Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 488–489.
- CTS identifier
urn:cts:greekLit:tlg2560.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-2
{ΙΤΑΛΙΚΑ.}
t1
{E LIBRO TERTIO.}
1
Plutarch. Par. min. c. 14: Ποίνων καὶ Σικελιω-
τῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων,
Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ
πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάϊος δὲ Ἰούλιος μάντις
εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα. Ὁ δ' ἀναγ-
κασθεὶς Μεταλίαν τὴν θυγατέρα προσῆγεν· ἡ δὲ
Ἑστία ἐλεήσασα, δάμαλιν ὑπέβαλε, καὶ αὐτὴν ἐκόμι-
σεν εἰς Λαμούσιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρ' αὐ-
τοῖς δράκοντος ἀπέδειξεν· ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰτα-
λικῶν.
t2
{E LIBRO QUARTO.}
2
Clem. Al. Str. I: Θεόπομπος δὲ καὶ
Ἔφορος καὶ Τιμαῖος Ὀρθαγόραν τινὰ μάντιν ἀναγρά-
φουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἰταλι-
κῶν Γάϊον Ἰούλιον Νέπωτα.
t3
{ΓΕΩΡΓΙΚΑ.
E LIBRO TERTIO.}
3
Plutarch. Par. min. 41: Ἡγησίστρατος, ἀνὴρ
Ἐφέσιος, ἐμφύλιον φόνον δράσας, ἔφυγεν εἰς Δελφοὺς,
καὶ ἠρώτα τὸν θεὸν, ποῦ οἰκήσειεν. Ὁ δ' Ἀπόλλων
ἀνεῖπεν, ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς
ἐλαίας ἐστεφανωμένους. Γενόμενος δὲ κατὰ τὸν τόπον
τῆς Ἀσίας, καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανω-
μένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν,
καὶ ἐκάλεσεν Ἐλαιοῦντα· ὡς Πυθοκλῆς ὁ Σάμιος ἐν
τρίτῳ Γεωργικῶν.
t4
{ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ.}
4
Clem. Al. Protr.: Φωκαεῖς δὲ
Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ ταυροπόλῳ Ἀρτέ-
μιδι ἄνθρωπον ὁλοκαεῖν ἱστορεῖ.