De ostentis
- Edition reference
- De ostentis (= Περὶ διοσημειῶν), ed. C. Wachsmuth, Ioannis Laurentii Lydi liber de ostentis et calendaria Graeca omnia, Leipzig: Teubner, 1897: 3–160.
- CTS identifier
urn:cts:greekLit:tlg2580.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Περσῶν ἔ[φοδος, μέ]χρι μὲν τῶν Ὀρόντου γενομένη
μερῶν (a. 540 p. Chr.), συντομωτάτην [δὲ τὴν ὑπ]ο-
στροφὴν ὡς οἷόν τε λαβοῦσα (ἐδήλου γὰρ δὴ καὶ τὴν
τοῦ κρα[ταιοτάτου βασι]λέως νίκην), ὑπ' αὐτῶν λοιπὸν
τῶν πραγμάτων καὶ τῆς [ἐξ αὐτῶν] μαρτυρίας γρά-
φειν περὶ τῶν τοιούτων προήχθην, ἅμα μὲν πρὸς τῆς
ἐμῆς ἔσεσθαι μνήμης τὸ πρᾶγμα νομίζων, ἅμα δὲ ἄτο-
πον καὶ φθόνου γέμον ἡγούμενος εἶναι τὸ πόνους
τοσούτους <τοῖς ἀρχαίοις> καταβεβλημένους εἰς τοὺς
περὶ τούτων λόγους ἄχρι παντὸς μεῖναι λανθάνοντας.
2
Ἁρμόδιον δὲ εἶναι νομίζω τῷ περὶ τῶν τοιού-
των γράφειν ἐθέλοντι, πόθεν τε ἡ τῶν τοιούτων κα-
τάληψις ἤρξ[ατο, λέγ]ειν, καὶ ὅθεν ἔσχε τὰς ἀφορμάς,
καὶ ὅπως ἐπὶ τοσοῦτον προ[ῆλθεν], ὡς καὶ αὐτούς, εἰ
θέμις εἰπεῖν, <Αἰγυπτίους> ὑπερβαλεῖν. τούτων [γὰρ
δή, μετὰ] <Ζωροάστρην> τὸν πολύν, <Πετόσιρις> τοῖς
εἰδικοῖς τὰ [ἐν γένει διαπλέ]ξας πολλὰ μὲν κατ' αὐτὸν
παραδοῦναι βιάζεται, οὐ πᾶ[σι δὲ παρα]δίδωσι ταῦτα,
μόνοις δὲ τοῖς καθ' αὑτόν, μᾶλλον δὲ ὅσοι καὶ [αὐ-
τῶν] πρὸς στοχασμοὺς ἐπιτηδειότεροι. <Ἀντίγονος>
δὲ μετ' ἐκεῖνον δι[έκριν]ε μὲν καὶ διήρθρωσε τὴν
παράδοσιν, πρὸς δὲ τὸ πυκνὸν [τῶν ἐν τῇ ἀστρ]ονομίᾳ
γραμμῶν ἀποκλίνας ἀμύθητον ὄχλον [καὶ ἀσαφείας
πάσης ἀ]νάμεστον τῇ γραφῇ συγκατέθετο. τὰ γὰρ
<Ἀριστοτέλει> εἰρημένα γνωριμώτατα. <Ἡλιόδωρος>
δὲ καὶ <Ἀσκλατίων,> ἔτι καὶ <Ὠδαψὸς> ὁ Θηβ[αῖος καὶ
ὁ Αἰγιεὺς] <Πολλῆς> καὶ ὁ θειότατος πρὸ αὐτῶν <Πτο-
λεμαῖος>, οὐ μέχρι παντὸς ἴσχ[υσ]αν τὴν παλαιὰν
