆνα,

Νόννος ἡμέρας δὲ ὀκτὼ, τὰς τέσσαρας Εἰδὸς δέ.

Ἡσύχιος Ἰλλούστριος, Πλούταρχός τε καὶ Δίων

καὶ Διονύσιος ὁμοῦ γράφουσι ταῦτα πάντα.

t4-6

{ΕΚ ΤΟΥ Ϛʹ ΔΙΑΣΤΗΜΑΤΟΣ.}

4

{ΠΑΤΡΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ.}

Δύο καὶ ἑξήκοντα καὶ τριακοσίων ἀπὸ τῆς Αὐγούστου

Καίσαρος διεληλυθότων ἐνιαυτῶν τῇ πρεσβυτέρᾳ Ῥώ-

μῃ, καὶ τῶν πραγμάτων αὐτῆς ἤδη πρὸς πέρας ἀφι-

γμένων, Κωνσταντῖνος ὁ Κωνσταντίου παῖς ἐπιλαβό-

μενος τῶν σκήπτρων τὴν νέαν ἀνίστησι Ῥώμην, ἴσην

αὐτὴν τῇ πρώτῃ χρηματίζειν προστάξας. Ἤδη μὲν γὰρ

καὶ τυράννοις καὶ βασιλεῦσι χρησαμένην πολλάκις, ἀρι-

στοκρατίας τε καὶ δημοκρατίας πολιτευσαμένην τρόπῳ,

τέλος ἐπὶ τὸ προκείμενον ἐξενηνοχέναι μέγεθος. (2) Λε-

κτέον δὲ ἡμῖν, ὅπως τε ἐξ ἀρχῆς γέγονε, καὶ ὑπὸ τίνων

ἀπῳκίσθη, ἐκ τῶν ἀρχαίων ποιητῶν καὶ συγγραφέων

τὴν ὑπόθεσιν ποιουμένοις.

3. Φασὶ μὲν Ἀργείους πρώτους, χρησάσης αὐτοῖς τῆς

Πυθίας οὕτως,

Ὄλβιοι, οἳ κείνην ἱερὴν πόλιν οἰκήσουσιν

ἀκτὴν Θρηικίην τ' ἔνυγρον παρά τε στόμα Πόντου,

ἔνθα δύο σκύλακες πολιὴν λάπτουσι θάλασσαν,

ἔνθ' ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν.

πήξασθαι τὰς οἰκήσεις ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ Κύ-

δαρός τε καὶ Βαρβύσης ποταμοὶ τὰς διεξόδους ποιοῦνται,

ὁ μὲν τῶν ἀρκτῴων, ὁ δὲ τῶν ἑσπερίων προρρέοντες,

καὶ κατὰ τὸν τῆς λεγομένης Σεμέστρης νύμφης βωμὸν

τῇ θαλάσσῃ μιγνύμενοι. (4) Ἐπεὶ οὖν εἰς τὴν εἱμαρ-

μένην ἀφίκοντο, καὶ θυσίαις τοὺς ἐγχωρίους ἐξιλεώσαντο

δαίμονας, κόραξ τῆς ἱερουργίας ὑφαρπάσας βραχύ τι

μέρος εἰς ἕτερον μετατέθεικε τόπον, ὃς ἔχει τὴν τοῦ

Βοσπόρου προσηγορίαν, βουκόλου τὴν τοῦ ὄρνιθος ὑπο-

δείξαντος πτῆσιν, ἀφ' οὗπερ καὶ Βουκόλια ἐκεῖνο τὸ

χωρίον ἐκλήθη. (5) Ἕτεροι δὲ Μεγαρεῖς ἱστόρησαν

ἀπὸ Νίσου τὸ γένος κατάγοντας, εἴσπλουν ἐν αὐτῷ

ποιησαμένους τῷ τόπῳ ὑφ' ἡγεμόνι Βύζαντι, οὗπερ τὴν

προσηγορίαν μυθεύουσι τῇ πόλει προστεθῆναι. Ἄλλοι

δὲ Σεμέστρης τῆς ἐπιχωρίου νύμφης παῖδά τινα γεγο-

νότα τὸν Βύζαντα ἀναπλάττουσι. (6) Οἱ μὲν οὖν

διαφόροις ἐχρήσαντο λόγοις, ἡμεῖς δὲ πιθανὴν τὴν ἱστο-

ρίαν τοῖς ἐντυγχάνειν ἐθέλουσι παραστῆσαι βουλόμενοι

ἐκ τῆς Ἰνάχου θυγατρὸς Ἰοῦς τὴν ἀρχὴν προσφόρως

ποιούμεθα. Ἰνάχου γὰρ τοῦ Ἀργείων βασιλέως γέγονε

θυγάτηρ Ἰώ. Ταύτης [δὲ] τὴν παρθενίαν ἐφύλαττεν

Ἄργος, ὃν πολυόμματον λέγουσιν. Ἐπεὶ δὲ Ζεὺς ἐρα-

σθεὶς τῆς κόρης πείθει τὸν Ἑρμῆν δολοφονῆσαι τὸν Ἄρ-

γον, λυθείσης αὐτῇ τῆς παρθενίας, εἰς βοῦν μεταβάλ-

λεται. (7) Ἥρα δὲ χολωθεῖσα ἐπὶ τῷ γενομένῳ οἶστρον

ἐπιπέμπει τῇ δαμάλει, καὶ διὰ πάσης αὐτὴν ἐλαύνει

[τῆς] ξηρᾶς τε καὶ ὑγρᾶς. (8) Ἐπειδὴ δὲ πρὸς τὴν Θρᾳ-

κῶν ἀφίκετο χώραν, ὄνομα μὲν τῷ τόπῳ καταλέλοιπε

Βόσπορον, αὐτὴ δὲ πρὸς τὸ καλούμενον Κέρας ἐπανελ-

θοῦσα, καθ' ὃ Κύδαρός τε καὶ Βαρβύσης συμμίσγονται,

τοῖς ἐνοικοῦσιν προθεσπίζουσα τὰ ἐσόμενα, παρὰ τὸν

Σεμέστρης βωμὸν τὴν λεγομένην Κερόεσσαν ἀπεκύησε

κόρην, ἐξ ἧς καὶ Κέρας ὁ τόπος ὠνόμασται. Ἄλλοι δὲ

μᾶλλον τῇ θέσει τοῦ χωρίου τοὔνομα προστιθέασιν· οἱ

δὲ τῇ τῶν καρπῶν εὐπορίᾳ τὸ τῆς Ἀμαλθείας αἰγὸς κέ-

ρας προσαγορεύουσιν. (9) Ἡ τοίνυν Κερόεσσα παρὰ

τῇ Σεμέστρῃ νύμφῃ τραφεῖσα καὶ παραδόξῳ μορφῇ

λαμπρυνθεῖσα, πολὺ τὰς Θρᾳκικὰς ὑπερέβαλε παρθέ-

νους, τῷ τε θαλαττίῳ μιγεῖσα Ποσειδῶνι τίκτει τὸν

καλούμενον Βύζαντα, τοὔνομα τοῦτο λαβόντα ἐκ τῆς

θρεψάσης αὐτὸν κατὰ τὴν Θρᾴκην νύμφης Βυζίης, ἧς

μέχρι καὶ νῦν οἱ πολῖται τῶν ὑδάτων ἀρύονται. (10) Ὡς

οὖν ἐπὶ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ νέος προέβαινε, καὶ

τοῖς Θρᾳκίοις ἐνδιέτριβεν ὄρεσι, φοβερὸς πρὸς τοὺς θῆ-

ρας καὶ τοὺς βαρβάρους φερόμενος, πρεσβείας ὑπὸ τῶν

τοπαρχούντων ἐδέχετο, σύμμαχος αὐτοῖς εἶναι καὶ φί-

λος προτρεπόμενος. (11) Ὡς οὖν καὶ Μελίας αὐτὸν

ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἐπὶ τὸν τοῦ θηρὸς ἆθλον μετε-

πέμψατο, καὶ τὰς ἐξ αὐτοῦ δόξας ὁ Βύζας ἀπηνέγκατο,

τὸν ὑποταγέντα ταῦρον τῇ ἱερουργίᾳ προσφέρων καὶ

τοὺς πατρῴους ἐξιλασκόμενος δαίμονας, κατὰ τὴν τῶν

εἰρημένων ποταμῶν σύμμιξιν, ἀετὸς ἀθρόως φανεὶς τὴν

καρδίαν ὑφαρπάζει τοῦ θύματος, καὶ κατὰ τὴν ἄκραν

τῆς Βοσπορίας ἀκτῆς ἀποπτὰς ἔστη ἀντικρὺ τῆς κα-

λουμένης Χρυσοπόλεως· ἣν Χρύσης ὁ παῖς ἐκ Χρυ-

σηΐδος γεγονὼς Ἀγαμέμνονος, φεύγων τὴν Κλυταιμνή-

στρας ἐπιβουλὴν μετὰ τὴν τοῦ πατρὸς ἀναίρεσιν, καὶ

πρὸς τὴν τῆς Ἰφιγενείας ζήτησιν ἐπειγόμενος, μνῆμα

τῆς ἑαυτοῦ ταφῆς τοῖς ἐγχωρίοις κατέλειπεν, φθασάσης

αὐτὸν [ἐκεῖ] τῆς τοῦ βίου καταστροφῆς. (12) Ὁ μὲν

οὖν Βύζας κατὰ τὴν ἄκραν τῆς Βοσπορίας ἁλὸς διέγραψε

πόλιν. Ποσειδῶνος δὲ καὶ Ἀπόλλωνος, ὥς φασι, συνερ-

γούντων ἀνοικοδομεῖ τὰ τείχη, λόγου (τε) παντὸς

κρείττονα μηχανώμενος. (13) Τοὺς γὰρ ἐν αὐτῷ πύρ-

γους ἑπτὰ ὄντας ἀντιφθέγγεσθαί τε καὶ διηχεῖν ἀλλήλοις

συνήρμοζεν. Εἴποτε γὰρ σάλπιγξ ἢ φωνή τις ἑτέρα τοῖς

πύργοις ἐπεφοίτα, ἕτερος ἐξ ἑτέρου τὴν ἠχὼ μετελάμ-

βανε, καὶ τῷ πρὸς τὸ πέρας κειμένῳ παρέπεμπον.

