De magistratibus populi Romani
- Edition reference
- De magistratibus populi Romani, ed. A. C. Bandy, Ioannes Lydus. On powers or the magistracies of the Roman state, Philadelphia: American Philosophical Society, 1983: 2–256.
- CTS identifier
urn:cts:greekLit:tlg2580.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
{ΤΟΥ ΑΥΤΟΥ ΠΕΡῚ ἘΞΟΥΣΙΩΝ}
Ἱερέας γενέσθαι τὸ πρὶν τοὺς ὕστερον ἄρχοντας τοῦ Ῥωμαίων
πολιτεύματος οὐδενὶ τῶν πάντων ἠγνόηται, Τυρρηνοῦ ἐπὶ τὴν
ἐσπέραν ἐκ τῆς Λυδίας μεταναστάντος τοὺς τότε καλουμένους
Ἐτρούσκους (ἔθνος δὲ ἦν Σικανόν) τὰς Λυδῶν τελετὰς διδά-
ξαντος, οὓς ἐκ τῆς θυοσκοπίας Θούσκους συμβέβηκε μετονομα-
σθῆναι· καὶ τούτων εἰς πλάτος ἐν τῇ πρώτῃ τῆς Περὶ Μηνῶν
γραφείσης ἡμῖν πραγματείας ἴσμεν μνημονεύσαντες. τὰ γὰρ
ἐπίσημα τῶν ἀρχόντων ἀπὸ Θούσκων λαβὼν ὁ βασιλεὺς Νουμᾶς
τῇ πολιτείᾳ εἰσήγαγεν, ὥσπερ καὶ τῶν ὅπλων τὸ δύσμαχον ἀπὸ
Γαλατῶν. καὶ μάρτυρες μὲν τούτων ὅ τε Καπίτων καὶ Φοντήϊος,
ἐξ ὧν καὶ ὁ διδασκαλικώτατος Οὐάρρων, Ῥωμαῖοι πάντες, μεθ'
οὓς Σαλλούστιος οὗτος, ὁ ἱστορικός, ἐπὶ τῆς Πρώτης Ἱστορίας
σαφῶς ἀναδιδάσκει. ὥστε ὑπόλοιπον περὶ τῶν πολιτικῶν ἀφηγή-
σασθαι ἐξουσιῶν καὶ ὅτι ἀπὸ ἱερατικῆς τάξεως ἐπὶ τὸ πολιτικὸν
μετεφύησαν σχῆμα. μὴ οὖν ἡμᾶς ἀλλοίους πρὸς τὰ πάλαι δοθέντα
κρίνοι τις, πλὴν εἰ μὴ τυχὸν ἀπηχὲς λογικῆς ἀσφαλείας ὑφιστά-
μενος φθόνῳ τὸν ἔπαινον μεταβάλοι. ὅτι δὲ καὶ Γρακχιανός τις
πάλαι περὶ τούτων ἔγραφεν, ἴσμεν τοὺς νομογράφους ἀναφέ-
ροντας· οὐδαμοῦ δὲ τὰ γραφέντα φέρεται ἴσως αὐτά, πάντως δὲ
καὶ αὐτὰ τοῦ χρόνου τεκόντος ἅμα καὶ κρύψαντος.
4
{ΠΕΡῚ ΠΟΛΙΤΙΚΩΝ ἈΡΧΩΝ
ΚΕΦΆΛΑΙΑ ΤΟΥ ΠΡΏΤΟΥ ΛΌΓΟΥ}
{〈Α̅〉} Πόσος ἀνύεται χρόνος ἀπὸ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν πα-
ρόδου ἕως κτίσεως Ῥώμης, καὶ πόσος ἀπ' αὐτῆς γέγονεν ὁ τῶν
ῥηγῶν, καὶ πόσος ὁ τῶν ὑπάτων ἕως Καίσαρος, καὶ ἐξ αὐτοῦ
πόσος ἄχρι Κωνσταντίνου, ἐξ οὗ πόσος ἄχρι τῆς Ἀναστασίου
βασιλέως τελευτῆς.
{Β̅} τίς ἡ διαφορὰ τοῦ ῥηγὸς καὶ τοῦ τυράννου καὶ τοῦ βασιλέως·
καὶ Καίσαρος καὶ αὐτοκράτορος ἀξίωμα τί σημαίνει 〈καὶ τί〉 τὸ
Κυρῖνον ὄνομα.
{Γ̅} ὅτι Ῥωμύλος καὶ οἱ κατ' αὐτὸν τῇ Αἰολίδι ἐφθέγγοντο φωνῇ·
ὅτι οὐ δεῖ τοὺς Ῥωμαίων βασιλέας δεσπότας ἀποκαλεῖν· περὶ
τῶν ἐπισήμων τοῦ ῥηγός· τί ἐστι τόγα καὶ τραβέα· διὰ τί
Ῥωμαῖοι τὴν βασιλέως καθέδραν σόλιον προσαγορεύουσιν.
{Δ̅} διὰ τί τὰς λοφιάς τινες τούφας καλοῦσιν.
{Ε̅} διὰ τί τὰς ἀσπίδας σκοῦτα καὶ κλίπεα καὶ πάρμας οἱ Ῥωμαῖοι
καλοῦσι καὶ τίς ἡ διαφορὰ τούτων· ὅτι ἀπὸ Αἰνείου παρέλαβεν
ὁ Ῥωμαϊκὸς στρατὸς οὕτω στέλλεσθαι, ὡς ἔτι καὶ νῦν οἱ κα-
λούμενοι ἐκσκουβίτωρες, διὰ τί τὴν βασιλικὴν ὑποζύγιον βα-
σταγὴν ἀττηνσίωνα καλοῦσιν.
{Ϛ̅} πρώτη προαγωγὴ ὁ ἵππαρχος, καὶ ὅτι εἰς τόπον αὐτοῦ ὁ τῶν
πραιτωρίων ὕπαρχος προεβλήθη.
{Ζ̅} δευτέρα προαγωγὴ οἱ πατρίκιοι, καὶ τίνος χάριν πάτρης κων-
σκρίπτους αὐτοὺς ἡ ἀρχαιότης ἐκάλεσεν· ποῖον εἶδος χιτῶνος ὁ
λεγόμενος παραγαύδης· ἐν ᾧ καὶ περὶ τῶν λεγομένων καμπαγίων·
τί σημαίνουσιν οἱ λεγόμενοι τίτλοι, καὶ ὅτι φιλότιμοι ἐτύγχανον
οἱ πάλαι συγκλητικοί· πόθεν διώνυμοι καὶ τριώνυμοι οἱ ἀρχαῖοι
ἐχρημάτιζον.
{Η̅} τρίτη προαγωγὴ οἱ κυαίστωρες καὶ ὅτι ἕτερον μὲν κυαίστωρ,
ἕτερον δὲ κυαισίτωρ· περὶ τῆς ὑπατείας καὶ τῶν αὐτῆς ἐπισήμων.
6
{Θ̅} τετάρτη προαγωγὴ ἡ κληθεῖσα δεκανδρικὴ ἐξουσία.
{Ι̅} πέμπτη προαγωγὴ ἡ καλουμένη δικτατοῦρα, καὶ τί σημαίνει
τὸ ὄνομα, πόσοι τε γεγόνασιν οἱ πάντες δικτάτωρες καὶ ἕως
τίνος.
{Ι̅Α̅} ἕκτη προαγωγὴ ἡ καλουμένη κηνσοῦρα· ἐν ᾧ καὶ περὶ κωμῳ-
δίας καὶ τραγῳδίας, καὶ πότε Ῥωμαίοις ἐγνώσθησαν· διὰ τί
Ῥωμαῖοι τοὺς ἀσώτους ἅμα καὶ τοὺς ἐγγόνους ὁμωνύμως κα-
λοῦσι πατρίως νέπωτας.
{Ι̅Β̅} ἑβδόμη προαγωγὴ ἡ δημαρχία· πότε ἐδόθη τοῖς στρατιώταις
τὰ λεγόμενα κάπιτα καὶ διὰ τί κάπιτα λέγεται· περὶ τῶν ἐν ὅπλοις
ταγμάτων τε καὶ ὀνομάτων καὶ βαθμῶν καὶ τῶν λεγομένων τει-
ρώνων.
{Ι̅Γ̅} ὀγδόη προαγωγὴ οἱ πραίτωρες, καὶ ὅτι ὁ τῆς πόλεως καθ'
ἡμᾶς ὕπαρχος εἷς ἐτύγχανε τῶν πάλαι πραιτώρων, φύλαξ πόλεως
χρηματίζων.
{Ι̅Δ̅} ἐνάτη προαγωγὴ ὁ τῶν νυκτῶν ὕπαρχος.
{ΛΟΓΟΣ Β̅}
{Α̅} περὶ Καίσαρος καὶ τῶν Καίσαρος ἐπισήμων.
{Β̅} περὶ Αὐγούστου, καὶ ὅτι πρῶτος αὐτὸς ἐκβαλὼν τὴν ἵππαρχον
ἐξουσίαν τὴν πραιτωριανὴν ἐπαρχότητα προεβάλετο.
{Γ̅} περὶ τῶν βασιλικῶν στολῶν.
{Δ̅} περὶ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ τῆς πειθομένης αὐτῷ
τάξεως· περὶ τῶν ἐπισήμων τῆς ἐπαρχότητος καὶ τῶν αὐτῆς με-
γίστων δικαστηρίων· ὅτι οὐκ ἦν ἀνέκαθεν πραιτώριον ὡρισμένον
τῇ πρώτῃ τῶν ἀρχῶν.
{Ε̅} περὶ τοῦ μαγίστρου, καὶ τίνα πρῶτον προαχθῆναι ἡ ἱστορία
ἀναφέρει· ὅτι οἱ καθ' ἡμᾶς λεγόμενοι μαγιστριανοὶ τὸ πρὶν φρου-
μεντάριοι ἐκαλοῦντο.
8
{Ϛ̅} περὶ τοῦ ἐπάρχου Σκυθίας καὶ τοῦ Ἰουστινιανοῦ πραίτωρος
καὶ τοῦ μαγίστρου τῶν κήνσων καὶ τοῦ κυαισίτωρος, καὶ ὅτι οὐ
πρώτως αἱ ἀρχαὶ αὖται ἐπενοήθησαν, ἀλλ' ἠμελημέναι ἀνεκλήθη-
σαν.
