De mensibus
- Edition reference
- De mensibus, ed. R. Wünsch, Ioannis Lydi liber de mensibus, Leipzig: Teubner, 1898: 1–184.
- CTS identifier
urn:cts:greekLit:tlg2580.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
11
τῆς ὕλης—ἐστί· κἂν εἰ τὸ λόγιον ὅλην τὴν ψυχὴν
τριάδα θείαν παραδίδωσι· φησὶ γὰρ ὁ αὐτός·
ψυχαῖον σπινθῆρα δυσὶ κράσας ὁμονοίαις
νῷ καὶ νεύματι θείῳ, ἐφ' οἷς τρίτον ἁγνὸν ἔρωτα,
συνδετικὸν πάντων ἐπιβήτορα σεμνόν, ἔθηκεν.
12
Κίρκη τις ἦν ἐν Ἰταλίᾳ τῷ τε γένει περιφανὴς
καὶ τῷ κάλλει διαπρεπής, ἥτις καὶ τοῦ Ὀδυσσέως πλα-
νωμένου ἐν Ἰταλίᾳ σὺν τῷ Διομήδει ἐρασθεῖσα καὶ
συγγενομένη τούτῳ ἔτεκεν ἐξ αὐτοῦ τὸν Αὔσονα, τὸν
τῆς χώρας πάσης ἐν ὑστέρῳ κρατήσαντα, ἐξ οὗ καὶ
Αὐσονία ἡ ἑσπέριος ἐκλήθη. αὕτη γοῦν ἡ Κίρκη διὰ
κάλλους ὑπερβολὴν τοῦ Ἡλίου θυγάτηρ εἶναι ἐκόμ-
παζε καὶ εἰς τιμὴν τοῦ οἰκείου δῆθεν πατρὸς ἱππι-
κὸν ἀγῶνα πρώτη ἐν Ἰταλίᾳ ἐτέλεσεν, ὃς δὴ καὶ ἐξ
αὐτῆς ὠνομάσθη κίρκος. ἐν δὲ Ἑλλάδι πρότερον
Ἐνυάλιος, υἱὸς Ποσειδῶνος, ἐν ἡμέραις Μωυσέως δι-
πώλῳ ἐχρήσατο, Οἰνόμαος καὶ ὕστερον τετραπώλῳ·
οὗτος δὲ ἦν βασιλεὺς Πισαίων, ἦγε δὲ τὸν ἱππικὸν
ἀγῶνα μηνὶ Μαρτίῳ εἰκοστῇ τετάρτῃ ὑψουμένου τοῦ
Ἡλίου. καὶ αὐτὸς μὲν ἐφόρει χλοανὸν ἤγουν πράσι-
νον ὑπὲρ τῆς γῆς· ὁ δὲ ἀνταγωνιζόμενος βένετον
ὑπὲρ τῆς θαλάσσης, καὶ οἱ μὲν μεσόγειοι ἔχαιρον τῷ
πρασίνῳ, οἱ δὲ παράλιοι τῷ βενέτῳ· ἔπαθλον δὲ τῆς
ἀγωνίας ταύτης προετίθει Οἰνόμαος τῷ νικήσοντι αὐ-
τὸν τὴν ἰδίαν θυγατέρα Ἱπποδάμειαν, τὸν δὲ ἡττη-
θέντα φονεύεσθαι αὐτίκα. μέλλοντα γοῦν τὸν Πέλοπα
τῷ Οἰνομάῳ ἀνταγωνίζεσθαι ἐπὶ τοῖς δηλωθεῖσι συν-
θήμασιν, ἑωρακυῖα Ἱπποδάμεια ἠράσθη τε αὐτοῦ καὶ
προδίδωσι τούτῳ τὰ μηχανήματα τοῦ πατρός, δι' ὧν
ἐκράτει τῶν συναμιλλωμένων, καὶ οὕτω παρεσκεύασε
νικῆσαι τὸν Πέλοπα. κἀκεῖνος νικήσας εὐθὺς ἀνεῖλε
μὲν Οἰνόμαον, ἔγημε δὲ Ἱπποδάμειαν καὶ ἐβασίλευσε
μὲν τῆς Ἑλλάδος ἔτη τριάκοντα ὀκτώ, ἐκάλεσε δὲ ταύ-
την ἐξ ἑαυτοῦ Πελοπόννησον. ἀλλ' ἐπὶ τὰ πρότερα πά-
λιν ὁ λόγος ἐπανελθέτω. ἡ γὰρ δὴ προρρηθεῖσα Κίρκη
πρώτη τελεῖν ἱππικοὺς ἀγῶνας ἐν Ἰταλίᾳ προκαταρ-
ξαμένη καὶ ἱπποδρόμιον ἐκεῖσε κατεσκεύασε, τὸ μὲν
μῆκος τεσσάρων σταδίων, τὸ δὲ πλάτος ἑνός· τὸ δὲ
μέσον αὐτοῦ ἐποίησε ξυλουργές, ὀνομάσασα 〈ταύτην
τὴν κρηπῖδα〉 Εὔριπον, ἐκ τοῦ θαλαττίου ἴσως Εὐρίπου
καὶ τῆς ἑπτάκις αὐτοῦ διαυλοδρομίας, ἐπειδὴ κἀκεῖνος
ἑπτάκις τῆς ἡμέρας ἀντιστρέφει τὴν κίνησιν. καὶ
πυραμὶς δέ ἐστιν ἐν μέσῳ τῷ σταδίῳ, ἡ δὲ πυραμὶς
Ἡλίου, ἐπεὶ ἄσκιος ἐγγὺς ὁ τοιοῦτος βωμός· πάντων γὰρ
τῶν οὐρανίων φωσφόρων σωμάτων σκιὰν ἀποτελούν-
των αὐτὸς μόνος ἔξω ταύτης ἐστί. ἐν δὲ τοῖς παρ'
ἑκάτερα τέρμασι τοῦ Εὐρίπου τούτου ἄνωθεν μὲν τῆς
πυραμίδος ἐπὶ τοῦ Εὐρίπου βωμοὶ ἵδρυνται τρεῖς·
Κρόνου, Διός, Ἄρεος· κάτωθεν δὲ πάλιν βωμοὶ τρεῖς,
Ἀφροδίτης, Ἑρμοῦ καὶ Σελήνης· τρίποδες δύο, Ἡλίου
καὶ Σελήνης, καὶ ἄγαλμα γυναικὸς φιάλην ἐπιφερο-
μένης ἐν τῇ κεφαλῇ· ἐστὶ δὲ ἡ γῆ, φέρουσα τὴν
θάλασσαν. σάλπιγγες δὲ ἐπὶ τέλει τῶν ἀγώνων τοὺς
νικητὰς ἐπὶ τὰ γέρα καλοῦσι, δώδεκα δὲ ὕσπληγες
κατὰ μίμησιν τῶν δώδεκα ζῳδίων· μαππάριος δὲ κα-
λεῖται ὁ ἐν τῷ μέσῳ ἱστάμενος καὶ τοῦ δρόμου ἔχων
τὸ σύνθημα ἀπὸ τοῦ περὶ τὸ πρᾶγμα συμβαίνοντος
τηνικαῦτα· εἰώθησαν γὰρ οἱ ὕπατοι εὐωχεῖσθαι πρό-
τερον ἐν τῷ θεάτρῳ καὶ μετὰ τὴν εὐωχίαν τὰ τῶν
χειρῶν ἐκμαγεῖα ῥιπτεῖν, ἅπερ τῇ ῥωμαικῇ φωνῇ μάππα
λέγονται, ἐξ οὗ καὶ μανδύλια· καὶ ταῦτα ἀναλαμβα-
νόμενος ὁ λεγόμενος μαππάριος εὐθὺς τὸν ἀγῶνα
ἐπετέλει. οὐ πλέον δὲ τῶν ἑπτὰ κύκλων, οὓς σπάτια
οἱονεὶ στάδια καὶ μίσους ἀντὶ τοῦ ἄθλους, περὶ τὴν πυ-
ραμίδα, ἣν νῦν ὀβελὸν καλοῦσι, διεπληκτίζοντο οἱ ἀγω-
νισταὶ διὰ τὸ ἑπτὰ στάδια εἶναι τὸ μίλιον καὶ διὰ τὸ
τοσούτους εἶναι τοὺς τῶν πλανήτων πόλους, οὓς Χαλ-
δαῖοι στερεώματα καλοῦσιν, ἄνευ τοῦ σεληνιακοῦ, διὰ τὸ
μέχρις αὐτοῦ διήκειν τὸ τοῦ παντὸς ὑλικοῦ σκύβαλον
κατὰ τὸ λόγιον. τέσσαρσι δὲ καὶ εἴκοσι βραβείοις τὸν πάν-
τα συνετέλουν ἀγῶνα διὰ τὸν ἐν πυραμίδι λόγον· δυο-
καίδεκα γὰρ γωνίας ἡ πυραμὶς ἐπιδέχεται, τουτέστι στε-
ρεὰς τέσσαρας, ὧν ἑκάστη ἐκ τριῶν· δὶς δὲ τὸν δώδεκα
ἀριθμὸν εἰς δύο τέμνοντες τὸν τῆς ἡμέρας καιρὸν ἔτι καὶ
νῦν τελοῦσι. καὶ ἄλλως δέ πως ἡ πυραμὶς ἁρμοδία ἐστὶ
τοῖς ἀγωνιζομένοις, Νεμέσεως γὰρ εἶναι νομίζεται.
