The Greek Library Catalogue

Anonymous

In aureum carmen

Edition reference
In aureum carmen, ed. F. G. Köhler, Hieroclis in aureum Pythagoreorum carmen commentarius, Stuttgart: Teubner, 1974: 5–122. HIEROCLES et PHILAGRIUS Scriptores Facetiarum
CTS identifier
urn:cts:greekLit:tlg2571.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

p

t

{Ἱεροκλέους φιλοσόφου ὑπόμνημα εἰς αὐτά}

1

Ἡ φιλοσοφία ἐστὶ ζωῆς ἀνθρωπίνης κάθαρσις καὶ τελειότης,

κάθαρσις μὲν ἀπὸ τῆς ὑλικῆς ἀλογίας καὶ τοῦ θνητοειδοῦς

σώματος, τελειότης δέ, τῆς οἰκείας εὐζωΐας ἀνάληψις, πρὸς

τὴν θείαν ὁμοίωσιν ἐπανάγουσα. ταῦτα δὲ πέφυκεν ἀρετὴ

καὶ ἀλήθεια μάλιστα ἀπεργάζεσθαι, ἡ μὲν τὴν ἀμετρίαν

τῶν παθῶν ἐξορίζουσα, ἡ δὲ τὸ θεῖον εἶδος τοῖς εὐφυῶς

2

ἔχουσι προσκτωμένη. δεῖ οὖ πρὸς ταύτην τὴν ἐπιστήμην

τὴν μέλλουσαν ἡμᾶς καθαροὺς καὶ τελείους ποιεῖν κανόνας

τινὰς ἔχειν ἐν βραχεῖ διωρισμένους οἷον ἀφορισμούς τινας

τεχνικούς, ὅπως ἂν ἐν τάξει καὶ εὐμεθόδως πρὸς τὸ τῆς

εὐζωΐας τέλος ἀφικοίμεθα. τῶν δὲ τοιούτων κανόνων τῶν

πρὸς τὴν ὅλην φιλοσοφίαν συντεινόντων τὰ Πυθαγορικὰ

ἔπη τὰ οὕτως ἐπικαλούμενα χρυσᾶ ἐν πρώτοις ἂν θείημεν

εὐλόγως. περιέχει γὰρ πάσης φιλοσοφίας πρακτικῆς τε καὶ

θεωρητικῆς τὰ καθόλου δόγματα, δι' ὧν ἄν τις ἀλήθειαν

καὶ ἀρετὴν κτήσαιτο καὶ ἑαυτὸν καθαρὸν ἀπολάβοι καὶ τὴν

πρὸς θεὸν ὁμοίωσιν εὐτυχήσειε καὶ, ὥς φησιν ὁ Πλάτωνος

Τίμαιος, τῶν Πυθαγορείων δογμάτων ὁ ἀκριβὴς διδάσκαλος,

ὑγιής τε καὶ ὁλόκληρος γενόμενος εἰς τὸ τῆς προτέρας

3

ἀφίκοιτο εἶδος ἕξεως. καὶ πρῶτά γε τὰ τῆς πρακτικῆς

ἀρετῆς παρατίθεται παραγγέλματα. πρῶτον γὰρ δεῖ τάξαι

τὴν ἐν ἡμῖν ἀλογίαν τε καὶ ῥᾳθυμίαν, ἔπειτα οὕτως ἐπιβα-

λεῖν τῇ τῶν θειοτέρων γνώσει. ὥσπερ γὰρ ὀφθαλμῷ

λημῶντι καὶ οὐ κεκαθαρμένῳ τὰ σφόδρα φωτεινὰ ἰδεῖν

οὐχ οἷόν τε, οὕτω καὶ ψυχῇ μὴ ἀρετὴν κεκτημένῃ τὸ τῆς

ἀληθείας ἐνοπτρίσασθαι κάλλος ἀμήχανον· μὴ καθαρῷ γὰρ

καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. ἔστι δὲ ἡ μὲν

πρακτικὴ φιλοσοφία ἀρετῆς ποιητική, ἡ δὲ θεωρητικὴ

ἀληθείας, ὡς καὶ ἐν αὐτοῖς τοῖς ἔπεσι τὴν μὲν πρακτικὴν

φιλοσοφίαν ἀνθρωπίνην ἀρετὴν εὑρίσκομεν λεγομένην, τὴν

δὲ θεωρητικὴν θείαν ἀρετὴν ὑμνουμένην, ἐν οἷς συμπεράνας

ὁ λόγος τὰ τῆς πολιτικῆς ἀγωγῆς παραγγέλματα,

ταῦτα πόνει, φησί, ταῦτ' ἐκμελέτα. τούτων χρὴ ἐρᾶν σε.

ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει.

4

πρῶτον οὖν ἄνθρωπον δεῖ γενέσθαι καὶ τότε θεόν. ἄνθρωπον

δὲ ποιοῦσιν ἀγαθὸν αἱ πολιτικαὶ ἀρεταί, θεοποιοῦσι δὲ αἱ

πρὸς τὴν θείαν ἀρετὴν ἀνάγουσαι ἐπιστῆμαι. τὰ δὲ μικρὰ

πρὸ τῶν μεγάλων ἐστὶν ἐν τάξει τοῖς ἀνιοῦσιν. διὸ καὶ ἐν

ταῖς Πυθαγορικαῖς ὑποθήκαις τὰ τῶν ἀρετῶν παραγγέλ-

ματα πρῶτα παραδίδωσιν ἐν τοῖς ἔπεσιν ὁ λόγος παιδαγω-

γῶν ἡμᾶς ἀπὸ τῆς περὶ τὸν βίον ἀρίστης χρήσεως πρὸς τὴν

θείαν ὁμοίωσιν ἀνιέναι. καὶ οὗτος μὲν ὁ σκοπὸς τῶν ἐπῶν

καὶ ἡ τάξις, χαρακτῆρα φιλόσοφον πρὸ τῶν ἄλλων ἀναγνω-

σμάτων ἐνθεῖναι τοῖς ἀκροαταῖς. χρυσᾶ δὲ τὴν ἐπωνυμίαν

ἔσχε διὰ τό, ὡς ἐν ἔπεσιν, ἄριστα εἶναι καὶ θεῖα. οὕτω γὰρ

καὶ χρυσοῦν γένος λέγομεν τὸ ἐν τοῖς ἀνθρωπίνοις γένεσιν

ἄριστον ἀπὸ τῆς τῶν ὑλῶν ἀναλογίας τὴν διαφορὰν τῶν

ἠθῶν λαμβάνοντες. ἔστι δὲ καὶ ὁ χρυσὸς ἀκίβδηλόν τι καὶ

γῆς οὐκ ἀναπεπλησμένον ὥσπερ τὰ συγγενῆ καὶ ἐφεξῆς

ὄντα τούτῳ, οἷον ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πρὸς ἃ

καὶ τὸ ὑπερέχον φύσει κέκτηται ὁ χρυσός, μόνος τῶν ἄλλων

ἰὸν οὐ ποιῶν, ἐκείνων ἑκάστου καθ' ὅσον γῆς μετέχει, κατὰ

τοσοῦτον καὶ εἰς ἰὸν μεταβάλλοντος. τοῦ οὖν γεώδους ἰοῦ

κατὰ τὴν ἔνυλον κακίαν λαμβανομένου τὸ ἅγιον καὶ καθα-

ρὸν γένος καὶ τὸ πάντῃ καθαρεῦον πονηρίας ἦθος εἰκότως

χρυσοῦν ἐλέχθη. οὕτω δὴ καὶ ταῦτα τὰ ἔπη, ὅλα δι' ὅλων

ὄντα καλά, χρυσᾶ καὶ θεῖα τὴν ἐπίκλησιν ἀναγέγραπται.

6

οὐ γάρ ἐστι τὸ μὲν αὐτῶν καλόν, τὸ δὲ οὐ καλόν, ὥσπερ ἔνια

τῶν ἄλλων, ἀλλὰ πάντα ὁμοίως τὸ καθαρὸν ἦθος ἐμφαίνει

καὶ πρὸς τὴν θείαν ὁμοίωσιν ἀνάγει καὶ τῆς Πυθαγορικῆς

φιλοσοφίας τὸν τελειότατον σκοπὸν ἐκκαλύπτει, ὡς ἐν τῇ

καθ' ἕκαστον ἐξηγήσει σαφὲς γενήσεται. καὶ πρῶτόν γε

ἀπὸ τῶν πρώτων ἀρξώμεθα.

1

n

Ἀθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκεινται,

τίμα·

1

Ἐπειδὴ πασῶν τῶν ἀρετῶν ἡγεμών ἐστιν ἡ εὐσέβεια πρὸς

τὴν θείαν αἰτίαν τὴν ἀναφορὰν ἔχουσα, εἰκότως καὶ τῶν ἐν

τοῖς ἔπεσι νόμων τὸ περὶ ταύτης ἡγεῖται παράγγελμα, ὡς

δέοι τοὺς ἐγκοσμίους θεοὺς κατὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς

τάξιν τιμᾶν, ἣν ὁ δημιουργικὸς νόμος ἅμα τῇ οὐσίᾳ αὐτῶν

συμπροήγαγε τάξας αὐτῶν τοὺς μὲν ἐπὶ τῆς πρώτης

σφαίρας, τοὺς δὲ ἐπὶ τῆς δευτέρας καὶ ἐπὶ τῆς τρίτης ἄλλους

καὶ οὕτως ἐφεξῆς μέχρι τῆς πάσης τῶν οὐρανίων κύκλων

2

συμπληρώσεως. τὸ γάρ, ᾗ ἐτάχθησαν ὑπὸ τοῦ ποιητοῦ αὐτῶν

καὶ πατρός, ταύτῃ αὐτοὺς ἐγνωκέναι τε καὶ τιμᾶν τῷ θείῳ

νόμῳ κατακολουθούντων ἐστὶ καὶ τὴν ὄντως τιμὴν αὐτοῖς

ἀποδιδόντων καὶ τὸ μήτε ὑπεραίρειν τὴν ἀξίαν μήτε

ἀπολείπεσθαι ταύτης ἐν ταῖς περὶ αὐτῶν ἐννοίαις, ἀλλὰ

τοῦτο αὐτοὺς εἶναι τίθεσθαι, ὃ γεγόνασι, καὶ ταύτην ἔχειν

τὴν τάξιν, ἣν εἰλήχασιν, ἐπὶ τὸν δημιουργὸν αὐτῶν θεὸν

ἀναφέρει τὸ σέβας, ὃν καὶ θεὸν θεῶν κυρίως ἂν εἴποι τις

3

καὶ θεῶν ὕπατον καὶ ἄριστον. τὴν δὲ ὄντως ἀξίαν τοῦ

κοσμοποιοῦ καὶ ἀριστοτέχνου θεοῦ μόνως ἂν ἐξεύροιμεν,

εἰ καὶ θεῶν αἴτιον αὐτὸν καὶ ἀτρέπτων λογικῶν οὐσιῶν

ποιητὴν θησόμεθα. τούτους γὰρ νῦν ἀθανάτους θεοὺς

ὠνόμασεν ὁ λόγος τοὺς ἀεὶ καὶ ὡσαύτως νοοῦντας τὸν

δημιουργὸν θεὸν καὶ ἀεὶ πρὸς τὸ ἐκείνου ἀγαθὸν συντε-

ταγμένους καὶ ἀπ' ἐκείνου τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἀμερίστως

τε καὶ ἀτρέπτως λαμβάνοντας, ὡς τῆς δημιουργικῆς αἰτίας

4

εἰκόνας αὐτοὺς ὄντας ἀπαθεῖς καὶ ἀκακύντους. πρέπει γὰρ

τῷ θεῷ καὶ τοιαύτας ὑποστῆσαι ἑαυτοῦ εἰκόνας καὶ μὴ

πάσας τρεπτὰς καὶ ἐμπαθεῖς τῇ εἰς κακίαν ὑποφορᾷ, οἶαί

εἰσιν αἱ ἀνθρώπιναι ψυχαί, τῶν λογικῶν φύσεων τὸ ἔσχατον

οὖσαι γένος, ὥσπερ αὖ ἀκρότατον ἦν νῦν τὸ τῶν ἀθανάτων

θεῶν λεγόμενον γένος. καὶ μήποτε πρὸς ἀντιδιαστολὴν τῶν

ἀνθρωπίνων ψυχῶν ἀθάνατοι θεοὶ οὗτοι ἐκλήθησαν ὡς μὴ

ἀποθνήσκοντες τὴν θείαν εὐζωΐαν μηδὲ ἐν λήθῃ ποτὲ

γιγνόμενοι μήτε τῆς ἑαυτῶν οὐσίας μήτε τῆς τοῦ πατρὸς

5

ἀγαθότητος. τούτοις δὲ ἡ ἀνθρωπίνη ψυχὴ τοῖς πάθεσιν

ὑπόκειται, ποτὲ μὲν νοοῦσα τὸν θεὸν καὶ τὴν ἑαυτῆς ἀξίαν

ἀπολαμβάνουσα, ποτὲ δὲ τούτων ἀποπίπτουσα. διὸ καὶ

εἰκότως θνητοὶ θεοὶ λέγοιντο ἂν αἱ ἀνθρώπιναι ψυχαὶ ὡς

ἀποθνῄσκουσαί ποτε τὴν θείαν εὐζωΐαν τῇ ἀπὸ θεοῦ φυγῇ

καὶ ἀναβιωσκόμεναι αὐτὴν πάλιν τῇ πρὸς θεὸν ἐπιστροφῇ

καὶ οὕτω μὲν ζῶσαι τὸν θεῖον βίον, ἐκείνως δὲ ἀποθνῄσκου-

σαι, ὡς οἷόν τε ἀθανάτῳ οὐσίᾳ θανάτου μοίρας μεταλαχεῖν,

οὐ τῇ εἰς τὸ μὴ εἶναι ἐκβάσει, ἀλλὰ τῇ τοῦ εὖ εἶναι ἀποπτώ-

6

σει. θάνατος γὰρ λογικῆς οὐσίας ἀθεΐα καὶ ἄνοια, οἷς

ἕπεται καὶ ἡ περὶ τὸν βίον ἄμετρος τῶν παθῶν ἐπανάστασις.

ἐν γὰρ τῇ ἀγνοίᾳ τῶν κρειττόνων ἀνάγκη δουλεύειν τοῖς χεί-

ροσιν, ὧν ἐλευθεριάσαι ἄλλως οὐχ οἷόν τε ἢ τῇ δι' ἀναμνή-

σεως εἰς νοῦν καὶ θεὸν ἐπιστροφῇ. μεταξὺ δὲ τῶν οὕτω

λεγομένων ἀθανάτων θεῶν καὶ τῶν θνητῶν, ὡς εἴπομεν,

θεῶν ἀνάγκη γένος τι εἶναι τιμιώτερον μὲν ἀνθρώπου,

καταδεέστερον δὲ θεοῦ, τῇ δι' ἑαυτοῦ μεσότητι τὰ ἄκρα

πρὸς ἄλληλα συνάπτον, ὥστε τὸ πᾶν τῆς λογικῆς δημιουρ-

7

γίας αὐτὸ ἑαυτῷ συνδεδέσθαι καλῶς. τοῦτο δὴ τὸ μέσον

οὔτε παντελῆ ἄγνοιαν τοῦ θεοῦ ἴσχει ποτὲ οὔτε παντελῶς

ἀκίνητον καὶ ἀεὶ ὡσαύτως διαμένουσαν γνῶσιν, ἀλλ' ἀεὶ

μὲν γινώσκει, ἄλλως δὲ καὶ ἄλλως ἐπιβάλλει καὶ μᾶλλον

ἔστιν ὅτε καὶ ἧττον. τῷ μὲν ἀεὶ γινώσκειν ἀναβέβηκε τοῦ

ἀνθρωπίνου γένους, τῷ δὲ μὴ ἀτρέπτως μηδὲ ὡσαύτως ἀεὶ

γινώσκειν ὑποβέβηκε τοῦ θείου, φύσει μέσον ὑπάρχον καὶ

οὔτε προκοπῇ βελτιωθὲν ἐξ ἀνθρώπου οὔτε ἀμελείᾳ ὑποβὰν

8

ἐκ θεοῦ εἰς τὴν μέσην τάξιν. πρῶτα γὰρ καὶ δεύτερα καὶ

τρίτα ὁ δημιουργὸς θεὸς ὑπέστησε φύσει διαφέροντα

ἀλλήλων καὶ μὴ συγχεόμενα πρὸς ἄλληλα μηδὲ ἀρετῇ καὶ

κακίᾳ τὴν τάξιν διαμείβοντα, ἃ δὴ κατ' οὐσίαν ἑστῶτα

ἀϊδίως τῇ συμπροελθούσῃ αὐτοῖς τάξει κατὰ γένος διέστη

καὶ ταῖς δημιουργικαῖς αἰτίαις ἀνάλογον ἐτάχθη. ὡς γὰρ

ἐκεῖ πρῶτα καὶ μέσα καὶ ἔσχατα τῆς παντελείου σοφίας

ἡ τάξις ἔχει (τοῦτο γάρ ἐστιν αὐτῇ καὶ τὸ εἶναι σοφίᾳ· τὸ

ἐν τάξει καὶ τελειότητι προάγειν τὴν ποίησιν, ὥστε

συνεισιέναι ἀλλήλαις σοφίαν καὶ τάξιν καὶ τελειότητα), οὕτω

δὴ καὶ ἐν τῷδε τῷ παντὶ τὰ πρὸς τὴν πρώτην νόησιν τοῦ

θεοῦ γενόμενα πρῶτα ἂν εἴη ἐν κόσμῳ, τὰ δὲ πρὸς τὴν

μέσην καὶ αὐτὰ μέσα καὶ τὰ τῷ πέρατι τῶν νοήσεων

9

ἐοικότα τελευταῖα ἂν εἴη ἐν λογικοῖς. ἔστι γὰρ πᾶς μὲν ὁ

λογικὸς διάκοσμος μετὰ τοῦ συμπεφυκότος αὐτῷ ἀφθάρτου

σώματος εἰκὼν ὅλου τοῦ δημιουργοῦ θεοῦ, τῆς δὲ ἐκεῖ

ἀκρότητος τὰ ἐν κόσμῳ πρῶτα ἀκήρατος εἰκὼν καὶ τῆς

ἐκεῖ μεσότητος μέση εἰκὼν τὰ ἐνταῦθα μέσα καὶ τοῦ

πέρατος τῆς ἐκεῖ θεότητος τελευταία εἰκὼν τὰ ἐν λογικοῖς

τρίτα καὶ ἔσχατα. τούτων δὲ τῶν τριῶν γενῶν τὸ μὲν

πρῶτον ἀθανάτους θεοὺς ὁ παρὼν λόγος ἐσήμανε, τὸ δὲ

μέσον ἥρωας ἀγαυοὺς καὶ τὸ ἔσχατον δαίμονας καταχθο-

10

νίους, ὡς μικρὸν ὕστερον εἰσόμεθα. νῦν δὲ ἐπὶ τὰ πρῶτα

πάλιν ἐπανέλθωμεν. τίς ὁ νόμος καὶ ἡ κατὰ τοῦτον τάξις

καὶ ἡ πρὸς τὴν τάξιν ἀποδιδομένη τιμή; νόμος μὲν ὁ

δημιουργικὸς νοῦς καὶ ἡ θεία βούλησις ἡ ἀϊδίως παράγουσα

τὰ πάντα καὶ εἰς ἀεὶ διασῴζουσα, τάξις δὲ ἔννομος ἡ ἀπὸ

τοῦ πατρὸς τῶν ὅλων καὶ δημιουργοῦ τοῖς ἀθανάτοις θεοῖς

συνεισελθοῦσα καὶ ποιοῦσα ἐν αὐτοῖς τοὺς μὲν πρώτους,

11

τοὺς δὲ δευτέρους. εἰ γὰρ καὶ ὡς ἐν παντὶ τῷ λογικῷ

διακόσμῳ τὴν ἀκρότητα ἔλαχον, ὅμως ἐν ἑαυτοῖς ποικίλ-

λονται καί εἰσιν ἄλλοι ἄλλων θειότεροι. μήνυμα δὲ τῆς κατ'

οὐσίαν αὐτῶν ὑπεροχῆς τε καὶ ὑποβάσεως ἡ τῶν οὐρανίων

σφαιρῶν τάξις κατ' οὐσίαν καὶ δύναμιν τὴν θέσιν διαλα-

χοῦσα, ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν κεῖσθαι τὸν νόμον καὶ τὴν