(14) Ἀλλὰ μὴν καὶ ἄλλο τι τοῖς ταῦτα συγγράψασιν εἰ-

ρημένον οὐ παραλείψομεν. Τὸν γὰρ Ἡρακλέους καλού-

μενον πύργον τὰ τῶν πολεμίων τοῖς ἐντὸς οὖσι τοῦ τεί-

χους μεταδιδόναι μυστήρια λέγουσι. (15) Μετὰ δὲ τὴν

τοῦ τείχους στεφάνην καὶ [τὰ] τεμένη τῶν θεῶν ἀπειρ-

γάζετο· Ῥέας μὲν κατὰ τὸν τῆς Βασιλικῆς λεγόμενον

τόπον νεών τε καὶ ἄγαλμα καθιδρύσατο, ὅτι καὶ Τύχαιον

τοῖς πολίταις τετίμητο, Ποσειδῶνος δὲ τέμενος πρὸς τῇ

θαλάττῃ ἀνήγειρεν, ἔνθα νῦν ὁ τοῦ μάρτυρος Μηνᾶ οἶκος

διακεκόσμηται, Ἑκάτης δὲ κατὰ τὸν τοῦ ἱπποδρομίου

τόπον, τῶν δὲ Διοσκούρων, Κάστορός τέ φημι καὶ Πο-

λυδεύκους, ἐν τῷ τῆς Σεμέστρης βωμῷ καὶ τῇ τῶν

ποταμῶν μίξει, ἐν ᾗ καὶ λύσις τῶν παθῶν τοῖς ἀνθρώ-

ποις ἐγίνετο. (16) Ἐγγὺς δὲ τοῦ καλουμένου στρατηγίου

Αἴαντός τε καὶ Ἀχιλλέως βωμοὺς ἀνεθήκατο· ἔνθα καὶ

[νῦν] τὸ Ἀχιλλέως χρηματίζει λουτρόν. Ἀμφιάρεω δὲ

τοῦ ἥρωος ἐν ταῖς λεγομέναις Συκαῖς ᾠκοδόμησεν, αἳ

τὴν ἐπωνυμίαν ἐκ τῶν συκοφόρων δένδρων ἐδέξαντο.

Ἀνωτέρω δὲ μικρὸν τοῦ Ποσειδῶνος ναοῦ, καὶ τὸ τῆς

Ἀφροδίτης προσαγορεύεται τέμενος, Ἀρτέμιδος δὲ [καὶ

Ἀθηνᾶς] πρὸς τὸ τῆς Θρᾴκης ὄρος.

17. Ἐπεὶ δὲ ταῦτα πρὸς τὴν αὑτοῦ διῳκήσατο πό-

λιν, ἐχρῆν λοιπὸν τοὺς ἐπιόντας ἀπωθεῖσθαι βαρβά-

ρους, [καὶ] μάλιστα τὸν Αἷμον, ὃς τῆς Θρᾴκης τύραννος

ἦν, καὶ πρὸς αὐτὴν ἧκεν τὴν τοῦ Βύζαντος πόλιν, αὐτόν

τε τὸν ἥρωα προκαλούμενος εἰς μάχην, καὶ διαπορθεῖν

ἅπαντα προθυμούμενος. [Ὁ δὲ] οὐχ ὑπομείνας τὴν

ἔφοδον τοῦ βαρβάρου, μόνος πρὸς μόνον διαγωνίζεται,

καὶ καταβάλλει τὸν Αἷμον ἐπὶ τὸν ἐπώνυμον αὐτοῦ

λόφον. (18) Ὁ μὲν οὖν Βύζας μετὰ τὴν εἰρημένην νίκην

ὡς ἐπὶ τὴν Θρᾴκην ἤλαυνε τοὺς πολεμίους, Ὀδρύσης

ὁ τῶν Σκυθῶν βασιλεὺς περαιωθεὶς τὸν Ἴστρον, καὶ

πρὸς αὐτὰ διελθὼν τὰ τῆς πόλεως τείχη, ἐπολιόρκει

τοὺς ἔνδον. Πρὸς ὃν ἡ τοῦ Βύζαντος γυνὴ, ἡ θαυμαστὴ

Φιδάλεια, μηδέν τι καταπλαγεῖσα τὸ πλῆθος τῶν πο-

λεμίων, ἀλλὰ τῇ γυναικείᾳ χρησαμένη χειρὶ διηγωνί-

σατο, σοφισαμένη τὸν βάρβαρον τῇ τῶν δρακόντων

συμμαχίᾳ. (19) Ὡς γὰρ τοὺς κατὰ [τὴν] πόλιν ὄφεις

εἰς ἕν τι χωρίον συλλαβοῦσα ἐφρούρει, ἀθρόως τοῖς

ἐναντίοις ἐμφανεῖσα δίκην βελῶν καὶ ἀκοντίων ἔπεμπε

τὰ θηρία, καὶ πλείστους λυμηναμένη τούτῳ τῷ τρόπῳ

διέσωσε τὴν πόλιν. Ἐντεῦθεν τοίνυν ἀρχαῖος μῦ-

θος φέρεται, μὴ δεῖν τοὺς κατὰ τὴν πόλιν ἁλισκομέ-

νους ἀπολλύειν ὄφεις, ὡς οἷα εὐεργέτας αὐτῆς γενο-

μένους.

20. Οὐ μετὰ πολὺν δὲ χρόνον Στρόμβος ἀνὴρ τοὔνομα,

καὶ αὐτὸς ἐκ Κεροέσσης τεχθεὶς, πόλεμον ἐπιφέρει τῷ

Βύζαντι, πολλὴν ἐπαγόμενος δύναμιν. Ἀνεκινεῖτο

τοίνυν ἅπαντα τὰ Σκυθικὰ γένη· συνέτρεχον δὲ καὶ οἱ

τῆς Ἑλλάδος κρατοῦντες καὶ Ῥοδίων οὐκ εὐκαταφρό-

νητος δύναμις ὅ τε τῆς γείτονος Χαλκηδόνος τοπάρχης

Δίνεως, ἐκ Μεγαρέων ἄποικος ἐκεῖσε γενόμενος δέκα

καὶ ἐννέα ἔμπροσθεν ἔτεσι τῆς Βύζαντος αὐταρχίας.

