Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 504.
- CTS identifier
urn:cts:greekLit:tlg2568.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΙΒΗΡΙΚΑ.
E LIBRO TREDECIMO.}
Plutarchus De fluv. 16, 3: Παράκειται δ' αὐτῷ
(τῷ Νείλῳ) ὄρος, Ἄργιλλον καλούμενον ἀπ' αἰτίας
τοιαύτης. Ζεὺς δι' ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου, πό-
λεως Κρητικῆς, Ἄργην νύμφην ἁρπάσας, ἀπήνεγκεν εἰς
ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον καλούμενον· καὶ ἐγέννη-
σεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς
τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασε·
στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους, ἰδίοις σκή-
πτροις Ἰνδοὺς ὑπέταξε· νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα
κατέλιπεν ἐπιμελητὴν τῶν τόπων· ὃς τὴν χώραν ἀπ'
αὐτοῦ Πανίαν μετωνόμασεν· ἣν οἱ μεταγενέστεροι πα-
ραγώγως Σπανίαν προσηγόρευσαν· καθὼς ἱστορεῖ Σω-
σθένης ἐν ιγʹ Ἰβηρικῶν.
2
Id. ib. c. 17, 4: Γεννᾶται δ' ἐν αὐτῷ (ἐν Εὐρώτᾳ)
βοτάνη, καλουμένη Χαρίσιον, ἣν γυναῖκες, ἔαρος ἀρ-
χομένου, τοῖς τραχήλοις περιάπτουσι, καὶ ὑπὸ τῶν
ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται· καθὼς ἱστορεῖ
Κλεάνθης ἐν αʹ Περὶ ὀρῶν. Μέμνηται δὲ τούτων ἀκρι-
βέστερον Σωσθένης ὁ Κνίδιος, παρ' οὗ τὴν ὑπόθεσιν
εἴληφεν Ἑρμογένης.