{Ζ̅} περὶ τῆς τάξεως τῶν ἐπάρχων καὶ τῶν ἐν αὐτῇ καταλόγων,
ἠθῶν τε καὶ σχημάτων καὶ γραμμάτων καὶ τῶν ἄλλων τῆς ἀρχαι-
ότητος γνωρισμάτων καὶ ἐκ ποίων αἰτιῶν ἠμέληται.
{Η̅} διὰ τί τὸν ποταμὸν νῦν μὲν Ἴστρον, νῦν δὲ Δανούβιον συμ-
βαίνει προσαγορεύεσθαι· πῶς Πέρσαις πολεμητέον κατὰ τοὺς
τακτικούς.
{Θ̅} πότε καὶ τίνος χάριν ἐξηυρέθη τὸ τῶν σκρινιαρίων σῶμα· πό-
θεν εἰσηνέχθη τὸ τῶν καγκελλαρίων ὄνομα καὶ διὰ τί οὕτως
ὠνομάσθησαν· ἐκ ποίων αἰτιῶν ὑπεσύρη ἡ τάξις, καὶ ὅτι Ἀνα-
στάσιος ὁ βασιλεὺς διὰ Μαρίνου αἴτιος τούτου.
{Ι̅} πόθεν Δουρράχιον ἡ πάλαι Ἐπίδαμνος.
{Ι̅Α̅} ὑποτύπωσις τῆς Ἀναστασίου βασιλείας.
{Ι̅Β̅} διὰ τί Πέρσαι Ῥωμαίους παρὰ τὴν παλαιότητα χρυσίον ἐφ'
ἑκάστης ὥσπερ ὀφειλόμενον εἰσπράττουσιν· περὶ τοῦ πτώματος
Ἀντιοχείας τῆς πρὸς Δάφνην καὶ τῆς Περσῶν ἐφόδου.
{Ι̅Γ̅} περὶ τῆς εὐτυχεστάτης βασιλείας Ἰουστινιανοῦ τοῦ ἀηττήτου
βασιλέως, καὶ ὅσοις ἀγαθοῖς τὰ Ῥωμαίων ἐκόσμησεν, καὶ ὅπως
ἐν βραχεῖ Λιβύην ὅλην Ῥωμαίοις ἀπέσωσεν.
{Ι̅Δ̅} περὶ τῶν παρὰ τὴν βασιλέως εὐμένειαν οὐ καλῶς τοῖς πράγμα-
σιν ἀποχρησαμένων, ῥᾳστώνῃ δὲ συζησάντων· ἐν ᾧ καὶ περὶ
ἀσωτίας καὶ τοῦ λεγομένου ἀκιπησίου. ποῖον εἶδος ἐσθήματος
ὁ λεγόμενος σάνδυξ καὶ πόθεν οὕτως ὠνομάσθη.
{Ι̅Ε̅} περὶ τῆς κακοδαιμονίας τοῦ δήμου, καὶ ὅπως ἐνέπρησε τὴν
πόλιν· ἐν ᾧ καὶ περὶ τοῦ λεγομένου Ζευξίππου καὶ τίνος χάριν
οὕτως ὠνομάσθη· ὅπως ὁ βασιλεὺς μετὰ τοῦ θεοῦ καὶ τὸ Πρῶ-
τον Ἱερὸν καὶ πᾶσαν ὁμοῦ τὴν πόλιν ἀνέστησεν. περὶ τῶν εὐσε-
βῶς καὶ δικαίως τὰς ἀρχὰς διανυσάντων. περὶ τῆς εὐσεβοῦς βασι-
λίδος Θεοδώρας, καὶ ὅπως τὰ κοινὰ ὠφέλησεν.
{Ι̅Ϛ̅} περὶ τοῦ ἀπευκταιοτάτου λοιμοῦ, καὶ ὅπως ἀπεπαύσατο.
10
{ΠΕΡῚ ἈΡΧΩΝ ΤΗΣ ῬΩΜΑΊΩΝ ΠΟΛΙΤΕΊΑΣ
〈ΛΟΓΟΣ Α̅〉}
〈1〉 Ἐγχειροῦντί μοι περὶ τῶν ἀρχῶν τῆς Ῥωμαίων πολιτείας
διαλαμβάνειν ἀξιόλογον εἶναι παρέστη προοίμιον δοῦναι τῷ
λόγῳ ἀπὸ τοῦ πρεσβυτάτου καὶ τιμιωτάτου πάντων. Αἰνείας δὲ
ἦν οὗτος, ὁ διὰ κάλλος καὶ ῥώμην ψυχῆς τε καὶ σώματος κρείτ-
τονος ἢ κατὰ ἀνθρώπους εἶναι νομισθεὶς υἱός.
〈2〉 Ἀνύονται τοιγαροῦν ἐκ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν παρό-
δου ἕως τοῦ πολισμοῦ τῆς Ῥώμης ἐνιαυτοὶ ἐννέα καὶ τριάκοντα
καὶ τετρακόσιοι κατὰ Κάτωνα τὸν πρῶτον καὶ Βάρρωνα, τοὺς
Ῥωμαίους· κατὰ δὲ Ἀφρικανὸν καὶ Κάστορα 〈καὶ〉 τὸν Παμφί-
λου ἔτη ζ̅ καὶ ι̅ καὶ υ̅. ἀπὸ δὲ τοῦ πολισμοῦ μέχρι τῆς ἐκβολῆς
τῶν ῥηγῶν διέδραμεν ἔτη τρία καὶ τεσσαράκοντα καὶ διακόσια.
οἱ δὲ τῶν ὑπάτων ἄχρι Καίσαρος τοῦ πρώτου ἐνιαυτοὶ ε̅ (ἢ κατ'
ἐνίους ἕξ) καὶ ξ̅ καὶ υ̅. ἀπὸ δὲ Καίσαρος ἕως Κωνσταντίνου
διαγέγονεν ἔτη τριακόσια ἑβδομήκοντα πέντε· ἐξ αὐτοῦ δὲ ἄχρι
τῆς Ἀναστασίου τοῦ βασιλέως τελευτῆς ἔτη σ̅κ̅δ̅ πρὸς μησὶν ἑπτά,
ἐξ ὧν ἄν τις ἐννέα ἐξέλοι ἐνιαυτούς, οὓς ἐπὶ τῆς ἱερᾶς Ῥώμης
ἔτυχε βασιλεύσας Κωνσταντῖνος. συνάγεται δὴ ἀπὸ τοῦ πολισμοῦ
τῆσδε τῆς εὐδαίμονος πόλεως πέντε καὶ δέκα καὶ διακόσια ἔτη
πρὸς μησὶν ἑπτά. συνέλοι οὖν ἄν τις ἀπὸ Αἰνείου ἕως τῆς Ἀνα-
στασίου τοῦ χρηστοῦ τελευτῆς τοὺς πάντας ἐνιαυτοὺς ἓξ καὶ τεσ-
σαράκοντα πρὸς ἑπτακοσίοις καὶ χιλίοις πρὸς μησὶν ἑπτά, ὡς
Ἕλληνες οἴονται κατὰ πάντας τοὺς ἑκατέρας φωνῆς συγγρα-
φέας. τούτων οὕτως ἡμῖν σὺν ἀληθείᾳ τεθέντων, καιρός ἐστιν
περὶ τῶν ἀρχῶν, ὡς εἴρηται, τοῦ καθ' ἡμᾶς διαλαβεῖν πολιτεύ-
ματος.
〈3〉 Ῥωμύλος τοίνυν ὀκτὼ πρὸς τοῖς δέκα ἔτεσι γεγονὼς σὺν
τῷ ἀδελφῷ Ῥέμῳ τὴν μητέρα τῆς βασιλείας Ῥώμην ἐδείματο.
ὄνομα δὲ τῆς ἀρχῆς αὐτῶν, ὃ Ἰταλοὶ λέγουσι ῥήγιον, οἷον τυραν-
νικόν· οὐδὲ γὰρ βασιλείας Ῥωμαϊκῆς ἐννόμου ἐστὶ σημαντικόν,
ὥς τινες ὑπολαμβάνουσιν, τὸ ῥήγιον ὄνομα· ὅθεν οὐκέτι μετὰ
12
τὴν ἐκβολὴν τῶν ῥηγῶν παρὰ Ῥωμαίοις καίτοι βασιλευομένοις
ἐχρημάτισεν. ἕτερον γὰρ τὸ τῆς ἐννόμου βασιλείας καὶ ἕτερον
τὸ τυραννίδος καὶ ἄλλο τὸ τῆς αὐτοκρατορίας ἀξίωμα· καὶ ὅπως,
διὰ βραχέων ἐρῶ. βασιλεύς ἐστιν ὁ τῶν ἑαυτοῦ ὑπηκόων πρῶ-
τος ψήφῳ ἐπιλελεγμένος ἐπὶ βάθραν τινὰ ὥσπερ καὶ κρηπῖδα,
τύχης κρείττονος ὑπὲρ τοὺς ἄλλους λαχών· ὡς Σοφοκλῆς περὶ
Αἴαντος εἶπεν ἔχειν αὐτὸν βάθραν τῆς ἀγχιάλου Σαλαμῖνος. ἴδιον
δὲ βασιλέως ἐστὶ τὸ μηδένα καθ' ἅπαξ τῶν τοῦ πολιτεύματος
νόμων σαλεύειν ἀλλ' ἐγκρατῶς τὴν ὄψιν τῆς ἑαυτοῦ πολιτείας
βασιλείᾳ διατηρεῖν· καὶ μηδὲν μὲν κατ' αὐθεντίαν ἔξω τῶν νόμων
πράττειν, τὸ δὲ τοῖς ἀρίστοις τοῦ πολιτεύματος συναρέσκον ψή-
φοις οἰκείαις ἐπισφραγίζειν, πατρὸς ἅμα καὶ ἡγεμόνος στοργὴν
περὶ τοὺς ὑπηκόους ἐνδεικνύμενον, ὁποῖον ἡμῖν θεὸς καὶ καιροῦ
δεξιότης ἐχαρίσατο. ἀλλ' οὐχ οὕτως ὁ τύραννος τοὺς ὑπ' αὐτῷ
πεσόντας διαθήσεται, πράξει δὲ κατ' ἐξουσίαν ἀλόγως εἴ τι καὶ
βούλεται, μηδὲ νόμους τιμᾶν ἀξιῶν, μηδὲ γράφειν μετὰ βουλῆς
ἀνεχόμενος, ταῖς δὲ οἰκείαις ὁρμαῖς ἐξαγόμενος. ἔστι γὰρ βασι-
λέως μὲν τρόπος ὁ νόμος, τυράννου δὲ νόμος ὁ τρόπος.
