The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 427–428.
CTS identifier
urn:cts:greekLit:tlg2532.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1

{ΦΡΥΓΙΑΚΑ.

E LIBRO SECUNDO.}

1

Plutarch. De fluv. 12, 4:

Γεννᾶται δ' ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ.

Οὗτος εἴωθε νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν, τοῦ

φθινοπώρου τὴν ἀρχὴν λαμβάνοντος· προσαγορεύεται

δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων <βαλλὴν,> ὅπερ μεθερ-

μηνευόμενόν ἐστι βασιλεύς· καθὼς ἱστορεῖ Ἑρμησιάναξ

Κύπριος ἐν βʹ Φρυγιακῶν.

t2-3

{E SCRIPTIS INCERTIS.}

2

Idem ibid. 2, 3: Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστο-

ρίας μέμνηται τοιαύτης. Ἑλικὼν καὶ Κιθαιρὼν ἀδελφοὶ

τυγχάνοντες διαφόρους ἔσχον τῶν τρόπων τὰς διαθέ-

σεις· ὁ μὲν γὰρ Ἑλικὼν, πρᾳότερος ὑπάρχων καὶ

προσηνὴς, συμπαθῶς γηροβοσκεῖ τοὺς γονεῖς· ὁ δὲ Κι-

θαιρὼν, πλεονέκτης τυγχάνων καὶ θέλων εἰς ἑαυτὸν με-

ταστῆσαι τὴν οὐσίαν, πρῶτον μὲν ἐφόνευσε τὸν γεννή-

σαντα, τὸν δ' ἀδελφὸν ἐξ ἐνέδρας κατακρημνίζων καὶ

αὐτὸς συγκατηνέχθη. Κατὰ δὲ θεῶν πρόνοιαν εἰς ὁμώ-

νυμα ὄρη μεταμορφηθέντες ἐγένοντο. Κιθαιρὼν μὲν διὰ

τὴν ἀσέβειαν Ἐριννύων μυχὸς, Ἑλικὼν δὲ διὰ φιλο-

στοργίαν Μουσῶν ἐνδιαίτημα.

3

Id. Ibid. 24, 1: Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστο-

ρίας μέμνηται τοιαύτης· Διόνυσος ἐρασθεὶς Ἀλφεσι-

βοίας νύμφης, καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι

δυνάμενος, εἰς τὴν προειρημένην Τίγριν μετέβαλε τὴν

μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγαπωμέ-

νην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας,

ἐγέννησεν υἱὸν Μῆδον, ὃς ἀκμάσας εἰς τιμὴν τοῦ συγ-

κυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασε· καθὼς

ἱστορεῖ Ἀριστώνυμος ἐν γʹ.