κατὰ γοῦν μίμησιν, τῆς Κίρκης καὶ Ῥωμύλος ὕστερον
κτίσας τὴν Ῥώμην μηνὶ Ἀπριλλίῳ εἰκοστῇ κατασκευά-
ζει καὶ ἱπποδρόμιον ἐν αὐτῇ τοιοῦτον καὶ κατὰ πάντα
ὅμοιον. ἐποίησε δὲ τὸ πρῶτον ἅρματα τρία· ῥούσιον
Ἄρεος ἤτοι πυρός, λευκὸν Διὸς ἤτοι ἀέρος, πράσινον
Ἀφροδίτης ἤτοι τῆς γῆς. ὕστερον δὲ ἤρισαν οἱ Γάλλοι
περὶ ὁμοτιμίας, καὶ προσετέθη τὸ βένετον διὰ τὸ τοι-
ούτου χρώματος εἶναι τὰ ἱμάτια αὐτῶν, εἰς τιμὴν τοῦ
Κρόνου ἢ μᾶλλον τοῦ Ποσειδῶνος. χρόνοις δὲ ὕστε-
ρον ἱκανοῖς Σεβῆρος ὁ βασιλεὺς Ῥωμαίων κατὰ Νί-
γερος ἐκστρατεύσας καὶ εἰς τὸ Βυζάντιον παραγενό-
μενος, τὴν νῦν Κωνσταντίνου πόλιν καὶ βασιλίδα τῶν
πόλεων ἁπασῶν, κτίζει μὲν ἐκεῖσε διὰ τὸ τῆς πόλεως
ἐπιτερπὲς λουτρὸν παμμέγεθες· εὑρὼν δὲ καὶ τὸν παρα-
κείμενον τόπον τοῖς Διοσκόροις ἀνακείμενον ἐποίησε
τοῦτον ἱπποδρόμιον, ἰκρίοις καὶ στοαῖς διακοσμήσας
αὐτόν, καὶ ἄλσος ἐκκόψας δύο τινῶν ἀδελφῶν ὑποκεί-
μενον δεσποτείᾳ καὶ εἰς τὸ νῦν ὁρώμενον κάλλος τοῦτο
μεταγαγών. ὅτι Ῥωμαῖοι τὰ δίζυγα ἅρματα βίγας
ἐκάλουν, ἐξ ὧν καὶ βιγάριοι.
13
Πλεύσας ἐκεῖθεν Αἰνείας μετὰ πολλὰς ὅσας
πλάνας κατάγεται ἐν πόλει τῆς Ἰταλίας λεγομένῃ Λαυ-
ρεντίᾳ, ἣν καὶ Ὀππικήν φασιν ὀνομασθῆναί ποτε, ἐξ
ἧς καὶ ὀππικίζειν, καὶ ὡς τὸ πλῆθος, ὀφφικίζειν τὸ
βαρβαρίζειν Ἰταλοὶ λέγουσιν. εἶτα ἐπιγαμβρεύσας Λα-
τίνῳ βασιλεύοντι τῆς χώρας αὐτός τε βασιλεύσας τρι-
σὶν ἐνιαυτοῖς οἴχεται. τοσούτων οὖν ἐπιξενωθέντων
τῆς Ἰταλίας, ὥσπερ ἐδείχθη, Λατίνους μὲν τοὺς ἐπι-
χωριάζοντας, Γραικοὺς δὲ τοὺς ἑλληνίζοντας ἐκάλουν,
ἀπὸ Λατίνου τοῦ ἄρτι ἡμῖν ῥηθέντος καὶ Γραικοῦ, τῶν
ἀδελφῶν, ὥς φησιν Ἡσίοδος ἐν Καταλόγοις·
Ἄγριον ἠδὲ Λατῖνον.
Κούρη δ' ἐν μεγάροισιν ἀγαυοῦ Δευκαλίωνος
Πανδώρη Διὶ πατρί, θεῶν σημάντορι πάντων
μιχθεῖς' ἐν φιλότητι τέκε Γραικὸν μενεχάρμην.
14
Ῥωμύλος δὲ κτίζει τὴν Ῥώμην τῇ πρὸ δεκα-
μιᾶς Καλενδῶν Μαΐου, κατὰ τὸ τρίτον τῆς ἕκτης, ἢ
ὡς ἕτεροι κατὰ τὸ δεύτερον τῆς ὀγδόης· ἡ δὲ ὥρα τῆς
πόλεως ὥρα δευτέρα πρὸ τρίτης, ὡς Ταρρούτιος ὁ
μαθηματικὸς κατεστήριξεν, Διὸς μὲν ἰχθῦσι, Κρόνου
δὲ καὶ Ἀφροδίτης καὶ Ἄρεος καὶ Ἑρμοῦ Σκορπίῳ,
Ἡλίου δὲ Ταύρῳ καὶ Σελήνης Ζυγῷ· 〈ἢ ὡς ἕτεροι〉
Ἠλίου μὲν Ταύρῳ, Σελήνης δὲ Παρθένῳ, Κρόνου δὲ
Ζυγῷ, Διὸς δὲ Λέοντι, Ἄρεος Ζυγῷ, Ἀφροδίτης Ταύρῳ,
Ἑρμοῦ Κριῷ. ἀρχὴν δὲ ἐνιαυτοῦ δίδωσι Ῥωμύλος τὸν
Μάρτιον πρὸς τιμὴν Ἄρεος· ἐξ αὐτοῦ γὰρ αὐτὸν γενέ-
σθαι λόγος .... δέκα μόνοις μησίν.
15
Ἡ δεκὰς πλήρης ἀριθμός ἐστιν, ὅθεν καὶ παν-
τέλεια καλεῖται, πάσας τὰς ἰδέας τῶν ἄλλων ἀριθμῶν
καὶ λόγων καὶ ἀναλογιῶν καὶ συμφωνιῶν περιέχουσα·
γνώμων γὰρ ἐν τοῖς οὖσίν ἐστιν ἡ δεκὰς πάντα χα-
ρακτηρίζουσα, καὶ ἰδίως τὸ ἐν ἑκάστῳ ἄπειρον ὁρί-
ζουσα, καὶ πάντων οὖσα συναγωγός τε καὶ συνακτικὴ
καὶ ἀποτελεστικὴ τῶν ὅσα ἥ τε νοητὴ περιέχει φύσις
ἥ τε ὑπὸ Σελήνην. οὕτως γὰρ ἡμῖν παραδίδωσιν ὁ
Παρμενίδης· πρώτιστα μὲν τὰ νοητά, δεύτερα τὰ ἐν
τοῖς ἀριθμοῖς, τρίτα τὰ συνεκτικά, τέταρτα τὰ τελε-
σιουργά, πέμπτα τὰ διαιρετικά, ἕκτα τὰ ζωογονικά,
ἕβδομα τὰ δημιουργικά, ὄγδοα τὰ ἀφομοιωματικά, ἔν-
νατα τὰ ἀπόλυτα, δέκατα τὰ ἐγκόσμια. ὀρθῶς οὖν
αὐτὴν ὁ Φιλόλαος δεκάδα προσηγόρευσεν, ὡς δεκτικὴν
τοῦ ἀπείρου, Ὀρφεὺς δὲ κλαδοῦχον, ἐξ ἧς ὡσεὶ κλά-
δοι τινὲς πάντες οἱ ἀριθμοὶ φύονται.
16
Διέμεινεν ἀπὸ Κρόνου ἕως κτίσεως Ῥώμης
κατὰ τὸν ἐν Σελήνῃ δρόμον παραφυλαχθεὶς ὁ ἐνιαυ-
τός, ἐπὶ δὲ Ῥωμύλου ὁρίζεται, ὡς ἐλέγομεν ἔμπροσθεν,
δεκαμηνιαῖος, τῶν μὲν ὑπὲρ τριακάδος ἡμέρας πλείους,
τῶν δὲ ἐλάττονας λαχόντων μηνῶν· οὔπω γὰρ ἀπὸ τῆς
Ἡλίου κινήσεως ἐφυσιολογεῖτο αὐτοῖς τὸ τοῦ χρόνου
διάστημα.
17
Ὁ Πομπίλιος Νουμᾶς, ἐφ' οὗ Πυθαγόρας ἦν,
δυοκαίδεκα μησὶ τὸν ἐνιαυτὸν ἀριθμεῖσθαι διώρισε
κατὰ τὸν ἐν Φαίδρῳ Σωκράτην, ὅς φησι τὰς τῶν ὅλων
τάξεις τῇ δωδεκάδι περιειλῆφθαι· ἐπὶ τὸ πᾶν γὰρ ὁ
θεὸς τῷ ἀριθμῷ τούτῳ κατεχρήσατο διαζωγραφῶν αὐτό,
ὥς φησιν ὁ Πλάτων. οἰκεῖον γὰρ τὸ σχῆμα τοῦτο τῇ
τοῦ παντὸς ἰδέᾳ· καὶ γὰρ κυκλικόν, ἐπεὶ καὶ θαυμαστή
ἐστιν ἡ τῆς δωδεκάδος φύσις, διά τε ἄλλα καὶ ἐπειδὴ
συνέστηκεν ἐκ τοῦ στοιχειωδεστάτου καὶ πρεσβυτάτου
τῶν ἐν οὐσίαις εἰδῶν παραλαμβανομένων, ὥς φασιν
οἱ ἀπὸ τῶν μαθημάτων, ὀρθογωνίου τριγώνου· αἱ
γὰρ τοῦδε πλευραὶ ἐκ τριῶν οὖσαι καὶ τεττάρων καὶ
πέντε συμπληροῦσι τὸν ἀριθμὸν τῶν δώδεκα τοῦ ζωο-
φόρου κύκλου τὸ παράδειγμα· διπλασιασθείσης δὲ ἑξά-
δος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴν τελειότητος
ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν .... διατάττει
δὲ Νουμᾶς δυοκαίδεκα μηνῶν τὸν ἐνιαυτὸν πρὸς
συντέλειαν τῶν Ἡλίου καὶ Σελήνης δρόμων. καὶ ἐπὶ
μὲν Ῥωμύλου ὁ νῦν καλούμενος Μάρτιος μὴν πρῶτος
ἦν, ἐπὶ δὲ Νουμᾶ προσετέθησαν Ἰανουάριος καὶ Φε-
βρουάριος. ἀρχὴν δὲ ἐνιαυτοῦ ὁ Νουμᾶς ἄγειν ἐθέ-
σπισε Ῥωμαίοις, ὅταν Ἥλιος τὸν Αἰγόκερων μεσάζων
αὔξει τὴν ἡμέραν, ἀποστρέφων πρὸς ἡμᾶς ἀπὸ τοῦ
νοτίου καμπτῆρος, προστιθεὶς τῇ ἡμέρᾳ ἡμιώριον. καὶ
οὐ μόνον οὕτως τὸν ἐνιαυτὸν διετύπωσεν, ἀλλὰ καὶ
νόμισμα πρῶτος ἐχάραξεν, ὡς ἐξ αὐτοῦ ἔτι καὶ νῦν
νουμόν—οἱονεὶ Νουμανόν—τὸν ὀβολὸν καλεῖσθαι.
ἀλλὰ μὴν καὶ τὴν βασιλέων οἰκίαν, ἣ καλεῖται Παλά-
τιον, κατὰ τὸν ἱερατικὸν διετάξατο θεσμόν.
