The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 328–329.
CTS identifier
urn:cts:greekLit:tlg2557.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1

{ΙΤΑΛΙΚΑ.

E LIBRO TERTIO.}

1

Plutarch. Par. m. c. 32: Διὰ τοὺς ἀστυγείτονας πο-

λέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτό-

μετρον ἦρε· Ῥωμύλος δὲ, ὁ βασιλεὺς, βαρέως ἐνεγκὼν,

τῷ δήμῳ ἀπέδωκε· πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν.

Οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ, καὶ

κόψαντες, εἰς τοὺς κόλπους ἔβαλον. Ῥωμαῖοι δὲ μετὰ

πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον. Αἴτιος δὲ Πρόκλος,

τῶν ἐπισήμων ἀνὴρ, εἶπε, τὸν Ῥωμύλον ἐν ὄρει ἑωρα-

κέναι μείζονα παντὸς ἀνθρώπου θεὸν γεγενῆσθαι. Ῥω-

μαῖοι δὲ πιστεύσαντες, ἀνεχώρησαν· ὡς Ἀριστόβουλος

ἐν τρίτῳ Ἰταλικῶν.

t2

{ΠΕΡΙ ΛΙΘΩΝ.

E LIBRO PRIMO.}

2

Idem De fluv. c. 14, 3, de Tanai fluvio: Γεν-

νᾶται δ' ἐν αὐτῷ καὶ λίθος κρυστάλλῳ παραπλήσιος,

ὢν ἀνθρωπόμιμος, ἐστεμμένος. Ὅταν δ' ἀποθάνῃ βα-

σιλεὺς, ἀρχαιρεσίας παρὰ τὸν ποταμὸν τελοῦσιν· καὶ ὃς

ἂν εὑρεθῇ τὸν λίθον ἐκεῖνον ἔχων, παραχρῆμα βασι-

λεὺς γίνεται, καὶ τὰ σκῆπτρα παραλαμβάνει τοῦ τε-

λευτήσαντος· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν γʹ Περὶ φυτῶν.

Μέμνηται δὲ τούτων καὶ Ἀριστόβουλος ἐν αʹ Περὶ

λίθων.