Fragmentum
- Edition reference
- Fragmentum, FHG 4: 521.
- CTS identifier
urn:cts:greekLit:tlg2533.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΦΡΥΓΙΑΚΑ.
E LIBRO PRIMO.}
1
Plutarch. De fluv. c. 9: Μαίανδρος ποταμὸς τῆς
Ἀσίας· ἐκαλεῖτο δὲ πρότερον Ἀναβαίνων· μόνος γὰρ
ἐκ πάντων τῶν ποταμῶν ἀπὸ τῶν ἰδίων ἀρχόμενος πη-
γῶν εἰς ἑαυτὸν παλινδρομεῖ. Προσηγορεύθη δὲ Μαίαν-
δρος ἀπὸ Μαιάνδρου, τοῦ Κερκάφου καὶ Ἀναξιβίας
παιδὸς, ὃς πρὸς Πεσσινουντίους πόλεμον ἔχων ηὔξατο
τῇ Μητρὶ τῶν θεῶν, ἐὰν ἐγκρατὴς γένηται τῆς νίκης,
θύσειν τὸν πρῶτον αὐτῷ συγχαρέντα ταῖς ἀνδραγαθίαις,
τρόπαια φέρων. Ὑποστρέψαντι δὲ τῷ προειρημένῳ
πρῶτος συνεχάρη συναντήσας ὁ παῖς Ἀρχέλαος, μετὰ
τῆς μητρὸς καὶ τῆς ἀδελφῆς· ὁ δὲ τῆς προειρημένης
δεισιδαιμονίας ἀναμνησθεὶς, κατ' ἀνάγκην βωμοῖς κα-
τήγαγε τοὺς προσήκοντας. Ἀθυμήσας δ' ἐπὶ τοῖς πρα-
χθεῖσιν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἀναβαίνοντα, ὃς
ἀπ' αὐτοῦ Μαίανδρος προσηγορεύθη· καθὼς ἱστορεῖ
<Τιμόλαος ἐν αʹ Φρυγιακῶν.> Μέμνηται δὲ τού-
των καὶ <Ἀγαθοκλῆς ὁ Σάμιος> ἐν τῇ <Πεσσινουν-
τίων πολιτείᾳ.>