18
Ἀδριανὸς ἐκ τῆς Αἰλίων ἐτύγχανε φαμιλίας,
οἱονεὶ γενεᾶς· ὅθεν ἔδοξεν αὐτῷ τὸ Αἰλίων ὄνομα τοὺς
ὑπηκόους προγράφειν· ὅθεν καὶ Αἰλία ἡ Ἱερουσαλήμ·
καὶ γὰρ αὐτὸς αὐτὴν ἁλοῦσαν ἐπόλισεν.
19
Ὅτι Ὑπάτη ὠνομάζετο πρότερον ἡ Θ〈ε〉ονίκη.
20
Ὅτι ἴδιον ἀεὶ γέγονε τῶν ἀρχιερέων τὴν κεφα-
λὴν σκέπειν ἢ διαδεσμεῖν ταινίᾳ· καὶ τοῦτο δῆλον ἐκ
τοῦ μέχρι τήμερον τὴν τοῦ καθ' ἡμᾶς ἀρχιερέως ται-
νίαν τοῖς ὤμοις αὐτοῦ περιθέσθαι, τὴν ὡς ἔφην ἐπὶ
τῆς κεφαλῆς τιθεμένην πάλαι· ὡς †καικαφόριον ἔτι
καὶ νῦν καλεῖσθαι.
21
Ὅτι ὁ Νουμᾶς τὴν βασιλικὴν ἐσθῆτα εἰς τιμὴν
Ἡλίου καὶ Ἀφροδίτης ἐκ πορφύρας καὶ κόκκου κατα-
σκευάζεσθαι διετύπωσεν—καὶ Βλάττα δέ, ἐξ ἧς τὰ
βλάττια λέγομεν, ὄνομα Ἀφροδίτης ἐστὶ κατὰ τοὺς
Φοίνικας, ὡς ὁ Φλέγων ἐν τῷ περὶ ἑορτῶν φησι. ὅτι
τριακοσίοις ἐγγὺς ὀνόμασιν εὑρίσκομεν καλουμένην τὴν
Ἀφροδίτην, κεῖται δὲ παρὰ Λαβεῶνι τὰ ὀνόματα—
καλέσας αὐτὴν τὴν στολὴν πατρίως τραβαίαν, ἣν λέ-
γεται πρῶτος ὁ Ἀγαθοκλῆς ὁ Σικελιώτης εὑρεῖν. τρα-
βαία δὲ εἴρηται ὡσανεὶ τρίβαφος· ἐκ τριῶν γὰρ ἀπο-
τελεῖται χρωμάτων, πορφύρας, κόκκου καὶ ἰσατίδος βο-
τάνης ἣ παρὰ τοῖς πολλοῖς λουλάκιον λέγεται, ἥτις
ἐστὶν Ἄρεος. εἶτα προεστήσατο τὸν τῆς πόλεως φύ-
λακα, ὕπαρχον δὲ αὐτὸν νῦν προσαγορεύομεν ἢ ὥς
τινες πολίαρχον ἢ ἀστυδίκην, ὃν πάλαι πραίτωρα
οὐρβανὸν ἔλεγον, ὃς καὶ πρωτεύειν τῆς Ῥωμαίων γε-
ρουσίας φαίνεται· καὶ τοῦτο δῆλον ἐκ τῶν ὑποδημά-
των αὐτοῦ, ἐν οἷς σεληνίσκος τις ἐκτετύπωται εἰς
τύπον τοῦ σίγμα στοιχείου, δι' οὗ τὸν ἑκατὸν ἀριθ-
μὸν οἱ Ῥωμαῖοι σημειοῦνται—ἐστὶ γὰρ παρ' αὐτοῖς
τὸ λεγόμενον κάππα μικρόν—ὡς δῆλον εἶναι πρῶ-
τον αὐτὴν .... ἑκατὸν εὐπατριδῶν· τοσούτους γὰρ ὁ
Ῥωμύλος ἐξελέξατο.
22
Ὅτι ἔφερον οἱ στρατηγοὶ ἐπὶ τῶν πολέμων Διὸς
καὶ Ἡλίου καὶ Σελήνης, Ἑρμοῦ τε καὶ Ἄρεος σύμ-
βολα· καὶ Διὸς μὲν ἀετόν, Ἡλίου δὲ λέοντα, Σελήνης
δὲ βοῦν, Ἄρεος δὲ λύκον, Ἑρμοῦ δὲ δράκοντα· καὶ
γὰρ κηρύκιον ἄν τις καλέσοι τὴν ἐκ δράκοντος ση-
μαίαν.
23
Πριβιλέγια νόμοι τινὲς ἰδιωτικοὶ ἀλλ' οὐ γενικοί.
24
Δεκανοὶ οἱ ῥαβδοῦχοι κατὰ Ῥωμαίους.
25
Ἀκῆ〈δε〉 τὸ πρόσελθε σημαίνει.
26
Ὅτι πρῶτος ὁ Διοκλητιανὸς μετὰ Δομετιανὸν
δεσπότης καὶ βασιλεὺς Ῥωμαίων ὠνομάσθη, λίθοις
ἀντὶ δάφνης τὴν κεφαλὴν καὶ τοὺς πόδας ψηφώσας,
ὥς φησιν Εὐτρόπιος.
27
Ὅτι ἐπὶ τοῦ Διοκλητιανοῦ ἡ πᾶσα τῶν Ῥω-
μαίων στρατιὰ μυριάδες ἦν ὀκτὼ καὶ τριάκοντα καὶ
ἐννακισχίλιοι καὶ ἑπτακόσιοι καὶ τέσσαρες, ναυτικὴ δὲ
δύναμις ἡ ἐπὶ τῶν ἐπικαίρων χωρίων ναυλοχοῦσα ἐπί
τε τοῖς ποταμοῖς ἐπί τε τῇ θαλάσσῃ τετρακισμύριοι
καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι ἑξήκοντα καὶ δύο.
ὅτι πρὸς τοῦτον τὸν ἀριθμὸν ὁ μέγας Κωνσταντῖνος
ἐπὶ τῆς ἀνατολικῆς βασιλείας τὸν στρατὸν διέθηκεν,
ὡς ἑτέρας τοσαύτας μυριάδας στρατοῦ προστεθῆναι
τῇ Ῥωμαϊκῇ πολιτείᾳ.
28
Ἡ παρ' Ἕλλησιν ὀπτὴ πλίνθος λατέρκουλον
παρὰ Ῥωμαίοις λέγεται. ἦν δὲ πλίνθος δημοσία, ἐφ'
οὗ τά τε τῶν βουλευτῶν καὶ τὰ τῶν στρατευμάτων
ὀνόματα ἀπεγράφετο, καὶ ἐγράφετο ἐπὶ τείχους εἰς
τετράγωνον σχῆμα τύπος τις καὶ γραμμὴ πλίνθος. τίτ-
λον καὶ αὐτήν τινες ὀνομάζουσιν οὐκ εἰδότες, ὡς τίτ-
λος κυρίως ἡ προσγραφὴ τῶν ἀξιωμάτων λέγεται, οὐ
μὴν ἡ τετράγωνος γραμμή. τὰ τῶν ἄλλων στρατευμάτων
ὀνόματα ἐπὶ σανίδος ἀπεγράφετο· λέγεται δὲ παρὰ
Ῥωμαίοις ματρίκιον τὸ πλατὺ καὶ παχὺ ξύλον· οἱ γὰρ
ἀρχαῖοι ξύλοις καὶ φλοιοῖς καὶ φιλυρίνοις πίναξι πρὸς
γραφὴν ἐκέχρηντο. ἐστὶ δὲ καὶ σανὶς φιλυρίνη, ἐφ'
ἧς τὰ ῥήματα τῆς ἐλευθερίας εἴωθε γράφεσθαι. τιλία
δὲ παρὰ τοῖς αὐτοῖς ἡ φιλύρα τὸ ξύλον· ὅθεν κῶδιξ
τὸ βιβλίον. κῶδιξ δὲ κυρίως ὁ φιτρὸς παρ' αὐτοῖς
καλεῖται, καὶ λίβερ τὸ βιβλίον. λίβερ δὲ ὁ φλοιός
ἐστι κυρίως· ταῦτα καὶ ματρίκιον, καὶ ματρικαρίους
τοὺς ξυλουργοὺς καλοῦσιν. ὅθεν ἔτι καὶ νῦν πρὸ τῶν
ὑπάτων ἐπιφέρεται ὁ λεγόμενος τοῦ πραίτωρος σκρίβας.
χρόνῳ δὲ ὕστερον ὁ Πτολεμαῖος συμβουλεύοντος αὐτῷ
Ἀριστάρχου τοῦ γραμματικοῦ τὴν Ῥωμαίων ἀσπάσασθαι
προστασίαν πρῶτος χάρτην ἀποστείλας τὴν Ῥώμην ἐξέ-
νισεν. ἀντευδοκιμεῖται δὲ ὅμως παρὰ τοῦ Περγαμηνοῦ
Ἀττάλου, Κράτητος τοῦ γραμματικοῦ ἡγησαμένου τῆς
σπουδῆς πρὸς ἔριν Ἀριστάρχου τοῦ ἀντιτέχνου αὐτοῦ·
δέρματα γὰρ τὰ ἐκ προβάτων ἀποξέσας εἰς λεπτὸν ἔστειλε
τοῖς Ῥωμαίοις τὰ λεγόμενα παρ' αὐτοῖς μέμβρανα· εἰς
μνήμην δὲ τοῦ ἀποστείλαντος ἔτι καὶ νῦν Ῥωμαῖοι τὰ
μέμβρανα Περγαμηνὰ καλοῦσιν.
29
Ἰστέον δὲ Ῥωμαίοις τὸ κανοῦν ἐπὶ μὲν τῶν
ἱερῶν σατούραν, ἐπὶ δὲ τῶν εὐωχιῶν ἐπουλαρίαν, ἣν
ἀπαλαρίαν οἱ πολλοὶ ἐξ ἀγνοίας προσαγορεύουσιν.
ἐπούλας γὰρ τὰς εὐωχίας Ῥωμαίοις ἔθος καλεῖν.