(21) Χαλκηδὼν δὲ ὠνόμασται τὸ χωρίον, ὡς μέν τινές

φασιν, ἀπὸ τοῦ Χαλκηδόνος ποταμοῦ· ὡς δὲ ἕτεροι,

ἀπὸ τοῦ παιδὸς Κάλχαντος τοῦ μάντεως, ὕστερον τοῦ

Τρωϊκοῦ πολέμου γενομένου· ὡς δὲ ἄλλοι, ἀπὸ Χαλ-

κίδος πόλεως τῆς Εὐβοίας, ἀποίκων ἐκεῖ πεμφθέντων·

οὓς δὴ καὶ τυφλοὺς ἀπεκάλεσαν, παρεωρακότας τὸ Βυ-

ζάντιον. (22) Ὡς οὖν σὺν πλείοσι ναυσὶν ὁ Δίνεως εἰς

συμμαχίαν ἧκε τοῦ Βύζαντος, μὴ δυνηθεὶς προσορμῆσαι

τῇ πόλει, ἄρτι τοῦ βασιλέως αὐτῶν Βύζαντος μεταλ-

λάξαντος, καὶ τοῦ δήμου παντὸς ἐν ἀγωνίᾳ τυγχάνοντος,

πρὸς τὸν καλούμενον Ἀνάπλουν ἀφίκετο, ἔνθα καὶ δια-

τρίψας <Ἑστίας> τὸν τόπον ὠνόμασε. (23) Μικρῷ γε

μὴν ὕστερον διαβὰς ἐν τῇ πόλει, καὶ τοὺς βαρβάρους

ἀπωσάμενος, αὐτὸ ἐστρατήγησε τοῦ δήμου τῶν Βυ-

ζαντίων· καθ' οὓς δὴ χρόνους καὶ δρακόντων πλεῖστα

γένη ἐπεφοίτησε τῇ πόλει, ὡς τοὺς οἰκοῦντας αὐτὴν

διαφθείρεσθαι· οὓς δὴ τῇ τῶν καλουμένων πελαργῶν

ὀρνίθων ἐπιφορᾷ διεχρήσαντο, Ποσειδῶνος αὐτοῖς, ὥς

φασι, συνεργήσαντος. (24) Οὐ μετὰ πολὺ δὲ καὶ τῶν

ὀρνίθων αὐτοῖς ἐναντία φρονούντων καὶ θανάτων αἰτίαν

ἐπαγόντων, τούς τε ἁλισκομένους αὐτοῖς ὄφεις πρὸς τὰς

τῶν ὑδάτων δεξαμενὰς ἀκοντιζόντων, καὶ τοῖς γε πο-

λίταις ἐν ταῖς λεωφόροις ἀφανῶς ἐπιβαλλόντων, ἐν

ἀφασίᾳ διετέλουν. (25) Ἀνὴρ δέ τις τῶν ἐκ Τυάνων

τοὔνομα Ἀπολλώνιος ἐκ λίθου ξεστοῦ τρεῖς ἀνεστή-

σατο πελαργοὺς ἀντιπροσώπως ἀλλήλοιν ὁρῶντας·

οἳ καὶ μέχρι τῶνδε διαμένουσι τῶν χρόνων, οὐ συγ-

χωροῦντες ἐπιφοιτῆσαι τῇ πόλει τὸ τῶν πελαργῶν

γένος.

26. Ἐπὶ δὲ τοῖς εἰρημένοις Δίνεω τοῦ στρατηγοῦ

μεταλλάξαντος, Λέων τὴν τῶν Βυζαντίων ἀριστοκρα-

τίαν ἐδέξατο, ἐφ' οὗπερ Φίλιππος ὁ τῶν Μακεδόνων

βασιλεὺς, ὁ Ἀμύντου παῖς γεγονὼς, πολλὴν ἐπαγόμενος

δύναμιν ἐπολιόρκει τὴν πόλιν, διώρυξί τε καὶ παντοίοις

πολεμικοῖς μηχανήμασι τοῖς τείχεσι προσπελάζων.

(27) Καὶ δὴ ἂν ταύτην ἐξεῖλε νυκτὸς ἐπιλαβόμενος ἀσε-

λήνου καὶ ὄμβρου καταρραγέντος ἐξαισίου, εἰ μή τις

αὐτοῖς τοῦ θείου γέγονε συμμαχία τοὺς κατὰ τὴν πόλιν

κύνας πρὸς ὑλακὴν ἀναστήσαντος, καὶ νεφέλας πυρὸς

τοῖς ἀρκτῴοις ἐπαγαγόντος μέρεσιν. Ἐξ οὗπερ οἱ

δῆμοι διεγερθέντες, καὶ θερμῶς τοῖς πολεμίοις συν-

ενεχθέντες, ἤδη τὴν πόλιν ὑπὸ τῷ Φιλίππῳ γενομένην

ἐρρύσαντο, ἀναλαβόντες τοὺς διαφθαρέντας πύργους

τοῖς ἐκ τῶν τάφων παρακειμένοις λίθοις, καὶ ἀνυφά-

ναντες τὰς ἐπάλξεις τοῦ τείχους· οὗ δὴ χάριν Τυμβο-

σύνην τὸ τεῖχος ἐκάλεσαν, λαμπαδηφόρον Ἑκάτης

ἀναστήσαντες ἄγαλμα. Αὖθις δὲ πρὸς ναυμαχίας τρα-

πέντες περιφανῶς τοὺς Μακεδόνας ἐνίκησαν. Καὶ

τούτῳ τῷ τρόπῳ διαλυθέντος τοῦ πολέμου Φίλιππος

παραχωρεῖ Βυζαντίοις.

28. Ἐπειδὴ δὲ καὶ Λέων τὸν βίον μετήλλαξεν, Χά-

ρης ὁ τῶν Ἀθηναίων στρατηγὸς σὺν ναυσὶ τεσσαρά-

κοντα εἰς συμμαχίαν τῶν Βυζαντίων ἐλθὼν πρὸς τὸν

κατὰ Φιλίππου πόλεμον, κατέλαβε τὴν ἄκραν τῆς

Προποντίδος, ἥτις μεταξὺ κεῖται Χρυσοπόλεως καὶ

Χαλκηδόνος, καὶ ἐν ἐκείνῳ προσορμίσας τῷ τόπῳ ἀπό-

πειραν ἐλάμβανε τοῦ πολέμου. (29) Ἔνθα δὴ τὴν

ἑπομένην αὐτῷ γυναῖκα νόσῳ βληθεῖσαν ἀποβαλὼν

κατέθηκεν ἐν τάφῳ, ἀναστήσας αὐτῇ βωμὸν καὶ κίονα

σύνθετον, ἐν ᾧ δάμαλις δείκνυται ἐκ ξεστοῦ λίθου ἀνα-

κειμένη. Οὕτω γὰρ (μᾶλλον) ἐκείνη τὴν ἐπωνυμίαν

ἐκέκλητο, ἥτις διὰ τῶν ἐγγεγραμμένων στίχων μέχρι

τῶν καθ' ἡμᾶς διασώζεται χρόνων. (30) Εἰσὶ δὲ [οἱ]

στίχοι οὗτοι·

Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὖδ' ἀπ' ἐμεῖο

κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος.

Κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης

ἐς Φάρον· ἥδε δ' ἐγὼ Κεκροπίς εἰμι νέκυς.

Εὐνέτις ἦν δὲ Χάρητος, ἔπλων δ', ὅτ' ἔπλωεν ἐκεῖνος

τῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων.

Βοίδιον οὔνομα δ' ἦεν ἐμοὶ τότε· νῦν δὲ Χάρητος

εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.

(31) Τοῦ δὲ Χάρητος εἰς Ἀθήνας ἐκπλεύσαντος, Πρω-

τόμαχος τὴν στρατηγικὴν ἀρχὴν διαδέχεται· ὃς τοὺς

ἐπαναστάντας Θρᾷκας καταδουλώσας τοῖς ὅπλοις, ἐν

τῷ καλουμένῳ τῆς πόλεως Μηλίῳ χάλκεα ἀνέθηκε

τρόπαια. (32) Κατοιχομένου δὲ καὶ τούτου, Τιμήσιος

ἀνὴρ τῶν ἐν Ἀργείοις γραφέντων πρῶτον μὲν κατὰ τὸν

Εὔξεινον προσαγορευόμενον πόντον, πρὸς τῷ λεγομένῳ

Ἐφεσιάτῃ (ἔνθα ποτὲ Ἐφέσιοι ἀποικίας πέμψαντες,

καὶ πόλιν οἰκοδομεῖν πειραθέντες, αὖθις τοῦ Βυζαντίου

ὑπήκουσαν λογίου,

Ἔνθα δύο σκύλακες πολιὴν μάρπτουσι θάλασσαν,

Ἔνθ' ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν),

ἀντικαταστῆσαι πόλιν ἐπιχειρήσας, καὶ διαμαρτὼν τῆς

ἐλπίδος, συνοικίζεται Βυζαντίοις, καὶ στρατηγὸς τοῦ

παντὸς ἀναδειχθεὶς δήμου, πᾶσαν ὁμοῦ τὴν πόλιν εἰς

τὸ μεῖζον καὶ ὠφέλιμον μετερρύθμισε, νόμους τε περὶ

τῶν καθ' ἡμέραν συμβολαίων τιθέμενος, καὶ ἔθη κα-

θιστὰς πολιτικά τε καὶ ἥμερα, δι' ὧν ἀστείους τε καὶ

φιλανθρώπους τοὺς πολίτας ἀπέδειξεν, (33) ἱερά τε θεῶν

πλεῖστα, τὰ μὲν αὐτὸς ἀνεστήσατο, τὰ δὲ καὶ πρὶν

ὄντα ἐπεκόσμησε· τὸν γὰρ πρὸς τῇ ἄκρᾳ τῆς Προπον-

τίδος θαλάσσης κείμενον ναὸν, ὃν Ἰάσων ποτὲ τοῖς δώ-

δεκα θεοῖς καθιέρωσε, κατηρειπωμένον ἀνήγειρε, καὶ τὸν

ἐπὶ τῷ Φρίξου λεγομένῳ λιμένι τῆς Ἀρτέμιδος οἶκον

ἀνεκαίνισεν. (34) Ἐπὶ δὲ τούτῳ Καλλιάδης στρατηγῶν

τοῦ Βυζαντίου, ἄριστά τε πρὸς τοὺς ὀθνείους τε καὶ

ἐμφυλίους πολέμους ἀγωνισάμενος, τὸ περιβόητον τοῦ

Βύζαντος ἄγαλμα κατὰ τὴν καλουμένην Βασιλικὴν

ἀνέθηκε, καὶ ἐπέγραψεν οὕτως·

Τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν

κίονι κοσμήσας ἄνθετο Καλλιάδης.