〈4〉 Τὸ γὰρ τῶν Καισάρων, ἤ γ' οὖν αὐτοκρατόρων, ἐπώνυμον
οὐδὲ βασιλείας ἀλλ' οὐδὲ τυραννίδος ἐστὶ σημαντικόν, αὐταρχίας
δὲ μᾶλλον καὶ αὐθεντίας τοῦ διοικεῖν τοὺς ἐξανισταμένους κατὰ
τῶν κοινῶν θορύβους ἐπὶ τὸ κάλλιον ἐπιτάττειν τε τῷ στρατεύ-
ματι πῶς ἂν δέοι μάχεσθαι τοῖς ἐναντίοις· imperare γὰρ τὸ ‘ἐπι-
τάττειν’ παρ' Ἰταλοῖς λέγεται, ἔνθεν ἰμπεράτωρ. ὅτι δὲ βασιλείας
οὐκ ἔστι σημαντικὸν τὸ αὐτοκράτορος ἢ Καίσαρος ὄνομα, δῆλον
ἄντικρυς τῷ καὶ τοὺς ὑπάτους καὶ μετ' ἐκείνους τοὺς Καίσαρας
τὸ τῶν λεγομένων ἰμπερατώρων ἀξίωμα τῆς ἐπωνυμίας λαβεῖν.
οὐδὲ γὰρ ἐπισήμοις τυραννικοῖς φαίνεται χρησαμένη ἡ τῶν Και-
14
σάρων ἀρχή, ἁλουργίδι δὲ μόνῃ, τὴν Ῥωμαίων βουλὴν ἀναβαί-
νουσα καὶ τὰς ἐν ὅπλοις δυνάμεις αὐτοκρατῶς, ὡς ἔφην, ἰθύ-
νουσα, ταύτῃ καὶ πρίγκιπας αὐτοὺς ἐκάλεσαν Ῥωμαῖοι, οἷον εἰ
πρώτην κεφαλὴν τῆς πάσης πολιτείας. τὸ γὰρ Καίσαρος ὄνομα
γένους ἐστὶ δεικτικὸν ἀπὸ τοῦ πρώτου Καίσαρος, ὥσπερ Φαβίων
καὶ Κορνηλίων καὶ Φλαυΐων καὶ Ἀνικίων, τούτου πρότερον παρὰ
βαρβάροις ηὑρημένου. Αἰγύπτιοι μὲν γὰρ ἀπὸ τοῦ πρώτου Φαραῶ-
νος τοὺς σφῶν βασιλέας ἐπεφήμιζον Φαραῶνας, καὶ Πτολεμαίους
ἀπὸ τοῦ πρώτου. ἐφυλάχθη οὖν παρὰ Ῥωμαίοις ἡ τοιαύτη τῶν
Καισάρων εὐταξία ἄχρι Διοκλητιανοῦ, ὃς πρῶτος στέφανον ἐκ
λίθου τιμίας συγκείμενον τῇ κεφαλῇ περιθεὶς ἐσθῆτά τε καὶ τοὺς
πόδας ψηφώσας ἐπὶ τὸ βασιλικὸν ἤ, τἀληθὲς εἰπεῖν, ἐπὶ τὸ τυραν-
νικὸν ἔτρεψεν, ἀνεμετρήσατό τε τὴν ἤπειρον καὶ τοῖς φόροις
ἐβάρυνεν.
〈5〉 Ὥστε τύραννος ἦν ὁ Ῥωμύλος, πρῶτον μὲν τὸν ἀδελφὸν
ἀνελὼν καὶ τὸν μείζονα, καὶ πράττων ἀλόγως τὰ προσπίπτοντα·
ταύτῃ καὶ Κυρῖνος προσηγορεύθη, οἷον εἰ κύριος, κἂν εἰ Διογε-
νιανῷ τῷ λεξογράφῳ ἄλλως δοκεῖ. οὐδὲ γὰρ ἀγνοήσας ὁ Ῥωμύ-
λος, ἢ οἱ κατ' αὐτόν, δείκνυται κατ' ἐκεῖνο καιροῦ τὴν Ἐλλάδα
φωνήν, τὴν Αἰολίδα λέγω, ὥς φασιν ὅ τε Κάτων ἐν τῷ Περὶ
Ῥωμαϊκῆς Ἀρχαιότητος Βάρρων τε ὁ πολυμαθέστατος ἐν Προ-
οιμίοις τῶν πρὸς Πομπήϊον αὐτῷ γεγραμμένων, Εὐάνδρου καὶ
τῶν ἄλλων Ἀρκάδων εἰς Ἰταλίαν ἐλθόντων ποτὲ καὶ τὴν Αἰο-
λίδα τοῖς βαρβάροις ἐνσπειράντων φωνήν. ἡ γὰρ γραμματικοῖς
παρὰ ταύτην εἰσαγομένη ἐτυμολογία (μετὰ συγγνώμης) βεβία-
σται· ἀπὸ Κύρεως γάρ, πολίχνης Σαβίνων, οὕτως αὐτὸν παρονο-
μασθῆναι βούλονται, καίπερ οὐχ ὁρμώμενον ἐκεῖθεν, ἐπὶ δὲ τοῦ
Παλατίνου βουνοῦ τεχθέντα τε παρὰ ταῖς ὄχθαις τοῦ Τιβέριδος
καὶ τραφέντα ἐκεῖ. κυρίους γὰρ ἑαυτοὺς καὶ δεσπότας ἀλλ' οὐ
βασιλέας τύραννοι φιλοῦσι καλεῖσθαι.
16
〈6〉 Κρεῖττον δὲ βασιλείας τὸ Καίσαρος ἀξίωμα, ὅτι καὶ δοῦ-
ναι βασιλέας πάλαι τοῖς ἔθνεσιν ἐπ' ἐξουσίας εἶχεν. μισητὸν γὰρ
καὶ Ῥωμαϊκῆς ἐλευθερίας ἀλλότριον δεσπότας, ἀλλὰ μὴ βασι-
λέας, τοὺς κρατοῦντας ὀνομάζειν καθ' ὅ τι δεσπότης ὄνομα κοι-
νόν ἐστιν αὐτοῖς καὶ τοῖς ἔνα δραπέτην κεκτημένοις, τὸ δὲ βασι-
λέων αὐτῶν καὶ μόνων. καὶ δῆλον ἄντικρυς ὅτι Ῥωμαίοις ἔθος
dominos τοὺς τυραννήσαντας ἀποκαλεῖν, ὡς δὴ Σύλλαν καὶ Μά-
ριον, καὶ δομινατίωνα τὴν τυραννίδα· ὡς καταρρίπτουσι τὴν
βασιλέων μεγαλειότητα οἱ πονηροὶ κόλακες, ἐξ ἀμαθείας δούλων
αὐτοὺς πρωτεύειν εἰσάγοντες ὅτι δὲ ἀληθές, ἔξεστι καὶ ἐκ τού-
των λαβεῖν. Αὔγουστός ποτε, ἢ τάχα Τιβέριος ὁ μετ' αὐτόν, πρὸς
ἑνὸς τῶν κολάκων δεσπότης ὀνομασθείς, ἐξαναστὰς ἀφῆκε τὸν
σύλλογον, ἀπαξιώσας, ὡς ἔφη, δούλοις διαλέγεσθαι. ἀλλ' ἤδη
πρότερον ὥσπερ ἐν τιμῇ τῆς ὕβρεως εἰσαχθείσης, ἀνέχεται ἡ τοῦ
ἡμερωτάτου βασιλέως ἡμῶν ἐπιείκεια, καίπερ ὑπὲρ πάντας τοὺς
πώποτε βεβασιλευκότας μετριάζοντος, καὶ δεσπότης, οἷον πατὴρ
ἀγαθός, ὀνομάζεσθαι. οὐχ ὅτι χαίρει ἀλλ' ἐρυθριᾷ μᾶλλον τοὺς
τιμᾶν οἰομένους δοκεῖν μὴ προσίεσθαι.
{ΠΕΡῚ ΤΩΝ ἘΠΙΣΉΜΩΝ ΤΟΥ ῬΗΓΌΣ}
〈7〉 Καὶ πρὸ Ῥωμύλου ἐπίσημα τῆς Λατίνων βασιλείας ἦν
θρόνος δρύφακτος καὶ στολὴ ἡ λεγομένη παρ' αὐτοῖς τραβέα
(ποδαπὴ δέ τις ἦν, μικρὸν ὕστερον ἐρῶ). ὅθεν ὁ Ῥωμαίων ποιη-
τὴς ἐν βιβλίῳ ἑβδόμῳ τῆς Αἰνηΐδος τὴν Λατίνου διαγράφων βα-
σιλείαν θρόνου καὶ τραβέας διαμέμνηται. τῷ γε μὴν Ῥωμύλῳ
καὶ στέφανος ἦν καὶ σκῆπτρον ἀετὸν ἔχον ἐπ' ἄκρου καὶ φαινόλης
λευκὸς ποδήρης, ἀπὸ τῶν ὤμων ἔμπροσθεν μέχρι ποδῶν πορφυ-
ροῖς ὑφάσμασιν ῥεραβδωμένος (ὄνομα δὲ τῷ φαινόλῃ τόγα, οἷον
18
εἰ σκέπασμα, ἀπὸ τοῦ τέγερε κατ' ἀντίστοιχον· οὕτω γὰρ τὸ
σκέπειν Ῥωμαῖοι καλοῦσιν) καὶ ὑπόδημα φοινικοῦν (κόθορνος
ὄνομα αὐτῷ κατὰ τὸν Κοκκήϊον). καὶ κοινὸν ἦν τουτὶ τὸ σχῆμα
τῆς λεγομένης τόγας αὐτῷ τε τῷ λεγομένῳ ῥηγὶ τοῖς τε ὑπηκόοις
ἐπ' εἰρήνης. ἡ μέντοι τραβέα μόνου τοῦ ῥηγὸς ἐτύγχανε παρα-
τοῦρα, οἷον εἰ στολὴ ἐπίσημος. χιτὼν δὲ ἦν καὶ περιβόλαιον
ἡμικύκλιον, ὃ πρῶτον Ἀγαθοκλέα τὸν Σικελίας τύραννον ἐξευ-
ρεῖν λόγος. τὸν δὲ θρόνον σόλιον ἐπιχωρίως ὠνόμαζον, ἀντὶ τοῦ
σελλίον κατ' ἀντίστοιχον, ὥς φησιν ὁ Ῥωμαῖος Ἄσπρος· ἢ καὶ
ἄλλως σόλιον, ἀντὶ τοῦ σόλιδον, ἐκάλουν, οἷον εἰ ὁλόκληρον
στέλεχος γὰρ ἁδρὸν εἰς κυτίδα καὶ καθέδρας τύπον ἐξορύττον-
τες ἀπετέλουν βῆμά τι βασιλείᾳ, ἵνα ὥσπερ ἔν τινι θήκῃ κατη-
σφάλισται τὸ σῶμα τοῦ βασιλέως, ἔκ τε νώτου ἔκ τε πλευρᾶς
ἑκατέρας μηδεμιᾶς ἁρμογῆς ἢ προσθέτου ξύλου σφίγγοντος τὴν
καθέδραν ἅπαξ ὁλοτελῆ καὶ ὁλόκληρον τυγχάνουσαν. ταύτῃ σό-
λιον τὸν βασιλέως θρόνον ἐκάλουν.
