Fragmentum
- Edition reference
- Fragmentum, FHG 4: 441.
- CTS identifier
urn:cts:greekLit:tlg2298.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΠΕΡΙ ΕΡΕΤΡΙΑΣ.}
1
Plutarch. De malign. Herod. c. 24: Ἐν δὲ τοῖς
ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος (Ἡρόδοτος), ὡς
ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν·
ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι τιμωροὺς, ἀπο-
στᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας προσειπεῖν, ὅτι
τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν
ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων, Ἐρετριέων δὲ κομιδῇ
μνησθεὶς ἐν παρέργῳ, καὶ παρασιωπήσας μέγα κατόρ-
θωμα καὶ ἀοίδιμον. Ἤδη γὰρ ὡς ** τὴν Ἰωνίαν συγ-
κεχυμένην, καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαν-
τήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει
κατεναυμάχησαν· εἶτ' ἀναστρέψαντες ὀπίσω, καὶ τὰς
ναῦς ἐν Ἐφέσῳ καταλιπόντες, ἐπέθεντο Σάρδεσι, καὶ
Ἀρταφέρνην ἐπολιόρκουν, εἰς τὴν ἀκρόπολιν καταφυ-
γόντα, βουλόμενοι τὴν Μιλήτου λῦσαι πολιορκίαν· καὶ
τοῦτο μὲν ἔπραξαν, καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖ-
θεν, ἐν φόβῳ θαυμαστῷ γενομένους· πλήθους δ' ἐπιχυ-
θέντος αὐτοῖς, ἀπεχώρησαν. Ταῦτα δ' ἄλλοι τε καὶ
Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς Περὶ Ἐρετρίας εἴρηκε.