35. Ἀλλὰ ταῦτα μὲν καὶ ἀριστοκρατουμένων καὶ

δημοκρατουμένων τῶν Βυζαντίων, ἔτι δὲ καὶ τυραν-

νουμένων, κατὰ διαφόρους συμβέβηκε χρόνους. Ὡς δὲ

τῇ τῶν ὑπάτων ἐπιστατείᾳ ἡ Ῥωμαίων ἀρχὴ πάσας

ὑπερεβάλετο τὰς δυναστείας, κατεδούλωσε δὲ καὶ τὰ

τῶν Ἑλλήνων ἔθνη, εἰκότως αὐτῇ καὶ οἱ Βυζάντιοι

πειθόμενοι διετέλουν. (36) Ἐπειδὴ δὲ μετά τινας χρό-

νους, Σεβήρου βασιλεύσαντος τῆς Ῥώμης, αὐτοὶ τὴν

τοῦ τυραννήσαντος τῶν ἑῴων Νίγρου προτιμήσαντες

ἐλπίδα, εἰς χεῖρας ἐλθεῖν ἐτόλμησαν πρὸς τὸν αὐτοκρά-

τορα, ἀφαιρεθέντες παρ' αὐτοῦ τῶν πολιτικῶν δικαίων,

καὶ τῆς στεφάνης αὐτοῖς καταλυθείσης τοῦ τείχους, Πε-

ρινθίοις προσετάχθησαν δουλεύειν, τοῖς καλουμένοις

Ἡρακλεώταις. (37) Παυσαμένου δὲ τῆς ὀργῆς τοῦ Σε-

βήρου, αὖθις εἰς μείζονα κόσμον ἐπανῆλθον, λουτρὸν

μὲν αὐτοῖς μέγιστον κατὰ τὸν τοῦ Διὸς ἱππίου βωμὸν

ἢ τὸ Ἡρακλέους ἄλσος καλούμενον (ἔνθα τὰς Διομή-

δους αὐτόν φασι δαμάσαντα ἵππους, Ζεύξιππον τὸν

τόπον ὀνομάσαι) πολυτελῶς ἐγείραντος, καὶ τὸν τούτῳ

πλησιάζοντα χῶρον τῆς ἱπποδρομίας, τοῖς τοῦ Διὸς

ἀνακείμενον κούροις, ἰκρίοις τε καὶ στοαῖς διακοσμή-

σαντος (ἔνθα καὶ νῦν οἱ καμπτῆρες δηλοῦσι τὰ τῶν

ἐφόρων γνωρίσματα διὰ τῶν ἐπικειμένων ᾠῶν τοῖς

χαλκοῖς ὀβελίσκοις), ἐπὶ δὲ τούτοις καὶ στρατιωτικὰ

τέλη προσνείμαντος. (38) Μέχρι μὲν οὗ περιῆν Σεβῆ-

ρος καὶ ὁ τούτου παῖς Ἀντωνῖνος, ἡ πόλις Ἀντωνινία

προσηγορεύετο, ἐπειδὴ δὲ τοῖς θείοις τῶν βασιλέων

ἀπεδόθη, αὖθις τὸ Βυζάντιον ὠνομάζετο. (39) Κων-

σταντίνου δὲ τὸ Ῥωμαϊκὸν κῦρος παρειληφότος καὶ

αὐτὴ Κωνσταντινούπολις ἐκλήθη, προθύμως ἀνασχο-

μένη τὴν προσηγορίαν ἀνταλλάξαι τῇ ὑπερβαλλούσῃ

τοῦ αὐτοκράτορος φιλοτιμίᾳ, θαυμαστὴν μὲν αὐτὴν

ἀπεργασαμένου τῷ κάλλει, πόρρω δὲ μεταγαγόντος τὰ

τείχη κατὰ τοὺς λεγομένους Τρωαδησίους ἐμβόλους,

πρότερον αὐτῶν οὐκ ἔξω τῆς ἐπωνύμου ἀγορᾶς τοῦ

βασιλέως κειμένων, λουτροῖς τε καὶ ἱεροῖς οἴκοις ἐπι-

δείξαντος φαιδροτέραν, δίκαιά τε πάντα πρὸς ζῆλον τῆς

πρεσβυτέρας Ῥώμης δωρησαμένου, καθὰ καὶ ἐν τῷ

Στρατηγίῳ λεγομένῳ φόρῳ, ἔνθα ποτὲ οἱ στρατηγοῦντες

τῆς πόλεως ἄνδρες τὰς τιμὰς ὑπεδέχοντο, ἐπὶ λιθίνης

ἀνέγραψε στήλης. (40) Καὶ τῆς ἑαυτοῦ μητρὸς [Ἑλένης]

ἐπὶ κίονος ἀνέστησεν ἄγαλμα, καὶ τὸν τόπον ὠνόμασεν

Αὐγουσταῖον, καὶ τοῖς ἀκολουθήσασιν αὐτῷ ἀπὸ τῆς

μεγάλης Ῥώμης συγκλητικοῖς ἐφιλοτιμήσατο οἴκους,

οὓς αὐτὸς κατεσκεύασεν ἐκ χρημάτων ἰδίων. (41) Ἐπὶ

δὲ τούτῳ, Κωνσταντίου τὴν ἀρχὴν διαδεξαμένου, καὶ

ὁ τῶν ὑδάτων ὁλκὸς προσετέθη τῇ πόλει, ἀνέστησαν

δὲ αἱ δύο ἁψῖδες πρὸς τῷ καλουμένῳ φόρῳ, καὶ ὁ πορ-

φυροῦς καὶ περίβλεπτος κίων, ἐφ' οὗπερ ἱδρῦσθαι

Κωνσταντῖνον ὁρῶμεν, δίκην ἡλίου προλάμποντα τοῖς

πολίταις. Ἐπὶ δὲ τούτοις καὶ τοὺς τῆς συγκλήτου βουλῆς

ἀνῳκοδόμησεν οἴκους, Σενάτα τούτους ὀνομάσας, καὶ

τὴν τῶν βασιλείων αὐλήν. (42) Πάντα δὲ κατὰ τὸν εἰ-

ρημένον τρόπον πληρώσας ὁ Κωνσταντῖνος, καὶ τὴν

τῶν ἐγκαινίων ἡμέραν κατὰ τὴν ἑνδεκάτην τοῦ Μαΐου

μηνὸς ἐπιτελέσας, ἐν ἔτει τῆς βασιλείας αὐτοῦ εἰκοστῷ

πέμπτῳ, ἱπποδρόμιον θεωρήσας, διέταξεν οὕτω τὴν

ἑαυτοῦ στήλην ἐπὶ τοὺς ἐφεξῆς χρόνους τῇ τῶν γενε-

θλίων ἡμέρᾳ ὁρᾶσθαι μετὰ τῆς εἰθισμένης τιμῆς τῷ

κατὰ καιρὸν βασιλεύοντι καὶ τῷ δήμῳ. Οὕτω μὲν οὖν

ἡ Κωνσταντινούπολις πρὸς τόδε τὸ μέγεθος ἐξενήνοχεν,

ἐκ διαδοχῆς βασιλευομένη μέχρι τῶν καθ' ἡμᾶς

χρόνων. <Τέλος.>

5

Τοῖς μὲν τοῦ πρωτίστου τέλους

ὀκτὼ χρυσίου λίτραι, τοῖς δὲ τοῦ δευτέρου τέσσαρες, καὶ

δύο τοῖς τρίτοις, ὥς φησιν Ἡσύχιος ὁ Ἰλλούστριος,

ὁ Φιλοσοφίας τῆς Μιλησίας, ἐν τῷ Ϛʹ Χρονικῷ διαστή-

ματι τῆς ἱστορίας.

6

Ἰστέον δὲ ὅτι ὁ Ἰλλούστριος Ἡσύχιος ὁ Φιλοσοφίας

Μιλησίας ἐν τῷ Ϛʹ Χρονικῷ διαστή-

ματι τῆς ἑαυτοῦ ἱστορίας φησὶν οὕτως· «Δημοσίων

χωρίων ἀπέδοτο ἐγγὺς ἅπαντα Οὐάλης ὁ βασιλεὺς

δεηθεὶς χρημάτων ὑπερφυῶς τῶν βαρβάρων ἕνεκα.

Ὅσοις ἂν (l. οὖν) ἦν δυνατὸν ὠνεῖσθαι, τιμήματος ὀλι-

γοστοῦ κύριοι τούτων κατέστησαν, καταλαπτόσαντες

(l. καταλεπτώσαντες) τὴν ἀληθῆ αὐτῶν πρόσοδον χάριτι

καὶ προσοδίᾳ (l. προδοσίᾳ) τῶν διαχειριζομένων τὰ

δημόσια. Καὶ οἱ μὲν οὐδενὸς καθάπαξ φόρου ἐπιβλη-

θέντος αὐτοῦ (l. αὐτοῖς), ὀλίγῳ τινὶ πλείονος τιμήματος

ταῦτα ἐπρίαντο, ὅπερ κτήσεως εἶδος <ῥελέβατον> λέ-

γουσι οἱ Ῥωμαῖοι· οἱ δὲ παραυτίκα μεῖον ἐν τῷ παρὰ

Ῥωμαίοις σαβλο κάνονες. Ὁ δὲ βασιλεὺς Μαρκιανὸς

ἄριστα προὔθηκε τοῖς ὠνησαμένοις ἢ ἀναδοῦναι τὰ χωρία

κομισαμένους ταὐτὰ τιμήματα, ἢ καὶ τὰ χωρία κατέ-

χοντας οὐκ ὀρθῶς ἀποκρυφθεῖσαν ποσότητα τῆς προσό-

δου τῷ δημοσίῳ συναγαγεῖν.»