〈8〉 Πρὸς τούτοις ἡγοῦντο τοῦ Ῥωμύλου πελέκεις δυοκαίδε-
κα πρὸς τὸν ἀριθμὸν τῶν γυπῶν, ὧν εἶδεν ἀρχόμενος θεμελιοῦν
τὴν πόλιν. Πρίσκου δὲ Ταρκυνίου τοῦ ῥηγὸς ὕστερον Θούσκους
καὶ Σαβίνους πολέμῳ νικήσαντος, προσετέθησαν τοῖς τῆς βασι-
λείας γνωρίσμασι δόρατα ἐπιμήκη, ὡσαύτως τὸν ἀριθμὸν δυοκαί-
δεκα, ἀκροξιφίδας μὲν οὐκ ἔχοντα, ᾐωρημένας δὲ λοφιάς (κα-
λοῦσι δὲ αὐτὰς οἱ μὲν Ῥωμαῖοι ἰούβας, οἱ δὲ βάρβαροι τούφας,
βραχύ τι παραφθαρείσης τῆς λέξεως)· βήξιλλα πρὸς τούτοις,
οἷον εἰ δόρατα μακρά, ἐξηρτημένων ὑφασμάτων (φλάμμουλα
αὐτὰ ἀπὸ τοῦ φλογίνου χρώματος καλοῦσιν), περὶ ὧν ἐν τοῖς
Περὶ Μηνῶν γραφεῖσιν ἡμῖν ἀποχρώντως ἀνενήνεκται.
20
〈9〉 Τοιαῦτα μὲν τὰ ἐπίσημα τῆς τότε βασιλείας. περὶ δὲ τῆς
ἐν ὅπλοις στρατείας Πάτερνος ὁ Ῥωμαῖος ἐν πρώτῃ Τακτικῶν
αὐτοῖς ῥήμασι καθ' ἑρμηνείαν ταῦτά φησιν· ‘ὁ Ῥωμύλος δεκου-
ρίωνας τῶν ἱερῶν φροντιστὰς προεστήσατο, τοὺς αὐτοὺς καὶ
κεντουρίωνας τῶν πεζικῶν ταγμάτων ὀνομάσας. τρισχιλίων γὰρ
ὄντων πεζῶν ἀσπιδιωτῶν, ἑκάστης ἑκατοντάδος ἡγεμόνα προὔ-
θηκεν, ὃν Ἕλληνες μὲν ἑκατόνταρχον, Ῥωμαῖοι δὲ κεντουρί-
ωνα καλοῦσιν, ὡς εἶναι τοὺς πάντας ἑκατοντάρχους λ̅ καὶ
τοσούτους δὲ μανίπλους, οἷον εἰ σημειοφόρους. ἐκ δὲ τῆς στρα-
τιᾶς τριακοσίους σκουτάτους (ὡς Ῥωμαῖοί φασιν, ἀντὶ τοῦ ἀσπι-
διώτας) ’πρὸς φυλακὴν ἰδίαν ἀφώρισεν (καὶ μικρὸν ὕστερον
εἰρήσεται, τί μέν ἐστι κλιπεᾶτος, τί δὲ σκουτᾶτος στρατιώτης)·
προστέθεικε δὲ καὶ τριακοσίους ἱππότας ταῖς δυνάμεσιν, Κελε-
ρίῳ τινὶ οὕτω καλουμένῳ τὴν φροντίδα τούτων παραδούς. ταύτῃ
συνεκδοχικῶς ἅπας ὁ στρατὸς κελέριοι τότε προσηγορεύθησαν.
ἐν τρισὶ δὲ ἑκατοντάσι συναγομένης τῆς ἱππικῆς δυνάμεως, τρισὶν
ἐπωνύμοις αὐτὰς διέστειλεν, Ῥαμνίτας καὶ Τιτίους ἱστῶν καὶ
Λούκερας.‘ τὰς δὲ αἰτίας τουτωνὶ τῶν ὀνομάτων ἐν τοῖς Περὶ
Μηνῶν, ὡς εἴρηται, τεθεῖσιν ἡμῖν ἀποδεδώκαμεν.
〈10〉 Εἰπεῖν δὲ καιρός, τί διαφέρει σκοῦτον κλιπέου. σκοῦτον
τοίνυν οἱ Ῥωμαῖοι καλοῦσι τὸ ἰσχυρὸν ἅμα καὶ ἰσχνόν, ὅπερ
Ἕλληνες στιπτὸν ὀνομάζουσιν, ἀντὶ τοῦ στιβαρόν, ὡς Ἀριστο-
φάνης ἐν Ἀχαρνεῦσι ’στιπτοὶ γέροντες, Μαραθωνομάχοι πρίνι-
νοι‘. ταύτῃ καὶ σκουτλᾶτα τὰ ἰσχνά τε καὶ στεγνὰ καὶ κοῦφα τῶν
ἐσθημάτων καλοῦσιν οἱ Ῥωμαῖοι. τοιαύτη δὲ ἡ τῆς ἀσπίδος κα-
22
τασκευή· ἀβαρὴς μὲν γάρ ἐστιν, ὡς ἰσχνή, καρτερωτάτη δὲ καὶ
ταῖς πληγαῖς οὐκ εὐχερῶς ἐνδιδοῦσα. κλίπεον δὲ Ῥωμαῖοι τὸν
θυρεὸν καλοῦσιν ἀπὸ τοῦ κλέπτειν καὶ καλύπτειν τὸν ἐπιφερό-
μενον αὐτόν. Ἑλλήνων γὰρ ἴδιον καὶ μόνων ἀσπίσι τροχωτάταις
ἐν πολέμῳ χρῆσθαι, βαρβάρων δὲ θυρεοῖς· πρὸς γὰρ τὸ κατεπεῖ-
γον τῆς μάχης τὰς θύρας ἀνασπῶντες ὡς σκεπάσμασιν αὐταῖς
εἰώθασι χρῆσθαι.
〈11〉 Ἔστι δὲ καὶ ἕτερον εἶδος ἀσπίδος βραχυτέρας, ἃς πεζο-
μαχεῖν οἱ ὑπὲρ Ἴστρον οὐκ ἰσχύοντες ἐπὶ τῶν ἵππων κομίζουσιν
(πάρμαν αὐτὴν Ἰταλοὶ καλοῦσιν), ὡς εἰ πέλτας οἱ Σκύθαι. ἀγκί-
λιον πρὸς τούτοις τοῖς ἀρχαίοις γέγονεν (οὐδὲ γὰρ νῦν), εἶδος
ἀσπιδισκαρίου, ἐξ οὗ καὶ ἀγκίλλας τὰς δορικτήτους γυναῖκας
ὠνόμασαν. τὴν γὰρ ἀρέσκουσαν αὐτῷ τυχὸν γυναῖκα ὁ στρατιώ-
της ἔσκεπε τῷ ἀγκιλίῳ ἐπὶ τῆς ἐφόδου ὡς μὴ βλάπτοιτο πρός
τινος, οἷα φυλαττομένη τῷ σώσαντι. ταύτῃ καὶ σέρβους τοὺς δού-
λους ἀπὸ τοῦ φυλαχθῆναι ἐκ τοῦ πολέμου Ἰταλοὶ καλοῦσιν· τοὺς
δὲ μὴ δορικτήτους ἀλλ' ἐλευθέρους μὲν τὴν τύχην, δι' ἔνδειαν
δὲ δουλεύοντας φαμούλους, ὅτι φάμης ὁ λιμὸς προσαγορεύεται.
ἀγκίλια δὲ ἐξ Ἑλληνικῆς, Αἰολικῆς 〈λέγω〉, σημασίας εἴρηται,
ὡς ἂν εἰ ἀμφίλεια· τὰ γὰρ πελτάρια τῶν Ἀμαζόνων τοιαῦτα.
〈12〉 Στολὴ δὲ τότε παντὶ τῷ Ῥωμαϊκῷ στρατεύματι μία· περι-
κεφαλαία χαλκῆ καὶ θώραξ κρικωτὸς καὶ ξίφος πλατύ, κολοβόν,
αἰωρημένον ἐπὶ τοῦ εὐωνύμου μηροῦ, καὶ ἀκόντια ἐπὶ τῆς δεξιᾶς
δύο, γλωχῖνας πλατεῖς ἔχοντα, περικνημῖδές τε ὑφανταὶ μέλαιναι
καὶ ὑποδήματα τοῖς ποσίν, ἅπερ Ἕλληνες μὲν ἀρβύλας, Ῥω-
μαῖοι δὲ γάρβολα καὶ κρηπῖδας ὀνομάζουσιν· οὐχ ἁπλῶς πως
οὐδὲ ἀλόγως. ἐν γὰρ ταῖς Εἰκόσι Τερέντιος ὁ ἐπίκλην Βάρρων
24
(τὸ δὲ Βάρρωνος ἐπώνυμον τὸν ἀνδρεῖον κατὰ τὴν Κελτῶν
φωνήν, κατὰ δὲ Φοίνικας τὸν Ἰουδαῖον σημαίνει, ὡς Ἑρέννιός
φησιν) Αἰνείαν οὕτως ἐσταλμένον εἰς Ἰταλίαν ἐλθεῖν ποτε ἀνε-
γράψατο, ἰδὼν αὐτοῦ τὴν εἰκόνα, ὡς εἶπεν, ἐκ λίθου λευκοῦ ἐξε-
σμένην ἐπὶ κρήνης ἐν τῇ Ἄλβῃ. καὶ πανάληθες μᾶλλόν ἐστιν· καὶ
γὰρ ὁ Ῥωμαίων ποιητὴς ἐν τῷ πρώτῳ τῆς Αἰνηΐδος οὕτως ἐσταλ-
μένον αὐτὸν καὶ πλανώμενον σὺν Ἀχάτῃ ἐν τῇ Λιβύῃ εἰσήγαγεν.