ἀσάφειαν τοῦ πράγματος ἐκβαλεῖν, καίτοι γε σφόδρα
καὶ τοῦτο ποιῆσαι σπεύσαντες. ἐπειδὴ δὲ ἡμῖν, τοὺς
ἐξ Ἰταλίας φημί, Τάγης ἀρχηγὸς τοῦ πράγματος γέ-
γονεν, ἀκόλουθον τοῖς αὐτοῦ ῥήμασι χρήσασθα[ι, μ]ᾶλ-
λον δὲ τῇ τούτων ἐννοίᾳ· τοῖς γὰρ ἀρχαιοτέροις
ὀνόμασιν ἐκεῖνα συγκείμενα δυσπαρακολούθητά πώς
ἐστι καὶ οὐ σφόδρα σαφῆ. [χρησόμεθα δὲ καὶ τοῖς]
λοιποῖς, <Τάρχοντί> τε τῷ θυοσκόπῳ καὶ <Ταρκύτῳ>
τῷ [τελεστῇ καὶ <Κα]πίτωνι> ἱερεῖ, ὥστε ἐκ τῶν πᾶσι
τούτοις εἰρημέ[νων γλαφυράν] τινα διαπλέξαι τοῦ
πράγματος ἁρμονίαν. δεῖ [τοίνυν ἀφη]γήσασθαι πρῶ-
τον τίς τε οὗτος ὁ Τάγης καὶ τίνες οἱ λοιπ[οί, καὶ
ὅπως] γράμμασιν ἐνεπιστεύθη παρὰ τὸ κρατοῦν ἐν
τοῖς ἱερ[οῖς τὰ τοιαῦ]τα.
3
<Τάρχων>, ταύτῃ ἔχων τὴν προσηγορίαν, ἀνὴρ
γ[έγονε μὲν] θυοσκόπος, ὡς αὐτὸς ἐπὶ τῆς γραφῆς
εἰσενήνεκται, εἷς [τῶν ὑπὸ] Τυρρηνοῦ τοῦ Λυδοῦ δι-
δαχθέντων. καὶ γὰρ δὴ τοῖς <Θούσκ[ων> γράμμα]σι
ταῦτα δηλοῦται, οὔπω τηνικαῦτα τοῖς τόποις ἐκείνοις
Εὐάνδρου τοῦ Ἀρκάδος ἐπιφανέντος. ἦν δὲ ἀλλοῖός
τις ὁ τῶν γραμμάτων τύπος, καὶ οὐδὲ ὅλως καθημα-
ξευμένος ἡμῖν· ἦ γὰρ ἂν τῶν ἀπορρήτων τε καὶ ἀναγ-
καιοτέρων οὐδὲν ἔμεινεν ἄχρι τοῦ παρόντος λανθάνον.
φησὶ τοίνυν ὁ Τάρχων ἐπὶ τοῦ συγγράμματος, ὅπερ
εἶναί τινες <Τάγητος> ὑποπτεύουσιν, ἐπειδήπερ ἐκεῖ
κατά τινα διαλογικὴν ὁμιλίαν ἐρωτᾷ μὲν δῆθεν ὁ
Τάρχων, ἀποκρίνεται δὲ ὁ Τάγης ὡς προσκαρτερῶν
ἑκάστοτε τοῖς ἱεροῖς, ὡς [τυχὸν] συμβέβηκεν αὑτῷ
κατά τινα χρόνον ἀροτριῶντι θαυμάσιόν τι, οἷον οὐδὲ
ἀκήκοέ τις ἐν τῷ παντὶ χρόνῳ γενόμενον· ἀνεδόθη
γὰρ 〈ἐκ〉 τοῦ αὔλακος παιδίον, ἄρτι μὲν τεχθῆναι
δοκοῦν, ὀδόντων δὲ καὶ τῶν ἄλλων τῶν ἐν ἡλικίᾳ
γνωρισμάτων ἀπροσδεές· ἦν δὲ ἄρα τὸ παιδίον ὁ
Τάγης, ὃν δὴ καὶ χθόνιον Ἑ[ρμῆν] εἶναι τοῖς Ἕλλησιν
ἔδοξεν, ὥς που καὶ <Πρόκλος> φησὶν ὁ διάδοχος.
