The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. H. J. Mette, "Die 'Kleinen' griechischen Historiker heute," Lustrum 21 (1978) 32.
CTS identifier
urn:cts:greekLit:tlg2409.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3bis

EUSTATH. Hom. Od. t 92: [‘... ἀναμάξεις’] Παυσανίας (α 134

Erbse) δέ φησιν ὅτι ‘ἀπομαγδαλιὰ’ σταῖς, ὃ ἔφερον ἐπὶ τὸ δεῖπνον, εἰς ὃ τὰς

χεῖρας ἀποματτόμενοι εἶτα κυσὶν ἔβαλλον· διὸ ‘κυνά〈δα〉’, φησί, τὸ τοιοῦτον

<Διοσκουρίδης> προσαγορεύει.

{ΛΑΚΩΝΙΚΗ ΠΟΛΙΤΕΙΑ.} Plutarch. Lyc. c. 11, 7: (Lycurgo Alcanderoculum excusserat;) Τοῦ δὲ πάθους ὑπόμνημα Λυ-κοῦργος ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν, ἣν Ὀπτιλέτινπροσηγόρευσε· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλους οἱ τῇδεΔωρεῖς καλοῦσιν. Ἔνιοι μέντοι τὸν Λυκοῦργον, ὧνκαὶ Διοσκορίδης ἐστὶν ὁ συντεταγμένος τὴν Λακωνικὴνπολιτείαν, πληγῆναι μέν φασιν, οὐ τυφλωθῆναι δὲ τὸνὀφθαλμόν· ἀλλὰ καὶ τὸ ἱερὸν τῇ θεῷ τῆς ἀκέσεως χα-ριστήριον ἱδρύσασθαι.{E LIBRO SECUNDO.} Athenaeus IV: Ἀλλὰ μὴν οὐδ' ὀρθα-γορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶχοῖροι, ἀλλ' ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πι-πράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πο-λιτείᾳ, καὶ Διοσκουρίδης ἐν δευτέρῳ Πολιτείας καὶἈριστοκλῆς ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνωνπολιτείας. Plutarch. Agesil. c. 35: Ὀλίγαις δὲ ὕστερονἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸνἘπαμινώνδαν, ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δ' ἐγκεί-μενον καὶ κατασπεύδοντα τὴν δίωξιν, Ἀντικράτης Λά-κων ὑποστὰς ἔπαισε δόρατι μὲν, ὡς Διοσκουρίδηςἱστόρηκε· Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺςἀπογόνους τοῦ Ἀντικράτους καλοῦσιν, ὡς μαχαίρᾳπατάξαντος. Οὕτω γὰρ ἐθαύμασαν καὶ ὑπερηγάπησαναὐτὸν φόβῳ τοῦ Ἐπαμινώνδου ζῶντος, ὥστε τιμὰς μὲνἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, τῷ γένει δ' ἀτέλειαν,ἣν ἔτι καὶ καθ' ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶνἈντικράτους ἀπογόνων.{ΠΕΡΙ ΝΟΜΙΜΩΝ.} Photius Lex.: Σκυτάλη ... Διοσκουρίδης (Διοσκορί-δης Suidas) δὲ ἐν τοῖς Περὶ νομίμων τοὺς δανείζονταςἐν Σπάρτῃ διαιρεῖν σκυτάλην δύο παρόντων μαρτύρωνκαὶ γράφειν τὸ συμβόλαιον ἐν ἑκατέρῳ τμήματι· καὶτὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι, τὸ δὲ δι' ἑαυτοῦἔχειν.{ΠΕΡΙ ΤΩΝ ΠΑΡ' ὉΜΗΡῼ ΝΟΜΩΝ.} Suidas v. Ὅμηρος: Ὅτι Διοσκορίδης ἐν τοῖςΠαρ' Ὁμήρῳ νόμοις φησὶν, ὡς ὁ ποιητὴς ὁρῶν τὴνσωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν καὶ πρώτηντοῖς νέοις, ἔτι δὲ ἁρμόττουσαν καὶ καλῶν χορηγὸν οὖ-σαν, βουλόμενος πάλιν (Athen. πᾶσιν) ἐμφῦσαι αὐτὴνἀπ' ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλονἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι, καὶ ὦσιν εὐεργετικοὶκαὶ κοινοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσιτὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶτὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶἐμφύτους οὔσας περὶ ἐδωδὴν καὶ πόσιν· τοὺς δὲ διαμε-μενηκότας ἐν ταῖς εὐτελείαις, εὐτάκτους καὶ περὶ τὸνἄλλον βίον γινομένους ἐγκρατεῖς. Ἐφ' ᾧ καὶ ἁπλῆνἀποδέδωκε τὴν δίαιταν πᾶσι, καὶ τὴν αὐτὴν ὁμοίωςβασιλεῦσί τε καὶ ἰδιώταις, λέγων (Od. αʹ, 138)· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν· σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας,καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. Παρὰ δὲταῦτα οὔτε ἐν ἑορταῖς οὔτ' ἐν ἄλλῃ συνόδῳ παρατίθησινοὐδέν· καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσαςδειπνίζοντα τοὺς ἀρίστους, Μενέλαον δὲ τοὺς Ἑρμιόνηςγάμους ποιοῦντα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός· καὶτοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου, (Od. δʹ, 66) νῶτα βοὸς παρέθηκεν ἀείρας ὄπτ', ἐν χερσὶν ἑλὼν, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ·οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τετοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλὰἀφ' ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. ΚαὶΑἴαντα μετὰ τὴν μονομαχίαν νώτοισι γέραιρεν ὁ Ἀγα-μέμνων, καὶ Νέστορι γεραιῷ ὄντι κρέας ὀπτὸν βοὸςδίδωσι, καὶ Ἀλκίνῳ δὲ, τρυφερὸν ᾑρημένῳ βίον·σπουδάζων ἡμᾶς ἀποστῆσαι τῶν ἀτάκτων ἐπιθυμιῶν.