σάρακας δὲ ἐπ' εἰρήνης θηρείους ἐξ ὤμων ἄνωθεν ἕως κνημῶν
ἐξηρτημένας περιετίθεντο, κοσμοῦντες αὐτῶν τοὺς λεγομένους
ποδεῶνας, καὶ γλούβας αὐτοὺς ὀνομάζοντες, οἷον εἰ δοράς, ὅτι
γλουβᾶρε τὸ ἐκδεῖραι Ῥωμαίοις ἔθος καλεῖν. καὶ οὐ τοῖς στρα-
τιώταις οὕτως ἐστάλθαι μόνοις ὁπλοφοροῦσι νόμος ἀλλὰ καὶ
αὐτοκράτορσιν. τῶν δὲ νῦν στρατιωτῶν βαρβάρους ζηλωσάντων,
ἐκείνων δὲ αὐτούς, παρὰ μόνοις τοῖς τοῦ παλατίου φύλαξιν (λέ-
γονται δὲ παρὰ Ῥωμαίοις ἐκσκουβίτωρες, οἷον εἰ φύλακες ἄγρυ-
πνοι, οὓς πρῶτος μετὰ Ῥωμύλον Τιβέριος Καῖσαρ ἐξεῦρεν) τὸ
τοιοῦτο παραπέμεινε σχῆμα ἀπὸ Ῥωμύλου, ὡς ἔφην, ἐξ Αἰνείου
τὴν ἀρχὴν ἔχον. οὐδὲ γὰρ ἐξῆν Ῥωμαίοις βαρβαρικὴν στολὴν
περιθέσθαι· καὶ τοῦτο Τράγκυλλος ἐν τοῖς Περὶ Αὐγούστου δια-
μέμνηται. ἰδόντα γάρ φησι τὸν Αὔγουστον ἐν τῷ ἱπποδρομίῳ
τινὰς τῶν Ῥωμαίων ἐπὶ τὸ βαρβαρικὸν ἐσταλμένους ἀγανακτῆ-
σαι, ὡς ἐν ἀκαρεῖ τοὺς καταγνωσθέντας ἀποβαλόντας τὸ βάρβα-
ρον μόγις ἐπιγνωσθῆναι τῷ Καίσαρι. τοιαύτη μὲν οὖν ἡ Ῥωμύ-
λου στρατιά.
〈13〉 Καὶ τὰς λεγομένας δὲ ἀττηνσίωνας πρὸς θεραπείαν τῶν
ῥηγῶν ἐπινοηθῆναι στοχάζομαι πρὸς βασταγὴν καὶ φορὰν τῶν
ἀναγκαίων, ὥσπερ νοκτούρνους πρὸς ἔπιπλα καὶ τὰ ἄλλα ὅσα
πρὸς κοῖτόν ἐστι χρήσιμα· Κικέρων γὰρ ὁ πολὺς ἐν τοῖς Κατὰ
26
Βέρρου μέμνηται τουτουῒ τοῦ ὀνόματος. ἀττήνσους τοὺς οἰκια-
κοὺς ὑπηρέτας τῶν ῥηγῶν ὠνόμαζον ἀπὸ τοῦ προσανέχειν καὶ
πειθαρχεῖν· ἀττένδερε γὰρ οἱ Ῥωμαῖοι τὸ φιλονεικεῖν λέγουσιν.
{ΠΡΏΤΗ ΠΡΟΑΓΩΓῊ Ὁ ἽΠΠΑΡΧΟΣ}
〈14〉 Ὡς οὖν εἴρηταί μοι, τὴν μὲν πεζομάχον δύναμιν τοῖς
ἑκατοντάρχοις, τὴν δὲ ἱππικὴν Κελερίῳ τῷ πρὶν τῆς ὅλης ἠγησα-
μένῳ στρατιᾶς παραδέδωκεν, πάσης αὐτὸν δυνάμεως καὶ τύχης
καὶ διοικήσεως κρατεῖν ἐγκελευσάμενος, ὡς ἕτερον οὐθὲν ἢ μό-
νον τὸν στέφανον τὴν βασιλείαν παρὰ τῶν ἱππάρχων κατασχεῖν
ἐξουσίαν ἀδέσποτον ἑαυτῇ. ταύτην τὴν ἀρχὴν οἵ τε ῥῆγες οἵ τε
δικτάτωρες ἔσχον ἅπαντες καὶ τὸ λοιπὸν οἱ Καίσαρες, ἔπαρχον
τὸν ἵππαρχον μετονομάσαντες. καὶ μάρτυς Αὐρήλιος ὁ νομικός,
ῥήμασιν αὐτοῖς πρὸς ἑρμηνείαν οὕτως εἰπών· ’διὰ βραχέων εἰπεῖν
χρειῶδές ἐστι πόθεν τὴν ἀρχὴν 〈ὁ〉 τῶν πραιτωρίων ὕπαρχος
ἔσχεν. ἀπὸ τοῦ ἱππάρχου ἦν μᾶλλον· εἰς τόπον γὰρ ἐκείνου τὸν
ἔπαρχον προχειρισθῆναι πᾶσι τοῖς ἀρχαίοις 〈παραδέδοται ἐπεὶ
τοῖς δικτάτωρσι παρὰ τοῖς ἀρχαίοις〉 ἔστιν οἷς ἡ πᾶσα πρὸς και-
ρὸν ἐξουσία τῶν πραγμάτων ἐπιστεύετο, ἐπελέγοντο γὰρ ἑαυτοῖς
ἡγεμόνα τῶν ἱππέων ἕκαστος κοινωνὸν ὥσπερ τῆς ἀρχῆς καὶ
διοικήσεως τῶν πραγμάτων. τοῦ δὲ κράτους ὕστερον ἐπὶ τοὺς
αὐτοκράτορας μετενεχθέντος, πρὸς ὁμοίωσιν τοῦ ἱππάρχου 〈ὁ〉
τῶν πραιτωρίων προῆλθεν ἔπαρχος. καὶ δέδοται αὐτῷ μείζων ἢ
κατ' ἐκεῖνον ἰσχὺς τῆς τε διοικήσεως τῶν πραγμάτων τῆς τε κα-
28
ταστάσεως καὶ ἀσκήσεως τῶν στρατευμάτων καὶ ἐπανορθώσεως
ἁπάσης καὶ εἰς τοσοῦτον ὑπεροχῆς προελθεῖν, ὡς μηδενὶ ἐξεῖναι
πρὸς ἔφεσιν ὁρμᾶν ἢ ὅλως ἐγκαλεῖσθαι τὴν αὐτοῦ κρίσιν.‘
〈15〉 Καὶ τόδε μὲν ὁ νομογράφος, ὅτι δέ, κἂν εἰ τυχὸν πρε-
σβυτέρα καὶ μείζων τῶν ἀρχῶν ἁπασῶν 〈ἡ〉 ἐπαρχότης τῶν πραι-
τωρίων εἶναι δέδοται, καὶ χρειῶδες ἦν ἅμα καὶ ἁρμόδιον δι'
ὅλης αὐτῆς τῆς τάξεώς τε καὶ δυνάμεως ἐξαγαγεῖν τὸν λόγον·
ἀλλ' οὖν ἐπειδὴ μὴ ἀπ' ἀρχῆς, ἀπὸ δὲ τοῦ Αὐγούστου ἀντὶ τοῦ
ἱππάρχου, ὡς ἔφην, προεχειρίσθη, ἀρκέσει τέως περὶ τῆς ἀρχαι-
ότητος εἰπεῖν, καὶ ὅθεν ἡ ἐπαρχότης ἔχει τὰ σπάργανα· εἶτα μετὰ
τὴν ἀφήγησιν τῶν παλαιοτέρων ἀρχῶν ἐν προοιμίοις τῆς Αὐγού-
στου βασιλείας, ἐξ ἧς, ὡς ἔφην, καὶ τὰ προοίμια ἔσχεν ἡ ἀρχή,
ἐφ' ἑξῆς ἅπαντα ὅσων τε κατὰ σμικρὸν ἀφηρέθη, εἶτα δὲ καὶ περὶ
τῆς ὑπ' αὐτὴν τελούσης μεγίστης ὡς ἀληθῶς τάξεως, ἐν ᾗ κἀμὲ
τελέσαι συμβέβηκεν, λεπτομερῶς ἀφηγήσομαι (καὶ γὰρ ἐπίστα-
μαι οὐκ ἀκοῇ ἀλλ' αὐτοῖς ἔργοις ὑπουργήσας τοῖς πράγμασιν),
εὐχαριστήριον ὥσπερ ἀνάθημα προσφιλὲς τοῖς ἐφόροις τῆς ἀρχῆς
ἀναφέρων, διαθρέψασιν ἅμα κοσμίως ἡμᾶς καὶ μετὰ θεὸν τὸν
πάντων κύριον γέρα τε τῶν πόνων καὶ πέρας ἐσθλὸν καὶ τύχην
κρείττονα παρεσχηκόσιν.