30
Ἐδόκει μὲν μηκέτι ἐπ' ἀγορᾶς, ἀλλ' ἐν τῷ Πα-
λατίῳ τὴν βουλὴν συνάγεσθαι, τὴν δὲ τοιαύτην σύνο-
δον κομβέντον ἔθος Ῥωμαίοις καλεῖν, ἀντὶ τοῦ συνέ-
λευσιν. σιγῆς δὲ τοῖς πολλοῖς βουλευομένοις δεῖ· ἐκ
τῆς περὶ τὴν σιγὴν σπουδῆς—σιλέντιον δ' αὐτὴν
πατρίως καλοῦσιν—σιλεντιαρίους ἔκριναν ὀνομάζειν
αὐτούς. πάντων δὲ σχεδὸν ἐναλλαγέντων διέμεινε τὸ
τοῦ λεγομένου μαγίστρου φρόντισμα· ἐπείθετο δὲ αὐ-
τῷ τάξις τις πεντήκοντα τὸν ἀριθμὸν ἀνδρῶν, οἳ
φρουμεντάριοι καὶ κουρίωσοι προσηγορεύοντο, οἷον σι-
τῶναι καὶ περίεργοι· καὶ οἱ μὲν σιτῶναι τῆς εὐθηνίας
τῶν ἐν τῷ Παλατίῳ ἀντείχοντο, οἱ δὲ περίεργοι ἡγοῦντο
τοῦ δημοσίου δρόμου.
31
Κλαβουλάριος ὀχηματικός· κλάβον γὰρ τὸν οἴ-
ακα καλοῦσιν.
32
Βήλωξ, ὀξύς, ὃς καὶ βεραιδαρικὸς ἔτι καὶ νῦν
λέγεται. βεραίδους δὲ Ἰταλοῖς εἶναι δοκεῖ τοὺς ὑπο-
ζυγίους ἵππους .... ὅπερ ἐστίν, ἕλκειν τὸ ὄχημα· ὅθεν
καὶ δασύνουσι γράφοντες τὸ ῥαίδας ὄνομα ἐκ τοῦ ῥᾳ-
δίως ἐπιρρήματος παρηγμένον· οἱ γὰρ βεραίδους τοὺς
ῥαίδας ἐκτὸς λέγοντες σφόδρα πλανῶνται.
33
Ἀντικουάριοι οἱ κατὰ Ἕλληνας καλλιγράφοι.
34
Ὁ δὲ Νουμᾶς οὗτος βαρβαρικοῖς ταραττομένην
θορύβοις τὴν Ἰταλίαν μεγάλην Ἑλλάδα ᾠκονόμησε κλη-
θῆναι πάντας τε τοὺς κλεινοὺς τῶν φιλοσόφων ἐξ
αὐτῆς προελθεῖν, Ἐμπεδοκλέα λέγω τὸν φυσικὸν καὶ
ἄλλους πολλοὺς πρὸ Ἀριστοτέλους.
35
Ὅτι ἐπὶ τοῦ Νουμᾶ καὶ πρὸ τούτου οἱ πάλαι
ἱερεῖς χαλκαῖς ψαλίσιν, ἀλλ' οὐ σιδηραῖς ἀπεκείροντο·
ὁ γὰρ σίδηρος κατὰ τοὺς Πυθαγορείους τῇ ὕλῃ ἀνά-
κειται· μέλας γὰρ καὶ αὐτὸς καὶ διὰ τοῦτο ἐγγὺς ἀν-
είδεος, πολύκμητός τε καὶ πολύχρηστος ἀλλ' οὐκ ἀπα-
θής ἐστιν.
36
Ὅτι μετὰ τὸν Αὔγουστον ἐν ταῖς τοῦ Παλα-
τίου τάξεσιν ηὑρίσκετο καὶ σύστημα πατρικίων ἑξή-
κοντα παρ' οἷς τὰ διοπετῆ ὅπλα ἐφυλάττετο· ἔτι δὲ
μὴν καὶ ἄλλοι τριάκοντα, παρ' οἷς ἐφυλάττοντο οἱ
σιβύλλειοι χρησμοί.
37
Ἱερέας γενέσθαι τὸ πρὶν τοὺς ὕστερον ἄρχον-
τας τοῦ Ῥωμαίων πολιτεύματος οὐδενὶ τῶν πάντων
ἠγνόηται, Τυρρηνοῦ ἐπὶ τὴν ἑσπέραν ἐκ τῆς Λυδίας
μεταστάντος, τοὺς τότε καλουμένους Ἐτρούσκους—
ἔθνος δὲ ἦν Σικανόν—τὰς Λυδῶν τελετὰς διδά-
ξαντος, οὓς ἐκ τῆς θυοσκοπίας Θούσκους συμβέβηκε
μετονομασθῆναι· καὶ τούτων εἰς πλάτος ἐν τῇ πρώτῃ
τῆς περὶ μηνῶν γραφείσης ἡμῖν πραγματείας ἴσμεν
μνημονεύσαντες. τὰ γὰρ ἐπίσημα τῶν ἀρχόντων ἀπὸ
Θούσκων λαβὼν ὁ βασιλεὺς Νουμᾶς τῇ πολιτείᾳ εἰσή-
γαγεν, ὥσπερ καὶ τῶν ὅπλων τὸ δύσμαχον ἀπὸ Γαλα-
τῶν. καὶ μάρτυρες μὲν τούτων ὅ τε Καπίτων καὶ
Φοντήϊος, ἐξ ὧν καὶ ὁ διδασκαλικώτατος Οὐάρρων,
Ῥωμαῖοι πάντες, μεθ' οὓς Σαλούστιος οὗτος ὁ ἱστο-
ρικὸς ἐπὶ τῆς πρώτης ἱστορίας σαφῶς ἀναδιδάσκει.
38
Ῥαμνίτας καὶ Τιτίους ἱστῶν καὶ Λούκερας· τὰς
δὲ αἰτίας τουτωνὶ τῶν ὀνομάτων ἐν τοῖς περὶ μηνῶν,
ὡς εἴρηται, τεθεῖσιν ἡμῖν ἀποδεδώκαμεν.
39
Γλωσσίδα τινὰ ἤγουν διάβλημα, χρυσοτελὲς
καὶ αὐτό, εἰς βότρυος σχῆμα πεποιημένον δι' ἣν ἐν
τῇ περὶ μηνῶν συγγραφῇ ἀποδεδώκαμεν αἰτίαν.
40
Πάλαι γὰρ καὶ νῦν δὲ παρ' αὐτοῖς τῶν ὅπλων
στρατεύμασιν ἐπιφέρεται ὁ τῶν λεγομένων βιάρχων
πρῶτος ῥάβδον κλήματι ἐξ ἀργύρου πεποιημένῳ περι-
πεπλεγμένην πρὸς τιμῆς τοῦ ποτε τιμηθέντος Διονύ-
σου, ὡς ἐν τοῖς περὶ μηνῶν ἀποχρώντως ἡμῖν ἀνή-
νεκται.
41
Ὅτι βηξιλλατίωνες οἱ Ῥωμαίων ἱππεῖς καὶ
βήξιλλα παραπετάσματα ἐκ πορφύρας καὶ χρυσοῦ εἰς
τετράγωνον σχῆμα πεποιημένα· ταῦτα ἐξαρτῶντες ἐπὶ
μακρῶν δοράτων, κύκλῳ παραπορευόμενοι τῶν βασι-
λέων κατασκέπτουσιν αὐτούς. εἶεν δ' ἂν τὰ λεγό-
μενα φλάμμουλα.
2
t
{LIBER ALTER.
Περὶ ἡμέρας.}
1
... ἀναγκαῖόν μοι δοκεῖ περὶ τῶν μηνῶν εἰπεῖν,
ὅθεν καὶ ὅπως τὴν προσηγορίαν αὐτῶν ἕκαστος εἴληφε,
καὶ ἅπερ καθ' ἕκαστον αὐτῶν τοῖς Ῥωμαίοις πάλαι
παρατετήρηται, ὅσα γε ἡμεῖς ἐκ τῶν Ῥωμαϊκῶν ἱστο-
ριῶν παρειλήφαμεν· πρὸς τούτοις καὶ περὶ διαφορᾶς
ἔτι πρότερον ἐνιαυτῶν, αἰώνων τε καὶ χρόνων καὶ
ἀρχῆς ἡμερῶν. γένοιτο ἂν καὶ τοῦτο ὥσπερ ἥδυσμά τι
ταῖς τῶν πολλῶν ἀκοαῖς.
2
Ἡ φυσικὴ ἡμέρα ἀπὸ τῶν ἡλίου ἀνατολῶν ἕως
δυσμῶν λαμβάνεται, ἀλλ' οὐ παρὰ πᾶσιν οὕτως. Βαβυ-
λώνιοι μὲν γὰρ ἀπὸ ἀνατολῶν ἡλίου ἕως αὐτῶν λαμ-
βάνουσι δυσμῶν, νυκτὸς οὐδ' ὅλως μνήμην ποιούμενοι,
οἷα οὐ καθ' ὑπόστασιν ἀλλὰ μᾶλλον κατὰ συμβεβηκὸς
γινομένης. Αἰγύπτιοι δὲ καὶ Ἑβραῖοι ἀπὸ ἀρχῆς ἑσπέ-
ρας τὴν ἐπιφοιτῶσαν συναριθμοῦντες ἡμέραν ἕως τῆς
ἐπιούσης πάλιν ἑσπέρας, τὴν προλαβοῦσαν δηλον-
ότι νύκτα μετὰ τῆς ἐπακολουθούσης ἡμέρας συνενοῦν-
τες καὶ μίαν ἀμφοτέρας ὀνομάζοντες ἡμέραν, ἀρχόμενοι
δὲ πρότερον ἀπὸ τῆς νυκτός, διὰ τὸ ἀρχεγονώτερον εἶναι
τὸ σκότος τοῦ φωτὸς καὶ πρὸ τῆς τοῦδε τοῦ παντὸς
διακοσμήσεως ἔρεβος καὶ σκότος προϋποτίθεσθαι τοὺς
κοσμογράφους, νύκτα δὲ πάντων μητέρα ὀνομάζειν·
ὅθεν καὶ οἱ μυθικοὶ ἀπὸ Λητοῦς τεχθῆναι Ἄρτεμιν
ποιοῦσι καὶ Ἀπόλλωνα, καὶ πρώτην Ἄρτεμιν, οἱονεὶ
ἀερότεμιν Σελήνην, μεθ' ἣν τὸν Ἥλιον. εἴη δ' ἂν
Λητὼ ἡ νύξ· καὶ γὰρ λήθη κατ' αὐτὴν καὶ ὕπνος ἐπι-
γίνεται. οἵ γε μὴν Οὖμβροι, ἔθνος Ἰταλικὸν καὶ ἀστρο-
λόγον, ἀπὸ μεσημβρίας τὴν ἀρχὴν τῆς ἡμέρας λαμ-
βάνουσιν, ἕως πάλιν τῆς ἄλλης μεσημβρίας μίαν λέ-
γοντες ἡμέραν, ὥσπερ καὶ οἱ ἀστρολόγοι ἐπὶ ταῖς γε-
νέσεσιν. Ἀθηναῖοι δὲ καὶ αὐτοὶ ἀπὸ δυσμῶν εἰς
δυσμὰς ὥσπερ καὶ οἱ Ἑβραῖοι, Ῥωμαῖοι δὲ τὸ μὲν πρῶ-
τον ἴσα τοῖς Βαβυλωνίοις κατὰ τὸν φυσικὸν νόμον
καὶ αὐτοὶ τὴν ἡμέραν μόνην ἀπὸ ἀνατολῶν ἡλίου μέχρι
δυσμῶν ἡμέραν ὡρίζοντο, τὴν νύκτα μηδὲν λογιζόμε-
νοι· ὕστερον δὲ ἀπὸ μέσης νυκτὸς ἤγουν τῆς ἀρχῆς
τῆς ἑβδόμης ὥρας αὐτῆς καὶ ἕως μέσης πάλιν τῆς
ἐπιούσης νυκτὸς ἐτύπωσαν τὴν ἡμέραν καὶ νομίζεσθαι
καὶ ὀνομάζεσθαι.