7

{ΠΕΡΙ ΤΩΝ ΕΝ ΠΑΙΔΕΙᾼ ΔΙΑΛΑΜΨΑΝΤΩΝ

(ΣΟΦΩΝ).}

Κυνικὴ ἐκλήθη φιλοσοφία διὰ τὸ ἐν Κυνοσάργει τῷ

γυμνασίῳ κατάρξασθαι αὐτῆς τὸν Ἀντισθένην. Ἡ δὲ

Περιπατητικὴ, διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ κατάρξαι

αὐτῆς Ἀριστοτέλην.

Α

<Ἀπολλώνιον> τὸν Τυανέα κύουσα ἡ μήτηρ, δαί-

μονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη, ὃν κύει· εἶναι

δὲ αὐτὸν Πρωτέα τὸν Αἰγύπτιον, ὅθεν ὑπολῆφθαι αὐτὸν

Πρωτέως εἶναι υἱόν.

<Ἀριστέου> τοῦ Προκοννησίου φασὶ τὴν ψυχὴν

ἐξιέναι, ὅτε ἐβούλετο, καὶ ἐπανιέναι πάλιν.

<Αἰσχίνης> ὁ τοῦ ἀλλαντοποιοῦ διεβάλλετο ὑπὸ

Μενεδήμου τοῦ Ἐρετριέως, ὡς τοὺς πλείστους διαλό-

γους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ

Ξανθίππης· ὧν οἱ καλούμενοι ἀκέφαλοι σφόδρα εἰσὶν

ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν

εὐτονίαν. Τοῦτόν φασι δι' ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν

πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι,

ὑπὸ δ' Ἀριστίππου συσταθῆναι, δόντα τέ τινας τῶν

λόγων (διαλόγων Diog.) δῶρα λαβεῖν, ἔπειτ' ἀφι-

κόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, ἐνευδοκι-

μούντων τότε

τῶν περὶ Πλάτωνα [καὶ Ἀρίστιππον add. D.], ἐμ-

μίσθους δὲ τὰς ἀκροάσεις ποιεῖσθαι. Τούτου τοὺς δια-

λόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. Ἐν γοῦν Μεγάροις

ἀναγινώσκοντος αὐτοῦ φασὶ σκῶψαι, εἰπόντα, Πόθεν

σοὶ, λῃστὰ, ταῦτα;

<Ἀρίστιππος> ὁ Κυρηναῖος τὰς ἡδονὰς μὲν

μετεδίωκε, πόνῳ δὲ οὐδεμίαν ἀπόλαυσιν ἐθήρα τῶν

οὐ παρόντων· ὅθεν ὁ Διογένης βασιλικὸν κύνα αὐτὸν

ἐκάλει. Οὗτος ἐρωτηθεὶς, τί πλέον ἔχουσιν οἱ φιλόσο-

φοι, ἔφη, «ἂν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως

βιώσομεν». Ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβά-

νειν, οὐχ ἵν' αὐτὸς χρῷτο, ἀλλ' ἵν' ἐκεῖνοι εἰδεῖεν, εἰς

τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. Πρὸς τὸν αἰτιώμενον,

ὅτι Σωκράτους ὢν μαθητὴς ἀργύριον λαμβάνει· «Καὶ

μάλα,» εἶπε· καὶ γὰρ Σωκράτη, πεμπόντων αὐτῷ

τινῶν καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνοντα τὰ λοιπὰ

ἀποπέμπειν. Εὐτυχίδῃ δὲ τῷ ἀργυρωνήτῳ. Ἐχρῆτο

καὶ Λαΐδι τῇ ἑταίρᾳ. Πρὸς οὖν τοὺς μεμφομένους ἔφη·

«Ἔχω Λαΐδα, ἀλλ' οὐκ ἔχομαι, ἐπεὶ τὸ κρατεῖν καὶ

μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι.»

Ἐρωτηθεὶς, τίνα ἐστὶν ἃ δεῖ (τοὺς D.) καλοὺς παῖδας

μανθάνειν, ἔφη· «Οἷς ἄνδρες γενόμενοι χρήσονται.»

Τέλος δὲ ἀπέφαινε τὴν λείαν κίνησιν εἰς αἴσθησιν ἀνα-

διδομένην.

<Ἀλεξῖνος> ὁ Ἠλεῖος διὰ τὸ φιλονεικότατος εἶναι

Ἐλεγξῖνος ἐπεκλήθη. Τοῦτόν φασιν, ὡς ἐκ τῆς Ἤλι-

δος ἀπελθὼν ἐν Ὀλυμπίᾳ φιλοσοφοίη. Τῶν δὲ μαθητῶν

αὐτοῦ πυνθανομένων, διὰ τί τῇδε κατοικεῖ, φάναι βού-

λεσθαι αἵρεσιν συστήσασθαι, ἣν Ὀλυμπιακὴν κληθήσε-

σθαι· τοὺς δὲ καὶ [τοῖς add. D.] ἐφοδίοις θλιβομένους

καὶ τὸ χωρίον νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ

λοιποῦ διατρίβειν [ἔρημον add. D.] Ἀλεξῖνον σὺν οἰκέτῃ

μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆ-

ναι καλάμῳ, καὶ [οὕτως add. D.] τελευτῆσαι. Καὶ

ἔστιν εἰς αὐτὸν ἐπίγραμμα·

Οὐκ ἄρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος,

ὡς ἀτυχής τις ἐὼν

τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ.

Καὶ γὰρ ὁ σεμνὸς ἀνὴρ,

πρὶν Ἀλφεόν ποτ' ἐκπερᾶν Ἀλεξῖνος

θνήσκει νυχθεὶς καλάμῳ.

<Ἀριστοτέλη> τὸν Σταγειρίτην φασὶ παιᾶνα εἰς

τὸν θλαδίαν Ἑρμείαν ποιήσαντα, ὃς ἦν αὐτοῦ πενθε-

ρὸς, κατακριθῆναι πιεῖν ἀκόνιτον, καὶ ἀποθανεῖν. Οὗ-

τος βούλεται διττὸν εἶναι τὸ κατὰ φιλοσοφίαν λόγον,

τὸν μὲν πρακτικὸν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτι-

κοῦ τόν τε ἠθικὸν καὶ πολιτικὸν, οὗ τά τε περὶ πόλιν

καὶ τὰ περὶ οἶκον [ὑπο]γεγράφθαι· τοῦ δὲ θεωρητικοῦ

τόν τε φυσικὸν καὶ λογικὸν, οὗ τὸ λογικὸν οὐχ ὁλο-

μερῶς, ἀλλ' ὡς ὄργανον προσηκριβωμένον· καὶ τού-

του διττοὺς ὑποθέμενος σκοποὺς, τό τε πιθανὸν καὶ

τὸ ἀληθὲς διεσάφησε. Δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν

ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ

πιθανὸν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθὲς,

οὔ τι ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν

πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν. Πρὸς μὲν

οὖν τὴν εὕρεσιν τά τε τοπικὰ καὶ μεθοδικὰ παρέ-

δωκε προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα

πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν, πρὸς δὲ

τὴν κρίσιν τὰ ἀναλυτικὰ πρότερα καὶ ὕστερα. Διὰ

μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ

τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. Πρὸς δὲ τὴν

χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως

ἐριστικά τε καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν

καὶ τῶν ὁμοίων τούτοις. Κριτήριον δὲ τῆς ἀληθείας τῶν

μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπε-

φήνατο, τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον

καὶ περὶ νόμους, τὸν νοῦν. Τέλος δὲ ἓν ἐξέθετο, χρῆσιν

ἀρετῆς ἐν βίῳ τελείῳ. Ἔφη δὲ τὴν εὐδαιμονίαν συμ-

πλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχὴν,

ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν

περὶ σῶμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν

παραπλησίων· [ἐκ τρίτων δὲ] τῶν ἐκτὸς, πλούτου καὶ

εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. Τήν τε ἀρετὴν

μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν, προσδεῖσθαι γὰρ

τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, [ὡς] κακοδαι-

μονήσοντος τοῦ σοφοῦ, κἂν ἐν πόνοις ᾖ, κἂν ἐν πενίᾳ

καὶ τοῖς ὁμοίοις. Τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κα-

κοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ

καὶ τὰ περὶ (τὸ) σῶμα. Τάς τ' ἀρετὰς, ἔφη, μὴ ἀντα-

κολουθεῖν· ἐνδέχεσθαι γὰρ φρόνιμόν τινα καὶ δίκαιον

ὄντα ἀκόλαστον καὶ ἀκρατῆ εἶναι. Ἔφη [δὲ] τὸν σοφὸν

μὴ εἶναι μὲν ἀπαθῆ, μετριοπαθῆ δέ. Τήν τε φιλίαν

ὡρίσατο ἰσότητα εὐνοίας ἀντίστροφον· ταύτης δὲ τὴν

μὲν εἶναι ξενικὴν, [τὴν δὲ ἐρωτικὴν,] τὴν δὲ συγγενικήν.

Εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ

φιλοσοφίας· καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν καὶ πολιτεύ-

σεσθαι, γαμήσειν τε [μὴν add. D.] καὶ βασιλεῖ συμβιώ-

σειν. Βίων τε τριῶν ὄντων, θεωρητικοῦ, ἡδονικοῦ, πρα-

κτικοῦ, τὸν θεωρητικὸν [προ]έκρινεν. Εὔχρηστα δὲ καὶ τὰ

ἐγκύκλια μαθήματα πρὸς ἀρετῆς ἀνάληψιν. Ἔν τε τοῖς

φυσικοῖς αἰτιολογικώτατος παρὰ πάντας ἐγένετο, ὥστε

καὶ περὶ τῶν ἐλαχίστων [τὰς] αἰτίας ἀποδιδόναι. Τὸν

[δὲ] θεὸν ἀσώματον ἀπέφαινεν, ὡς ὁ Πλάτων· διατεί-

νειν δὲ αὐτοῦ τὴν πρόνοιαν μέχρι τῶν οὐρανίων, καὶ

εἶναι ἀκίνητον αὐτόν· τὰ δ' ἐπίγεια κατὰ τὴν πρὸς ταῦτα

συμπάθειαν κινεῖσθαι (οἰκονομεῖσθαι D.). Εἶναι δὲ

παρὰ τὰ τέσσαρα στοιχεῖα καὶ ἄλλο πέμπτον, ἐξ οὗ τὰ

αἰθέρια συνεστάναι, ἀλλοίαν δὲ αὐτοῦ τὴν κίνησιν εἶναι·

κυκλοφορητικὴν γάρ. Καὶ τὴν ψυχὴν [δὲ] ἀσώματον,

ἐντελέχειαν οὖσαν τὴν πρώτην· σώματος γὰρ φυσικοῦ

καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. Διττὴ δ' ἔστιν

αὕτη κατ' αὐτόν. Λέγει δὲ (τὴν) ἐντελέχειαν, ἧς ἐστιν

εἶδός τι ἀσώματον. Ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ

κηρῷ [ὁ] Ἑρμῆς ἐπιτηδειότητα ἔχων ἐπιδέξασθαι τοὺς

χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς· καθ' ἕξιν δὲ

λέγεται ἐντελέχεια ἡ τοῦ συντετελεσμένου Ἑρμοῦ

ἢ ἀνδριάντος. Σώματος δὲ φυσικοῦ, ἐπεὶ τῶν σωμάτων

τὰ μέν ἐστι χειρόκμητα, ὡς τὰ ὑπὸ τεχνιτῶν γινόμενα,

οἷον πύργος, πλοῖον· τὰ δὲ ὑπὸ φύσεως, ὡς φυτὰ καὶ

τὰ τῶν ζῴων. Ὀργανικοῦ δὲ εἶπε, τουτέστι πρός τι

κατεσκευασμένου, ὡς ἡ ὅρασις πρὸς τὸ ὁρᾶν καὶ [ἡ]

ἀκοὴ πρὸς τὸ ἀκούειν· δυνάμει δὲ ζωὴν ἔχοντος, οἷον

ἐν ἑαυτῷ. Τὸ δυνάμει δὲ διττὸν, [ἢ καθ' ἕξιν] ἢ κατ'

ἐνέργειαν· κατ' ἐνέργειαν μὲν, ὡς ὁ ἐγρηγορὼς λέγε-

ται ψυχὴν ἔχειν· κατὰ ἕξιν δ', ὡς ὁ καθεύδων. Ἵν' οὖν

καὶ οὗτος ὑποπίπτῃ, τὸ δυνάμει προσέθηκεν.

<Ἀντισθένης> ὁ κυνικὸς, ἁπλοκύων ἐπεκαλεῖτο.

Διογένης δὲ Λαέρτιος σκώπτει αὐτὸν ὡς φιλόζωον ἐν

ἐπιγράμματι οὕτως ἔχοντι·

Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς

ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.

Ἀλλ' ἔθανες φθισικός. Τάχ' ἐρεῖ τις ἴσως, Τί δὲ τοῦτο;

Πάντως εἰς Ἀΐδην δεῖ τιν' ὁδηγὸν ἔχειν.

Ἤρεσκε δὲ αὐτῷ τάδε· διδακτὴν ἀπεδείκνυε τὴν ἀρε-

τήν· τῶν ἔργων τε εἶναι αὐτὴν, μήτε λόγων πλείστων

δεομένην μήτε μαθημάτων. Αὐτάρκη τε εἶναι τὸν σο-

φόν· πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων. Τήν τε

ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ. Καὶ τὸν σοφὸν οὐ

κατὰ τοὺς κειμένους νόμους πολιτεύεσθαι, ἀλλὰ κατὰ

τὸν τῆς ἀρετῆς. Γαμήσειν τε τεκνοποιίας χάριν, ταῖς

εὐφυεστάταις συνιόντα γυναιξί. Καὶ ἐρασθήσεσθαι δέ.

Μόνον γὰρ εἰδέναι τὸν σοφὸν τίνων δεῖ ἐρᾶν. Τῷ σοφῷ

ξένον οὐδέν [οὐδ' ἄπορον D.]. Ἀξιέραστος ὁ ἀγαθός.

Οἱ σπουδαῖοι φίλοι. Συμμάχους ποιεῖσθαι τοὺς εὐψύ-

χους ἅμα καὶ δικαίους. Ἀναφαίρετον ὅπλον [ἡ] ἀρετή.

Κρεῖττόν ἐστι μετ' ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας [τοὺς]

κακοὺς, ἢ μετὰ πολλῶν κακῶν πρὸς ὀλίγους [ἀγαθοὺς]

μάχεσθαι. Προσέχειν τοῖς ἐχθροῖς· πρῶτοι γὰρ τῶν

ἁμαρτημάτων αἰσθάνονται. Τὸν δίκαιον περὶ πλείονος

ποιεῖσθαι τοῦ συγγενοῦς. Ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ

ἀρετή. Τὰ ἀγαθὰ καλὰ, τὰ κακὰ αἰσχρά. Τὰ πονηρὰ

πάντα νόμιζε ξενικά. Τεῖχος ἀσφαλέστατον φρόνησιν·

μήτε γὰρ καταρρεῖν, μήτε προδίδοσθαι. Τείχη κατα-

σκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λόγοις (l. λογι-

σμοῖς ex D.).

<Ἀρκεσίλαος.> Οὗτος πρὸς τὸν θρασύτερον δια-

λεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον

ἀστραγαλωτί (ἀστραγαλωτῇ? ἀστραγάλῳ Diog.);

Πρὸς [δὲ] τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν

αὐτῷ, ὅτι οὐ δοκεῖ ἕτερον ἑτέρου μεῖζον εἶναι, ἠρώτη-

σεν, εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Πρὸς

Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατ' ἀξίαν

τῶν Ἀλεξίνου τι διηγήσασθαι, τὸ Φιλοξένῳ πρὸς τοὺς

πλινθιακοὺς πραχθὲν εἶπεν· ἐκεῖνος γὰρ τὰ αὐτοῦ κα-

κῶς ᾄδοντας τούτους καταλαβὼν, αὐτὸς τὰς πλίνθους

αὐτῶν συνεπάτησεν, εἰπών· ὡς ὑμεῖς τὰ ἐμὰ διαφθεί-

ρετε, οὕτω κἀγὼ τὰ ὑμέτερα. Ἦν δὲ εὑρεσιλογώτατος

ἀπαντῆσαι εὐστόχως, πειστικώτατος δὲ ὑπὲρ ὁντινοῦν·

παρὸ καὶ πλείους πρὸς αὐτὸν ἀπήντων εἰς τὴν σχολὴν,

καίπερ ὑπ' ὀξύτητος αὐτοῦ ἐπιπληττόμενοι· ἀλλ' ὅμως

ἔφερον ἡδέως, καὶ γὰρ ἦν ἀγαθὸς σφόδρα, καὶ ἐλπίδων

ὑποπιμπλὰς τοὺς ἀκούοντας, ἔν τε τῷ βίῳ κοινωνικώ-

τατος ἦν, καὶ εὐεργετῆσαι προχειρότατος, καὶ λαθεῖν

τὴν χάριν ἀτυφότατος· εἰσελθὼν γοῦν ποτὲ παρὰ Κτη-

σίβιον νοσοῦντα, καὶ ἰδὼν ἀπορίᾳ θλιβόμενον, κρύφα

βαλάντιον ὑπέθηκε τῷ προσκεφαλαίῳ· καὶ ὃς εὑρὼν,

«Ἀρκεσιλάου, ἔφη, τὸ παίγνιον.» Καί τινος ἀργυρώ-

ματα λαβόντος εἰς ὑποδοχὴν φίλων, καὶ ἀποστεροῦντος,

οὐκ ἀπῄτησεν οὐδὲ προσεποιήσατο (προσεποιήθη Diog.).

