The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 453.
CTS identifier
urn:cts:greekLit:tlg2565.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1

{ΠΕΡΙ ΣΚΥΘΩΝ.

E LIBRO PRIMO.}

1

Schol. Apoll. Rh. II, 1015: <[Ἱερὸν δ' αὖτ' ἐπὶ

τοῖσιν ὄρος]> Τοῦτο καθῆκόν ἐστιν εἰς τὸν Εὔξεινον

πόντον. Μέμνηται αὐτοῦ καὶ Κτησίας ἐν τῷ αʹ Περιό-

δων, καὶ Σουΐδας ἐν βʹ, περὶ τοὺς λεγομένους Μάκρω-

νας· ἀκριβέστερον δὲ ὁ Ἀγάθων ἐν τῷ τοῦ Πόντου

περίπλῳ· ὃς καὶ ρʹ ἀπέχειν σταδίους αὐτό φησι τῆς

Τραπεζοῦντος. Ὁ δὲ Εἰρηναῖος Μνησίμαχόν φησι περὶ

αὐτοῦ ἱστορεῖν ἐν αʹ περὶ Σκυθῶν, ἀγνοῶν. Ὁ γὰρ Μνη-

σίμαχος [ὡς] ἐν τῇ Εὐρώπῃ μέμνηται κειμένης τῆς Σκυ-

θικῆς· ὁ δὲ Ἀπολλώνιος καὶ οἱ προειρημένοι περὶ τῆς

Ἀσίας διαλέγονται. Ἔστι καὶ ἄλλο Ἱερὸν ὄρος Θρᾴκης.

t2a-2b

{ΔΙΑΚΟΣΜΟΙ.}

2a

Idem IV, 1412: Τῶν νυμφῶν αἱ μέν εἰσιν οὐρά-

νιαι, αἱ δὲ ἐπίγειοι, αἱ δὲ ποτάμιοι, αἱ δὲ λιμναῖαι,

αἱ δὲ θαλάσσιαι. Καὶ καθόλου δὲ τῶν νυμφῶν γένος

εἰς πολλὰ διῄρηται, ὥς φησι Μνησίμαχος ὁ Φασιλήτης

(Φασηλίτης? Φασιάτης?) ἐν Διακόσμοις.

2b

Idem II, 477: Ἁμαδρυάδας νύμφας Μνησίμαχός

φησι διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι. Ἢ ἐπεὶ δοκοῦ-

σιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι, νύμφαι Ἁμαδρυάδες

λέγονται.