3
Πάντας τοὺς ῥυθμοὺς ἐκ τῆς τῶν πλανήτων
κινήσεως εἶναι συμβαίνει· ὁ μὲν γὰρ Κρόνος τῷ Δω-
ρίῳ, ὁ δὲ Ζεὺς τῷ Φρυγίῳ, ὁ δ' Ἄρης τῷ Λυδίῳ καὶ
οἱ λοιποὶ τοῖς λοιποῖς κινοῦνται κατὰ τὸν Πυθαγόραν
πρὸς τὸν ἦχον τῶν φωνηέντων· ὁ μὲν γὰρ Ἑρμοῦ τὸν
α̅, ὁ δ' Ἀφροδίτης τὸν ε̅, ὁ δ' Ἥλιος τὸν η̅, καὶ ὁ
μὲν τοῦ Κρόνου τὸν ι̅, ὁ δὲ τοῦ Ἄρεος τὸν ο̅,
καὶ Σελήνη τὸν υ̅, ὅ γε μὴν τοῦ Διὸς ἀστὴρ τὸν ω̅
ῥυθμὸν ἀποτελοῦσιν· ὁ δὲ ἦχος τῶν ῥυθμῶν ὡς ἡμᾶς
οὐκ ἀφικνεῖται διὰ τὴν ἀπόστασιν.
4
Ὅτι οἱ περὶ Ζωροάστρην καὶ Ὑστάσπην Χαλδαῖοι
καὶ Αἰγύπτιοι ἀπὸ τοῦ ἀριθμοῦ τῶν πλανήτων ἐν
ἑβδομάδι τὰς ἡμέρας ἀνέλαβον. καὶ τὴν μὲν πρώτην
ἡμέραν μίαν ἐκ τῆς μονάδος, ἀλλ' οὐ πρώτην ἐκ τῆς
ἑβδομάδος κλητέαν κατὰ τοὺς Πυθαγορείους διὰ τὸ
μόνην εἶναι καὶ ἀκοινώνητον ταῖς ἄλλαις. πρώτη γὰρ
λέγεται ἡ πρωτεύουσα τῶν μετ' αὐτήν, ἡ δὲ μονὰς
ἀμερὴς καὶ ἀμετάβολος καὶ αὐτοκίνητος καὶ ὡσαύτως
ἔχουσα· ὑπὲρ ἀριθμὸν γάρ ἐστιν· ὥστε οὐκ ἄν τις αὐ-
τὴν καλέσοι πρώτην, ἀλλὰ μίαν· οὐδὲ γὰρ ἐπὶ ἄρτιον
οὐδὲ ἐπὶ τὸν περιττὸν οὔτ' ἐπ' ἄλλον τινὰ ἀριθμὸν
μεθίσταται. δικαίως ἂν αὐτοῦ τὴν δύναμιν ἐπέχοι
τοῦ νοῦ, ὅπερ ἐστιν ἀγαθόν τε καὶ περιττόν, ἴσον τε
καὶ πεπερασμένον, καὶ φῶς καὶ εὐθὺ καὶ μόνιμον,
ἄρρεν τε καὶ δεξιόν. νοῦς γάρ ἐστι, φησὶν ὁ μυ-
στικὸς λόγος, οὐσιώδης ὁ ἅπαξ ἐπέκεινα μένων ἐν
τῇ ἑαυτοῦ οὐσίᾳ καὶ πρὸς ἑαυτὸν συνεστραμμένος,
ἑστώς τε καὶ μένων. ἀναφέρεται δὲ ἡ μονὰς εἰς Ἀπόλ-
λωνα, τουτέστιν εἰς τὸν ἕνα Ἥλιον, ὃς Ἀπόλλων λέγε-
ται διὰ τὸ ἄπωθεν εἴναι τῶν πολλῶν. καὶ Ῥωμαῖοι
δὲ αὐτὸν Σόλεμ ἤτοι μόνον λέγουσι.
5
Πολλαῖς ὀνομασίαις καλεῖται ὁ Ἥλιος·
Ἥλιος Ὧρος Ὄσιρις Ἄναξ Διὸς υἱὸς Ἀπόλλων
ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων
ἠοῦς καὶ νυκτὸς πολυαστέρος ἡνία νεύων.
6
Ὁ Πυθαγόρας τὴν μονάδα Ὑπεριονίδα καλεῖ διὰ
τὸ πάντων ὑπερεῖναι τῇ οὐσίᾳ, ὥσπερ καὶ ὁ νοητὸς
Ἥλιος ὑπὲρ τὰ ὄντα ἔχων τὸ εἴναι Ὑπεριονίδης κέ-
κληται. ἀναφέρεται δὲ Ἥλιος εἰς μονάδα ὡς εἰκὼν
ἐκείνης, οὐκ αὐτὸς ὢν ἡ μονάς, ἀλλὰ μὴν καὶ ἀκάμας,
κάματος γὰρ ἐν τοῖς συνθέτοις· ἡ δὲ μονὰς ἁπλῆ
καὶ ἄρρην, ὅτι δὴ γονιμωτάτη καὶ τῶν μετ' αὐτὴν αἰ-
τία· καὶ ὅπως, συνιδεῖν εὔκολον· εἰ γάρ τις τὰ τέσ-
σαρα καὶ εἴκοσι στοιχεῖα—τὰ γράμματα λέγω—εἰς
ἀριθμοὺς συλλογίσεται, εὑρήσει τρισχιλίους ἐννακοσίους
ἐννενήκοντα ἐννέα τοὺς πάντας, οἷς προστιθεμένης
τῆς ἐν ἑξακισχιλιάδι μονάδος, εἰ πάντες συλλογισθή-
σονται, ἐννακισχίλιοι ἐννακόσιοι ἐννενήκοντα ἐννέα
ἀριθμοί, μεθ' οὓς οὐδὲν παρὰ τὴν μονάδα λελείψεται.
ὅθεν τὴν αὐτὴν ἐπέχει γραμμὴν ἡ μυριὰς τῇ μονάδι,
ὡς ἀρχῆς αὐτῆς ἅμα καὶ πέρατος οὔσης τῶν ἀσωμάτων
οὐσιῶν, ὧν εἰσι παραδείγματα οἱ ἀριθμοί. Ὀρφεὺς
δὲ τὸν ἕνα ἀριθμὸν ἀγυιέα καλεῖ, τουτέστιν ἀμερῆ,
οὐδὲν γὰρ τῶν μερῶν τοῦ ἀριθμοῦ περὶ αὐτόν, οὐχ
ἡμιόλιον, οὐκ ἐπίτριτον· τέλειος ἐπεὶ ὅλος. ὅτι ἡ
μονὰς οὕτως εἴρηται παρὰ τὸ μένειν ἐφ' ἑαυτῆς· μει-
ουμένου γὰρ τοῦ πλήθους κατὰ τὴν ἀφαίρεσιν παν-
τὸς ἀριθμοῦ στερηθεῖσα μόνη ἀμείωτος μένει. δια-
φέρει δὲ μονὰς ἑνὸς ᾗ διαφέρει ἀρχέτυπον εἰκόνος·
παράδειγμα μὲν γὰρ ἡ μονάς, μίμημα δὲ τῆς μονάδος
τὸ ἕν. ὅτι ἡ μονὰς ἐν τριάδι θεωρεῖται, δυνατὸν ἐκ
τῶν ὑμναρίων λαβεῖν· πρὸς γὰρ τὸν ἅπαξ ἐπέκεινα
ὁ Πρόκλος οὕτω·
μονάδα γάρ σε τριοῦχον ἰδὼν ἐσεβάσσατο κόσμος.
Τοσαῦτα μὲν περὶ τῆς μιᾶς, ἣν ὡς ἔφην πρώτην
τὸ πλῆθος καλεῖ, ἣν κατ' αἴσθησιν Ἡλίῳ ἀνέθεντο,
ταμίᾳ μὲν τοῦ παντὸς αἰσθητοῦ φωτός, δι' οὗ θερ-
μαίνει τε ἅμα καὶ ἠρέμα ξηραίνει τὰ σώματα, ἑνὶ τῶν
πλανήτων καθ' Ἕλληνας, κἂν εἰ Ζωροάστρης αὐτὸν
πρὸ τῶν ἀπλανῶν τάττοι.