Οἱ δέ φασιν ἐπίτηδες χρῆσαι, καὶ ἀποδιδόντος, ἐπεὶ

πένης ἦν, χαρίσασθαι. Οὐκ ἐθεράπευε δέ τινα τῶν βα-

σιλέων· διὸ καὶ πρεσβεύων πρὸς Ἀντίγονον ὑπὲρ τῆς

πατρίδος, οὐκ ἐπέτυχεν. Ἦν δὲ φιλομειράκιος καὶ κα-

ταφερὴς, καὶ ἑταίραις συνῴκει. Καί ποτε τὸν ἐρώμενον

αὐτῷ Δημοχάρει ὁμιλοῦντα καταλαβὼν, ὑπ' ἀνεξικα-

κίας παραχωρεῖν ἔφη. Πρὸς Ἀρίδηλον προτείνοντά τι

θεώρημα ἐπὶ συμποσίου καὶ ἀξιοῦντα εἰς αὐτὸ λέ-

γειν, εἶπεν· Ἀλλ' αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον,

[τὸ] τὸν καιρὸν ἑκάστων ἐπίστασθαι. Τίμων δὲ ὡς φί-

λοχλον παίζει, λέγων·

Ὣς εἰπὼν, ὄχλοιο περίστασιν εἰσκατέδυνεν.

Οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο,

ἠλέματον δεικνύντες· ὅθ' οὕνεκεν ὀχλοαρέσκης,

οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι, ἠλίθιος ὥς;

Οὕτω δὲ ἄτυφος ἦν, ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ

ἄλλων ἀκούειν.

<Ἀρχύτας> ὁ Πυθαγορικὸς στρατηγῶν τῶν πολιτῶν

οὐδέποτε ἡττήθη, φθονηθεὶς δ' ἅπαξ ἀφῆκε τὴν στρα-

τηγίαν, καὶ οἳ αὐτίκα ἐλήφθησαν.

Ὁ μουσικὸς <Ἀρχύτας> ὀνειδιζόμενος ἐπὶ τῷ μὴ ἐξα-

κούεσθαι, εἶπε· Τὸ γὰρ ὄργανον ὑπὲρ ἐμοῦ ὀνειδιζό-

μενον λαλεῖ.

<Ἀνάξαρχος> ὁ Ἀβδηρίτης ἔλεγε μηδὲ αὐτὸ

τοῦτο εἰδέναι ὅτι οὐδὲν οἶδεν.

<Αἴσωπος,> οὐχ ὁ μυθοποιὸς, ἔγραψε περὶ Ἑλέ-

νης, ἔνθα φησὶ Πᾶνα ἰχθῦν καλεῖσθαι κητώδη, ἐν

τούτῳ δὲ τὸν ἀστερίτην λίθον εὑρίσκεσθαι, ὃς ὑπὸ τῷ

ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸς φίλτρα.

Β.

<Βίων> ὁ Βορυσθενίτης ἔλεγε μὴ εἶναι θεούς· διὸ

καί ἐστιν εἰς αὐτὸν ἐπίγραμμα·

Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα,

λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως.

Κεὶ μὲν τὸ δόγμα τοῦτ' ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς

λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μὲν, ἀλλ' ἔδοξε.

Νῦν δ' ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς

ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας,

ὁ πολλὰ χλευάσας βροτοὺς, ὅσοι θεοῖς ἔθυον,

οὐ μοῦνον ἐσχάρης ὕπερ βωμῶν τε καὶ τραπέζης

κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας·

οὐδ' εἶπε μοῦνον, Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ

καὶ γραῒ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν

καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε·

ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν,

ἅπαντα μᾶλλον ἢ θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν.

Μωρὸς δ' ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι,

ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν.

Τοιγὰρ μάτην φρονῶν, ὅτ' ἦν ἅπας ὁ λέμφος ἄνθραξ,

τὴν χεῖρα τείνας ὧδέ πως, Χαῖρ', εἶπε, χαῖρε, Πλουτεῦ.

<Βίων> ἄλλος Ἀβδηρίτης ἔγραψεν εἶναί τινας οἰκή-

σεις, ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν

ἡμέραν.

Γ.

<Γενέθλιος> ὁ Παλαιστῖνος ἐν ἀκροάσει μιᾷ με-

λέτην ὅλην ἀπεμνημόνευσεν.

Δ.

<Δαφίδας> ὁ Τελμισσεὺς πᾶσιν ἐλοιδορεῖτο,

μηδὲ αὐτῶν φειδόμενος τῶν θεῶν· διὸ καὶ ἐχθρὸς ἦν

Ἀττάλῳ τῷ βασιλεῖ Περγάμου. Οὗτος ἐλθών ποτε εἰς

Πυθίαν, ἔσκωπτεν εἰς τὸ μαντεῖον καὶ ἐπεγγελῶν ἠρώτα,

εἰ τὸν ἵππον εὑρήσοι· ἔχρησε δὲ αὐτῷ εὑρήσειν τα-

χέως. Ἐκεῖνος δὲ διεθρύλλησε τοῦτο, ὡς οὐδὲ ἦν αὐτῷ

ἵππος, οὐδὲ ἀπώλετο. Ἀναχωρήσαντα δὲ συλλαβόμε-

νος Ἄτταλος ἐκέλευσε κρημνισθῆναι. Ὁ δὲ τόπος, ἐν

ᾧ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵππος, καὶ ἔγνω πρὸς τῷ

θανάτῳ, μὴ ἐψεῦσθαι τὸ λόγιον.

<Διαγόραν> τὸν Τηλεκλείδου εὐφυᾶ θεασάμενος

Δημόκριτος ὁ Ἀβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα

μυρίων δραχμῶν, καὶ μαθητὴν ἐποιήσατο. Ὁ δὲ τῇ

λυρικῇ ἐπέθετο· ἐπεκλήθη δὲ ἄθεος, [δι]ότι [τοῦτο

ἐδόξαζεν, ἀφ' οὗ] ὁμότεχνός τις αἰτιαθεὶς ὑπ' αὐτοῦ,

ὡς δὴ παιᾶνα ὑφελόμενος, ὃν αὐτὸς ἐποίησεν, ἐξω-

μόσατο μὴ κεκλοφέναι αὐτόν· μικρὸν δὲ ὕστερον ἐπι-

δειξάμενος αὐτὸν εὐημέρησεν. Ἐντεῦθεν ὁ Διαγόρας

λυπηθεὶς ἔγραψε τοὺς Ἀποπυργίζοντας λόγους, ἔκπτω-

σιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης.

<Διόδωρος> Ἰασεὺς, ὁ Κρόνος ἐπίκλην, διαλε-

κτικὸς, ὃς πρῶτος ἔδοξεν εὑρεῖν τὸν κερατίνην καὶ τὸν

ἐγκεκαλυμμένον [λόγον], παρὰ Πτολεμαίῳ τῷ Σωτῆρι

διατρίβων, λόγους τινὰς διαλεκτικοὺς ἠρωτήθη πρὸς

Στίλπωνος. Καὶ παραχρῆμα μὴ δυνάμενος διαλύσα-

σθαι, ὑπὸ τοῦ βασιλέως τά τε ἄλλα [ἐπ]ετιμήθη, καὶ

[δὴ καὶ] Κρόνος ἤκουσεν ἐν σκώμματος μέρει· ἐξελθὼν

δὲ τοῦ συμποσίου, καὶ λόγον γράψας περὶ τοῦ προβλή-

ματος, ἀθυμίᾳ τὸν βίον κατέστρεψε. Καὶ ἔστιν εἰς αὐ-

τὸν ἐπίγραμμα·

Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ

ἀθυμίῃ ξυνείρυσεν,

ἵν' αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον

Σπίλπωνος οὐ λύσας ἔπη

αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος

ἔξωθεν τοῦ ῥῶ κάππα τε.

Περὶ τούτου φησὶ Καλλίμαχος ἐν ἐπιγράμμασι·

...... αὐτὸς ὁ Μῶμος

ἔγραφεν ἐν τοίχοις, «Ὁ Κρόνος ἐστὶ σοφός».

<Δημήτριος> ὁ Φαληρεὺς τοσοῦτον ἦν εὐπρεπὴς,

ὡς ὑπό τινων προσαγορευθῆναι Λαμπετὼ καὶ χαριτο-

βλέφαρος.

<Δημήτριός> τις ἕτερος Ἰξίων ἐπεκλήθη, διότι

λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἤρας

ἀγάλματος ἐφωράθη.