{ΔΕΥΤΈΡΑ ΠΡΟΑΓΩΓῊ ΟἹ ΠΑΤΡΊΚΙΟΙ}
〈16〉 Δῆλον ἄντικρυς ἑκατὸν τὸν ἀριθμὸν γέροντας ἐκ πασῶν
τῶν κουριῶν, ἀντὶ τοῦ φυλῶν, ἐπιλέξασθαι τὸν Ῥωμύλον πρὸς
διάσκεψιν τῶν κοινῶν, οὓς αὐτὸς μὲν πατέρας, Ἰταλοὶ δὲ πατρι-
κίους ἐκάλεσαν, ἀντὶ τοῦ εὐπατρίδας· μετὰ δὲ τὴν ἁρπαγὴν τῶν
Σαβίνων conscriptos αὐτοὺς ἐπονομάσας, οἷον εἰ συγγεγραμ-
30
μένους (ὅθεν patres conscripti οἱ Ῥωμαίων ἄρχοντες ἔτι καὶ νῦν
χρηματίζουσιν) καὶ ἑτέρας δὲ τριάκοντα κουρίας καὶ τοσούτους
ἑκατοντάρχους καὶ τριακοσίους ἑτέρους ἱππότας ἐκ τοῦ Σαβίνων
ἔθνους τῷ Ῥωμαϊκῷ συνηρίθμησε στρατῷ, ὡς εἶναι πάντας ἑξα-
κισχιλίους μὲν πεζομάχους, ἑξακοσίους δὲ ἱππότας. καὶ τοῦτον
τὸν ἀριθμὸν ὁ Μάριος ὕστερον διεφύλαξεν, τὰς λεγομένας λε-
γιῶνας, οἷον εἰ λογάδας, διατυπῶν, καὶ Λέων δὲ ὁ βασιλεὺς πρῶ-
τος τοὺς λεγομένους ἐκσκουβίτωρας τῶν παρεξόδων τοῦ παλα-
τίου φύλακας προστησάμενος τριακοσίους μόνους ἐστράτευσε
κατὰ τὴν ἀρχαιότητα.
〈17〉 Ἐπίσημα δὲ τοῖς πατράσιν, ἤ τοι πατρικίοις, ἦν δίπλακες
μὲν ἤ τοι χλαμύδες ἄχρι κνημῶν ἐξ ὤμων διήκουσαι, περόναις
χρυσαῖς ἀνεσταλμέναι, τὸ χρῶμα ξηραμπέλινοι, πορφύρᾳ κατὰ
μέσου διάσημοι (λατικλαβίας αὐτὰς ὠνόμαζον· τὰς δὲ χλαμύδας
ἀτραβαττικὰς ἐκ τοῦ χρώματος, ὅτι τὸ φαιὸν κατ' αὐτοὺς ἄτρον
προσαγορεύεται)· καὶ παραγῶδαι, χιτῶνες λογχωτοί, ἀκροπόρφυ-
ροι, λευκοὶ δι' ὄλου, περιχερίδας ἔχοντες (μανίκας αὐτὰς ἐκεῖνοι
λέγουσιν)· τοὺς δὲ τοιούτους χιτῶνας παραγαύδας τὸ πλῆθος
οἶδεν ὀνομάζειν· ἀρχαῖος ὅμως χιτὼν ὁ παραγαύδης, Πέρσαις
καὶ Σαυρομάταις ἐπίσημος, ὡς Διογενιανῷ τῷ λεξογράφῳ εἴρη-
ται· περισκελίδες τε λευκαί, ὄλον τὸ σκέλος σὺν τοῖς ποσὶ σκέ-
πουσαι, καὶ ὑπόδημα μέλαν, ὑποσάνδαλον, δι' ὅλου γυμνόν, βρα-
χεῖ τινι ἀναστήματι τὴν πτέρνην, ἐπ' ἄκρου δὲ τοὺς δακτύλους
τῶν ποδῶν συσφίγγον, ἱμάντων ἑκατέρωθεν ἐπὶ τοὺς ἀστραγά-
λους ὑπὸ τὸ ψαλίδωμα τοῦ ποδὸς διελκομένων, ἐπὶ τὸ στῆθος
ἀνθυπαντώντων ἀλλήλοις καὶ διαδεσμούντων τὸν πόδα, ὥστε
βραχὺ λίαν ἔκ τε δακτύλων ἔμπροσθεν καὶ ἐξόπισθεν διαφαίνε-
32
σθαι τὸ ὑπόδημα, ὄλον δὲ τὸν πόδα τῇ περισκελίδι διαλάμπειν.
κάμπαγον αὐτὸ καλοῦσιν ἐκ τῆς ἐπὶ τὸν κάμπον, οἷον εἰ τὸ πεδίον,
χρείας ἔτι καὶ νῦν· ἐπὶ γὰρ τοῦ πεδίου γινόμενοι τὰς προαγωγὰς
τῶν ἀρχόντων Ῥωμαῖοι ἐπετέλουν, ἐφ' οὗ τοῖς τοιούτοις ἐστέλ-
λοντο ὑποδήμασιν. τουτονὶ τὸν κάμπαγον Θούσκων γενέσθαι τὸ
πρὶν ὁ Λέπιδος ἐν τῷ Περὶ Ἱερέων φησίν.
〈18〉 Πρόοδος δὲ τοῖς πατρικίοις ἐκ ποδὸς μὲν οὐδέποτε ἀλλ'
οὐδὲ ἱππικὴ (κοινὴ γὰρ ἐδόκει), ὀχήμασι δὲ ἐπισήμοις ἐφ' ὑψη-
λοῦ τῆς καθέδρας ἀναστρωννυμένοις, τεσσάρων ἡμιόνων ἑλκόν-
των τὸ ὄχημα ἐκ χαλκοῦ Κορινθίου, εἰς πλῆθος σχημάτων καὶ
τύπων ἀρχαιοφανῶν διαγεγλυμμένων. οὐδὲ γὰρ ἵππους ἐξῆν
ὑποζεῦξαι τῷ ὀχήματι εἰ μή γε μόνοις τοῖς βασιλεῦσιν· θριαμβικὴ
γὰρ ἡ μετὰ τῶν ἵππων ἐν ὀχήματι πρόοδος. βουριχάλλια δὲ τὰς
ἁμάξας ἐκ τῶν βοῶν ἐκάλουν· ὧν ἄνευ, ἐπεὶ μὴ φορτίον ἐπέ-
κειτο, ἡμιόνοις ἐπίστευον τὸν ζυγόν.
{ΤΙΝΟΣ ΧΆΡΙΝ ΤᾺΣ ΠΡΟΓΡΑΦᾺΣ ΤΩΝ ἈΞΙΩΜΆΤΩΝ
ΟἹ ῬΩΜΑΙΟΙ ΤΊΤΛΟΥΣ ΚΑΛΟΥΣΙΝ}
〈19〉 Τίτος Τάτιος, Σαβίνων ἡγούμενος, ὡς ἔφθην εἰπών,
συναφθεὶς τοῖς Ῥωμαίοις οὕτως ἥνωσεν ἄμφω τὰ ἔθνη, ὡς μηκέ-
τι δύο, μίαν δὲ καὶ μόνην ἀναφέρεσθαι τὴν Ῥωμαίων πολιτείαν.
ὅτι δὲ ’Τίτος Τάτιος‘ τὴν προσηγορίαν ἐκεῖνος εἶχεν, ὑποκορι-
στικῶς τίτουλον ἀπὸ τοῦ πρώτου Τίτου τὴν προγραφὴν τῆς εὐγε-
νείας ἐκάλεσαν καὶ Τίτους τοὺς ἐκ προγόνων εὐγενεῖς, ὥς φησι
Πέρσιος ὁ Ῥωμαῖος.
〈20〉 Τοιαῦτα μέν τινα περὶ τῶν ἀξιωμάτων, πάσης δὲ τιμῆς
πρώτην ἐλογίζοντο οἱ τῆς Ῥώμης εὐπατρίδαι τὴν ἀπὸ τῶν χα-
ρισμάτων εὐφημίαν· καὶ ὅσῳ πλείους εἶχον τοὺς οἰκειουμένους
αὐτοῖς τοσούτῳ μείζονα τὴν εὐδοξίαν παρὰ τοὺς ἐλάττονας
〈ἔχοντας〉 ἐλογίζοντο. καὶ μάρτυς ὁ Ῥωμαῖος Ἰουβενάλιος, εἰπὼν
34
καὶ ὑπατειῶν καὶ θριάμβων καὶ τῶν ἐν πολέμοις ἀνδραγαθη-
μάτων πρώτην γενέσθαι τοῖς ἀρχαίοις τὴν ἀπὸ τῶν χαρισμάτων
εὔκλειαν. τοὺς δὲ οἰκειουμένους αὐτοῖς κλιέντης, ἀντὶ τοῦ κο-
λιέντης κατ' ἀντίστοιχον, πατρίως ἐκάλουν, οἷον εἰ τιμῶντας καὶ
ἀγαπῶντας αὐτούς, σὺν πάσῃ τιμῇ καὶ μετριότητι τὰς δωρεὰς
χαριζόμενοι, ὥστε φιλοτιμίας τὰς τῶν φίλων τιμὰς ὀνομάζειν.
οὐδεὶς δέ, τυχὼν οἰκειώσεως εὐπατρίδου, ἔχρησεν ἑτέρου τὸ
λοιπὸν πρὸς τὴν τοῦ ὅλου βίου παραμυθίαν, αἶσχος οἰομένων
αὐτῶν καὶ τῆς οἰκείας τύχης ἀπόστασιν εἴ πού τις τῶν φίλων
αὐτοῖς εἰς ἑτέρου κατέστη χρείαν. καὶ τουτουῒ ἴχνος ἀμαυρὸν
ἕως ἄρτι παρὰ Ῥωμαίοις ἐφυλάττετο. περὶ γὰρ τὴν Ὀστίαν (πό-
λις δέ ἐστιν ἐπὶ τῶν ἐκβολῶν τοῦ Θύβριδος κειμένη) ἀπέστελ-
λον οἱ τῆς Ῥώμης λογάδες τοὺς οἰκειοτάτους, καθάπερ τι θήρα-
μα καλόν, τοὺς ἀναγομένους ξένους λαμβάνοντας πρὸ τῶν ἄλλων
ἄγειν ὡς αὐτούς, πρὸς πάσης ἀφθονίας ἐπίδοσιν ἀνεῳχθεισῶν
ἅπασι τῶν αὐλείων θυρῶν τῆς οἰκίας τοῦ μείζονος, μηδενὸς φύλα-
κος ἢ θυρωροῦ διακωλύοντος τοῖς δεομένοις τὴν εἴσοδον, αὐτῶν
τῶν εὐπατριδῶν σὺν γαμεταῖς καὶ τέκνοις προφαινομένων τοῖς
ξένοις καὶ θαρρεῖν ἀξιούντων τοὺς οὐδέποτε ὀφθέντας αὐτοῖς.
διῆλθε δὲ ὅμως καὶ ἐπὶ τὴν καθ' ἡμᾶς Ῥώμην ἡ τοιαύτη φι-
λανθρωπία καὶ τὸ λοιπὸν οὐκ ἔστη, τῶν ἐν ἡμῖν ἐνδόξων ἄχρις
ἑαυτῶν τὴν ὑπεροχὴν τῆς τύχης ἐνδεικνυμένων.