7
Τὴν δὲ δευτέραν ἡμέραν τῇ Σελήνῃ φαίνονται οἱ
φυσικοὶ ἀναγράφοντες, ὑγραινούσῃ τε ἅμα καὶ μετρίως
θερμαινούσῃ, τουτέστι τῇ τῆς ὕλης ἐφόρῳ· ὅθεν καὶ
Ἄρτεμις λέγεται ἀπὸ τοῦ ἀρτίου καὶ ὑλικοῦ ἀριθμοῦ·
τὸ γὰρ ἄρτιον μέσον διασπᾶται διαιρούμενον τοῦ ἑνός·
μόνος δὲ ἀδιαίρετος ὁ περιττός. ὁ μὲν γὰρ ἄρρην
ἀριθμὸς τετράγωνος, αὐγὴ καὶ φῶς, ἐξ ἰσότητος πλευ-
ρῶν συνεστώς, ὁ δὲ θῆλυς ἑτερομήκης, νύκτα καὶ
σκότον ἔχων διὰ τὴν ἀνισότητα· ὁ δὲ ἑτερομήκης τὴν
μὲν ἐλάττονα πλευρὰν ἐλάττονα ἔχει ἑνί, τὴν δὲ μείζω
περιττοτέραν ἑνί. ὥστε ὁ δύο ἀριθμὸς οὐ καθαρός,
πρῶτον μέν, ὅτι κενός ἐστι καὶ οὐ ναστός, τὸ δὲ μὴ
πλῆρες οὐ καθαρόν, ἀρχὴ δὲ ἀπειρίας καὶ ἀνισότητος·
ἀπειρίας μὲν διὰ τὴν ὕλην, ἀνισότητος δὲ διὰ τοὺς
ἑτερομήκεις· ὅθεν οἱ παλαιοὶ ὡς ὕλην καὶ ἑτερότητα
τὴν δυάδα παραλαμβάνουσι. τόλμαν δὲ καὶ οἱ περὶ
Φερεκύδην ἐκάλεσαν τὴν δυάδα, καὶ ὁρμὴν καὶ
δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξῃ
ἐστί. πανσόβητος γὰρ ἡ ὕλη καὶ ἄστατος καὶ πολυ-
μετάβολος, κακοπαθής τε καὶ πόνων ὑπομονητική,
κατὰ φύσιν τὸ μεριστὸν καὶ διεστὼς ἔχουσα· ὁ γὰρ
ἄξων μέσος διὰ παντὸς ἥκων τοῦ οὐρανοῦ πρῶτος τὴν
εἰς δύο τομὴν καὶ ἀπὸ τοῦ ἑνὸς ἀπόστασιν ὑποφαίνει,
αἴτιος δὲ τῆς πάσης τοῦ αἰσθητοῦ κινήσεως καὶ πάντη
τῶν νοητῶν κεχωρισμένος. ταῦθ' οὕτως ἔχοντα ὁ
Νουμᾶς εὑρὼν Ῥωμαίοις τὸν δυικὸν ἀριθμὸν ἀπηγό-
ρευσεν ἐν ταῖς ἑορταῖς· οὐδὲ γὰρ ἀριθμοῦσιν οἱ Ῥω-
μαῖοι, ὥσπερ πρὸ τεσσάρων καὶ τριῶν, οὕτω καὶ πρὸ
δύο λέγοντες· ὡς καὶ Ἀθηναῖοι τὸ πρὶν τὴν δευτέραν
ἐξῄρουν τοῦ Βοηδρομιῶνος, ὡς Πλούταρχος ἐν Συμ-
ποσίῳ φησί.
8
Τὴν δὲ τρίτην ἡμέραν ἀνέθεντο Πυρόεντι—
Ἄρης δ' ἂν εἴη οὗτος παρ' Ἕλλησι—τουτέστι τῷ
ἀερίῳ καὶ γονίμῳ πυρί, ὅπερ ἐξάπτει τὴν τοῦ παν-
τὸς αἰσθητοῦ φύσιν καὶ ἀργεῖν οὐκ ἐᾷ, ξηραῖνον ἅμα
καὶ ῥοιζηδὸν θερμαῖνον. Ἥρας δὲ παῖδά φασι τὸν
Ἄρεα, τουτέστιν ἐκ τοῦ ἀερώδους τὸ διειδὲς καὶ λεπτο-
μερὲς πῦρ· ὅθεν οἱ μυθικοὶ ζευγνύουσι τὴν Ἀφροδί-
την ποτὲ μὲν Ἡφαίστῳ, τῷ χθονίῳ πυρί, ποτὲ δὲ
Ἄρεϊ, τῷ ἀερίῳ· διὰ γὰρ τούτων τὸ πᾶν αἰσθητὸν
ζωογονεῖται, ὡς εἴρηται. μεγίστη δὲ ἡ τῆς τριάδος
καὶ κατ' αἴσθησιν δύναμις· ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς
τοῖς γεννητοῖς ἐπιδέδωκε γένεσιν αὔξησιν τροφήν. καὶ
οὐχ ἁπλῶς εἴρηται·
τριχθὰ δὲ πάντα δέδασται,
τριῶν ὄντων καὶ αὐτῶν τῶν οὐρανίων σωμάτων, τοῦ
τε αἰθερώδους, ἀστρώδους τε καὶ λιθώδους. καὶ τῶν
περιττῶν ἀριθμῶν ἀρχὴ ἡ τριάς, ὅθεν καὶ ἰδικὸς
ἀριθμὸς ὁ τρία καλεῖται, μερισμὸν ἢ διαίρεσιν οὐκ
ἐπιδεχόμενος. ὅτι πάντων ἄρχει τῶν ἀριθμῶν ἡ τριάς,
ὡς ἀρχὴ τυγχάνουσα τῶν περιττῶν πάντων, πληρούν-
των καὶ μηδέποτε λειπομένων. καὶ τρεῖς πρῶται κατ'
Ὀρφέα ἐξεβλάστησαν ἀρχαὶ τῆς γενέσεως, νὺξ καὶ γῆ
καὶ οὐρανός, θεῶν δὲ τῶν ἐν γενέσει τρία γένη, οὐ-
ράνιον καὶ ἐπίγειον καὶ τὸ μεταξὺ τούτων. τρία δὲ
καὶ τῆς ψυχῆς τὰ κυριώτατα, λογικὸν θυμικὸν ἐπιθυ-
μητικόν. τρία δὲ καὶ νοῦ εἴδη Ἀριστοτέλης παραδί-
δωσι, τὸν ὑλικόν, τὸν καθ' ἕξιν, τὸν θύραθεν· ἐξ ὧν
καὶ τρεῖς ἰδέαι, φύσις μάθησις ἄσκησις. καὶ αὐτῆς
δὲ τῆς πάντα κινούσης μουσικῆς κατὰ τὸν Θεόφραστον
τομαὶ τρεῖς, λύπη ἡδονὴ ἐνθουσιασμός. ἀλλὰ μὴν
καὶ σώματος τρεῖς αἱ κινήσεις, φορὰ νόμος πρόβασις.
τρεῖς δὲ καὶ σφαιρῶν αἱ συστάσεις, κέντρον διάμετρον
περιφερές. τρεῖς δὲ καὶ κινήσεις τῶν ἀστέρων, προ-
ποδισμὸς ὑποποδισμὸς ἀκρωνυχία. τρεῖς δὲ σωμάτων
διαφοραί· τὰ μὲν γάρ ἐστιν ὑλικά, τὰ δὲ ἀέρια, τὰ
δὲ ἐμπύρια, ὡς ὁ Χαλδαῖος παραδίδωσι. τρία δὲ καὶ
ἑκάστου κινήματα σχήματος, πλάτος βάθος μῆκος.
τρεῖς δὲ καὶ οἱ τὸ ζῳδιακὸν πλάτος ὁρίζοντες κύκλοι,
θερινὸς τροπικός, χειμερινὸς τροπικός, ἰσημερινός. τρία
δὲ καὶ τὰ ὑπέργεια κέντρα, ἀνατολὴ δύσις μεσουρά-
νημα. καὶ πολλὰ ἄν τις εἴποι περὶ τῆς κατ' αἴσθησιν
τριάδος, καὶ ὁ σύμπας κόσμος ἐκ τριῶν δυνάμεων συ-
στῆναι λέγεται, ἀριθμητικῆς γεωμετρικῆς ἁρμονικῆς·
ἡ γὰρ νοητὴ ὑπερβέβηκε τὴν παροῦσαν ἐξέτασιν. ἴσμεν
γάρ, ὅτι ἡ τριὰς τὴν τῶν θείων πρόοδον ἐκίνησε καὶ
στάσιν αὐτοῖς τὴν αἰώνιον ἀπειργάσατο ἐν τῷ αὐτῷ
εἴδει, ὥς φησιν ὁ Πυθαγόρειος Ὤκελλος ῥήμασι τού-
τοις· ‘ἡ τριὰς πρώτη συνέστησεν ἀρχήν, μεσότητα καὶ
τελευτήν.’ ἡ γὰρ περιττὴ καὶ περαίνουσα ἰσότης δη-
μιουργός ἐστι κατὰ τὴν τετράγωνον φύσιν· τὸ γὰρ
θεῖον τρισὶ τούτοις χαρακτηρίζεται, τῷ ἐφετῷ, τῷ ἱκα-
νῷ, τῷ τελείῳ. ἔτι μὴν καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης,
ἀλλὰ μὴν καὶ ὁ ἐν Πολιτείᾳ παραδίδωσιν, ὅτι τὸ νοη-
τὸν τρίτην τινὰ φύσιν ἐν τῷ θείῳ τίθεται· ἔστι γὰρ
αὐτοῦ τὸ μὲν ἀκρότατον οὐσία, τὸ δὲ μέσον ζωή, τὸ
δὲ ἔσχατον νοῦς. ἄλλ' ἴσως ἐρεῖ τις· ποία κοινωνία
τοῖς αἰσθητοῖς πρὸς τὴν νοητὴν τριάδα; ἰστέον τοίνυν,
ὅτι τρεῖς τριάδας ὁ Τίμαιος παραδίδωσι, καὶ μάρτυς
ὁ Πρόκλος ἐν ὑποτυπώσει τῆς Πλάτωνος φιλοσοφίας
φάσκων, ὅτι ἡ τῶν νοητῶν ἀκρότης, τριὰς οὖσα
νοητή, καὶ μονάς ἐστιν· ἑνὰς γὰρ τυγχάνειν δύνα-
ται, ἐν ἑαυτῇ τὴν πασῶν δυνάμεων αἰτίαν ἔχουσα καὶ
οὐσίαν, ὥς φησιν ὁ Παρμενίδης. πάντα γὰρ τὰ νοη-
τὰ ἐν τῇ τριάδι περιέχεται, καὶ πᾶς ὁ θεῖος ἀριθμὸς
ἐν τῇ τάξει ταύτῃ προελήλυθεν, ὡς καὶ αὐτὸς ὁ Χαλ-
δαῖος ἐν τοῖς λογίοις·
τῆσδε γὰρ ἐν τριάδος κόλποις ἔσπαρται ἅπαντα,
καὶ πάλιν·
τῆσδε γὰρ ἐκ τριάδος πᾶν πνεῦμα πατὴρ ἐκέρασσε.