<Δίδυμος> ὁ Ἀλεξανδρεὺς διὰ τὴν πρὸς τὰ βιβλία

ἐπιμονὴν Χαλκέντερος ἐπεκλήθη. Φασὶ δὲ αὐτὸν συγ-

γεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία.

<Δράκων> ὁ νομοθέτης εἰς Αἴγιναν ἐπὶ νομοθε-

σίαις εὐφημούμενος ὑπὸ τῶν Αἰγινητῶν ἐν τῷ θεάτρῳ

ἐπιρριψάντων αὐτῷ ἐπὶ τὴν κεφαλὴν πετάσους πλείονας

καὶ χιτῶνας [καὶ ἱμάτια add. Suid.] ἀπεπνίγη.

<Δημόκριτος> ἤσκει ποικίλως δοκιμάζειν τὰς

φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρί-

βων. Οὗτος νειμάμενος τὴν οὐσίαν τῷ ἀδελφῷ, καὶ τὴν

ἐλάττω μοῖραν ἑλόμενος, τοῖς γυμνοσοφισταῖς συνέμιξε

καὶ εἰς Ἰνδίαν ἀπῆρε καὶ Αἰθιοπίαν. Ἐλθὼν (ἀνελθὼν?)

δὲ ταπεινότατα διῆγεν, ἅτε τὴν πᾶσαν οὐσίαν κατα-

ναλωκὼς, ἐτρέφετό τε διὰ τὴν ἀπορίαν ὑπὸ τῆς ἀδελ-

φῆς (l. τοῦ ἀδελφοῦ) Δαμάσου. Ὡς δὲ προειπὼν τινὰ

τῶν μελλόντων ηὐδοκίμησεν, ἐνθέου δόξης παρὰ τοῖς

πλείστοις ἠξιώθη. Ἐδόκει δὲ αὐτῷ, ἀρχὰς εἶναι τῶν

ὅλων ἀτόμους, καὶ κενὸν, τὰ δ' ἄλλα πάντα νενομίσθαι

(δοξάζεσθαι D.)· ἀπείρους τε εἶναι κόσμους, καὶ γεν-

νητοὺς καὶ φθαρτοὺς, μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνε-

σθαι, μηδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. Καὶ τὰς ἀτόμους

ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι

δ' ἐν τῷ ὅλῳ δινουμένας· καὶ οὕτω πάντα τὰ συγκρί-

ματα γεννᾶν πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ

ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα, ἅπερ εἶναι ἀπαθῆ

καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. Τόν τε ἥλιον καὶ

τὴν σελήνην ἐκ τοιούτων δι' ὧν (l. δινῶν Steph.; λείων

Menag.) καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ

τὴν ψυχὴν ὁμοίως, ἣν καὶ νοῦν ταὐτὸν εἶναι. Ὁρᾶν

δ' ἡμᾶς κατ' εἰδώλων ἐμπτώσεις, πάντα τε κατ' ἀνάγ-

κην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως

πάντων, ἣν ἀνάγκην λέγει. Τέλος δ' εἶναι τὴν εὐθυ-

μίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρα-

κούσαντες ἐξεδέξαντο (ἐξηγήσαντο D.), ἀλλὰ καθ' ἣν

γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς

ταραττομένη φόβου ἢ δεισιδαιμονίας, ἢ ἄλλου τινὸς

πάθους. Καλεῖ δὲ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις

ὀνόμασι. Ποιητὰ δὲ νόμιμα εἶναι, φύσει δὲ ἄτομα καὶ

κενά (l. κενόν ex D.).

<Διογένης> ὁ Ἀπολλωνιάτης ἔλεγε στοιχεῖον

εἶναι ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον, τόν

τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι

τῶν κόσμων. Οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, οὐδὲ εἰς

τὸ μὴ ὂν φθείρεσθαι. Τὴν γῆν στρογγύλην, ἐρηρει-

σμένην ἐν τῷ μέσῳ τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν

ἐκ τοῦ θερμοῦ περιφορὰν, καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.

Ε.

<Ἐπιμενίδου> τοῦ Κρητὸς λόγος, ὡς ἐξήρ-

χετο ἡ ψυχὴ, ὅτε ἠβούλετο, καὶ ὁπόσον ἤθελε καιρὸν,

καὶ πάλιν ἐπανήρχετο· τελευτήσαντος δὲ αὐτοῦ, τὸ

δέρμα εὑρέθη γράμμασι κατάστικτον.

<Ἑρμογένης> ὁ ῥήτωρ τελευτήσας ἀνετμήθη,

καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη, καὶ τῷ μεγέ-

θει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα.

<Ἐρατοσθένης> διὰ τὸ δευτερεύειν παντὶ εἴδει

παιδείας τοῖς ἄκροις ἐγγίζων, Βῆτα ἐκλήθη.

<Εὐριπίδης> κατὰ τὴν ἡμέραν, ἣν ἐνίκων

Ἕλληνες Πέρσας ἐν τῇ κατὰ Ξέρξου ναυμαχίᾳ, γεν-

νᾶται, εὐτυχίαν προσημαίνων Ἀθηναίοις.

<Εὐκλείδης> ὁ Μεγαρικὸς μετὰ τὴν τοῦ Σω-

κράτους τελευτὴν Πλάτωνα καὶ τοὺς λοιποὺς φιλοσόφους

ἐδέξατο, δείσαντας τὴν ὠμότητα τῶν τυράννων. Οὗτος

ἓν τὸ ἀγαθὸν ἀπεφαίνετο πολλοῖς ὀνόμασι καλούμενον,

ὁτὲ μὲν γὰρ φρόνησιν, ὁτὲ δὲ θεὸν, καὶ ἄλλοτε νοῦν καὶ

τὰ λοιπά. Τὰ δ' ἀντικείμενα τῷ ἀγαθῷ ἀνῄρει,

φάσκων μὴ εἶναι. Ταῖς δὲ ὑποδείξεσιν ἐνίστατο, οὐ

κατὰ λήμματα, ἀλλὰ κατ' ἐπιφοράν.

<Ἐπίκουρόν> τινες διαβάλλοντες φασὶ πρὸς Πυ-

θοκλέα ὡραῖον ὄντα γράψαι αὐτόν· «Καθεδοῦμαι προσ-

δοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον.» Καὶ ἐν τῷ

Περὶ τέλους οὕτω γράφειν· «Οὐ γὰρ ἔγωγε ἔχω τί νοήσω

τἀγαθὸν, ἀφαιρῶν μὲν τὰς δι' ἀφροδισίων, ἀφαιρῶν δὲ

τὰς διὰ χυλῶν ἡδονὰς, καὶ τὰς δι' ἀκροαμάτων [καὶ

τὰς διὰ μορφῶν add. Diog.].» Φασὶ καὶ περὶ Ναυσι-

φάνους τοῦ μαθητοῦ Πύρρωνος γράφειν αὐτόν· «Ταῦτα

ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖ-

σθαι, καὶ ἀποκαλεῖν διδάσκαλον.» Πνεύμονά τε αὐτὸν

ἐκάλει, καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνον. Τούς

τε περὶ Πλάτωνα Διονυσοκόλακας, καὶ αὐτὸν Πλάτωνα

χρυσοῦν, καὶ Ἀριστοτέλη ἄσωτον· φαγόντα γὰρ τὴν

πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν·

φορμοφόρον τε Πρωταγόραν, καὶ γραφέα Δημοκρίτου,

καὶ ἐν κώμαις γράμματα διδάσκειν. Ἡράκλειτόν τε

μιμητὴν (l. κυκητὴν ex D.), καὶ Δημόκριτον Ληρό-

κριτον, καὶ Ἀντίδωρον Σαινίδωρον, τούς τε Κυζικη-

νοὺς ἐχθροὺς τῆς Ἑλλάδος,

καὶ τοὺς διαλεκτικοὺς πολυφθονεροὺς, Πύρρωνά τε

ἀμαθῆ καὶ ἀπαίδευτον. Χρύσιππος δὲ ἐζήλου αὐτὸν

ἐν πολυγραφίᾳ· ὅθεν αὐτὸν Καρνεάδης παράσιτον τῶν

ἐκείνου βιβλίων ἀποκαλεῖ· εἰ γάρ τι γράψαι ὁ Ἐπίκου-

ρος, ἐφιλονείκει τοσοῦτον γράψαι ὁ Χρύσιππος, καὶ διὰ

τοῦτο πολλάκις τὰ αὐτὰ γέγραφε καὶ τὸ ἐπελθὸν, καὶ

ἀδιόρθωτα εἴακε τῷ ἐπείγεσθαι, καὶ τὰ μαρτύρια το-

σαῦτά ἐστιν, ὡς ἐκείνων μόνον γέμειν τὰ βιβλία. Καὶ

τοῦτόν φασι τὴν ἀρχὴν γραμματοδιδάσκαλον γεγενῆ-

σθαι, ἔπειτα περιτυχόντα τοῖς Δημοκρίτου βιβλίοις ἐπὶ

φιλοσοφίαν ἀΐξαι· διὸ καὶ Τίμων οὕτω λέγει περὶ

αὐτοῦ·

Ὕστατος…

The complete text is available when the reading interface loads.