{ΠΌΘΕΝ ΔΙΏΝΥΜΟΙ ΚΑῚ ΤΡΙΏΝΥΜΟΙ ΚΑῚ ἜΤΙ
ῬΩΜΑΙΟΙ}
〈21〉 Καὶ πρὸ Ῥωμύλου δὲ ἄν τις εὕροι Σιλβίους τοὺς βασι-
λέας τῆς χώρας ἐπονομαζομένους ἀπὸ Σιλβίου Αἰνείου τοῦ ἀπὸ
Αἰνείου τοῦ πρώτου. ἐν γὰρ ταῖς ὕλαις τὰς οἰκήσεις ἔχοντες οἱ
πρὶν καὶ τὸν νομαδικὸν τιμῶντες βίον Σιλβίους σφᾶς σεμνυνό-
μενοι προσηγόρευον, μηδὲ αὐτῶν βασιλέων ἀπαξιούντων νέμειν
ἀγέλας καὶ χρήματα συλλέγειν αὐτῶν· ὅθεν καὶ πεκουνίας κατ'
36
αὐτοὺς τὰ χρήματα καλοῦσιν. ταύτῃ καὶ κύνας παρέπεσθαι
Εὐάνδρῳ ποτὲ τῷ Τεγεάτῃ ἡ παλαιότης οἶδεν. καὶ οὐ μόνον
ἀνδράσι τὸ Σιλβίων ἐπώνυμον ἀλλὰ καὶ γυναιξὶν ἐπετίθετο, ὡς
Ῥέᾳ Σιλβίᾳ καὶ Ἰλίᾳ Σιλβίᾳ. μετὰ δὲ τὴν τῆς Ῥώμης γένεσιν
καὶ τὴν ἁρπαγὴν τῶν Σαβίνων πρῶτος ὁ βασιλεὺς Νουμᾶς
διώνυμος ἐχρημάτισεν, Πομπίλιος Νουμᾶς προσαγορευόμενος· ὧν
τὸ μὲν Ῥωμαίων, τὸ δὲ Σαβίνων ἐπώνυμον ἦν. οὐδὲ γὰρ πρὸ
αὐτοῦ εὕροι 〈ἄν〉 τις Ῥωμύλον ἤ τινα ὅλως πρὸ τῆς Σαβίνων πρὸς
Ῥωμαίους συναφείας παρὰ τὴν οὖσαν αὐτῷ κυρίαν προσηγορίαν
κτησάμενον.
〈22〉 Καὶ τότε μὲν σπουδὴ καὶ κόσμος ἦν ἐκείνοις τῇ ἐξ ἑκατέρας
γενεᾶς σεμνύνεσθαι προσηγορίᾳ, προϊὼν δὲ ὁ χρόνος ἐπωνυμίας
εἰσήγαγε καινάς, νῦν μὲν ἀπὸ Τρωϊκῆς εὐγενείας, νῦν δὲ ἀπὸ
τῶν λεγομένων Ἀβοριγίνων καὶ αὐτοχθόνων τῆς χώρας (καὶ γὰρ
ἴσμεν Κέθηγον ἐξ ἐκείνων τῶν γηγενῶν ἕλκειν τὸ γένος ἀξιοῦντα,
γυμνὸν ἐσθῆτος, μόνης αὐτῷ τόγης τραχείας περὶ τοῖς στέρνοις
κειμένης, ἐπ' ἀγορᾶς γινόμενον, καίτοι βουλευτικοῖς ὠγκωμένον
γνωρίσμασιν), εἶτα δὲ καὶ ἀπὸ τρόπου ἢ διαθέσεως, ὡς Πούπλιος
Βαλέριος Πουπλικόλας, ὧν αἱ μὲν δύο ἐπωνυμίαι τὴν ἐκ Ῥω-
μαίων, ὡς ἔφην, καὶ Σαβίνων παρεδήλουν λαμπρότητα, ἡ δὲ
τρίτη τὴν ἐκ τῆς περὶ τὸν δῆμον στοργῆς ἐδείκνυ διάθεσιν. καὶ
τάχα χρειῶδες ἀντὶ πολλῶν μετρίων ἐπιμνησθῆναι τοιουτωδῶν
περιττωμάτων· οὐδὲ γὰρ σχολὴν ἄγω περὶ ταύτην ἀπραγῆσαι τὴν
ζήτησιν, ἱκανὴν οὖσαν καθ' ἑαυτὴν καὶ μόνην μεγίστας ἀπασχο-
λῆσαι βίβλους.
〈23〉 Πρόκουλον τοιγαροῦν τὸν ἀποδημοῦντι τεχθέντα τῷ πα-
τρί, καὶ Πόστουμον τελευτήσαντι, καὶ Βώπισκον τὸν δίδυμον μὲν
συλληφθέντα, τοῦ δὲ ἑτέρου φθαρέντος σῳζόμενον, καὶ Καίσαρα
τὸν ἀνατμηθείσης τῆς μητρῴας γαστρὸς θανούσης ἀποσωθέντα
ἐκάλουν, καὶ Φλάκκον τὸν ὦτα μείζονα ἔχοντα, καὶ Ναίβιον τὸν
ἀλφώδη, καὶ Λούκιον Λικίνιον Κράσσον, ὧν τὸ μὲν πρῶτον 〈τὸν〉
ἀνίσχοντος ἡλίου τεχθέντα, τὸ δὲ δεύτερον τὸν ἀκρόουλον τὴν
38
κόμην, τὸ δὲ τρίτον τὸν κρεώδη καὶ εὐσώματον διασημαίνει.
Κράσσος γὰρ ὁ παχὺς τὸ σῶμα κατὰ φύσιν παρ' Ἰταλοῖς τοῖς
ἀρχαιοτέροις εἴρηται, Πεινάριος δὲ ὁ πεινῶν, καὶ Στάτις ὁ εὐῆ-
λιξ, καὶ Φαῦστος καὶ Φάβιος ὁ εὔνους, καὶ Γάϊος, οἷον εἰ Γαύδιος,
ὁ χαρίεις, καὶ Τιβέριος ὁ παρὰ Τίβεριν τὸν ποταμὸν τεχθείς, καὶ
Τίτος ὁ ἀπὸ Τατίου τοῦ Σαβίνου, καὶ Ἄππιος ὁ ἐν Ἀππίᾳ οἰκῶν
(ὁδὸς δέ ἐστιν ἐπίσημος), καὶ Σέρβιος ὁ θανούσης αὐτῷ τῆς
μητρὸς ἐγκύμονος διασωθείς, καὶ Νέρων ὁ ἰσχυρὸς τῇ Σαβίνων
φωνῇ, καὶ Νάσων ὁ εὔρινος, καὶ Τούκκας ὁ κρεωβόρος, ὃν οἱ
ἰδιῶται Ζικκᾶν ἐκάλεσαν καθ' ἡμᾶς, καὶ Βᾶρος καὶ Βλαῖσος ὁ
πλαγιόσκελος, καὶ Σερρανὸς ὁ γεωργικὸς ἀπὸ τοῦ σπείρειν, καὶ
Αὔγουστος ὁ καλοιώνιστος, καὶ Βιτέλλιος ὁ κροκοειδὴς τὴν ὄψιν
ὅτι βίτελλον οἱ Ῥωμαῖοι τὴν λέκιθον τοῦ ᾠοῦ ἐπικαλοῦσιν, καὶ
Βάρρων ὁ κατὰ μὲν Φοίνικας Ἰουδαῖος, κατὰ δὲ Κελτοὺς ἀν-
δρεῖος. καὶ πολλὰ ἄν τις τοιαῦτα συνάγοι κατὰ σχολὴν εἰ τυχὸν
αὐτὸν οὐκ ἔχοντα ὅ τι πράττοι ἀφρόντιδα συμβαίνοι διαβιοῦν
καὶ τοιούτοις ὁποίοις ἐγὼ καίπερ μυρίαις συμπεπλεγμένος φρον-
τίσιν ἐναγρυπνῶ μωραίνοντα ἀθύρμασιν.
{ΤΡΊΤΗ ΠΡΟΑΓΩΓῊ ΟἹ ΚΥΑΊΣΤΩΡΕΣ}
〈24〉 Τὸ πιστὸν τοῖς γράφουσιν ἡ τῶν ἀρχαίων ἐπιτίθησι μαρ-
τυρία. Ἰούνιος τοίνυν Γρακχιανὸς ἐν τῷ Περὶ Ἐξουσιῶν αὐτοῖς
ῥήμασι περὶ τοῦ καλουμένου παρὰ Ῥωμαίοις κυαίστωρος· ’προε-
χωρήσαντο ψήφῳ τοῦ δήμου. Τοῦλλος δὲ ὁ ῥὴξ μετὰ τούτους
40
ἀναγκαίαν εἶναι τὴν τῶν κυαιστώρων ἀρχὴν ἔκρινεν, ὡς τοὺς
πλείους τῶν ἱστορικῶν αὐτῷ τὴν τοιαύτην προαγωγὴν ἀναγράψαι
καὶ μόνῳ. ἀπὸ δὲ τῆς ζητήσεως οὕτως ὀνομασθῆναι αὐτοὺς Ἰού-
νιος καὶ Τρεβάτιος καὶ Φενεστέλλας εἶπον.‘ καὶ μεθ' ἕτερα· ’πλὴν
ὕστερον ἐξῃρέθησαν οἱ κανδιδᾶτοι τοῦ βασιλέως κυαίστωρες οἳ
πρὸς ἀνάγνωσιν τῶν βασιλικῶν γραμμάτων καὶ μόνην ἐσχόλαζον·
οἱ δὲ αὐτοὶ καὶ ψήφους ἀπὸ τοῦ κοινοῦ τῆς βουλῆς ἀνεγίνω-
σκον ὑπὲρ τῶν εἰς ἀξιώματα προαγομένων.‘ ταῦτα μὲν ὁ Ἰούνιος,
ὁ νομικὸς δὲ Οὐλπιανὸς ἐν τῷ De Officio Quaestoris, ἀντὶ τοῦ
〈Περὶ τῆς τοῦ Κυαίστωρος Τάξεως,〉 περὶ κυαίστωρος ἀποχρών-
τως διαλέγεται.