τοῦτο δὲ ἀλληγορικῶς παρὰ τὸν ἱερατικὸν παρακε-
κάλυπται νόμον, ἐπεὶ οὐ προφανῶς ὁ περὶ θειοτέρων
πραγμάτων λόγος διὰ τοὺς ἀνιέρους, ἀλλὰ νῦν μὲν
μυθικῶς νῦν δὲ παραβολικῶς παραδέδοται· ἀντὶ γὰρ
τοῦ εἰπεῖν ψυχὴν τελειοτάτην καὶ τῶν οἰκείων ἐνερ-
γειῶν ἀπροσδεῆ ἐπὶ τὴν ὕλην ἐλθεῖν, βρέφος ἀρτιγενὲς
ἐκ τοῦ αὔλακος ἀναδοθῆναί φησι. Τάρχων δὲ ὁ
πρεσβύτερος (γέγονε γὰρ δὴ καὶ νεώτερος, ἐπὶ τῶν
Αἰνείου στρατευσάμενος χρόνων) τὸ παιδίον ἀναλαβὼν
καὶ τοῖς ἱεροῖς ἐναποθέμενος τόποις ἠξίου τι παρ'
[αὐτοῦ] τῶν ἀπορρήτων μαθεῖν. τοῦ δὲ αἰτουμένου
τυχὼν <βι[βλίον>] ἐκ τῶν εἰρημένων συνέγραψεν, ἐν
ᾧ πυνθάνεται μὲν ὁ Τάρχων τῇ τῶν Ἰταλῶν ταύτῃ
τῇ συνήθει φωνῇ, ἀποκρίνεται δὲ ὁ Τάγης γράμμασιν
ἀρχαίοις τε καὶ οὐ σφόδρα γνωρίμοις ἡμῖν γε ἐμμένων
τῶν ἀποκρίσεων. πλὴν ἀλλ' ὅσον μοι γέγονε δυνατόν,
ἔκ τε τῶν <Θούσκων> ἔκ τε τῶν ἄλλων ὅσοι τούτους
ἡρμήνευσαν, <Καπίτωνός> τέ φημι καὶ <Φοντηίου,>
καὶ <Ἀπουληίου Βικελλίου> τε καὶ <Λαβεῶνος> καὶ
<Φιγούλου, Πλινίου> τε τοῦ φυσικοῦ, πειράσομαι
ταῦτα πρὸς ὑμᾶς διελθεῖν.
4
Σπουδὴ δὲ ἡμῖν ἐστὶν εἰπεῖν <περί τε ἡλιακῶν
καὶ σεληνιακῶν ἐπισκιασμάτων> (οὕτω γὰρ τὰς
ἐκλειπτικὰς τῶν φώτων ὀλισθήσεις ἐκεῖνοι καλοῦσι),
<κομητῶν τε καὶ τῆς κατ' αὐτοὺς διαφορᾶς,
αὐλακισμῶν τε καὶ διᾳττόντων, ἀστραπῶν τε
καὶ βροντῶν καὶ κεραυνῶν καὶ τῶν ἄλλων
ἀερίων τερατισμῶν,> καὶ τὸ δὴ πέρας <περὶ σει-
σμῶν καὶ ἐμπρησμῶν καὶ τῆς ἐκ τούτων μαν-
τείας,> οὐχ ὥστε τὰς φυσικὰς αἰτίας ἢ τὰ περὶ τού-
των εἰπεῖν θεωρήματα (φιλοσόφοις γὰρ δὴ τὰ περὶ
τούτων ἀνείσθω), ἀλλ' εἴ πως οἷόν τέ ἐστιν ἐκ τού-
των δὴ τῶν διοσημειῶν τὴν τῶν ἐσομένων ἴσως προ-
μανθάνειν ἀπόβασιν. ἔστι γὰρ ἐκ τῆς πολυμαθεστάτης
<ἱστορίας> λαβεῖν ὡς <ἥλιοί> τε <πλείους> κατὰ ταὐτὸν
καὶ <σελῆναι> πεφήνασι, γινομένου ἐξ ἀνακλάσεως
τούτου. τοιγαροῦν οὐχ ὑπὲρ τὸν ἥλιον ἢ τὴν σελή-
νην, ἀλλ' ἐκ πλαγίου τὴν λεγομένην ἀντιδίσκωσιν
