The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, FHG 4: 427.
CTS identifier
urn:cts:greekLit:tlg2426.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1

{ΠΕΡΙ ΑΙΓΥΠΤΙΩΝ.}

1

Plutarch. De Is. et Osir. c. 37: Ἀρίστων τοίνυν

ὁ γεγραφὼς Ἀθηναίων ἀποικίαν ἐπιστολῇ τινι Ἀλεξάρ-

χου περιέπεσεν, ἐν ᾗ Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς

ὢν ὁ Διόνυσος ὑπὸ Αἰγυπτίων, οὐκ Ὄσιρις, ἀλλὰ Ἀρ-

σαφὴς (ἐν τῷ ἄλφα γράμματι) λέγεσθαι, δηλοῦντος τὸ

ἀνδρεῖον τοῦ ὀνόματος. Ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρ-

μαῖος ἐν τῇ πρώτῃ Περὶ Αἰγυπτίων· ὄμβριμον γάρ

φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν.

Idem ibid. c. 42: Ὁ γὰρ Ὄσιρις ἀγαθοποιὸς, καὶ

τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν

καὶ ἀγαθοποιὸν, ὃ λέγουσι. Τὸ δ' ἕτερον ὄνομα τοῦ θεοῦ

τὸν Ὄμφιν εὐεργέτην ὁ Ἑρμαῖός φησιν δηλοῦν ἑρμη-

νευόμενον.