12

τάξιν ὁμοφυῆ εἶναι αὐτῶν τῇ ἀξίᾳ. οὐ γὰρ ὡς ἔτυχεν ὑποστάν-

τες ὕστερον διεκρίθησαν, ἀλλὰ τεταγμένοι προῆλθον εἰς τὸ

εἶναι ὥσπερ ἐν ἑνὶ ζώῳ τῷ ὅλῳ οὐρανῷ διάφορα ὄντες

μέρη καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ἐν τῇ κατ' εἶδος

διαστάσει ἅμα καὶ συναφῇ ἀποσῴζοντες, ὥστε μηδὲ ἐπάλ-

λαξιν τῆς θέσεως αὐτῶν ἐπινοηθῆναί ποτε δύνασθαι εἰ μὴ

μετὰ τῆς φθορᾶς τοῦ παντός, ἣν ἀδύνατον ἐπισυμβῆναι,

ἔστ' ἂν ᾖ τὸ πρῶτον αὐτῶν αἴτιον ἀμετάβλητον πάντῃ καὶ

ἄτρεπτον καὶ τὴν οὐσίαν τῇ ἐνεργείᾳ τὴν αὐτὴν κεκτημένον

καὶ τὴν ἀγαθότητα οὐκ ἐπίκτητον ἔχον, ἀλλ' οὐσιωμένην

καθ' αὑτὴν καὶ δι' αὐτὴν τὰ πάντα πρὸς τὸ εὖ εἶναι παράγον.

13

αἰτία γὰρ ἡ τῆς τῶν πάντων ποιήσεως αὐτῷ οὐδεμία ἄλλη

πρόσεστιν εὔλογος πλὴν τῆς κατ' οὐσίαν ἀγαθότητος.

ἀγαθὸς γὰρ ἦν, φησίν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς

οὐδέποτε ἐγγίνεται φθόνος. αἱ δὲ παρὰ τὴν ἀγαθότητα

λεγόμεναι αἰτίαι τῆς δημιουργίας τοῦδε τοῦ παντὸς ἀνθρω-

14

πίναις περιστάσεσι μᾶλλον ἢ θεῷ πρέπουσιν. ἀγαθὸς δὴ

ὢν τὴν οὐσίαν ὁ θεὸς τὰ μάλιστα ὡμοιωμένα αὐτῷ πρῶτα

φύσει παρήγαγε καὶ δεύτερα τὰ τὴν μέσην ὁμοιότητα πρὸς

αὐτὸν κεκτημένα, τρίτα δὲ καὶ ἔσχατα πάντων τῶν ἐοικότων

αὐτῷ τὰ πρὸς τὴν θείαν ὁμοίωσιν μάλιστα ὑφειμένα. τῇ

δὲ οὐσίᾳ τῶν γινομένων σύνδρομος ἦν ἡ τάξις, ὥστε τὸ

φύσει κρεῖττον προτεταγμένον εἶναι τοῦ καταδεεστέρου ἔν

τε τοῖς ὅλοις γένεσι καὶ ἐν τοῖς καθ' ἓν ἕκαστον γένος τὴν

15

κατ' εἶδος ὑπόβασιν κεκτημένοις. οὐ γὰρ τύχαις ἐκληροῦτο

τὴν τάξιν τὰ πάντα οὐδὲ προαιρέσεων μεταβολαῖς, ἀλλὰ

νόμοις δημιουργικοῖς διάφορα προήγετο καὶ τὴν τάξιν

ἀνάλογον ταῖς τῶν φύσεων ἀξίαις ἐλάγχανεν. διὸ τὸ νόμῳ,

ὡς διάκεινται, τίμα οὐ μόνον ἐπὶ τῶν ἀθανάτων θεῶν,

ἀλλὰ καὶ ἐπὶ τῶν ἀγαυῶν ἡρώων καὶ τῶν ἀνθρωπίνων

ψυχῶν κοινῶς ἀκουστέον. ἔστι γὰρ πλῆθος εἰδῶν ἐν ἑκάστῳ

γένει καθ' ὑπεροχὴν καὶ ὑπόβασιν τεταγμένον. τοιαύτη

16

μὲν ἡ φύσις τῶν λογικῶν οὐσιῶν καὶ ἡ τάξις. τίς δὲ ὁ

νόμος καὶ ἡ τούτῳ ἑπομένη τιμή; πάλιν λέγωμεν, ὅτι νόμος

μὲν ἡ ἄτρεπτος τοῦ θεοῦ καὶ δημιουργικὴ ἐνέργεια ἡ

γεννῶσα τὰ θεῖα γένη καὶ τάττουσα ἀϊδίως τε καὶ ἀμετα-

βλήτως, ἡ δὲ σύμφωνος τῷ νόμῳ τιμὴ ἡ τῆς οὐσίας ἐστὶ

τῶν τιμωμένων γνῶσις καὶ ἡ πρὸς αὐτὴν κατὰ δύναμιν

ἐξομοίωσις. ὃ γὰρ ἄγαταί τις, καὶ μιμεῖται, ὅσον αὐτῷ

οἷόν τε, καὶ τιμὴν ποιεῖται τοῦ ἀνενδεοῦς τὴν τῶν ὑπ'

17

ἐκείνου προτεινομένων ἀγαθῶν ὑποδοχήν. οὐ γὰρ τιμήσεις

τὸν θεὸν διδούς τι αὐτῷ, ἀλλ' ἄξιος τοῦ λαβεῖν τὰ παρ'

ἐκείνου γενόμενος. ὡς γάρ φασιν οἱ Πυθαγόρειοι, τιμήσεις

τὸν θεὸν ἄριστα, ἐὰν τῷ θεῷ τὴν διάνοιαν ὁμοιώσῃς· καὶ

ὅστις τιμᾷ τὸν θεὸν ὡς προσδεόμενον, οὗτος λέληθεν

οἰόμενος ἑαυτὸν τοῦ θεοῦ εἶναι κρείττονα. καὶ ἡ τῶν

προσφερομένων πολυτέλεια τιμὴ εἰς θεὸν οὐ γίνεται, εἰ μὴ

18

μετὰ τοῦ ἐνθέου φρονήματος προσάγοιτο. δῶρα γὰρ καὶ

θυηπολίαι ἀφρόνων πυρὸς τροφὴ καὶ ἀναθήματα ἱεροσύλοις

χορηγία, τὸ δὲ ἔνθεον φρόνημα διαρκῶς ἡδρασμένον συνά-

πτει θεῷ· χωρεῖν γὰρ ἀνάγκη τὸ ὅμοιον πρὸς τὸ ὅμοιον,

ὅθεν καὶ μόνος ἱερεὺς ὁ σοφὸς λέγεται, μόνος θεοφιλής,

μόνος εἰδὼς εὔξασθαι. μόνος γὰρ οἶδε τιμᾶν ὁ τὴν ἀξίαν

μὴ συγχέων τῶν τιμωμένων καὶ ὁ προηγουμένως ἱερεῖον

ἑαυτὸν προσάγων καὶ ἄγαλμα θεῖον τεκταίνων τὴν ἑαυτοῦ

ψυχὴν καὶ ναὸν εἰς ὑποδοχὴν τοῦ θείου φωτὸς τὸν ἑαυτοῦ

19

κατασκευάζων νοῦν. τί γὰρ τοιοῦτον προσάξεις ἀπὸ τῶν

ἐν μέσῳ κειμένων ὑλῶν, ὃ τῷ θεῷ προσφυὲς ἄγαλμα

ἐργάσῃ ἢ δῶρον ἑνοῦσθαι αὐτῷ δυνάμενον; ἃ δὴ ἐπὶ τῆς

λογικῆς ψυχῆς καθαρθείσης συμβαίνειν ἀνάγκη. ὡς γὰρ οἱ

αὐτοὶ ἄνδρες φασί, ψυχῆς καθαρᾶς τόπον οἰκειότερον ἐπὶ

γῆς θεὸς οὐκ ἔχει· οἷς καὶ ὁ Πύθιος συμφέρεται λέγων·

εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον ὅσσον Ὀλύμπῳ.

20

εὐσεβὴς δὲ ὁ τὴν θείαν ἐπιστήμην ἔχων καὶ τὴν ἑαυτοῦ

τελείωσιν ὡς τιμὴν ἀρίστην προσάγων τοῖς τῶν ἀγαθῶν

αἰτίοις, τῇ σπουδῇ τῆς κτήσεως πρὸς τοὺς χορηγεῖν

πεφυκότας ἐπιστρεφόμενος καὶ τῷ λαμβάνειν τὰ ἀγαθὰ

δύνασθαι τιμῶν τοὺς ἀεὶ διδόντας αὐτά. ὁ δὲ ἄλλως τιμᾶν

τὸ θεῖον προαιρούμενος καὶ μὴ δι' ἑαυτοῦ, παρανάλωμα

τῆς ἔξωθεν εὐπορίας ποιεῖται τὴν τιμήν, οὐκ οἰκείαν ἀρετὴν

προσφέρων, ἀλλ' ἀπὸ τῶν ἐκτὸς αὐτοῖς ἀφοσιούμενος.

21

ταῦτα δὲ οὐδὲ σπουδαίῳ ἀνδρὶ λαμβάνειν ἡδὺ εἰ μὴ μετὰ

τῆς ἀρίστης διαθέσεως διδόμενα. τοιοῦτον δὲ καὶ τὸ τοῦ

Πυθίου πάλιν ἀπόφθεγμα· πρὸς γὰρ τὸν ἑκατόμβας θύσαντα

μὴ μετ' εὐσεβοῦς γνώμης, καὶ πυνθανόμενον, πῶς εἴη

προσδεδεγμένος τὰ παρ' αὐτοῦ δῶρα, ἀποκρίνεται·

ἀλλά μοι εὔαδε χόνδρος ἀγακλυτοῦ Ἑρμιονῆος,

τὸ εὐτελέστατον προκρίνων τῆς τοσαύτης πολυτελείας,

ὅτι δὴ θεοσεβεῖ γνώμῃ κεκόσμητο. μετὰ ταύτης γὰρ πάντα

θεοφιλῆ καὶ ἄνευ ταύτης οὐδὲν θεῷ φίλον ἄν ποτε γένοιτο.