θεωρεῖσθαι συμβαίνει, ἢ ἀνισχόντων αὐτῶν ἢ δυο-
μένων. βασιλέων δὲ τοῦτο δυνατῶν κατ' ἀλλήλων
ἐπαναστάσεις σημαίνει, ὡς ἐκ τῆς Καμβύσου κατ'
Αἰγυπτίων ἐφόδου λαβεῖν ἔστι, καὶ ἐπὶ τῇ Νέρωνος
καταστροφῇ, καθ' ἣν ἐπὶ μὲν τῆς Ἰουδαίας διάγων
Οὐεσπασιανὸς πρὸς τὴν Ῥωμαίων ἀρχὴν ἀνεφέρετο,
κατὰ δὲ τὴν ἑσπέραν Βιτέλλιος, Γάλβας τε καὶ Ὄθων
ἑτέρωθεν ἀντανίσταντο. <Ἀπουλήιος> δὲ περὶ τῶν
τοιούτων γράφων καὶ ὑπὸ Κλαυδίῳ Καίσαρι τρεῖς
ἡλίους ὀφθῆναί φησιν, ὁμοίως δὲ καὶ σελήνας τοσαύ-
τας ἐπὶ Γαίου Ἀννίου καὶ 〈Γναίου〉 Δομιτίου τῶν
ὑπάτων· 〈ᾧ〉 ἄντικρυς ἐδηλοῦτο Γάλλους τε καὶ Σαυρο-
μάτας τὰ Ῥωμαίων δῃώσειν· τὸ δὲ ................
.............θῆναι.
Πολλά[κις δὲ καὶ διάπυρος ἀστήρ, ἀσπίδος ἀπο-
μιμούμενος τύ]πον, ἐκ τῆς ἑῴας ἐ[πὶ τὴν] δύσιν
σπ[ινθῆρας ἐκπέμπων διατρέ]χει, [τῶν] Παρθυαίων
[ἔφο]δον μαν[τευόμενος. καὶ τὰ μὲν ἐκ τῶν πρω]το-
τύπων κέντ[ρων], ἀνατο[λὴν λέγω καὶ δύσιν. οὕτως
ἔστ]ι λαβεῖν· ἀπὸ δέ γε ἄρ[κτου] καὶ μεσημ[βρίας,
οὐκέτι ἐφόδους βαρβ]αρικὰς ταῦ[τα ἡμῖν προ]δηλοῖ,
ἀ[λλὰ βιαιοτέρας ἀνέμων ἐκρήξεις. καὶ εἰ μὲν] ἐξ
ἄρκτου διᾴτ[των ἐκτρέχει αὔλακάς τε πυ]ρὸς ἐπὶ τὸν
ἀέρα ποιεῖ, β[ρον]τώδεις λέ[γει διοσημείας, συστρο]φὴν
ἀέρος καὶ [βορρᾶν] βιαιότερον ἀν[αστήσεσθαι, ἐκ δὲ
τοῦ ἐνα]ντίου φερόμενος νότον ἐπάγει. τῶ[ν] γὰρ
πν[ευμ]άτων ἐκ τῶν ἐσχάτων τοῦ κόσμου μερῶν διαν-
ισταμένων καὶ τὸν ἀέρα πρῶτον πληττόντων, μηδενὸς
σώματος ἀντιτυποῦντος, εἰκός ἐστι τοὺς ἐκ τῶν
ἀστέρων τούτων ἀφορίζεσθαι σπινθῆρας.
5
Ὁμοίως ἔστιν <ἑτέρους ἀστέρας> εὑρεῖν ποτὲ
μὲν ἐν γῇ, ποτὲ δὲ ἐν θαλάττῃ τὰς ἰδίας ἐνεργείας
δεικνύντας· ἐπί τε γὰρ στρατιωτικῶν ἀκοντίων πολ-
λάκις ὤφθησαν ἐφιζάνοντες ἐπί τε τῶν ἱστῶν τῶν
νεῶν, καὶ ἐν ἄλλοις δὲ μέρεσι, λιγυρόν τι σύριγμα
προσηχοῦντες καὶ ὀρνέων δίκην εἰς τόπον ἐκ τόπου
τῆς νεὼς μεθιστάμενοι, ὡς ἂν καταδύσωσι ταύτην.