Καὶ Νέστορα δὲ ποιεῖ παρὰ τῇ θαλάσσῃ τῷ Ποσειδῶνικεχαρισμένην τινὰ θυσίαν ἐπιτελοῦντα, καὶ πολλοὺςἔχοντα, τάδε παρακελευόμενον. Ἀλλ' ἄγ', ὁ μὲν πεδίονδ' ἐπὶ βοῦν ἴτω,καὶ τὰ ἑξῆς. Καὶ Ἀλκίνους δὲ τοὺς τρυφερωτάτουςἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύ-μενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίαςκαὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας·καὶ τοὺς μνηστῆρας, ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰςἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθαςοὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρι-κὰς μαγγανείας. Athenaeus I, 15:Καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ τῇθαλάττῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων,βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους. Ὁσιωτάτηγὰρ αὕτη ἡ θυσία θεοῖς καὶ προσφιλεστέρα ἡ διὰ τῶνοἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. —In postremisAthenaeus: τὰς μαγειρικὰς μαγγανείας καὶ τὰ, ὡςὁ Μένανδρός φησιν, ὑποβινητιῶντα βρώματα, καὶ τὸπαρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον βρῶμα,ὥς φησι Χρύσιππος, οὗ ἡ κατασκευὴ περιεργοτέρα.Etenim pergit Ex-cerptor Athenaei c. 16: Πρίαμος δὲ παρὰ τῷ ποιητῇκαὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα, Ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.[Φιλόχορος δὲ ἱστορεῖ καὶ κεκωλύσθαι Ἀθήνησινἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆςτῶν ζῴων τούτων γενέσεως.] Ἑλλήσποντον δὲ Ὅμη-ρος ἰχθυόεντα προσαγορεύων, καὶ τοὺς Φαίακας πλω-τικωτάτους ποιῶν, καὶ ἐν τῇ Ἰθάκῃ εἰδὼς λιμέναςπλείους καὶ νήσους προσεχεῖς πολλὰς, ἐν αἷς ἰχθύωνἐγίνετο πλῆθος καὶ ἀγρίων ὀρνίθων, καὶ εἰς εὐδαιμο-νίαν δὲ καταριθμῶν τὸ τὴν θάλασσαν ἰχθῦς παρέχειν,ὅμως τούτων οὐδὲν οὐδένα ποιεῖ προσφερόμενον· καὶμὴν οὐδ' ὀπώραν παρατίθησί τινι, καίπερ οὖσαν πολ-λὴν, καὶ ἥδιστα ταύτης μνημονεύων καὶ πάντα χρό-νον παρασκευάζων ἀθάνατον. «Ὄγχνη γὰρ, φησὶν,ἐπ' ὄγχνῃ» καὶ τὰ ἑξῆς. Ἀλλὰ μὴν οὐδὲ στεφανουμέ-νους οὐδὲ μυρουμένους ποιεῖ, ὥσπερ οὐδὲ θυμιῶντας,ἀλλὰ πάντων τούτων ἀπολύων τοὺς ἀνθρώπους εἰς εὐτέ-λειαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρὸ τοῦ. Καὶθεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν, νέκταρ καὶ ἀμβρο-σίαν. Καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺςἀπὸ τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶστεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. Καὶ τῆς ἁπλῆςδὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστη-σιν, ἀλλ' ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιροῦσι τὰςπλησμονάς. Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,καὶ τὴν ἐπιθυμίαν πληρώσαντες οἱ μὲν ἐξώρμων ἐπὶ με-λέτην ἀθλητικὴν, δίσκοισι τερπόμενοι καὶ αἰγανέαις,τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες· οἱ δὲ κιθα-ρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶῥυθμῷ ποιούντων. Διὸ οὐδὲν θαυμαστὸν, τοὺς οὕτω τεθραμμένουςἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. Ἐν-δεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινόν ἐστι καὶεὔχρηστον καὶ κοινὸν, τὸν σοφώτατον Νέστορα πε-ποίηκε Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸνὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτα-τον ὄντα—καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺνκαὶ πολύτροφον—οὐ διψήσεως ἄκος, ἀλλ' ἐμφορήσεωςἕνεκα· πεπωκότι γοῦν παρακελεύεται συνεχῶς τοῦτοποιεῖν· «Σὺ μὲν, φησὶ, καθήμενος πῖνε.» Καὶ ἐπι-ξύοντα τυρὸν αἴγειον, ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον, ἵνα