διὰ μὲν τοῦτο οἱ Πυθαγόρειοι τριάδα μὲν ἐν ἀρι-
θμοῖς, ἐν δὲ σχήμασι τὸ ὀρθογώνιον τρίγωνον ὑποτί-
θενται στοιχεῖον τῆς τῶν ὅλων γενέσεως. ἓν μὲν οὖν
μέτρον ἐστί, καθ' ὃ συνέστη ὁ ἀσώματος καὶ νοητὸς
κόσμος· δεύτερον δὲ μέτρον, καθ' ὃ ἐπάγη ὁ αἰσθητὸς
οὐρανός, πέμπτην λαχὼν καὶ θειοτέραν οὐσίαν, ἄτρε-
πτον καὶ ἀμετάβολον· τρίτον δὲ καθ' ὃ ἐδημιουργήθη
τὰ ὑπὸ σελήνην, ἐκ τῶν τεσσάρων δυνάμεων γένεσιν
καὶ φθορὰν ἐπιδεχόμενα.
9
Τὴν δὲ τετάρτην ἡμέραν Στίλβοντι, ἑνὶ τῶν
πλανήτων κατ' Αἰγυπτίους οὕτω καλουμένῳ, ἀνέθεντο,
ὃς ἐξ ἴσου ποτὲ μὲν ὑγραίνει ποτὲ δὲ ξηραίνει, πνευμα-
τούμενος ὑπὸ τῆς περὶ τὸν ἥλιον ὀξυκινησίας· Ἑρμοῦ
δὲ τοῦτον Ἕλληνες εἶναι βούλονται. αὐτῷ τοίνυν τὴν
τετράδα οἱ φιλοσοφοῦντες ἀνέθεντο ὡς ἐφόρῳ τῶν
μιγάδων ψυχῶν· τὰ γὰρ τῆς ψυχῆς στηρίγματα τέσ-
σαρά ἐστι, νοῦς ἐπιστήμη δόξα αἴσθησις. ψυχὰ γὰρ
ἀνθρώπου, ὡς Πυθαγόρας ἔφη, ἔστι τετράγωνον ὀρθο-
γώνιον. Ἀρχύτας δὲ τῆς ψυχῆς τὸν ὅρον οὐκ ἐν τε-
τραγώνῳ, ἀλλ' ἐν κύκλω ἀποδίδωσι, ‘διὰ τοῦτο ψυχὰ
τὸ αὑτὸ κινοῦν, ἀνάγκα δὲ τὸ πρῶτον κινοῦν, κύκλος
δὲ τοῦτο ἢ σφαῖρα’. καὶ οὕτω μὲν ἐπὶ τοῦ νοητοῦ,
οὐδὲν δὲ ἧττον κἀπὶ τοῦ αἰσθητοῦ ἐστι συνιδεῖν ἐν
ταῖς τῶν ζώων γενέσεσι· πρῶτον μὲν γάρ ἐστι σπέρ-
ματος καταβολή, δεύτερον δὲ ἡ εἰς τὰ γένη διανομή,
τρίτον αὔξησις, καὶ τέταρτον τελείωσις. ἀλλὰ μὴν τέσ-
σαρές τε ἡλίου τροπαί, καθ' ἃς τὰ ὄντα συντηρεῖται,
ἰσημερίαι δύο, θερινὴ καὶ χειμερινὴ τροπή. τέσσαρες
δὲ καὶ αὐτῆς τῆς σελήνης αἱ πρῶται φάσεις ὥσπερ
ῥίζαι καὶ ἀρχαί, σύνοδος πανσέληνος διχότομοι δύο,
ἑκάστης φάσεως ἀλλοιούσης τὴν ἐνέργειαν· ἀπὸ μὲν
γὰρ συνόδου ἕως διχοτόμου ὑγραίνει, ἀπὸ δὲ ταύτης
ἕως πανσελήνου θερμαίνει, ἀπὸ δὲ ταύτης ἕως τῆς
δευτέρας διχοτόμου ξηραίνει, ἐκ δὲ ταύτης ἕως ἐπὶ
σύνοδον ψύχει. ἔνθεν οἶμαι τοὺς περὶ γεωργίαν ἐσχο-
λακότας ἀσφαλῶς σπείρειν μὲν καὶ φυτεύειν περὶ συ-
νόδους ἢ πανσελήνους, οἷα δὴ ἐν ὑγροτέρῳ τηνικαῦτα
τῷ ἀέρι καὶ πρὸς γένεσιν ἄλλων κεκινημένῳ· περὶ δὲ
τὰς διχοτόμους ὕλην τε, ὅση ἐργάσιμος, κόπτουσι καὶ
τοὺς πρὸς ἀπόθεσιν καρποὺς συγκομίζουσιν, οἷα δὴ ἐν
ξηροτέρᾳ τῇ ὥρᾳ. καὶ ταῦτα μὲν ἐπὶ τῶν αἰσθητῶν
καὶ νοητῶν. περὶ δὲ τοῦ κατ' ἀριθμὸν ἀξιώματος ὁ
τέταρτος ἀριθμὸς τετράγωνός ἐστι. μόνος γὰρ ἰσάκις
ἶσος ἰσομερὴς ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει
πέφυκε γεννᾶσθαι, σύνθεσιν μὲν οὖν ἐκ δυεῖν καὶ
δυεῖν, δύναμιν δὲ ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμ-
φωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων
ἀριθμῶν συμβέβηκεν, ὅθεν καὶ ἀποτελεσματικὸς καλεῖ-
ται· εἰ γὰρ ἀπὸ μονάδος μέχρι τετράδος ἑξῆς συντε-
θεῖεν ἀριθμοί, δεκάδα ἀποτελοῦσιν.
10
Τὴν δὲ πέμπτην Φαέθοντι, τῷ πάντων πλανή-
των εὐκρατοτάτῳ ἀνέθεντο· Δία δὲ αὐτὸν Ἕλληνες
ζωογόνον θεολογοῦσιν. ὅθεν καὶ ἐν Κρήτῃ τεχθῆναι
μυθικῶς αὐτὸν βούλονται, ἐν ᾗ θανάσιμον οὐδὲν φύε-
ται, ἀλλ' οὐδὲ λύκος ἢ γλαὺξ εὑρίσκεται, ὥς φησιν
Ἀντίγονος. καὶ οὐράνιος δὲ καλεῖται κατὰ τὴν ἐν πεν-
τάδι κυκλοφορικὴν οὐσίαν, ἐξ ἧς φασιν ἀποτελεσθῆ-
ναι τὸν οὐρανὸν κατὰ τὸν Ἀριστοτέλην. ἡ γὰρ πεν-
τὰς παραλαβοῦσα τὴν τετράδα ὕλης λόγον ἔχουσαν
τρόπον τινὰ καὶ ὑποκείμενον τοῖς ἐξ αὐτῆς φυομένοις,
ηὔξησέ τε αὐτὴν καὶ προήγαγεν ἐπὶ τὴν ἀπὸ τῆς αὐξή-
σεως αἰώνιον ἀνακύκλησιν· μεθόριον γὰρ τῆς δεκάδος
καὶ ὡς ἂν εἴδωλόν ἐστι τῆς κοινῆς τελειότητος ἡ πεν-
τάς. καὶ πλανώμενοι πλὴν ἡλίου καὶ σελήνης πέντε,
καὶ κύκλοι ἐν σφαίρᾳ πέντε καὶ ζῶναι πέντε. τῆς
δὲ αἰσθήσεως λέγεται δημιουργὸς παρὰ τοῖς φιλοσόφοις
ὁ Ζεὺς καὶ εἰκὸς ἦν αὐτῷ τὴν πεντάδα κατὰ φύσιν
ὥσπερ ἀνατεθῆναι· συγγενὴς γὰρ ἡ πεντὰς τῇ αἰσθήσει,
ἥτις πενταχῶς τέμνεται, εἰς ὅρασιν ἀκοὴν γεῦσιν ὄσ-
φρησιν καὶ ἁφήν. καὶ τούτου χάριν ὁ Πυθαγόρας
Εἱμαρμένῃ τὸν πέντε ἀριθμὸν ἀνακεῖσθαί φησιν, ἐπεὶ
τῶν αἰσθητῶν κατάρχειν τὴν Εἱμαρμένην λόγος· ταύτῃ
τὰς ἀποκαθισταμένας ψυχὰς ὑπερβαίνειν τὴν Εἱμαρ-
μένην φησὶ τὸ λόγιον·
οὐ γὰρ ὑφ' εἱμαρτὴν ἀγέλην πίπτουσι θεουργοί.