ὅθεν καὶ τοῖς ξηροτέροις τῆς νεὼς ἐμπίπτουσι μέρε-
σιν, ἐξ ὧν συντομωτέραν εἰκὸς γενέσθαι τὴν ἐκπύ-
ρωσιν. τὸ δὲ τοιοῦτον σχῆμα ἤτοι κατάστημα οἱ τὴν
θάλατταν πλέοντες <Ἑλένην> καλοῦσιν. ἀλλὰ κἀνταῦθα
τὰ ἐξ αὑτῆς ἡ πρόνοια δείκνυσι· δύο γὰρ ἀστέρες
εὐθὺς κατασκήπτουσι τῆς τοιαύτης φορᾶς, οὓς <Κά-
στορα> καὶ <Πολυδεύκην> καλοῦσιν, οἳ παραχρῆμα
πρὸς φυγὴν τὴν λεγομένην 〈Ἑλένην〉 ἐλαύνουσι.
Τὰ δὲ τῶν <ἱστοριῶν> μὴ καὶ περιττὸν ἐν ὑμῖν ᾖ
λέγειν, ὡς <ἐπὶ κεφαλῆς> πολλάκις <ἀνθρώπων> διο-
σημεῖαι γεγόνασιν, ἐπί τε τῆς Ἀσκανίου καὶ Σερβίου
Τύλλου τοῦ ῥηγὸς καὶ Κωνσταντίνου τοῦ τὴν μεγά-
λην ταύτην συστησαμένου πόλιν. οἷς ἅπασι τὸ μὲν
τῆς βασιλείας ἐντεῦθεν κατεμηνύετο κράτος, οὐ μὴν
εἰρηνικὸν οὐδὲ ἥσυχον, ἀλλὰ μυρίων γέ[μον κα]κῶν
αὐτοῖς τε ἐκείνοις καὶ [τοῖς] ὑπ' αὐτ[οὺς ἐσομένο]ις,
μᾶλλον [δὲ καὶ] πλέον ἐκείνοις, ὅ[σῳ καὶ ἐλάττοσι]
τύχαις πα[ρὰ το]ὺς βα[σιλεύ]οντας τὸ ὑπήκ[οον] χ[ρῆ-
ται· Ἀσ]κάνιος μ[ὲν] γὰρ ἐν [Ἄλβῃ τ]ὴν μητρ[υιὰν]
.............σεν, ἡ δὲ ἐκαινοτό[μησε περὶ τ]ὸ Τρωικὸν
.......... καὶ τὴν προσηγο[ρίαν] δὲ [ὁ.....λ..... Τ]ύλ-
λος οὕτω πολέμων τὴν [πόλιν] ἐπλ[ήρωσεν ὥ]στε
μὴ [δυ]νηθῆναι τῆς ὑπὸ Νουμᾶ κα[τα]σταθείσης
εἰρ[ήν]ης Ῥωμαίους ἀπολ[αῦσαι]· περὶ δὲ Κων[στ]αν-
τίνου μακρηγορεῖν οὐκ ἀναγκαῖ[ον], ἐ[ν <βιβ]λ[ίοις>]
τὴν μνήμην [τ]ῶν περὶ αὐτὸν συμβ[εβηκότων] ἐχόν-
τ[ων ὑμ]ῶν.
6
Πολλάκις δὲ καὶ [σ]πινθὴρ βραχὺς ἐκ μετεώ-
[ρων κα]ταφ[έρεσθα]ι δόξας ἐπὶ τὴν γῆν, εἶτα ἐξ ἐπι-
δόσεως εἰ[ς κύκ]λ[ον τι]νὰ σελήνης ὅμοιον [ὤφθη]
δισκωθείς· τοῦτο, ὅπερ ἔναγχος γέγονεν, οὐ μετρίων
προδοσιῶν τε καὶ τυχῶν παρεδήλωσε κίνδυνον.