〈25〉 Ζητῆσαι δὲ ἀξιόλογον εἶναι νομίζω τί μέν ἐστι κυαίστωρ,
τί δὲ κυαισίτωρ· καὶ τί μὲν σημαίνει διὰ τῆς διφθόγγου γραφό-
μενον, τί δὲ ψιλῆς. κυαίστωρ τοίνυν ὁ ζητητὴς ἀπὸ τοῦ quaerere,
οἷον ἐρευνᾶν· οἱ γὰρ παρ' Ἕλλησιν ἐρευνάδες παρὰ Ῥωμαίοις
κυαίστωρες ὠνομάσθησαν, κυαισίτωρ δὲ ὁ τιμωρός· τὸ μὲν γὰρ
πρῶτόν ἐστι παρὰ Ῥωμαίοις δισύλλαβον, τὸ δὲ τρισύλλαβον.
ἐπὶ γὰρ τοῦ μόνου Μίνωος τοῦ Κρητός, ὃς γενέσθαι τιμωρὸς κατὰ
τὸ μυθικὸν τῶν ἐν Ἅιδου ψυχῶν ἐνομίσθη, τὸ κυαισίτωρος ὄνο-
μα ὁ Ῥωμαίων ποιητὴς ἐν ἕκτῳ τῆς Αἰνηΐδος τέθεικεν. ὅθεν καὶ
κυαιστίωνας τὰς τιμωρίας καὶ κυαιστιωναρίους τοὺς τῶν ποινῶν
ὑπηρέτας Ῥωμαῖοι ἔγνωσαν καλεῖν. ὁ μὲν γὰρ κυαίστωρ ζητητής
ἐστιν ἐπὶ χρήμασιν, ὁ δὲ κατ' ἐπέκτασιν καὶ συλλαβῆς προσθή-
42
κην ἐπ' ἐγκλήμασιν· ἑκάτερον δὲ διὰ τῆς διφθόγγου γραφήσε-
ται, κἂν εἰ τὸν ταμίαν διασημαίνει, ὅτι κυαίστους ὁ πόρος παρὰ
Ῥωμαίοις καλεῖται. ὅτε δὲ μὴ δίφθογγος ᾖ ἐν προοιμίοις ἡ λέξις
ἀλλὰ ψιλῇ γράφεται, οὐδέτερον μὲν τῶν εἰρημένων σημαίνει,
τὸν δὲ μεμψίμοιρον καὶ βλάσφημον διὰ τῆς γραφῆς ἐπιδείξει,
ὅτι queror ’μέμφομαι‘ ῥήματι κοινῷ πάθος ἅμα καὶ ἐνέργει
παραδηλοῦντι λέγουσιν, καὶ κυεριμωνίας καὶ κυερήλας τὰς μέμ-
ψεις.
〈26〉 Ὅπως δὲ μὴ τυχὸν τεχνολογίαις τἀληθὲς δόξωμεν
σοφίζεσθαι, πρὸς τῶν περὶ ταῦτα ἠσχολημένων μάθωμεν. Γάϊος
τοίνυν ὁ νομικὸς ἐν τῷ ἐπιγραφομένῳ παρ' αὐτοῦ Ad Legem XII
Tabularum, οἷον Εἰς τὸν Νόμον τοῦ Δυοκαιδεκαδέλτου, αὐτοῖς
ῥήμασι πρὸς ἑρμηνείαν ταῦτά φησιν· ’ὡς δὲ τὸ γαζοφυλάκιον
τοῦ δήμου εἰς ἐπίδοσιν ἦλθεν, προεχειρίσθησαν κυαίστωρες
ὑπὲρ τῆς αὐτοῦ φροντίδος ἀπὸ τῆς περιποιήσεως καὶ φυλακῆς
τῶν χρημάτων οὕτως ὀνομασθέντες. ἐπειδὴ δὲ περὶ κεφαλικῆς
τιμωρίας οὐκ ἐξῆν τοῖς ἄρχουσι κατὰ Ῥωμαίου πολίτου
ψηφίσασθαι, προεβλήθησαν κυαίστωρες παρρικιδίου, ὡς ἂν
εἰ κριταὶ καὶ δικασταὶ τῶν πολίτας ἀνελόντων.‘ παρρικίδας δὲ
Ῥωμαῖοι ὁμωνύμως τούς τε γονέων τούς τε πολιτῶν φονέας ἀπο-
καλοῦσιν, παρέντης ἑκατέρους προσαγορεύοντες. διαφορὰν δὲ
ἐπὶ τῆς ἐπωνυμίας ταύτην παρέχουσί τινα· συστέλλοντες γὰρ
τὴν πρώτην συλλαβὴν καὶ βραχεῖαν ποιοῦντες τοὺς γονέας, ἐκ-
τείνοντες δὲ τοὺς ὑπηκόους σημαίνουσιν.
〈27〉 Τῷ δὲ τρίτῳ καὶ 〈τεσσαρακοστῷ καὶ〉 διακοσιοστῷ τῶν
ὑπάτων ἐνιαυτῷ, ἐπὶ τῆς ὑπατείας Ῥηγούλου καὶ Ἰουλίου, κρι-
νάντων Ῥωμαίων πολεμεῖν τοῖς συμμαχήσασι Πύρρῳ τῷ Ἠπει-
44
ρώτῃ, κατεσκευάσθη στόλος καὶ προεβλήθησαν οἱ καλούμενοι
κλασσικοί, οἷον εἰ ναυάρχαι, τῷ ἀριθμῷ δυοκαίδεκα κυαί-
στωρες, οἷον ταμίαι καὶ συναγωγεῖς χρημάτων. τίνι δὲ διαφέρει
κυαίστωρ κυαισίτωρος προειρήκαμεν. καὶ διεφυλάχθη ἡ τοιαύτη
συνήθεια καὶ συναγωγὴ τῶν πόρων τοῖς τε ὑπάτοις τοῖς τε
πραίτωρσιν ἐκδημοῦσιν.
〈28〉 Περὶ δὲ τῶν τοῦ παλατίου κυαιστώρων πυθέσθαι χαλεπὸν
οὐδὲν Οὐλπιανοῦ τοῦ νομικοῦ. λέγει δὲ ὧδε ἐν μονοβίβλῳ Περὶ
τῆς τοῦ Κυαίστωρος Τάξεως· ’πλὴν ἐξῄρηντο οἱ κυαίστωρες οἱ
κανδιδᾶτοι τοῦ Καίσαρος· οὗτοι γὰρ μόνοις τοῖς βιβλίοις τοῖς
ἐπὶ τῆς βουλῆς ἀναγινωσκομένοις ἐσχόλαζον καὶ ταῖς ἐπιστο-
λαῖς τῶν βασιλέων ὑπούργουν.‘ κανδιδάτους δὲ τοὺς λευχείμονας
Ῥωμαίοις ἔθος καλεῖν. οὐδεὶς δὲ λόγον ὅντινα οὖν ἀναγνωσό-
μενος, καὶ μάλιστα ἐκ προσώπου βασιλέων, μὴ λευχείμων ἐπέβη
τῆς ἀναγνώσεως· κανδιδᾶτοι δὲ καὶ οἱ μέλλοντες εἰς ἀρχὰς τῶν
ἐπαρχιῶν παριέναι ἐλέγοντο, ὅτι καὶ αὐτοὶ λευχειμονοῦντες προ-
ῄεσαν, ταύτῃ παραδηλοῦντες ὡς ἀρχοντιῶσιν. καὶ τούτων μάρ-
τυς πᾶς ὁ Ῥωμαϊκῆς οὐκ ἄμοιρος ἱστορίας. τὸ γὰρ μηδένα τῶν
ἀρχόντων ἑτέρᾳ παρὰ τὴν ἐν ἑορταῖς στολῇ χρήσασθαι πᾶσίν
ἐστι γνωριμώτατον. καὶ οὐκ ἐπὶ τῆς Ῥώμης μόνης ἀλλὰ μὴν
κἀν ταῖς ἐπαρχίαις τοῦτο κρατῆσαν αὐτὸς ἐγὼ διαμέμνημαι, ἕως
ἂν τὰ βουλευτήρια διῴκουν τὰς πόλεις, ὧν ἀπολομένων συνεξ-
ώλισθε τοῖς ἐν γένει τὰ ἐν εἴδει.
〈29〉 Τοσούτους ἄρχοντας τὰ Ῥωμαίων ἰθῦναι ὑπὸ τοῖς
ῥηξὶν ἐπὶ τοὺς τρεῖς καὶ τεσσαράκοντα καὶ διακοσίους ἐνιαυτοὺς
ἐφ' ὅσους οἱ ῥῆγες ἐκράτησαν, ἡ καθ' ὅλου ἱστορία παραδέδω-
κεν· καὶ τὸ λοιπὸν ὥσπερ ἐν σκότῳ τὸ τῆς ἐλευθερίας ἐξέλαμ-
ψεν ὄνομα.
46
{ΠΕΡῚ ΤΗΣ ὙΠΑΤΕΊΑΣ ΚΑῚ ΤΩΝ ἘΝ ΑΥΤΗ
ἘΠΙΣΉΜΩΝ}
〈30〉 Ὑπάτους Ἕλληνες τοὺς ὑψηλοὺς καὶ μεγάλους λέγουσιν,
οὐ στοχασάμενοι τῆς ἀληθοῦς τοῦ ὀνόματος προσηγορίας· τὸ
γὰρ κώνσουλ, ὡς Ἰταλοῖς ἡ φύσις παραδέδωκεν, οὐ τὸν ὑψηλὸν
ἀλλὰ τὸν πρύτανιν σημαίνει. Κῶνσος γὰρ αὐτοῖς ὁ Ποσειδῶν
ἐνομίσθη· κρύφιος δὲ αὐτὸς καὶ ὑποβρύχιος καί, ὡς τοῖς ποιη-
ταῖς ἤρεσεν, ἐννοσίγαιος καὶ ἐνοσίχθων. εἴ τι δὲ κρύφιον, τοῦτο
λεληθός· ταύτῃ καὶ κωνσίλια τὰ βουλεύματα καὶ μυστικὰ σκέμ-
ματα λέγεται παρ' ἐκείνοις ἀπὸ τοῦ κόνδερε, οἷον εἰ τοῦ κρύ-
πτειν· καὶ κώνσουλ ὁ κρυψίνους ἀπὸ τοῦ προνοεῖν καὶ καθ' ἑαυ-
τὸν ὑπὲρ τῶν κοινῶν…
σουάλια…
The complete text is available when the reading interface loads.