22

καὶ τὰ μὲν περὶ θεοσεβείας καὶ ὁσιότητος ἱκανῶς ἐν τῷ

παρόντι λέλεκται. ἐπειδὴ δὲ τὸν νόμον τῆς τοῦ παντὸς

διατάξεως ἄτρεπτος φρουρὰ διατηρεῖ καὶ τὸν τῆς φρουρᾶς

ταύτης φύλακα τοῖς παλαιοῖς ἔθος ἦν δι' ἀπορρήτων ὅρκον

ὀνομάζειν, εἰκότως ἐφεξῆς τοῖς προειρημένοις ὡς ἀκόλουθον

ἐπάγει δόγμα τὸ περὶ τοῦ ὅρκου παράγγελμα.

2

n

καὶ σέβου ὅρκον.

1

Νόμον μὲν ἐν τοῖς προτέροις ἀπεφηνάμεθα τὴν ἀεὶ καὶ

ὡσαύτως ἔχουσαν ἐνέργειαν τοῦ θεοῦ, τὴν ἀϊδίως καὶ

ἀτρέπτως τὰ πάντα πρὸς τὸ εὖ εἶναι παράγουσαν. ὅρκον

δὲ νῦν ἑπομένως ἂν τῷ νόμῳ λέγοιμεν τὴν ἐν ταὐτότητι

τὰ πάντα διατηροῦσαν αἰτίαν καὶ οὕτως αὐτὰ βεβαιουμένην

ὡς ἐν ὅρκου πίστει κρατούμενα καὶ διασῴζοντα τοῦ νόμου

τὴν τάξιν, ὥστε ἀποτέλεσμα τοῦ δημιουργικοῦ νόμου εἶναι

τὸ ἀπαράβατον τῆς ἐν τοῖς δημιουργηθεῖσιν εὐταξίας.

2

τὸ γὰρ διαμένειν τὰ πάντα, νόμῳ ὡς διάκειται, προηγού-

μενον ἔργον ἂν εἴη τοῦ θείου ὅρκου, ὃς ἐν μὲν τοῖς ἀεὶ νοοῦσι

τὸν θεὸν μάλιστά τε καὶ ἀεὶ διασῴζεται. ἐν δὲ τοῖς ποτὲ

μὲν νοοῦσι, ποτὲ δὲ ἀφισταμένοις τῆς θείας γνώσεως καὶ

ὁ ὅρκος ὁμοίως παραβαίνεται μὲν ὑπὸ τῶν ἀφισταμένων,

αὖθις δὲ τηρεῖται ὑπὸ τῶν πρὸς τὴν θείαν στροφὴν ἀναγο-

3

μένων. ἡ γὰρ τήρησις τῶν θείων νόμων ὅρκος νῦν λέγεται,

ᾧ δέδεται καὶ ἀνήρτηται πάντα πρὸς τὸν δημιουργὸν θεὸν

τὰ γινώσκειν αὐτὸν πεφυκότα, ὧν τὰ μὲν ἀεὶ ἐχόμενα

αὐτοῦ ἀεὶ σέβει τὸν ὅρκον, τὰ δὲ ἀφιστάμενά ποτε τότε καὶ

περὶ τὸν ὅρκον ἀσεβεῖ, οὐ μόνον τοῦ θείου νόμου τὴν τάξιν

ἀλλὰ καὶ τοῦ θείου ὅρκου τὴν πίστιν παραβαίνοντα.

τοιοῦτος μὲν οὖν ὁ τοῖς λογικοῖς γένεσιν ἐνουσιωμένος

ὅρκος· ἔχεσθαι τοῦ πατρὸς αὐτῶν καὶ ποιητοῦ καὶ μὴ

παραβαίνειν μηδαμῆ τοὺς ὑπ' ἐκείνου διορισθέντας νόμους.

4

ὁ δὲ ἐν ταῖς κατὰ τὸν βίον ἀναστροφαῖς ὅρκος ἴχνος ἐστὶν

ἐκείνου πρὸς ἀλήθειαν ἀπευθύνων τοὺς δεόντως αὐτῷ

χρωμένους. τὸ γὰρ ἀμφίβολον τῆς ἀνθρωπίνης προαιρέσεως

εἰς βεβαιότητα μεταρρυθμίζειν καὶ μένειν ἐπὶ τῆς ταὐτότη-

τος ἀναγκάζει ἔν τε λόγοις καὶ ἔργοις, τοῦτο μὲν τῶν

γεγενημένων τὸ σαφὲς ἐκφαίνων, τοῦτο δὲ τῶν μελλόντων

5

γενήσεσθαι τὸ βέβαιον ἀπαιτῶν. διὰ ταῦτα δὴ καὶ μάλιστα

σέβεσθαι προσήκει τὸν ὅρκον, τὸν μὲν κατ' οὐσίαν προϋπάρ-

χοντα διὰ τὴν τῆς ἀϊδιότητος φρουράν, τὸν δὲ ἀνθρώπινον

καὶ τοῖς ἐν βίῳ πράγμασιν ἐπίκουρον ὡς εἰκόνα ἐκείνου

καὶ μετ' ἐκεῖνον βεβαιότητος καὶ ἀληθείας γινόμενον ἡμῖν

πρύτανιν καὶ τῶν καλλίστων ἠθῶν πληροῦντα τοὺς σέβειν

αὐτὸν μεμαθηκότας. σέβας δὲ ὅρκου μόνον ἂν εἴη ἡ τήρησις

τῶν ὀμωμοσμένων ὅσον ἐφ' ἡμῖν ἀπαραπόδιστος ἡ πρὸς

τὸ μόνιμον καὶ ἀληθευτικὸν τῆς θείας ἕξεως τῇ ἑκουσίῳ

6

ἀνάγκῃ τοὺς σέβοντας τὸν ὅρκον συναρμόζουσα. καὶ ἡ μὲν

πρώτη καὶ ἀπόρρητος εὐορκία διὰ τῆς εἰς θεὸν ἐπιστροφῆς

αὖθις ἀναλαμβάνεσθαι πέφυκε ταῖς καθαρτικαῖς ἀρεταῖς

τὴν παρέκβασιν ἰωμένη τοῦ θείου ὅρκου, ἡ δὲ βιωτικὴ

εὐορκία ταῖς πολιτικαῖς ἀρεταῖς διασῴζεται. μόνοι γὰρ

οἱ τὰς ἀρετὰς ταύτας κεκτημένοι καὶ εὐορκεῖν ἐν τοῖς

κατὰ τὸν βίον δύνανται, ἡ δὲ κακία μήτηρ ἐπιορκίας τῷ

7

ἀβεβαίῳ τοῦ ἤθους τὸν ὅρκον καταπατοῦσα. πῶς γὰρ ἂν

ὁ φιλοχρήματος ἢ πρὸς ἀργυρίου λῆψιν ἢ ἀπόδοσιν εὔορκός

ποτε γένοιτο, πῶς δὲ ὁ ἀκόλαστος ἢ ὁ δειλὸς ἐμμείνειε

τοῖς ὅρκοις; καὶ οὐχ, ὅπου δ' ἂν ἑκάτερος αὐτῶν οἰηθείη

πλέον τι ἕξειν, ἐν οἶς ἐστιν ἥττων, ἐνταῦθα τὸ σέβας τῶν

ὅρκων ἀποδύσεται, θνητὰ καὶ ἐπίκηρα τῶν θείων ἀγαθῶν

ἀνταλλαττόμενος; οἷς δὲ καλῶς τὸ τῶν ἀρετῶν ἐνίδρυται

κτῆμα, τούτοις εὖ καὶ τὸ σέβας τῶν ὅρκων διασῴζεσθαι

8

πέφυκεν. μελέτη δὲ ἀρίστη τοῦ τηρεῖν τὸ περὶ αὐτῶν σέβας

τὸ μὴ πυκνῶς μηδὲ ὡς ἔτυχε χρῆσθαι τῷ ὅρκῳ μηδὲ ἐπὶ

τοῖς παρατυχοῦσι μηδὲ εἰς ἀναπλήρωσιν λόγου μηδὲ εἰς

πίστωσιν διηγήματος, ἀλλ' ὡς οἷόν τε τηρεῖν αὐτοῦ τὴν

χρείαν ἐν τοῖς ἀναγκαίοις τε ἅμα καὶ τιμίοις καὶ τότε, ὅτε

οὐδεμία ἄλλη τῶν τοιούτων σωτηρία παραφαίνεται εἰ μὴ

9

διὰ μόνης τῆς ἐκ τοῦ ὅρκου ἀληθείας. ἔσται δὲ ταῦτα πιστὰ

τοῖς ἀκούουσιν, εἰ τὸν τρόπον σύμφωνον τῷ ὅρκῳ παρεχοί-

μεθα καὶ μηδεμίαν ὑποψίαν καταλείποιμεν, ὡς ἄρα ποτὲ

τῶν ἀνθρωπίνων πραγμάτων φανείη τι μεῖζον ἡμῖν ἀληθείας

εἴτε ἀνωμότοις εἴτε καὶ ὀμνύουσιν. τὸ δὴ σέβου ὅρκον οὐ

μόνον εὐορκεῖν ἀλλὰ καὶ ἀπέχεσθαι ὅρκου παρεγγυᾷ.

οὕτω γὰρ ἂν τηρήσαιμεν τὸ ἀεὶ εὐορκεῖν, εἰ μὴ καταχρησοί-

μεθα τῷ ὅρκῳ. καὶ γὰρ ἐν τῇ συνεχείᾳ τοῦ ὀμνύειν ῥᾳδίως

ἂν μεταπέσοι τις εἰς ἐπιορκίαν, φειδοῖ δὲ τήρησις ἕπεται.

ἢ γὰρ οὐκ ὀμεῖται ἤ, ὅταν ὄμνυσιν, εὐορκήσει, καὶ οὔτε

ἂν ὑπὸ συνηθείας προδράμοι ἡ γλῶττα οὔτε ὑπὸ παθῶν

10

ἀκρατείας ἡ διάνοια σφαλείη. τὴν μὲν γὰρ ὁ τρόπος ὀρθώσει

χρηστὸς ὤν, τὴν δὲ τὸ ἔθος τῆς ἐποχῆς τοῦ ὀμνύναι. πρέπει

δὲ τῇ προειρημένῃ τιμῇ τῶν θεῶν ἡ εὐορκία ὡς ἀεὶ σύμφυτος

καὶ ὀπαδὸς τῆς εὐσεβείας· καὶ γὰρ καὶ ὁ ὅρκος τοῦ θείου

νόμου ἦν φύλαξ κατὰ τὴν τοῦ παντὸς διακόσμησιν. τίμα

οὖν τὸν νόμον ἑπόμενος αὐτοῦ τῇ διατάξει καὶ σέβου τὸν

ὅρκον τῷ μὴ προχείρως αὐτῷ καταχρῆσθαι, ἵν' ἐθισθῇς

11

εὐορκεῖν ἐκ τοῦ μὴ εἰθίσθαι ὀμνύναι. μέρος γὰρ οὐ μικρόν

ἐστι τῆς εὐσεβείας ἡ εὐορκία. καὶ περὶ μὲν τοῦ πρώτου

γένους τῶν κρειττόνων καὶ τοῦ θείου νόμου τοῦ τῆς τάξεως

ἡγουμένου καὶ τοῦ συνεπομένου ὅρκου τῷ νόμῳ τοσαῦτα.

ὅτι δὲ καὶ τὸ μετὰ θεοὺς γένος, ὃ ἔφαμεν ἀγγελικὸν εἶναι,

δευτέρως χρὴ τιμᾶν, ἐπάγει·

3

n

ἔπειθ' ἥρωας ἀγαυούς.

1

Οὗτοι ἦσαν τὸ μέσον γένος τῶν λογικῶν οὐσιῶν, οἳ μετὰ

θεοὺς τοὺς ἀθανάτους τὴν ἐφεξῆς πληροῦντες χώραν

προηγοῦνται τῆς ἀνθρωπίνης φύσεως καὶ συνάπτουσι δι'

ἑαυτῶν τὰ ἔσχατα τοῖς πρώτοις. τούτοις οὖν ὡς δευτέροις

τὴν δευτέραν τιμὴν ἀποδιδόναι δεῖ προσυπακούοντας καὶ

2

ἐπ' αὐτῶν τὸ τίμα, νόμῳ ὡς διάκεινται. ἡ γὰρ ὅλη δύναμις

τῆς τιμῆς ἐν τῇ γνώσει τῆς οὐσίας τῶν τιμωμένων κεῖται,

ἀφ' ἧς καὶ τὸ τῶν δεόντων εἰπεῖν τι ἢ πρᾶξαι πρὸς τὰ

τιμώμενα εὖ καὶ καλῶς ἐξευρίσκεται. πῶς γὰρ ἂν διαλεχθείη

τις, οἷς ἀγνοεῖ; πῶς δὲ δῶρον προσάξει τούτοις, ὧν τὴν

ἀξίαν οὐκ οἶδεν; ἡ πρώτη οὖν καὶ ὄντως τιμὴ καὶ ἐπὶ τῶν

ἀγαυῶν ἡρώων ἐστὶν ἡ τῆς οὐσίας αὐτῶν καὶ τῆς τάξεως

γνῶσις καὶ ἡ τῆς παρεπομένης ἐνεργείας καὶ εἰς τόδε τὸ

3

πᾶν διατεινούσης συντελείας εἴδησις. συμμέτρως δὲ ταῖς

οὐσίαις ἐπὶ πάντων ποιεῖσθαι δεῖ τὴν τιμήν· τοῦτο δὲ

ἀπὸ τῆς περὶ αὐτὰς ἐπιστήμης παραγίνεται. ὅταν γάρ, ὡς

ἕκαστα φύσεως ἔχει καὶ τάξεως, διαγνῶμεν, τότε καὶ

ἑπομένως τῷ νόμῳ τὴν τιμὴν αὐτοῖς ἀποδώσομεν. τιμή-

σομεν δὲ οὐδὲν τῶν χειρόνων τῆς ἀνθρωπίνης οὐσίας, ἀλλὰ

μόνα προηγουμένως μὲν τὰ φύσει κρείττονα καὶ τὰ ἴσα δὲ

4

ἀρετῆς ὑπεροχῇ κοσμηθέντα. ἔστι δὲ τῶν φύσει κρειττόνων

πρώτιστος καὶ ἄριστος ὁ δημιουργὸς θεός, ἀσυγκρίτως τῶν

πάντων προτιμώμενος· ὡς δὲ ἐν κόσμῳ, πρῶτοι οἱ ἀπ'

αὐτοῦ καὶ μετ' αὐτόν, ἀτρέπτως αὐτὸν νοοῦντες καὶ ἀπαθῶς

ἐνεικονιζόμενοι τὴν ἀπὸ τῆς δημιουργικῆς αἰτίας εἰς αὐτοὺς

κατιοῦσαν τῶν ἀγαθῶν μετουσίαν, οὓς ὁ παρὼν λόγος

ἀθανάτους θεοὺς προσεῖπεν, ὅτι οὐκ ἀποθνῄσκουσιν οὐδὲ

ἀποβάλλουσι τὴν πρὸς τὸν θεὸν ὁμοίωσιν, ἀλλ' ἀεὶ καὶ

5

ὡσαύτως ἐν αὐτῇ διατελοῦσιν. μέσοι δὲ οὐσίᾳ καὶ τιμῇ οἱ

νῦν λεγόμενοι ἥρωες ἀγαυοί, ἀεὶ μὲν νοοῦντες τὸν δημιουργὸν

καὶ τῇ παρ' αὐτοῦ εὐζωίᾳ καταλαμπόμενοι, οὐχ ὡσαύτως

δὲ οὐδὲ ἀτρέπτως. ἐν γὰρ τῷ μέσως ἡνῶσθαι πρὸς τὸν

θεὸν καὶ τροπὴν ἀκάκυντον ἐπιδεχόμενοι ἄλλοτε ἄλλαις

ἐπιβολαῖς περὶ αὐτὸν χορεύουσι καὶ τὴν ἀμετάβλητον καὶ

ἡνωμένην θεωρίαν τῶν πρώτων τῇ ἐαυτῶν πεπληθυσμένῃ

γνώσει διαιροῦσί τε ἅμα καὶ συνάγουσι, τὰ πέρατα τῆς

ἐκείνων ἐποπτείας ἀρχὰς τῆς ἑαυτῶν ποιούμενοι μυήσεως.

6

οἳ δὴ καὶ εἰκότως ἀγαυοὶ ἥρωες λέγονται, ἀγαυοὶ μὲν ὡς

ἀγαθοὶ ὄντες καὶ φωτεινοὶ ἀεὶ καὶ μὴ ἐν κακίᾳ μὴτε ἐν

λήθῃ ποτὲ γινόμενοι, ἥρωες δὲ ὡς ἔρωές τινες ὄντες καὶ

ἤρωες οἷον ἐρωτικοὶ καὶ διαλεκτικοὶ ἐρασταὶ τοῦ θεοῦ

αἴροντες ἡμᾶς καὶ κουφίζοντες πρὸς τὴν θείαν πολιτείαν

ἀπὸ τῆς ἐν γῇ διατριβῆς. τοὺς δὲ αὐτοὺς καὶ δαίμονας

ἀγαθοὺς καλεῖν ἔθος ὡς ὄντας δαήμονας καὶ ἐπιστήμονας

τῶν θείων νόμων, ἔστι δὲ ὅτε καὶ ἀγγέλους ὡς ἐκφαίνοντας

7

καὶ διαστέλλοντας ἡμῖν τοὺς πρὸς εὐζωΐαν κανόνας. πολλάκις

δὲ καὶ ταῖς τρισὶν ἐπινοίαις χρώμενοι τὸ πλάτος τοῦ μέσου

γένους εἰς τρία τέμνομεν καὶ τὸ μὲν προσεχὲς τοῖς οὐρανίοις

καλοῦμεν ἀγγέλους, τὸ δὲ τοῖς ἐπιγείοις συναπτόμενον

ἥρωας καὶ τὸ ἐξ ἴσου τῶν ἄκρων ἀμφοτέρων ἀπέχον

δαίμονας, ὥσπερ πολλαχοῦ ποιεῖ Πλάτων. ἔνιοι δὲ ὅλον

τὸ μέσον γένος ἑνὶ τῶν τριῶν προσαγορεύουσιν ὀνόματι,

ἀγγέλους πάντας λέγοντες ἢ δαίμονας ἢ ἥρωας, δι' ἃς

εἴπομεν αἰτίας, ὥσπερ καὶ νῦν τὸ μέσον γένος πᾶν ἥρωας

ἀγαυοὺς εἶπεν, οὕτως ἔχοντας πρὸς τὸ πρῶτον γένος ὡς

8

αὐγὴ πρὸς πῦρ καὶ ὡς παῖς πρὸς πατέρα. ὅθεν καὶ θεῶν

παῖδες οἱ ἥρωες εἰκότως ἐπευφημοῦνται, οὐκ ἐκ θνητῆς

συνουσίας αὐτοῖς γενόμενοι, ἀλλ' ἐκ τῆς μονοειδοῦς αὐτῶν

αἰτίας προϊόντες οἷον φῶς τῇ οὐσίᾳ τοῦ φωτεινοῦ σώματος

σύνδρομον, φῶς δὲ ὕπαιθρον καὶ καθαρόν, μεθ' ὃ ἐπινοεῖται

τὸ ἐν σκιᾷ φῶς καὶ τὸ ὑποσυμμιγὲς σκότῳ γινόμενον, πρὸς

ὃ τὴν ἀναλογίαν ἔχει τὸ τρίτον καὶ ἀνθρώπινον γένος τῷ

εἰς κακίαν ποτὲ καὶ λήθην ἐπιρρεπὲς εἶναι, οἷς καὶ τοῦ

ἀεὶ νοεῖν τὸν θεὸν ἀφίσταται ἄνθρωπος, τῶν μὲν ἀεὶ

νοούντων ἀπολειπόμενος τῷ ποτὲ μὴ νοεῖν, τῶν δὲ ἀλόγων

ἀναβεβηκὼς τῷ ποτὲ νοεῖν καὶ πρὸς τὴν θείαν ἐπιστήμην

ἀνακαλεῖσθαι, ὅτε καὶ τῷ θείῳ συντάττεται χορῷ τὸν ὑλικὸν

φθόνον ἀποφυγὼν καὶ τὴν θνητὴν προσπάθειαν ἀποσεισά-

9

μενος. τότε οὖν καὶ τιμῆς ἄξιος παρ' ἡμῶν ὁ τῆς θείας

ἀποδοχῆς ἠξιωμένος ὡς τὸ τῆς φύσεως ἴσον τῇ κρείττονι

μετουσίᾳ κοσμήσας. προσήκει γὰρ τιμᾶν τῷ ἐραστῇ τοῦ

θεοῦ καὶ τὰ ὁπωσοῦν ὡμοιωμένα αὐτῷ, εἴτε ἐξ ἀϊδίου τὴν

ὁμοίωσιν εἴη κεκτημένα, εἴτε ἀπό τινος χρόνου τυγχάνοι

ταύτην ἀσκήσαντα, οἷοί εἰσιν οἱ ἀρετῇ διενεγκόντες

ἄνθρωποι, περὶ ὧν ἑξῆς ὁ παρὼν λόγος νομοθετεῖ.

4

n

Τούς τε καταχθονίους σέβε δαίμονας ἔννομα ῥέζων.

1

Τὰς ἀνθρωπίνας ψυχὰς ἀληθείᾳ καὶ ἀρετῇ κοσμηθείσας

δαίμονας καλεῖ ὡς δαήμονας καὶ ἐπιστήμονας. εἶτα

χωρίζων αὐτὰς τῶν φύσει δαιμόνων, οἳ τὸ μέσον γένος

πληροῦσι, καταχθονίους προσεῖπεν ὡς δυναμένας ἐπὶ γῆς

πολιτεύεσθαι καὶ γήινα σώματα ὑπεισιέναι καὶ κατὰ γῆς

οἰκεῖν, ἵνα τῷ μὲν δαίμονας εἰπεῖν χωρίσῃ τῶν φαύλων

καὶ ἀνεπιστημόνων ἀνθρώπων ὡς ἀδαημόνων τινῶν καὶ οὐ

δαιμόνων, τῷ δὲ καταχθονίους προσθεῖναι διαστήσῃ τῶν

ἀεὶ δαιμόνων καὶ ἐπιστημόνων ἀεὶ καὶ ἐπὶ γῆς πολιτεύεσθαι

2

μὴ πεφυκότων μηδὲ γηΐνοις συζῇν σώμασιν. ἡ γὰρ τοῦ

καταχθονίου δαίμονος πρόσρησις οὐδενὶ ἄλλῳ προσήκει ἢ

τῷ φύσει μὲν ὄντι ἀνθρώπῳ, σχέσει δὲ γενομένῳ δαίμονι

καὶ δαήμονι τοῦ θεοῦ καὶ ἐπιστήμονι, ἐπειδὴ τὸ τρίτον

γένος χθόνιον ἰδίως λέγεται ὡς ἔσχατον ἐν λογικαῖς οὐσίαις

καὶ χθονίας ζωῆς ἐπιστρεφόμενον. τὸ γὰρ πρῶτον οὐράνιον

ἦν καὶ τὸ μέσον αἰθέριον. πάντων οὖν ἀνθρώπων ὄντων

κατὰ τοῦτο χθονίων ὡς τρίτων λογικῶν, οὐ πάντων δὲ

δαιμόνων οὐδὲ σοφῶν, εἰκότως ἐπισυνάψας εἶπε κατα-

χθονίους δαίμονας τοὺς σοφοὺς ἀνθρώπους. οὔτε γὰρ πάντες

ἄνθρωποι σοφοί εἰσιν οὔτε πάντες οἱ σοφοὶ ἄνθρωποί εἰσιν,

ἀλλὰ καὶ ἥρωες ἀγαυοὶ καὶ ἀθάνατοι θεοί, φύσει κρείττονες

3

ἀνθρώπων ὄντες, σοφοί τέ εἰσι καὶ ἀγαθοί. τοὺς οὖν τοῖς

θείοις γένεσι συντεταγμένους ἀνθρώπους σέβειν ὁ λόγος

παραινεῖ, τοὺς ἰσοδαίμονας καὶ ἰσαγγέλους καὶ τοῖς ἀγαυοῖς

ἥρωσιν ὁμοίους. μὴ γὰρ φαῦλόν τι δαιμόνων γένος ὑπολά-

βωμεν εἰσηγεῖσθαι δεῖν τιμᾶν, ὡς ἄν τῳ δόξειεν ὑπὸ τῆς

συνηθείας τὴν λέξιν ἐμφαίνειν. ὅλως γὰρ τὰ χείρονα τῆς

ἀνθρωπίνης οὐσίας οὐ καθήκει τιμᾶν τῷ ἐρωτικῶς ἔχοντι

4

τοῦ θεοῦ καὶ τῆς ἑαυτοῦ ἀξίας ᾐσθημένῳ. ἀλλ' οὐδὲ αὐτὸν

τὸν ἄνθρωπον μετὰ τὰ κρείττονα τιμήσομεν, ἐὰν μὴ τοῖς

κρείττοσιν ὡμοιωμένος ᾖ καὶ τῷ θείῳ χορῷ συμφερόμενος.

τίς οὖν ἡ τιμὴ καὶ τούτων; τὸ ἔννομα ῥέζειν, φησίν. τοῦτο

δέ ἐστι τὸ πείθεσθαι, οἷς ἀπολελοίπασιν ἡμῖν παραγγέλ-

μασι, καὶ ὡς νόμοις ἐμμένειν τοῖς ἐκείνων λόγοις καὶ τὴν

αὐτὴν ὁδὸν μετιέναι τοῦ βίου, ἣν ἐκεῖνοι διελθόντες οὐκ

ἐφθόνησαν ταύτης ἡμῖν μεταδοῦναι, ἀλλ' ὥσπερ τινὰ

ἀθάνατον καὶ πατρῷον κλῆρον διηγωνίσαντο τοῖς μεταγε-

νεστέροις διαφυλάξαι, τὰ στοιχεῖα τῶν ἀρετῶν καὶ τῆς

ἀληθείας τοὺς κανόνας εἰς κοινὸν ὄφελος ἐν γράμμασι

καταθέμενοι, οἷς τὸ πείθεσθαι καὶ ζῆν ἑπομένως ἀλη-

θεστέρα ἐκείνων τιμὴ γίνεται, ἢ εἴ τις χοὰς αὐτοῖς ἐπιφέροι

5

πολυτελεστάτας καὶ ἐναγίζοι πλουσίως. τοιαύτη μὲν ἡ τῶν

κρειττόνων τιμὴ ἀπὸ τοῦ δημιουργοῦ ἀρξαμένη καὶ εἰς

ἀνθρώπους τοὺς ἀγαθοὺς περατουμένη διὰ μέσων τῶν

οὐρανίων καὶ αἰθερίων γενῶν. ἐπειδὴ δὲ καὶ τῶν κατὰ τὸν

βίον σχέσεων πλεῖστον δεῖ ποιεῖσθαι λόγον οἷον πατέρων

καὶ συγγενῶν, οἳ οὐ πάντως μέν εἰσιν ἀγαθοί, πάντως δὲ

τὸ τίμιον ὡς πρὸς ἡμᾶς τῇ ἀξίᾳ τῆς σχέσεως κέκτηνται,

τούτου χάριν ἐπήγαγεν·

5

n

σούς τε γονεῖς τίμα τούς τ' ἄγχιστ' ἐκγεγαῶτας.

1

Τοὺς μὲν ἀγαθοὺς ἀνθρώπους ὡς δαιμονίους καὶ θείους

σέβειν ὁ λόγος ὑπέθετο· τοὺς δὲ γονέας καὶ τοὺς ἐγγύς τι

τούτων τῇ φυσικῇ συγγενείᾳ προσήκοντας, ὁποῖοί ποτ' ἂν

ὦσι, δι' αὐτὴν τὴν τῆς σχέσεως ἀνάγκην τιμᾶν εἰσηγεῖται.

ὅπερ γὰρ ἡμῖν οἱ κρείττονές εἰσι κατὰ τὴν ἀΐδιον συγγένειαν,

πατέρων μὲν τάξιν ἔχοντες οἱ οὐράνιοι, συγγενῶν δὲ τιμίων

οἱ ἥρωες, τοῦτο πρὸς τὸν θνητὸν βίον συντελοῦσιν ἡμῖν οἱ

γονεῖς καὶ οἱ ἀγχιστεῖς, οἱ ἐγγύτατα γονέων ὄντες καὶ διὰ

2

τοῦτο τῇ μετὰ γονέας τιμῇ σεμνυνόμενοι. πῶς οὖν καὶ

τούτους τιμήσωμεν; ἆρα τὸν ἑαυτῶν βίον πρὸς τὴν ἐκείνων

ἀπευθύνοντες γνώμην, ὥστε ταῦτα δοξάζειν τε καὶ πράττειν,

ἃ ἂν ἐκείνοις ᾖ φίλα; ἀλλ' οὕτως ἂν περιτραπείη ἡ τῶν

ἀρετῶν ἄσκησις πρὸς κακίας σπουδήν, εἰ τύχοιεν ὄντες

πονηροὶ οἱ πατέρες. ἀλλ' ἀτιμάσωμεν αὐτοὺς εἰς πάντα

διὰ τὴν τῆς κακίας κατάγνωσιν; καὶ πῶς ἔτι τῷ παρόντι

νόμῳ πειθόμεθα; πῶς δὲ τὴν θεοειδῆ εἰκόνα τῶν γονέων

ἢ τὴν ἡρωϊκὴν τῶν ἀγχιστέων ἔμφασιν μὴ τιμῶντες οὐκ

εἰς ἐκείνους ἀσεβήσομεν, οἷς τούτους ἐοικέναι φαμέν; καὶ

οὕτως ἡ δοκοῦσα δι' ἀπειθείας γονέων ἀρετὴ ἡμῖν ἀσκεῖσθαι

3

εἰς μεῖζον κακὸν περιστήσεται, τὴν ἀσέβειαν. πειθόμενοι δὲ

πάντα γονεῦσι πῶς οὐ πάλιν τῆς εὐσεβείας ἀποπέσοιμεν καὶ

τῆς ἄλλης ἀρετῆς, εἰ τύχοιεν ἐκεῖνοι διὰ μοχθηρίαν τρόπου

μὴ πρὸς τὰ ὄντως καλὰ παιδαγωγοῦντες ἡμᾶς; εἰ μὲν γὰρ

τοῦτο πάντως ἦν ἀληθὲς καὶ καλόν, ὃ τοῖς γονεῦσι παρίστατο,

σύμφωνος ἡ τῶν γονέων τιμὴ τῇ τῶν κρειττόνων ἐγίνετο.

εἰ δὲ ἔστιν ὅτε τῶν θείων νόμων ἀνήκοός ἐστιν ἡ τῶν γονέων

προαίρεσις, τί δεῖ ποιεῖν εἰς ἀντινομίαν ἐμπεσόντας

τοιαύτην ἢ τοῦτο, ὃ καὶ ἐπὶ τῶν ἄλλων καθηκόντων ἐκ

περιστάσεως εἰς ἐναντίωσιν ἐλθόντων προσήκει φυλάττειν;

4

μειζόνων γὰρ καὶ ἐλαττόνων προκειμένων καλῶν τὰ μείζονα

πρὸ τῶν ἐλαττόνων ποιεῖσθαι δεῖ, ὅταν μὴ ἀμφότερα ἐξῇ

διασῴζειν. οἷον καλὸν μὲν τῷ θεῷ πείθεσθαι, καλὸν δὲ καὶ

τοῖς γονεῦσιν. εἰ δὴ πρὸς ταὐτὰ ἡ ἀμφοτέρων ἄγοι πειθώ,

ἕρμαιον ἂν εἴη καὶ ἄμαχον· εἰ δὲ πρὸς ἄλλο μὲν ὁ θεῖος

νόμος, πρὸς ἄλλο δὲ οἱ γονεῖς φέροιεν, μαχομένης τῆς

αἱρέσεως τοῖς ἀμείνοσιν ἕπεσθαι δεῖ πρὸς ταῦτα μόνον

ἀπειθοῦντας γονεῦσι, πρὸς ἃ καὶ αὐτοὶ τοῖς θείοις νόμοις

5

οὐ πείθονται. τὸν γὰρ φυλάττειν βουλόμενον τοὺς τῆς

ἀρετῆς κανόνας οὐχ οἷόν τε τοῖς τούτους παραβαίνουσι

συμφωνεῖν. εἰς δὲ τὰ ἄλλα πάντα γονέας τιμήσωμεν

ὑπερβαλλόντως, σώματος ὑπηρεσίαν καὶ χρημάτων χορη-

γίαν αὐτοῖς ὑπέχοντες ὅτι μάλιστα προθυμοτάτην. δίκαιον

γὰρ χρῆσθαι αὐτούς, οἷς ἐγέννησάν τε καὶ ἔθρεψαν. ὃ δὲ

τῆς ἀπ' ἐκείνων διαδοχῆς οὐκ ἤρτηται, τοῦτο ἐλεύθερον

τῆς ἀπ' ἐκείνων δεσποτείας ἀφίησιν ὁ νόμος καὶ τὸν

ὄντως πατέρα ζητεῖν παρακελεύεται κἀκείνου ἔχεσθαι καὶ

τῆς πρὸς ἐκεῖνον ὁμοιώσεως πλείστην ἐπιμέλειαν ποιεῖσθαι.

6

καὶ οὕτως ἀμφότερα συμβαίνει, τά τε θεῖα ἀγαθὰ δύνασθαι

τηρεῖν καὶ τὰ ἀνθρώπινα, καὶ οὔτε δι' οἴησιν ἀρετῆς

γονέων θεραπείας ὀλιγωρήσομεν οὔτε διὰ τὴν ἀνόητον

ὕπειξιν τὸ μέγιστον τῶν κακῶν ἀσέβειαν εἰσδεξόμεθα. εἰ

γὰρ προτείνοιεν θάνατον μὴ πειθομένοις ἢ κλήρου ἀλλο-

τρίωσιν, οὐδὲν ἐκφοβεῖσθαι δεῖ τοῖς τοιούτοις ἀλλ' εὖ

εἰδέναι, τί τὸ ταῦτα πεισόμενον, καὶ ὅτι ᾧ ἐγέννησαν

ἀπειλοῦσι μόνῳ· τὸ δὲ ἀπαθὲς τούτων ἐλεύθερον προσήκει

7

τηρεῖν καὶ μόνῳ θεῷ εὐπειθές. τιμὴ οὖν γονέων ἡ ὄντως,

ἣν δίδωσιν ὁ τῆς ἀρετῆς σκοπός, μήτε σωμάτων φειδο-

μένων ἡμῶν μήτε χρημάτων, ἀλλ' ἑκόντων αὐτοῖς ὑποταττο-

μένων εἰς πάντα τὰ τοιαῦτα. πρέπει γὰρ μήτε τὴν δι' αὐτουρ-

γίας θεραπείαν ἐπειγομένων παραιτεῖσθαι, ἐνευσχημονεῖν δὲ

μᾶλλον αὐτῇ, ὅσῳ ἂν μᾶλλον ἐπίπονος γένηται καὶ δουλοπρε-

πής, μήτε οὐσίας δαπανωμένης φειδωλοὺς γίνεσθαι, ἀλλὰ

πάντα πρὸς τὴν ἐκείνων χρείαν ἐτοίμως παρέχεσθαι

γεγηθότας καὶ ἡδομένους ἐπὶ τοῖς εἰς ἐκείνους πόνοις τε

καὶ ἀναλώμασιν. τὸ γὰρ εὐχαρίστως ταῦτα ποιεῖν καὶ τὸν

τῆς ἀρετῆς διασῴζει νόμον καὶ τὸν τῆς φύσεως ἀποδίδωσιν

8

ἔρανον. τοιαύτη μὲν ἡ γονέων τιμή. ἡ δὲ τῶν ἀγχιστέων,

δευτέρα μετ' ἐκείνην τεταγμένη, πρὸς τὴν τῆς φύσεως

ἐγγύτητα παραμετρήσει τὴν θεραπείαν, τοσοῦτον τῆς μετὰ

γονέας τιμῆς ἑκάστῳ τῶν συγγενῶν νέμουσα, ὅσον ἂν ἡ

πρὸς ἐκείνους ἐγγύτης ὑποφαίνῃ· δῆλον δὲ ὅτι καὶ ἐπὶ

τούτων τῆς ἀρετῆς ἀδεσπότου μενούσης.

6

n

τῶν δ' ἄλλων ἀρετῇ ποιεῦ φίλον, ὅστις ἄριστος.

1

Μετὰ τὴν πρώτην τιμὴν τῆς ἄνω συγγενείας καὶ τὴν

ἑπομένην ἐκείνῃ τὴν περὶ γονέας καὶ συγγενεῖς ἀκολούθως

ὁ φιλοποιὸς παραδίδοται νόμος, τῶν ἔξω τοῦ γένους τὸν

ἄριστον εἰς φιλίαν ἐκλέγεσθαι καὶ πρὸς τὴν τῶν ἀρετῶν

κοινωνίαν αὐτῷ συνάπτεσθαι κελεύων, ἵνα τὸν ἀγαθὸν

ἄνδρα δι' ἀγαθὴν αἰτίαν ἔχοιμεν φίλον καὶ μὴ κατ' ἄλλας

χρείας αὐτὸν οἰκειώμεθα, ὡς ἐοικέναι τὸ παράγγελμα

τοῦτο τῇ περὶ τῶν μετηλλαχότων τὸν βίον σπουδαίων

2

ἀνδρῶν ὑποθήκῃ. ὡς γὰρ ἐκεῖ τοὺς ἐπιστήμονας μόνους

ἀνθρώπων ἔλεγε δεῖν τιμᾶν, οὕτως ἐνταῦθα τοὺς ἀγαθοὺς

φιλοποιεῖσθαι παραινεῖ μόνους, διδοὺς ἐπὶ μὲν τῶν ἄλλων

ἐκλογήν, ἐπὶ δὲ γονέων καὶ συγγενῶν ἀρκούμενος τῇ φύσει.

ἁπλῶς γὰρ τὸ πρόσωπον τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ

συνεισάγει τὴν τιμήν, ἐπὶ δὲ τῶν ἄλλων ἡ ἀρετὴ ποιεῖ τὸ

τίμιον ὥσπερ καὶ ἐπὶ τῶν ἐκ τοῦ βίου ἀπελθόντων. τὰ

δὲ πρὸ τούτων κατ' αὐτὴν τὴν φύσιν ἐστὶ τίμια, ἐκεῖ μὲν

θεοὶ καὶ ἥρωες, ἐνταῦθα δὲ πατέρες καὶ συγγενεῖς ἐν

θνητῇ φύσει τῆς ἀθανάτου συγγενείας ἡμῖν εἰκόνας

3

προτείνοντες. τοιαύτη μὲν ἡ θήρα πρώτη καὶ ἡ κτῆσις τοῦ

φίλου. τίς δὲ ἡ τήρησις αὐτοῦ ἡ πρὸς κοινωνίαν τῶν

ἀγαθῶν ἡμῖν συντελοῦσα καὶ τίς ἡ ἀπόθεσις, ἐὰν πρὸς τὸ

χεῖρον μεταβαλλόμενος φαίνηται καὶ μὴ πειθόμενος ταῖς

πρὸς τὸ βέλτιον ἀγούσαις συμβουλίαις, ἐξῆς λέγει.

7

n

Πραέσι δ' εἶκε λόγοις ἔργοισί τ' ἐπωφελίμοισι,

μηδ' ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς,

ὄφρα δύνῃ· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.