Καὶ <ὄμβρων> δέ τινας <τεραστίους> διοσημείας
ἐπὶ <τῆς ἱστορίας> εὑρίσκομεν. ἐπὶ μὲν γὰρ Ἀκελίου
Μάρκου καὶ Πορκίου τῶν ὑπάτων γάλα πρῶτον, [εἶ]τα
δὲ καὶ αἷμα κατενεχθῆναί φασιν. καὶ κρέα δὲ παρα-
δόξως ἀνθ' ὑετοῦ κατὰ τὴν Βολουμνίου κατέπεσεν
ὑπατείαν, καὶ ἔμεινεν [οὕ]τως· οὐ γὰρ ἂν θηρίον ἢ
πτηνὸν ἤ τι τῶν ἐμψύχων λιμῶξαν καθάψαιτο ἐκείνου
τοῦ σώματος. κατερρύη δὲ καὶ σίδηρος ἐπὶ Λευκανίας
ἀνθ' ὑετοῦ, Κράσσου τὴν ἐπὶ Πέρσας [ὁρμῶντος ἐπι-
στρατεί]αν. Μαρκέλλου δὲ τὴν ὕπατον ἀρχὴν δια-
νύοντος ἔριον κατενεχθῆναί φασι περὶ Κάψαν τὸ
φρούριον ἐπὶ Μίλωνος· ὃ τοῦ τὴν χώραν ἐπιτρο-
πεύοντος ἀναίρεσιν ἐμαντεύετο. κατηνέχθησαν δὲ
πλίνθοι πολλάκις ὀπταὶ καὶ κόνις, ὥσπερ ἐπὶ Ζήνω-
νος τοῦ καθ' ἡμᾶς.
Ὅπλων δὲ καὶ σαλπίγγων ἀπ' οὐρανοῦ γενέσθαι
διαφόρως ἔδοξεν ἦχος, ὅπερ λέγεται συμβῆναι κατὰ
τὴν Κίμβρων ἐπιδρομήν, καὶ ἡνίκα τοῖς ἐμφυλίοις
ἐκείνοις πάθεσι τὸ Ῥωμαϊκὸν διεταράττετο.
Ἔστι δὲ καὶ ὅτε κατ' αὐτὸν τὸν οὐρανὸν <ἐκ-
πύρωσις> ἔδοξε γίνεσθαι, καθάπερ καθ' ἡμᾶς, Ἀνα-
στασίου ἓξ πρόσθεν ἐνιαυτοῖς [τῆς τελευτ]ῆς (a. 513),
ἡνίκα τοιαύτη μὲν ἡλίου γέγονεν ἔκλειψις ὡς ἐ[ν
ἡμέρᾳ μέσῃ καὶ τοὺς ἀλαμπεστά]τους τῶν ἀστέρων
διαφανῆναι, τὰ δὲ ἀεροπόρα καθάπερ ἐν νυκτὶ μέσῃ
κα[ταπεσεῖν]. εἶτα τῆς ἐπιούσης νυκτὸς πῦρ ἀνεφλέχθη
τοσοῦτον ὥστε σπινθήρων τὸν ἀέρα γενέσθαι μεστόν.
ἐδηλοῦτο δὲ ἄρα ὁ μὲν δῆμος ἐπαναστησόμενος τῷ
βασιλεύοντι, ἡ δὲ πρὸς τῇ Μυσίᾳ στρατιὰ ἔργον τῆς
Βιταλιανοῦ γενησομένη χειρός (a. 514)· αὐτὸς δὲ μέχρι
τῶν τῆς πόλεως τειχῶν ἐλάσας παρὰ μικρὸν ἦλθε τῶν
πραγμάτων κρατῆσαι. καὶ τὸ δὴ πέρας, οὕτως ἀτιμο-
τάτης βαρβάρων γενομένης ἐφόδου, μικροῦ προήκατο
καὶ τὴν βασιλείαν ἑκὼν Ἀναστάσιος, καὶ φαῦλα δὲ
συνέβη πάντα, ὅσα ἐν εἰδόσι λέγειν ἀδολεσχίας ἐστίν.
