Fragmenta
- Edition reference
- Fragmenta, FHG 3: 106–107.
- CTS identifier
urn:cts:greekLit:tlg2284.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΠΕΡΙ ΤΟΥ ΕΝ ΔΕΛΦΟΙΣ ΧΡΗΣΤΗΡΙΟΥ.
E LIBRO PRIMO.}
1
Stephan. Byz.: Παρνασσὸς, ὄρος Δελφῶν ... Ἔνιοι δέ
φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν
καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλέξανδρος (scr.
Ἀλεξανδρίδης) φησὶν ἐν πρώτῳ Περὶ τοῦ ἐν Δελφοῖς
χρηστηρίου.
t2-6
{ΠΕΡΙ ΤΩΝ ΣΥΛΗΘΕΝΤΩΝ ΕΝ ΔΕΛΦΟΙΣ
ΑΝΑΘΗΜΑΤΩΝ.}
t2
{E LIBRO PRIMO.}
2
Zenob. I, 57: <[Ἄκρον
λάβε καὶ μέσον ἕξεις.]> Ἀπελλαῖοι (Πελληναῖοι?)
περισωθέντες ἀπὸ τοῦ περὶ Κλεισθένην πολέμου ἐπυνθά-
νοντο τοῦ θεοῦ πότερον τὴν προτέραν αὐτῶν ἀνοικήσειαν
πόλιν ἢ ἑτέραν ποιήσουσιν. Ἀπεκρίνατο δὲ ἡ Πυθία·
<«Πείθου ἐμοῖσι λόγοισιν· ἄκρον λάβε καὶ μέ-
σον ἕξεις.»> Καὶ ἄκραν ἔχουσαν τὴν
πόλιν ᾤκησαν καταλαβόμενοι. Ἡ ἱστορία παρὰ Ἀλε-
ξάνδρῳ
ἐν πρώτῃ Περὶ τῶν συληθέντων ἐν Δελ-
φοῖς ἀναθημάτων.
3
Plutarch. Lysandr. c. 12, de proelio ad Aegospo-
tamos: Ἦσαν δέ τινες οἱ τοὺς Διοσκόρους ἐπὶ τῆς
Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ λιμένος ἐξέπλει
πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμ-
ψαι λέγοντες. —Cap. 18: Ὁ δὲ Λύσανδρος ἔστησεν
ἀπὸ τῶν λαφύρων ἐν Δελφοῖς αὑτοῦ χαλκῆν εἰκόνα καὶ
τῶν ναυάρχων ἑκάστου καὶ χρυσοῦς ἀστέρας τῶν Διοσ-
κόρων, οἳ πρὸ τῶν Λευκτρικῶν ἠφανίσθησαν. Ἐν δὲ
τῷ Βρασίδου καὶ Ἀκανθίων θησαυρῷ τριήρης ἔκειτο διὰ
χρυσοῦ πεποιημένη καὶ ἐλέφαντος δυεῖν πηχῶν, ἣν
Κῦρος αὐτῷ νικητήριον ἔπεμψεν. Ἀλεξανδρίδης δὲ
ὁ Δελφὸς ἱστορεῖ καὶ παρακαταθήκην ἐνταῦθα Λυσάν-
δρου κεῖσθαι τάλαντον ἀργυρίου καὶ μνᾶς πεντήκοντα
δύο καὶ πρὸς τούτοις ἕνδεκα στατῆρας, οὐχ ὁμολογού-
μενα γράφων τοῖς περὶ τῆς πενίας τοῦ ἀνδρὸς ὁμολογου-
μένοις.
4
Schol. Arist. Plut. 925: Σίλφιον βοτάνη πολυτί-
μητος· ἡ δὲ αἰτία τοιαύτη ἐστί. Βάττος, ὁ καὶ Ἀριστο-
τέλης, πόλιν ἐν Λιβύῃ Κυρήνην [λεγομένην] ἔκτισε
κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος χρησμόν·
καὶ οἱ πολῖται οἱ Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσίας
βουλόμενοι χαρίσασθαι τῷ βασιλεῖ, ἐποίησαν δακτύλιον,
ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον.
Καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ
ὁ ὀπὸς καὶ ἁπλῶς τὸ πᾶν αὐτοῦ πολλῆς τιμῆς ἄξιόν
ἐστιν. Καὶ οἱ Ἀμπελιῶται δὲ ἔθνος Λιβύης, εἰς Δελ-
φοὺς ἀνέθεσαν καυλὸν σιλφίου, ὥς φησιν Ἀλεξανδρίδης.
5
Schol. Eur. Alcest. 1: Ἀλεξανδρίδης (libri Ἀνα-
ξανδρίδης) ὁ Δελφός φησι θητεῦσαι αὐτὸν (τὸν Ἀπόλ-
λωνα) διότι τὸν Πυθοῖ δράκοντα ἀνεῖλεν.
6
Plutarch. Qu. Gr. c. 9: Τίς ὁ παρὰ Δελφοῖς Ὁσιω-
τὴρ καὶ διὰ τί Βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; Ὁσιω-
τῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν Ὅσιος
ἀποδειχθῇ. Πέντε δέ εἰσιν Ὅσιοι διὰ βίου, καὶ τὰ
πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι, καὶ συνιε-
ρουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος.
Ὁ δὲ Βύσιος μὴν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός
ἐστιν· ἔαρος γὰρ ἄρχει, καὶ τὰ πολλὰ φύεται τηνικαῦτα
καὶ διαβλαστάνει· τὸ δ' ἀληθὲς οὐκ ἔχει οὕτως. Οὐ γὰρ
ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοὶ, καθάπερ Μακεδόνες,
Βίλιππον καὶ Βαλακρὸν καὶ Βερονίκην λέγοντες· ἀλλ'
ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν, βατεῖν, καὶ τὸ πικρὸν,
βικρὸν ἐπιεικῶς καλοῦσιν. Ἔστιν οὖν Πύσιος ὁ Βύσιος,
ἐν ᾧ πυστιῶνται· καὶ πυνθάνονται τοῦ θεοῦ. Τὸ γὰρ
ἐννοεῖν καὶ πάτριον. Ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστή-
ριον ἐγίγνετο, καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ
γενέθλιον, καὶ πολύφθοον ὀνομάζουσιν, οὐ διὰ τὸ πέτ-
τεσθαι φθόϊς, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον
οὖσαν. Ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς
δεομένοις· πρότερον δὲ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ
ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης
καὶ Ἀλεξανδρίδης ἱστο-
ρήκασι.
t7
{ΠΕΡΙ ΛΥΚΩΡΕΙΑΣ.
E LIBRO SECUNDO.}
7
Stephan. Byz.: <Λυκώρεια,> κώμη ἐν Δελφοῖς. Καλ-
λίμαχος τρίτῳ. Ἀπὸ Λυκωρέως τοῦ βασιλέως. Ὁ πολί-
της Λυκωρεὺς καὶ Λυκώριος καὶ Λυκωρείτης. Ἔστι καὶ
Λυκώρειος Ζεὺς καὶ Λυκώρειον διὰ διφθόγγου.
<Λύλη,> πόλις Ἀρκαδίας. Ἀλέξανδρος δευτέρῳ Περὶ
Λυκωρείας.