Fragmentum
- Edition reference
- Fragmentum, FHG 4: 514.
- CTS identifier
urn:cts:greekLit:tlg2367.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΠΕΡΙ ΤΩΝ ΕΝ ΡΟΔῼ ΘΥΣΙΩΝ.
E LIBRO SECUNDO.}
1
Athenaeus VIII: Καὶ χελιδονίζειν δὲ
καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ
Θέογνίς φησιν ἐν δευτέρῳ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν,
γράφων οὕτως· «Εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν
οἱ Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί.
Χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι·
Ἦλθ', ἦλθε χελιδὼν,
καλὰς ὥρας ἄγουσα,
καλοὺς ἐνιαυτοὺς,
ἐπὶ γαστέρα λευκὰ,
ἐπὶ νῶτα μέλαινα.
Παλάθαν οὐ προκυκλεῖς
ἐκ πίονος οἴκου,
οἴνου τε δέπαστρον,
τυροῦ τε κάνιστρον
καὶ πυρῶν;
ἁ χελιδὼν καὶ λεκιθίταν
οὐκ ἀπωθεῖται. Πότερ' ἀπίωμες, ἢ λαβώμεθα;
εἰ μέν τι δώσεις· εἰ δὲ μὴ, οὐκ ἐάσομες·
ἢ τὰν θύραν φέρωμες, ἢ θὑπέρθυρον,
ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν·
μικρὰ μέν ἐστι, ῥᾳδίως μὶν οἴσομες.
Ἐὰν φέρῃς δέ τι, μέγα δή τι καὶ φέροις.
Ἄνοιγ' ἄνοιγε τὰν θύραν χελιδόνι·
οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.
Τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος
ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρη-
μάτων.»