7
Καὶ θαυμαστὸν οὐδὲν εἰ προθεωροῦσιν ἄνθρω-
ποι τὰ ἐσόμενα, τῆς φύσεως αὐτῆς προδεικνυούσης τὰ
πράγματα. ὥς που καὶ Ἀναξαγόρας ἐπὶ τῆς ἑβδομη-
κοστῆς καὶ ὀγδόης ὀλυμπιάδος λίθον μέγιστον ἐκ τοῦ
ἡλίου ἐκπεσεῖν ἐμαντεύσατο, ὅπερ καὶ συμβέβηκεν
ὕστερον ἐπὶ Θρ[ᾴκης]· καὶ μέχρι νῦν ἔστιν ὁ λίθος,
καὶ ἐξ αὐτῆς εὐθὺς τῆς θέας περιπεφλέχθαι δοκῶν.
ταὐτὸ δὲ τοῦτο κατά τε Ἄβυδον καὶ Κύζικον συμ-
βῆναί φησιν <Ἀπουλήιος>· ὅθεν ἔτι καὶ νῦν λίθος
ἐστὶ παρ' αὐτοῖς πυρώδης μὲν τὸ χρῶμα, σιδήρῳ δὲ
ἅπας κατασεσημασμένος· παραδεδόσθαι γὰρ λόγος Κυ-
ζικηνοῖς ὡς συναπολέσθαι τῷ λίθῳ τὴν πόλιν ἀνάγκη.
<Ἵππαρχος> δὲ ἑξακοσίοις ἔμπροσθεν ἐνιαυτοῖς ἡλιακὴν
προκατέλαβεν ἔκλειψιν. ἐπὶ δὲ τῆς φυσικῆς ἱστορίας
ὁ Ῥωμαῖος <Πλίνιος> λίθον ἑωρακέναι φησὶν ἐν Βο-
κοντίῳ τῆς Ἰταλίας ἐξ οὐρανοῦ κατενηνεγμένον· ὥστε
πολλὴ κοινωνία ταῖς διοσημείαις πρὸς τὰ γήινα, κἂν
<τοῖς ἀπὸ τῆς στοᾶς> μὴ δοκῇ. ὥσπερ ἡ μὲν ἐπιτολὴ
τῶν ὑάδων ὄμβρον πολύν, ἡ δὲ τῶν ἐρίφων καὶ τοῦ
ἀρκτούρου χαλαζώδη τοῦτον ἀποτελεῖ. περὶ δὲ τῆς
τοῦ κυνὸς ἐπιτολῆς μὴ καὶ περιττὸν ᾖ λέγειν ὡς τῆς
ἡλιακῆς ἀναπτομένης θερμότητος λυττῶσιν οἱ κύνες,
καὶ τοῦτο τῆς ἀναιρέσεως αὐτῶν γέγονεν αἴτιον, ὡς
ἂν μὴ δάκνοντες ἀναιρῶσιν. ἀναβλύζειν δὲ πέφυκε
καὶ τὰ θαλάττια ὕδατα ἐν ὡρισμέναις τισὶ [περιόδοις],
ἄνθρωποί γε μὴν νεύροις ἢ κεφαλῇ ἢ καὶ αὐτῇ τῇ
δι[ανοίᾳ ἀ]σθενεῖν. αἴγειροι μὲν γὰρ καὶ πτελέαι
περὶ [τὰς ἡλίου τροπὰς μετα]βάλ[λειν τὴν κό]μην
πεφύκασιν, (c. 8 H.) ὁ δὲ λεγόμενος γλήχων ὑπ' αὐτὴν
τὴν [τοῦ ἡλίου] θάλλει τροπήν· ἡ δὲ ἡλιότροπος
καλουμένη βοτάνη [πρὸς τὴν ἡλι]ακὴν μεταστρέφεται
φοράν, ἀνίσχοντι αὐτῷ καὶ δυομέ[νῳ συμμετα]τιθεῖσα
τὸ σχῆμα. περὶ γὰρ τῶν ἐναλίων τούτων, ὀ[στρέων
λέγω] καὶ χημῶν καὶ κτενῶν καὶ τῶν ἄλλων, οὐδεὶς
ἀμφισβητή[σει ὅτι] αὔξεται καὶ συμφθίνει ταῖς σελη-
νιακαῖς φάσεσιν, ὡ[ς καὶ τὰ τῶν] μυῶν ἥπατα καὶ
πλεῖστα ἕτερα, περὶ ὧν ἐν τοῖς περὶ [<Μη]νῶν> γρα-
φεῖσιν ἡμῖν διελάβομεν. πρὸς τούτοις ἐμπρησμοὺς
γίνεσθαι συμβαίνει, ὅταν ἡ σελήνη κατ' ἔλλειψιν ὑπὸ
Ἄρεος θεωρηθῇ.
