The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 80–81.
CTS identifier
urn:cts:greekLit:tlg2384.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΣΙΚΕΛΙΚΑ.

E LIBRO TERTIO.}

Athenaeus X: Ἑρμείας δ' ὁ Μηθυμναῖος

ἐν τρίτῃ Σικελικῶν φιλοπότην φησὶ γενέσθαι Νικοτέλη

τὸν Κορίνθιον.

2

{ΠΕΡΙ ΤΟΥ ΓΡΥΝΕΙΟΥ ΑΠΟΛΛΩΝΟΣ.

E LIBRO SECUNDO.}

Athenaeus IV: Παρὰ δὲ Ναυκρατίταις,

ὥς φησιν Ἑρμείας ἐν τῷ δευτέρῳ τῶν Περὶ τοῦ Γρυνείου

Ἀπόλλωνος, ἐν τῷ πρυτανείῳ δειπνοῦσι γενεθλίοις Ἑ-

στίας πρυτανίτιδος καὶ Διονυσίοις, ἔτι δὲ τῇ τοῦ κω-

μαίου Ἀπόλλωνος πανηγύρει, εἰσιόντες πάντες ἐν στο-

λαῖς λευκαῖς, ἃς μέχρι καὶ νῦν καλοῦσι πρυτανικὰς

ἐσθῆτας. Καὶ κατακλιθέντες ἐπανίστανται εἰς γόνατα,

τοῦ ἱεροκήρυκος τὰς πατρίους εὐχὰς καταλέγοντος συ-

σπένδοντες. Μετὰ δὲ ταῦτα κατακλιθέντες λαμβάνουσιν

ἕκαστος οἴνου κοτύλας δύο, πλὴν τῶν ἱερέων τοῦ τε Πυ-

θίου Ἀπόλλωνος καὶ τοῦ Διονύσου· τούτων γὰρ ἑκατέρῳ

διπλοῦς ὁ οἶνος μετὰ καὶ τῶν ἄλλων μερίδων δίδοται.

Ἔπειτα ἑκάστῳ παρατίθεται ἄρτος καθαρὸς, εἰς πλά-

τος πεποιημένος, ἐφ' ᾧ ἐπίκειται ἄρτος ἕτερος, ὃν κρι-

βανίτην καλοῦσι, καὶ κρέας ὕειον καὶ λεκάριον πτισά-

νης ἢ λαχάνου τοῦ κατὰ καιρὸν γινομένου, ᾠά τε δύο

καὶ τυροῦ τροφαλὶς σῦκά τε ξηρὰ καὶ πλακοῦς καὶ στέ-

φανος. Καὶ ὃς ἂν ἔξω τι τούτων ἱεροποιὸς παρασκευάσῃ

ὑπὸ τῶν τιμούχων ζημιοῦται. Ἀλλὰ μὴν οὐδὲ τοῖς σι-

τουμένοις ἐν πρυτανείῳ ἔξωθεν προσεισφέρειν τι βρώσι-

μον ἔξεστι, μόνα δὲ ταῦτα καταναλίσκουσι, τὰ ὑπολει-

πόμενα τοῖς οἰκέταις μεταδιδόντες. Ταῖς δ' ἄλλαις ἡμέ-

ραις πάσαις τοῦ ἐνιαυτοῦ ἔξεστι τῶν σιτουμένων τῷ

βουλομένῳ ἀνελθόντι εἰς τὸ πρυτανεῖον δειπνεῖν, οἴκοθεν

παρασκευάσαντα αὑτῷ λάχανόν τι ἢ τῶν ὀσπρίων καὶ

τάριχος, ἢ ἰχθὺν, κρέως δὲ χοιρείου βραχύτατον, * καὶ

τούτων μεταλαμβάνων κοτύλην οἴνου. Γυναικὶ δὲ οὐκ

ἔξεστιν εἰσιέναι εἰς τὸ πρυτανεῖον ἢ μόνῃ τῇ αὐλητρίδι.

Οὐκ εἰσφέρεται δὲ οὐδ' ἀμὶς εἰς τὸ πρυτανεῖον. Ἐὰν δέ

τις Ναυκρατιτῶν γάμους ἑστιᾷ, ὡς ἐν τῷ γαμικῷ νόμῳ

γέγραπται, ἀπείρηται ᾠὰ καὶ μελίπηκτα δίδοσθαι.

3

{ΠΕΡΙΗΓΗΣΙΣ.}

Steph. Byz. v. Χάλκις: ... Ἔστι καὶ πόλις Χάλ-

κις ἐν Σκυθίᾳ, ἧς οἱ πολῖται Χαλκῖται. Ἔστι καὶ ἡ

χώρα Χαλκῖτις, ὡς Ἑρμείας ἐν Περιηγήσει.