The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 2: 463–464.
CTS identifier
urn:cts:greekLit:tlg2417.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-4

{ΘΕΣΣΑΛΙΚΑ.}

1

Stephan. Byz.: Ἐφύρα, πόλις Ἠπείρου ... Ἔστι

καὶ ἄλλη Ἐφύρη Κρανὼν λεγομένη, ὥς φησι Κινέας

ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος.

2

Schol. Pind. Pyth. X, 85: [<ἔλπομαι δ' Ἐφυ-

ραίων>] Δῆλον ... ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρω-

τίᾳ, οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν ὅτι τοὺς

Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας. Θεσσαλὸς

δὲ καὶ ὁ νικηφόρος. Οὕτω δὲ πρότερον οἱ Κρανώνιοι

Ἐφυραῖοι ἐκαλοῦντο. Μαρτυρεῖ δὲ τούτῳ Κινέας. Φησὶ

γὰρ ἄρχεσθαι αὐτὴν ὑπὸ τῷ Κρανῶνι, καὶ [αὐτὸν]

ἐλθεῖν εἰς τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ· εἶτα

ἐκεῖ καταστρέψαντος τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἐφύραν

καλουμένην πόλιν εἰς τιμὴν τοῦ τεθνηκότος Κρανῶνα

μετωνόμασαν.

3

Strabo VII: Σουί-

δας δὲ τοῖς Θετταλοῖς μυθώδεις λόγους προσχαριζό-

μενος, ἐκεῖθέν τε φησιν εἶναι τὸ ἱερὸν μετενηνεγμένον

ἐκ τῆς περὶ Σκοτοῦσσαν Πελασγίας· ἔστι δ' ἡ Σκοτοῦσσα

τῆς Πελασγιώτιδος Θετταλίας· συνακολουθῆσαι δὲ γυ-

ναῖκας τὰς πλείστας, ὧν ἀπογόνους εἶναι τὰς νῦν προ-

φήτιδας· ἀπὸ δὲ τούτου καὶ Πελασγικὸν Δία κεκλῆσθαι.

Κινέας δ' ἔτι μυθωδέστερον

4

Stephan. Byz.: Δωδώνη: Τὸν δὲ Δωδωναῖον

ἔλεγον καὶ [Βωδω]ναῖον. Ζηνόδοτος δὲ γράφει Φηγω-

ναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο. Καὶ

Σουίδας δέ φησι Φηγοναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσ-

σαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. Ἕτεροι δὲ γράφουσι

Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται.

Κινέας δέ φησι, πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ Φηγὸν

καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι.

ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ...

ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστό-

δωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης.