Anacreontea
- Edition reference
- Anacreontea, ed. T. Bergk, Poetae lyrici Graeci, vol. 3, 4th edn., Leipzig: Teubner, 1882: 342–348.
- CTS identifier
urn:cts:greekLit:tlg2578.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
Ὁ δ' Ἄρης ἄναξ ὁ σῶφρον
δεδιδαγμένος γελάσσαι,
Παφίης χάριν κομίζων,
σὺν ἐμοὶ κρότους βοήσει.
Στρατιῆς, μάκαρ, κρατήσας,
σοφὸν ἱππότην διδάξας,
τὸ δὲ πεζὸν ἡμερώσας,
ἔχε μείζονας θοώκους.
Πόθεν ἦλθε Φοῖβος, ἄνδρες,
κράτος Ἄρεος κεράσσας;
ὁ δὲ Φοῖβος ἄλλος ἐγγύς
πάλιν εἴκελος φαάνθη.
3
{Τοῦ αὐτοῦ
Ἐπιθαλάμιος σχεδιασθεὶς εἰς τὸν θαυμασιώτατον Ἀνατόλιον
Φαύστου τὰ πρῶτα φέροντα Γάζης.}
Ὁ λόγος ἐρωτικὴν ἐπιγνοὺς παρρησίαν
ἦλθεν χορεύων ὡς δεδοικὼς τοὺς πόθους.
Γλυκερὸς πάρεστι κῶμος
νεολαμπέος γαλήνης,
ὅτι τὴν νέαν Κυθήρην
Φαέθων νέος κομίζει.
Ὅθεν ἡ πόλις τὸ φέγγος
φιλοπαννύχου χορείας
στεφανηφόροισι μέλπει
δύο φωσφόροις μιγεῖσι.
Δότε μοι πόθου κύπελλον
γλυκερῆς βρύον μελίσσης,
ἵνα τὰς φρένας συνάπτων
νεονυμφίον χορεύσω.
Ο δ' ἔρως, ὁ πάντα τίκτων,
φρένας εἰς φρένας συνάπτων,
ὁμοτερπέεσσιν αὔραις
φιλοτησίαν κεράσσοι.
Φιλονύμφιος δὲ Κύπρις
γάμιον φέρουσα φίλτρον,
παρὰ παστάδας γελῶσα
γάμον εὔγαμον λιγαίνοι.
Ἀνατελλέτω τὸ φέγγος
τὸ φερώνυμον τοκῆος·
Φαέθων φάος λοχεύων
νεαρὸν σέλας κομίζοι.
4
{Τοῦ αὐτοῦ
Σχέδιον ἐν τῇ ἡμέρᾳ τῶν ῥόδων
μετὰ τὸ εἰπεῖν τοὺς φοιτητάς.}
Ζεφύρου πνέοντος αὔραις
Χαρίτων θάλος δοκεύω·
ῥοδέης ἅπαντα χαίτης
Παφίης γέμουσιν ἄλση.
Ὁ δ' ἔρως σοφῷ βελέμνῳ
φύσιν εἰς φύσιν συνάπτει,
ἵνα μὴ χανοῦσα λήθη
γένος ἐκ γένους καλύψῃ.
Φιλοτερπέες δὲ μολπαί
Διονυσίαις ἐν ὥραις,
ἔαρος νέον φανέντος,
νοεραῖς πνέουσι Μούσαις.
Χλοερῶν ὕπερθε δένδρων
μέλος ὄρνεον λιγαίνει,
δεδονημένη δὲ πᾶσα
φύσις εἰς ἔαρ χορεύει.
Σοφίης ἄναξ Ἀπόλλων
φαέθων ἔλαμψε φέγγος,
ὑπερήμενος δὲ πώλοις
γλυκερὸν φάος προσαύξει.
Δότε μοι ῥόδον Κυθήρης,
ἀγέλαι σοφῆς μελίττης,
ἵνα Κύπριδος γελώσης
μέλος εἰς ῥόδον τινάξω.
5
{Τοῦ αὐτοῦ
Λόγος, ὃν ἐπεδείξατο ἐν τῇ ἡμέρα τῶν ῥόδων
ἐν τῇ ἑαυτοῦ διατριβῇ.}
Ὅτε φωσφόρος παρέρπει
Φαέθων μέσην πορείην
ὑπὸ κριὸν ἅρμα τείνων,
χθόνιαι φλέβες γελῶσιν.
Χθονοφοίτορες δὲ Μοῖραι
κρυφίας γονὰς ἀρούρης
πάλιν εἰς φάος καλοῦσι,
χθόνα ποικίλην τελοῦσαι,
Ἵνα κόσμος ἀμφιθάλλων
ἐρόεις ἀεὶ νεάζῃ,
πολυκαρπίμους δὲ φύτλας
σὺν Ἔρωτι Κύπρις ἕλκῃ.
Φύσι πότνια, χλοάζεις,
νεότητας ἐγχαράττεις,
ἵνα μὴ βίος καθεύδων
βροτέας σκέπῃ γενέθλας.
Τί γὰρ οὐ φέρουσιν Ὧραι
μετὰ χείματος κελεύθους;
τί δὲ μὴ Χάρις φυτεύει
ἔαρος στέφουσα κάλλος;
Τί γὰρ οὐκ ἔαρ κομίζει
βιότου λύον μερίμνας,
ὅτε καὶ ῥόδον λοχεύει
περιπορφύρους κορύμβους;
Ἁπαλόχροος Κυθήρη
ῥοδέας ἔχει παρειάς,
ἐθέλει πνέουσα φύλλων
ῥοδοδάκτυλος καλεῖσθαι.
Ὅτε καὶ νέος χλοάζων
γλυκερώτερος γαλήνης
γυάλους ἔλειπε γαίης
Χαρίτων βρύων Ἄδωνις.
Ὁ δὲ κοῦρος ἐστὶ καρπός,
κρατερὸς βίου προφήτης,
φύσεως ἐὼν λόχευμα,
Ἀφροδίσιον χόρευμα.
Τί με, παῖδες, οὐ φιλεῖτε
τὸν ἀεὶ ζέοντα Μούσαις,
νοερὸν φέροντα Βάκχον
Ἑλικωνίοις κυπέλλοις;
Νέον ἦθος ἐνθαμίζον
κρίσιν οὐκ ἐᾷ κομίζειν·
νεοτησία γὰρ ἥβη
φιλέει μάλιστα παίζειν.
Ὁ σοφὸς χρόνος βαδίζων
ἐς ἐτήτυμον δικάσσει,
ὅτε τὸν τρέφοντα μύθοις
γενέτην ἔχειν διδάξει.
Μετὰ ποιμνίων ὁ ποιμήν,
μεθύων γάλακτι Μούσης,
λιγέως ἄριστα παίζω,
καλύκων χάριν δοκεύων.
Ὁ δὲ Φοῖβος ὀργιάζων
μέλος εὔλυρον θοάζει,
ἐπὶ Κυπρίοις πετήλοις
ἱλαρώτερον μελίζων.
6
{Τοῦ αὐτοῦ
Τίνας εἴποι λόγους ἡ Ἀφροδίτη ζητοῦσα τὸν Ἄδωνιν·
ἀντιφθέγγεται δὲ πρὸς ταύτην ὁ Ζεὺς
ἔπος πρὸς ἔπος ἀμειβόμενος.}
{ΑΦ.} Ὁ γέλως ὁ τῆς Κυθήρης
ἀπαθῶς βρύων γαλήνην,
γενέσεις ἀεὶ λοχεύων,
ἄχεσιν λίην κρατεῖται·
τί πάθω, πάτερ, τί ῥέξω;
Φιλίης ἄνασσα πηγῆς,
ζαθέῳ βρέμουσα κέντρῳ,
φιλομείλιχος γελῶσα
Παφίη, γέμω μερίμνης·
τί πάθω, πάτερ, τί ῥέξω;
Ὁ τεὸς σπόρος με τίκτει,
ἵνα φίλτρα πᾶσι μίσγω,
γονίμους σχέσεις λαβοῦσα·
πόθεν οὖν ἔχω τι λύπης;
τί πάθω, πάτερ, τί ῥέξω;
{Ζ.} Τὸ δίκης σέβας σε βάλλει,
ὃ ποεῖς, μόλις σὺ πάσχεις·
φιλέεις ἅπαντα παίζειν
κραδίαις φλόγας τιθεῖσα·
τὸ δίκης σέβας σε βάλλει.
Φορέεις ἄπιστον ἦθος,
μακάρων νόον πιέζεις,
βροτέας φρένας μαραίνεις,
γενετῆρος οὐδὲ φείδῃ·
τὸ δίκης σέβας σε βάλλει.
Ἔμαθον πυρὸς θυέλλας,
πολύμορφον αἶσχος ἔγνων
χθονίοις γάμοισι χαίρων,
ὁ θεῶν ἄναξ ἐπαίχθην·
τὸ δίκης σέβας σε βάλλει.
{ΑΦ.} Τί με παιγνίοις ἀτίζεις;
ἐθέλω βλέπειν Ἄδωνιν
ἐρατὸν βρύοντα κάλλος·
λυκάβαντος ἐστὶ κόσμος
γονίμους στέφων ἀρούρας.
Ἄρεως θανὼν ὀδόντι
ὁ νέος νόον χαλέπτει·
ἄγονος φύσις καθεύδει·
ὑπὸ γῆν ἐὼν ὁ κοῦρος
Ἀΐδου δάμαρτα τέρπει.
Καταβήσομαι πρὸς Ἅιδην,
ὅθι Κέρβερος βαΰζων,
ζοφερὸς κύων τυράννου,
ἐμὸν οὐ σθένος φοβήσει,
ἵνα μὴ φίλον κομίσσω.
{Ζ.} Κατάβηθι, Κύπρι, θᾶττον
σὺν Ἔρωτι, σὺν βελέμνοις
νεκύων κάτω πρὸς αὐλάς,
ἵν' ἀπαλλαγῶ φαρέτρης,
ἐν ὅσῳ πόνοις σχολάζεις.
Τέο μέχρι ταῦτα βάζω,
ἅτε κέρτομος πλανήτης;
τί γὰρ ἐν θεοῖσι χάρμα;
τί δὲ λυπρὸν ἐμβατεύει;
ἀπαθὴς Ὄλυμπός ἐστιν.
Ἀπάτας πλέκουσι μῦθοι,
κενεὰ πνέουσι τόλμαι,
τὰ πάθη πνέουσι γαίης
μακάρων ἄνω πρὸς οὖδας·
ἀπαθὴς Ὄλυμπός ἐστιν.
Ὅτ' ἂν ἡδονάς τις εὕρῃ,
μεταβάλλεται πρὸς ἥβην·
ὅτε συνδράμωσι λῦπαι,
θορύβοις κέαρ δονεῖται·
θεὸς οὐ τρόπους ἀμείβει.
Θεότητι συγχορεύει
ἀγαθῶν ἄϋλος ὅρμος,
ὅθι ῥᾳδίως ἄπαυστος
βιοτὴ μάλιστα θάλλει,
ὅπερ ἡδονὰς καλοῦσιν.
Τί δὲ κωλύει τὸ θάλλειν;
τί δὲ μὴ σύνεστι κάλλος;
ἐς ἀεὶ πέλουσι πάντῃ
ἀγαθὴν ῥέοντες ἀλκήν,
ὅπερ ἡδονὰς καλοῦσιν.
Γάνυμαι τὰ τερπνὰ πάσχων,
ἐσορῶν ἄγαλμα κόσμου
ὑπερουσίῳ φρονήσει,
ὅπερ ἤνυσα ξυνάπτων
νοεροῖς λόγοισι δήσας.
Κρυφίως ὕπερθεν ἄλλου
ἕτερος σθένος φαείνει,
τὸ δὲ δευτέρων προάρχον
καθ' ἑαυτὸ χωρὶς ἔστη
ὑπὸ μείζονος προνοίης.
{ΑΦ.} Τὸ δὲ νόσφι τοῦτο μῦθος,
ὃ διαίρεσιν δοκεύων
μακάρων ἔνισπε λύπην·
θεομυθίαι φιλοῦσιν
λιγέως ἅπαντα παίζειν.
{Ζ.} Παφίη, φύλαγμα κόσμου,
τὸ τελεσφόρον κομίζεις,
ἀνὰ νύκτα καὶ καθ' ἧμαρ
διὰ νυμφίων ἐρώτων
γενεὰς τρέφουσα πάσας.
Ἀρότους δίδασκε τίκτειν
— — — — — — —