The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. Diels and Kranz, op. cit., 248–250.
CTS identifier
urn:cts:greekLit:tlg2334.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

ληπτέον οὕτως ὑπὸ τὴν τῶν ὅλων διάγνωσιν, ἄλλως δ' οὐ νομιστέον ἐγγίνεσθαι.

46, 8 [p. 47] πάντα γὰρ τὰ τοιαῦτα ἀπὸ τῆς φυσικῆς καὶ μετὰ λόγου τῶν τε ἀδή-

λων σταθμήσεως καὶ τῶν ὑπαρχόντων ἐπιλογιστικῆς θεωρίας ἁλίσκετ', ἄλλως

δ' οὐδαμῶς, ὥστε καὶ ὁδῶι γίνεσθαι καὶ οὐκ ἰδίαις τινῶν ἐμπειρίαις τὰ πράγμαθ',

ὥς φασιν, οὐκ εἰδότων. 24, 9

[p. 36] καὶ μόνον δεῖν οἰόμενος τῶι σχηματίσαι διαφέρειν σχεδὸν τόν τε τοῦ

σοφοῦ λόγον καὶ τὸν τοῦ πολιτικοῦ ῥήτορος, ὥσπερ δὴ ταῖς διανοήσεσι μὲν οὐ

διαφέροντας τοὺς τὴν ἀλήθειαν κατὰ φύσιν ἐγνωκότας τῶν πολιτικῶν ῥητόρων,

σχήματι δὲ μόνον λόγων, καὶ ταῦτα πρὸς οὐδένα λόγον κατεσκευασμένων.

τί γὰρ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγὴ δύνατ', εἰ ταὐτό τι σημαίνει τῶι

ἐνθυμήματι καὶ παραδείγματι; 26, 1 [p. 38] 〈δεικνύ〉ει χρήσιμον διαλογισμὸν

ὄντα ἐκ τῶν φανερῶν ἀεὶ καὶ ὑπαρχόντων περὶ τῶν μελλόντων, καὶ τοὺς πραγματι-

κωτάτους ἀεὶ τῶν προεστώτων εἴτε δημοκρατίας εἴτε μοναρχίας εἴθ' ἧς δήποτε

πολιτείας τοιούτωι τρόπωι διαλογισμοῦ χρωμένους.

43, 1 [p. 43] ὁ γὰρ μακρῶι λόγωι καὶ συνειρομένωι καλῶς χρώμενος ἄριστα χρήσεται

καὶ τῶι διὰ ἐρωτήσεως καλουμένωι, καὶ ὁ τούτωι κἀκείνωι· 〈καὶ γὰρ τὸ ἐπὶ〉 τοῦ

συνειρομένου γινώσκειν, μέχρι ὅσου τοῖς ἀκούσασι γνώριμον δεῖ ποιεῖν τὸ πῖπτον

ὑπὸ μίαν διάνοιαν ταὐτό τί ἐστι τῶι δύνασθαι θεωρεῖν, μέχρι ὅσου προτείνων οὔτ'

ἂν ἐλλείποι τις οὔθ' ὑπερβαίνοι τοῦ προάξοντος τὸν ἀποκρινόμενον ἐπὶ τὴν ἰδέαν

ἀγνοουμένου πράγματος. 31, 3 [p. 43] κατανενοηκὼς μόνος ἂν δύ-

ναιτο κατὰ τηλικαῦτα διαιρῶν προτεῖναι καθ' ὅσα τὸ φῆσαι καὶ ἀποφῆσαι μὴ

περὶ τῶν φανερῶν ὅπηι εἰσίν, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ ἀδιαλήπτων, τοῖς μαν-

θάνουσι προτατέον. Vgl. 30, 2 [p. 42] ἀδυνατήσειν ἐν ἐκείνωι τῶι λαλήματι δια-

λέγεσθαι τὸν ὀρθῶς φυσιολογοῦντα, ὅτ〈ωι〉 πάνυ χρῆται κατὰ πηλίκα τινὰ διαι-

ρ〈ῶν〉 τὰ τοῦ λόγου καθ' ἕκαστα μέχρι τοῦ ποιεῖν κεφαλαιώματά τινα κατὰ τοὺς

τούτων ἐναργῆ ἐπιστήμην ἀπειργασμένους.

3

CLEM. Str. II 130 (II 184, 14 St.)

καθάπερ Ν. τὴν <ἀκαταπληξίαν>· ταύτην γὰρ ἔφη ὑπὸ

Δημοκρίτου ‘ἀθαμβίην’ λέγεσθαι [68 B 4. 215].

4

SENEC. Ep. 88, 43 N. ait ex his quae videntur esse nihil magis esse

quam non esse.