1

Πῶς δεῖ προσφέρεσθαι τοῖς φίλοις ἐνταῦθα διαλέγεται, καὶ

πρῶτον μέν, ὅτι τὰ καλὰ εἰσηγουμένοις αὐτοῖς καὶ ἐπ'

ὠφελείᾳ τῇ ἡμετέρᾳ πράττουσιν ὁτιοῦν ἑκόντας δεῖ

πειθαρχεῖν. πρὸς γὰρ τοῦτο τὸ κοινωνικὸν ἀγαθὸν ὁ τῆς

φιλίας συνάπτει νόμος, ὅπως ἡμεῖς τε ὠφελώμεθα παρ'

ἐκείνων εἰς ἀρετῆς ἐπίδοσιν καὶ παρ' ἡμῶν ἐκεῖνοι. ὡς

γὰρ κοινὴν ὁδὸν τοῦ ἀρίστου βίου πορευομένους, ὅπερ ἂν

ἄλλος ἄλλου μᾶλλον προειδῇ, τοῦτο καὶ εἰς κοινὸν ὄφελος

κατατίθεσθαι δεῖ, πράως μὲν εἴκοντας τοῖς καλῶς ὑφηγου-

μένοις τῶν φίλων, πράως δὲ αὐτοῖς τῶν καλῶν τὴν κοινω-

νίαν προτείνοντας, περὶ δὲ χρημάτων ἢ δόξης ἤ τινος

ἄλλου τῶν ἐκ τῆς θνητῆς συστοιχίας μηδεπώποτε αὐτοῖς

διαφερομένους. τοῦτο γὰρ ἦν ἁμαρτάδος εἵνεκα μικρῆς

εἰς ἀπέχθειαν καθίστασθαι τοῖς περὶ τὰ μέγιστα ἀγαθὰ

2

φίλοις ἡμῖν ὑπάρχουσιν. εἰς πάντα οὖν τῶν φίλων ἀνεξό-

μεθα ὡς ὑπὸ μεγίστης ἀνάγκης τῆς φιλικῆς διαθέσεως

πιεζόμενοι πλὴν ἑνός. οὐ γὰρ δὴ καὶ πρὸς τὸ χεῖρον ὑποφερο-

μένοις αὐτοῖς εἴξομεν, οὐδὲ μεταβαλλομένοις ἐκ τῆς περὶ

φιλοσοφίαν σπουδῆς εἰς ἑτέραν τινὰ τοῦ βίου πρόθεσιν

ἐπακολουθήσομεν καὶ αὐτοὶ συνεκφερόμενοι τοῖς ἀποπίπτου-

σιν ἀπὸ τοῦ πρὸς ἀρετὴν σκοποῦ, ἀλλὰ μάλιστα μὲν πάσῃ

3

μηχανῇ πειρασόμεθα τὸν φίλον ἐπανορθώσασθαι. μὴ πεί-

θοντες δὲ ἡσυχίαν ἕξομεν, οὔτε ἐχθρὸν ποιούμενοι διὰ τὴν

προϋπηργμένην φιλίαν οὔτε φίλον ἔτι διὰ τὴν πρὸς τὸ

χεῖρον μεταβολήν, ὥστε τούτου χάριν τὸν φίλον ποτὲ

ἀποθησόμεθα ὡς μηκέτι δυνάμενον εἶναι κοινωνὸν ἡμῖν

ἀρετῆς, ἧς ἕνεκα καὶ τὴν ἀρχὴν φίλον αὐτὸν ἐποιησάμεθα.

ἡ δὲ ἀπόθεσις φυλαττέτω τὸ μὴ εἰς ἔχθραν μεταπεσεῖν.

4

δεῖ γάρ, εἰ κἀκεῖνος τῆς φιλίας ἑαυτὸν ὑπεξήγαγεν, ἡμᾶς

γοῦν πλείστην ἐπιμέλειαν ποιεῖσθαι, ὅπως ἂν ἀνακληθείη

πρὸς τὸ δέον, οὐκ ἀγαπῶντας τὴν ἀπόπτωσιν τοῦ φίλου

οὐδὲ ὑπερφρονοῦντας τὸ καταδεὲς αὐτοῦ τῆς γνώμης,

ὀδυρομένους δὲ μᾶλλον καὶ θρηνοῦντας τῷ ὑπεραλγεῖν

αὐτοῦ, καὶ ὑπερεύχεσθαι καὶ πάντα πειρᾶσθαι ποιεῖν τὰ

πρὸς τὴν ἐκ μεταμελείας σωτηρίαν αὐτὸν ἐπανάγοντα.

5

τοιαῦτα δέ ἐστι τό τε περὶ χρημάτων ἢ δόξης αὐτῷ μὴ

διαφέρεσθαι καὶ τὸ μὴ ἐφ' ὕβρει τῆς κοινωνίας αὐτὸν

ἀποστερεῖν μηδὲ φιλοτιμίαν ἑαυτοῦ ποιεῖσθαι τὴν ἐκείνου

δυστυχίαν. ἐπειδὴ δὲ καὶ πρὸς τὴν ἀρίστην τῶν φίλων

τήρησιν καὶ πρὸς τὴν εὔλογον ἀπόθεσιν καὶ πρὸς τὴν ἐκ

μεταμελείας αὐτῶν ἐπανάκλησιν πλεῖστα συμβάλλεται τὸ

ἡμέτερον ἀνεξίκακον καὶ περὶ μηδενὸς πρὸς τοὺς φίλους

μικρολογούμενον μηδὲ ἐξεταστικὸν πρὸς ἀκρίβειαν, ἀλλ'

ὅσον οἷόν τε ὑπομονητικόν, διὰ τοῦτο ἐπήγαγεν· ὄφρα

6

δύνῃ. εἶτα ἵνα μὴ τὴν δύναμιν τῷ τῆς προαιρέσεως μέτρῳ

κανονίσῃ τις, ἀλλ' αὐτῷ τῷ τῆς φύσεως φορητῷ, ὅσον ἡ

ἀνάγκη προσελθοῦσα ἐξευρίσκει, ἐπήγαγεν· δύναμις γὰρ

ἀνάγκης ἐγγύθι ναίει. ἕκαστος γάρ, ὧν οἴεται δύνασθαι,

7

πλέον δυνάμενος ὑπὸ τῆς ἀνάγκης ἐλέγχεται. τοσοῦτον οὖν

προθυμεῖσθαι χρὴ τῶν φίλων ἀνέχεσθαι, ὅσον ἡ ἀνάγκη

δείκνυσιν ἡμᾶς δυναμένους, καὶ τό γε ἐξαίφνης ἀφόρητον

φανὲν τῇ τῆς φιλίας ἀνάγκῃ φορητὸν ποιεῖν. μὴ γὰρ δή

που τὰ πρὸς βίαν ἐπιταττόμενα μόνα οἰώμεθα προσήκειν

γενναίως ὑπομένειν, ἀλλὰ καὶ τὰ πρὸς φυλακὴν τῶν φίλων

καὶ ἀνάκλησιν συντείνοντα μείζονος ὑπομονῆς ἄξια τίθεσθαι

δεῖ ὡς τῆς θείας ἀνάγκης ἐπιτάγματα. δυνατωτέρα δὲ

παρὰ τοῖς εὖ φρονοῦσιν ἡ τοῦ νοῦ ἀνάγκη τῆς ἔξωθεν βίας.

8

εἴτε οὖν πρὸς τὴν ἐκ περιστάσεως ἀνάγκην ἀπίδοις, εἴτε

πρὸς τὴν ἑκούσιον τὴν ἐκ τῶν ἐπιστημονικῶν ὅρων

συμπληρουμένην καὶ ἐκ τῶν θείων νόμων καθήκουσαν,

ἐξευρήσεις τὸ ἐνυπάρχον σοι τῆς δυνάμεως μέτρον, ὃ νῦν

ὁ λόγος εἰσηγεῖται δεῖν τοῖς φίλοις εἰσφέρειν ἐν τῷ προσ-

τάττειν μὴ προχείρως αὐτοῖς εἰς ἀπέχθειαν καθίστασθαι

ἁμαρτάδος εἵνεκα μικρῆς, τὰ ἔξω τῆς ψυχῆς πάντα μικρὰ

τιθέμενος καὶ ἀπαγορεύων μὴ φειδοῖ τούτων τὸν φίλον

ἐχθρὸν ποιεῖν, ἀδιαφορίᾳ δὲ μᾶλλον τῇ περὶ τὰ τοιαῦτα

καὶ τὸν ἀποπεσόντα φίλον ἀνακαλεῖσθαι καὶ πανταχοῦ

τοῦτο ἑαυτοῖς συνειδέναι, ὅτι ὅσον ἐφ' ἡμῖν καὶ τοὺς ὄντας

φίλους ἐτηρήσαμεν καὶ τοὺς πρὸς τὸ χεῖρον ὑπενεχθέντας

ἀνεκτησάμεθα καὶ οὔτε τὴν ἀρχὴν εἰς ἔχθραν τινὰ κατεστή-

σαμεν οὔτε παρ' ἑαυτοῦ γενόμενον ἐχθρὸν τοῖς ἴσοις

9

ἠμειψάμεθα. ταῦτα γὰρ ὁ τῆς φιλίας ἀπαγορεύει θεσμός,

μεγίστης οὔσης ἀρετῆς καὶ ταῖς ἄλλαις ὡς τελειότητος

ἐπιφαινομένης. πέρας μὲν γὰρ τῶν ἀρετῶν ἡ φιλία, ἀρχὴ

δὲ ἡ εὐσέβεια καὶ ἔστιν ὁ τῆς εὐσεβείας λόγος σπέρμα

τῶν ἀγαθῶν ἁπάντων ἡμῖν, ἡ δὲ τῆς φιλίας ἕξις ὁ τελειό-

10

τατος τῶν ἀρετῶν καρπός. ὥσπερ οὖν δικαιοσύνης ποιεῖσθαι

δεῖ λόγον οὐ μόνον πρὸς τοὺς δικαίως ἡμῖν προσφερο-

μένους ἀλλὰ καὶ πρὸς τοὺς ἀδικεῖν ἐγχειροῦντας, ἵνα μὴ

τῷ ἀνταδικεῖν εἰς τὴν ἴσην καχεξίαν αὐτοῖς ἔλθωμεν, οὕτω

καὶ τῆς φιλίας ἀντέχεσθαι δεῖ, τοῦτ' ἔστι τῆς φιλανθρωπίας

11

πρὸς ἅπαντας, οἳ τοῦ γένους ἡμῖν κοινωνοῦσιν. ἐν τάξει

δὲ τῇ πρεπούσῃ τὰ τῆς φιλίας μέτρα ποιησόμεθα, τοὺς

μὲν ἀγαθοὺς ὡς ἀποσῴζοντας τὴν τοῦ ἀνθρώπου τελειότητα

καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν γνώμην παντοίως ἀσπαζό-

μενοι, τοὺς δὲ φαύλους ὡς ἂν μηδὲν ἀπὸ γνώμης εἰς αἵρεσιν

φιλίας ἡμῖν ὑπέχοντας διὰ μόνην τὴν κοινὴν φύσιν ἀγαπῶν-

τες. διὸ…

κ…

The complete text is available when the reading interface loads.