The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 192–196.
CTS identifier
urn:cts:greekLit:tlg2409.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5b

πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων τὸν οἶνον ἐκλύειν

τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. Περὶ δὲ τοῦ Ἕκτορος Ἑκάβη,

οἰομένη μένειν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας,

παρακαλεῖ πιεῖν σπείσαντα, προτρεπομένη εἰς θυμη-

δίαν. Ὁ δ' ὑπερτίθεται, πρὸς πρᾶξιν ἐξιών. Καὶ ἡ μὲν

ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, ὁ δὲ μετὰ ἄσθματος

ἥκων ἀπωθεῖται· καὶ ἡ μὲν ἀξιοῖ σπείσαντα πιεῖν,

ὁ δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖτο. Οἶδε δὲ ὁ Ὅμηρος

καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου, οἷς τὸν

χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαι φησί. Καὶ κράσεων

δὲ γένη διάφορα ἐπίσταται· οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ

ζωρότερον κεραίρειν διέστειλε, μὴ οὔσης τινὸς καθη-

μερινῆς κράσεως. Ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδια-

φόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, ὃ τοῖς ἰατροῖς

διὰ τὴν τέχνην ἐστὶ δῆλον· τοῖς γοῦν καρδιακοῖς μετὰ

οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνά-

μεως. Ἀλλ' ἐκεῖνος τῷ μὲν Μαχάονι μετ' ἀλφίτου καὶ

τυροῦ δέδωκε τὸν οἶνον, τὸν δ' Ὀδυσσέα ποιεῖ συνά-

πτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνων ὠφέλειαν·

Ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς.

Τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω κα-

λέσας αὐτόν·

Ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.

Ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖ-

κας λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν οὔτε

ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομέ-

νας. Ἀρχαῖον δὲ τοῦτο ἔθος. Λούουσι γοῦν καὶ αἱ Κω-

κάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγε-

νόμενον εἰς Σικελίαν. Τῆς μέθης δὲ κατατρέχων

ὁ ποιητὴς, τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώ-

ματος διὰ ταύτην ἀπολλύμενον παρίστησι, καὶ Εὐρυ-

τίωνα τὸν Κένταυρον· τούς τε παρὰ Κίρκῃ λέοντας

ποιεῖ καὶ λύκους, ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. Τὸν

δὲ Ὀδυσσέα σώζει, τῷ Ἑρμοῦ λόγῳ πεισθέντα· διὸ

καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ, πάροινον ὄντα καὶ

τρυφερὸν, κατακρημνίζει. Καὶ Ἀντίνοος δὲ, λέγων

πρὸς Ὀδυσσέα «Οἶνός σε τρώει μελιηδής», αὐτὸς οὐκ

ἀπείχετο τοῦ πώματος· διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι

κρατῶν τὸ ποτήριον. Ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν

τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας· ὅθεν καὶ

ἀπόλλυνται. Ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν

τῶν Τρώων ἐν τῷ βουλεύεσθαι, διὰ τὴν ἐν τῇ μέθῃ

παρρησίαν καὶ τὰς ἀπειλὰς, ἃς Τρωσὶν ὑπέσχετο οἰνο-

ποτάζων, ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ

παραπολλύμενον. Καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ

αὑτοῦ·

Ἀλλ' ἐπεὶ ἀασάμην, φρεσὶ λευγαλέῃσι πιθήσας,

ἢ οἴνῳ μεθύων, ἤ μ' ἔβλαψαν θεοὶ αὐτοί.

εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ.

—Οὕτω δὲ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης

ὁ Ἰσοκράτους μαθητής. —Καὶ ὁ Ἀχιλλεὺς δ' ὀνει-

δίζων τῷ Ἀγαμέμνονι, φησίν·

Οἰνοβαρὲς, κυνὸς ὄμματ' ἔχων.

Ταῦτ' εἶπε τὸ Θέσσαλον σόφισμα.

t6-8

{ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ.}

6

Diogenes L. I, 63: Καὶ αὐτόν (τὸν Σόλωνα) φησι

Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δα-

κρύοι τὸν παῖδα τελευτήσαντα, πρὸς τὸν εἰπόντα

«Ἀλλ' οὐδὲν ἀνύτεις», εἰπεῖν, «Δι' αὐτὸ δὲ τοῦτο

δακρύω, ὅτι οὐδὲν ἀνύτω».

7

Athenaeus XI: Ἦν δὲ ὁ Πλάτων πρὸς

τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν, Ἔσχατον

τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα,

ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις· ὥς φησι Διοσ-

κουρίδης ἐν τοῖς Ἀπομνημονεύμασι.

8

Schol. Apoll. Rhod. I, 741: Διοσκορίδης δὲ ὑπὸ

Ἀπόλλωνος (τὴν λύραν δοθῆναι Ἀμφίονι λέγει).