11
Τὴν δὲ ἕκτην ἀναφέρουσι Φωσφόρῳ, θερμαί-
νοντι ἅμα καὶ γονίμως ὑγραίνοντι· οὗτος δὲ ἂν εἴη
ὁ Ἀφροδίτης ὁ καὶ Ἕσπερος, ὡς Ἕλλησι δοκεῖ· Ἀφρο-
δίτην δὲ ἄν τις εἴποι τὴν τοῦ παντὸς αἰσθητοῦ φύσιν,
τουτέστι τὴν πρωτογενῆ ὕλην, ἣν καὶ Ἀστερίαν καὶ
Οὐρανίαν καλεῖ τὰ λόγια. ὁ γὰρ ἓξ ἀριθμὸς γεννη-
τικώτατός ἐστιν ὡς ἀρτιοπέριττος, μετέχων καὶ τῆς
δραστικῆς οὐσίας κατὰ τὸν περιττὸν καὶ τῆς ὑλικῆς
κατὰ τὸν ἄρτιον. ὅθεν καὶ οἱ ἀρχαῖοι γάμον καὶ ἁρ-
μονίαν αὐτὸν ἐκάλεσαν· τῶν γὰρ ἀπὸ μονάδος μόνος
τέλειός ἐστι τοῖς ἑαυτοῦ μέρεσι, συμπληρούμενος ἐκ
τῶν αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος,
ἕκτου δὲ μονάδος. καὶ ἁπλῶς εἰπεῖν ἄρρην τε καὶ θῆ-
λυς εἶναι πέφυκεν, ὡς καὶ αὐτὴ Ἀφροδίτη τὴν τοῦ
ἄρρενος τήν τε τοῦ θήλεος ἔχουσα φύσιν καὶ διὰ τοῦτο
παρὰ τοῖς θεολόγοις ἀρρενόθηλυς καλουμένη. καὶ ἄλ-
λος φησίν· ὁ ἓξ ἀριθμὸς ψυχογονικός ἐστιν ἀπὸ ἑξά-
δος ἐπιπεδούμενος τῇ τοῦ παντὸς σφαίρᾳ, καὶ τὰ
ἐναντία δὲ κατακεράννυσιν. εἰς ὁμόνοιαν καὶ φιλίαν
ἄγει, ἔπειτα δὲ ὑγείαν μὲν ἐμποιῶν τοῖς σώμασι, συμ-
φωνίαν δὲ ἐν λύρᾳ καὶ μουσικῇ καὶ ἀρετὴν ἐν ψυχῇ
καὶ ἐν πόλει εὐθηνίαν ἔν τε τῷ παντὶ πρόνοιαν. ὅθεν
καὶ Ὀρφεὺς περὶ ἑξάδος ταῦτά φησι·
ἵλαθι κύδιμ' ἀριθμέ, πάτερ μακάρων, πάτερ ἀνδρῶν.
Τὴν ἑβδόμην ἡμέραν Αἰγύπτιοι μὲν καὶ Χαλ-
δαῖοι προσφωνοῦσι Φαίνοντι, οὕτω κατ' αὐτοὺς προσ-
αγορευομένῳ ἀστέρι τῷ πάντων ἀνωτάτῳ, ψύχοντι
ἄκρως καὶ προσεχῶς ξηραίνοντι, Κρόνον δὲ αὐτὸν Ἕλ-
λησιν ἔθος καλεῖν κατὰ μὲν θεολογίαν, κατὰ δὲ ἐτυ-
μολογίαν διακορῆ νοῦν, οἱονεὶ πλήρη καὶ μεστὸν ἐτῶν,
ἀντὶ τοῦ Μακραίωνα, ὡς εἴρηται. οἵ γε μὴν Πυθα-
γόρειοι τῷ ἡγεμόνι τοῦ παντὸς τὴν ἑβδόμην ἀνατίθεν-
ται, τουτέστι τῷ ἑνί, καὶ μάρτυς Ὀρφεὺς λέγων οὕτως·
ἑβδόμη, ἣν ἐφίλησεν ἄναξ ἑκάεργος Ἀπόλλων.
Ἀπόλλωνα δὲ μυστικῶς τὸν ἕνα λέγεσθαι προειρήκαμεν
διὰ τὸ ἄπωθεν εἶναι τῶν πολλῶν, τουτέστι μόνον.
ὀρθῶς οὖν ἀμήτορα τὸν ἑπτὰ ἀριθμὸν ὁ Φιλόλαος
προσηγόρευσε, μόνος γὰρ οὔτε γεννᾶν οὔτε γεννᾶσθαι
πέφυκε· τὸ δὲ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον·
ἐν κινήσει γὰρ ἡ γέννησις, τὸ μέν, ἵνα γεννήσῃ, τὸ
δέ, ἵνα γεννηθῇ· τοιοῦτος δὲ ὁ θεός, ὡς καὶ αὐτὸς
ὁ ῥήτωρ ὁ Ταραντῖνος· φησὶ δὲ οὕτως· ‘ἔστι γὰρ ἡγε-
μὼν καὶ ἄρχων ἁπάντων εἷς ἀεὶ ὢν θεός, μόνιμος
ἀκίνητος αὐτὸς ἑαυτῷ ὅμοιος.’ οἱ δὲ μαθηματικοὶ
πρὸς τὸ μυθικώτερον ῥέποντες τῷ Κρόνῳ τὴν ἑβδόμην
ἡμέραν προσφωνοῦσιν, οἱονεὶ τῷ πατρὶ τῶν ἐμφανῶν
θεῶν. ἐπειδὴ γὰρ τῶν πλανωμένων πάντων ὑψηλό-
τερος ὁ τοῦ παρ' αὐτοῖς Κρόνου λέγεται ἀστήρ, αὐτῷ
δῆθεν τὴν ἑβδόμην ἡμέραν ἀνέθεντο ὡς ἀνωτάτῳ
πάντων. ἡ τοίνυν ἑβδομὰς συνέστηκεν ἐξ ἑνὸς καὶ
δυοῖν καὶ τεττάρων, ἔχουσα δύο λόγους ἁρμονικωτά-
τους, τόν τε τριπλάσιον καὶ τὸν τετραπλάσιον. ἔχει
δὲ καὶ διαιρέσεις ζυγάδην τρόπον τινὰ συνεστώσας·
διαιρεῖται γὰρ πρῶτον εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα
εἰς πεντάδα καὶ δυάδα, καὶ τελευταῖον εἰς τριάδα καὶ
τετράδα· μουσικωτάτη δὲ ἡ τούτων τῶν ἀριθμῶν ἀνα-
λογία. διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ τὴν ὁρατὴν
ἅπασαν οὐσίαν, οὐρανὸν καὶ γῆν· αὐτίκα γοῦν οὐρα-
νόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὀνόματα τάδε·
ἀρκτικὸς ἀνταρκτικὸς θερινὸς χειμερινὸς ἰσημερινὸς ζω-
διακὸς καὶ προσέτι γαλαξίας· ὁ γὰρ τοιοῦτος ἀριθμὸς
θεῖός ἐστιν. ὅθεν τὰ κατὰ τὴν ἡμετέραν ψυχὴν διὰ
τοῦ ἡγεμονικοῦ λόγου ἑπταχῆ σχίζεται, πρός τε πέντε
αἰσθήσεις καὶ τὸ φωνητικὸν ὄργανον καὶ ἐπὶ πᾶσι τὸ
γόνιμον. καὶ τὸ πᾶν δὲ τοῦτο ἐν ἑπτὰ θεωρεῖται· ἐν
σώματι ἐν διαστάσει ἐν σχήματι ἐν μεγέθει ἐν χρώματι
ἐν κινήσει ἐν στάσει· καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον
συμβέβηκε τοῖς ὁρωμένοις· τῶν γὰρ αἰσθητῶν τὰ στε-
ρεὰ προὐπινοεῖται, τῶν δὲ στερεῶν τὰ ἐπίπεδα, τῶν
δὲ ἐπιπέδων αἱ ἐπιφάνειαι, τῶν δὲ ἐπιφανειῶν αἱ
γραμμαί, τῶν δὲ γραμμῶν αἱ στιγμαί, τῶν δὲ στιγμῶν
οἱ ἀριθμοί, οἳ δὴ καὶ τῷ σώματι τυγχάνουσιν. ἑπτὰ
δὲ καὶ φωνῶν μεταβολαί, ὀξεῖα βαρεῖα περισπωμένη
σύμφθογγος ψιλή τε καὶ μακρὰ καὶ βραχεῖα. ἔνθεν
καὶ τὰ ἑπτάμηνα βρέφη τελειογονεῖσθαι πέφυκεν, ὡς
Ἱπποκράτης λέγει· ἡ γὰρ τοῦ ἀριθμοῦ ψυχογονικὴ δύ-
ναμις τὰ ἑπτάμηνα τέλεια ἀποφαίνει, διότι τελείας
περίοδος σφαιρικῆς ἀριθμῷ τελείῳ καὶ κοσμικῷ, τῷ
ψυχοκρατητικῷ καὶ ψυχογονικῷ περιέχεται· καὶ γὰρ
τὴν ψυχὴν ὁ Τίμαιος ἐξ ἑπτὰ ἀριθμῶν συνέστησε.
καὶ κινήσεις δὲ αἱ πᾶσαι μόναι εἰσὶν ἑπτά, ἥ τε ἄνω
ἥ τε κάτω, ἡ ἐπιδέξια ἡ εὐώνυμα ἡ πρόσω ἡ κατόπιν ἡ
ἐν κύκλῳ. στοιχείων δὲ τὰ φωνήεντα ἑπτά, ἐπειδὴ
καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συν-
ταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν γὰρ ἡμι-
φώνων ἀναπληροῖ τὸ ἐνδέον, ὁλοκλήρους δὲ κατα-
σκευάζει τοὺς φθόγγους, τῶν δὲ ἀφώνων τρέπει τε
καὶ μεταβάλλει τὰς φύσεις, ἵνα γένηται τὰ ἄρρητα
ῥητά. καὶ τί μακρηγοροῦμεν, ὅταν οὐδὲ ἡ τῶν ὑδά-
των φύσις ἔξω τῆς δυνάμεως τῆς ἑπτάδος ἀπολέλειπται;
ὁ γοῦν Διονύσιος ἐν ταῖς Κτίσεσί φησι, τὸν Χαλκιδικὸν
Εὔριπον ἑπτάκις καθ' ἡμέραν στρεφόμενον κατὰ μό-
νας τὰς ἑβδομάδας ἵστασθαι. καὶ ἐξ αὐτοῦ δὲ τοῦ
νοητοῦ αἰῶνος ἔστι συνιδεῖν τοὺς ἀρτέμονας· συνά-
γονται μὲν γὰρ πρῶτον ἐξ ὡρῶν, εἶτα ἡμερῶν, εἶτα
ἑβδομάδων, ἔπειτα μηνῶν, εἶτα ἐνιαυτῶν, ἐκεῖθεν και-
ρῶν, καὶ τὸ λοιπὸν αἰώνων, πρὸς τὸ ἀρχέτυπον εἶδος
τοῦ νοητοῦ καὶ πατρογενοῦς αἰῶνος.
3
t
{LIBER TERTIUS.
Περὶ μηνός.}
1
Ὅτι Ἀνάχαρσις ὁ Σκύθης ἔφη φιλονεικίαν
γενέσθαι ποτὲ Αἰγυπτίοις καὶ Σκύθαις περὶ ἀρχαιότητος
ἑκατέρων, ἴσως ἐξ ἑκατέρων τῶν ἄρκτων προέχειν τῶν
πραγμάτων…
πρεσβυτέρ…
The complete text is available when the reading interface loads.