8
Ὡς γὰρ <αὐτὰ καθ' ἑαυτὰ τὰ γήινα δηλω-
τικὰ τυγχάνει τῶν ἐσομένων>, περιττὸν ἂν εἴη
μακρηγορεῖν. ὅταν μὲν 〈γὰρ〉 ἱδροῦν ἢ δακρύειν
δοκῇ ἀγάλματα ἢ εἰκόνες, ἢ ὅταν κάμινος ἢ ἰπνὸς
περιπεφρυγμένος ἐκλάμψῃ, στάσεις ἐμφυλίους ἀπειλεῖ.
ἢ ὅταν ποταμοὶ τὰς ἑαυτῶν ὑπερχέωσι κοίτας, ἔφοδον
πολεμίων φράζουσιν. αἱ γὰρ ἱδρώσεις προβατείων
σπλάγχνων τί σημαίνουσιν, οὐδεὶς ἀγνοεῖ. ἢ καὶ ὅταν
ἐπίθολον ὕδωρ αἱ φρεατίαι ἀναβλύζωσι, καθ' ἑαυτῆς
ἡ πολιτεία *. ἢ καὶ ὅταν ἰκτῖνος ἐν θεάτρῳ συνηγμέ-
νῳ τῷ πλήθει ἀνέδην περιποτᾶται, ὁποῖον ἱπποδρο-
μίας ἐπιτελουμένης εἴδομεν ἐπὶ τῆς ἄρτι διελθούσης
ἐνάτης ἐπινεμήσεως, ἧς ἀγομένης ἰκτῖνος τὸ βέλος,
τὴν λεγομένην σαγίτταν, τῷ ῥέμφει φέρων, ὅλον ἐπι-
κυκλώσας τὸν δῆμον, ἐπὶ τοῦ ὀβελοῦ ταύτην διωλύγιον
συρίττων ἀπέθετο. ὁ δὲ δῆμος οὐδὲν βραδύνας, καθ'
ἑαυτοῦ δὲ κινηθείς, αὐτὸς μὲν ἀπώλλυτο, ἡ δὲ πόλις
πυρὶ πᾶσα διεφθείρετο, ὡς καὶ αὐτὴν τὴν βασιλείαν,
εἰ μὴ θεὸς ἀντέπραττεν, οὐ πόρρω κινδύνων ἐλθεῖν.
τὰ γὰρ περὶ ἐπόπων καὶ νυκτικοράκων λύκων τε καὶ
ἀλωπέκων, ὅταν ἐν πόλεσι φαίνωνται, τὰ εἰρημένα
τοῖς ἀρχαίοις μετὰ <Πόλλητα> καὶ τοὺς ἐξ ὧν αὐτὸς
διαλέγεται, περιττὸν ἄντικρυς ἀναφέρειν.
Τοσαῦτα μὲν οὖν πρὸς τοὺς ταῖς διοσημείαις ἐνι-
σταμένους καὶ <Πτολεμαίῳ> τολμῶντας ἀντιλέγειν ἐκ
πολλῶν ὀλίγα λελέχθω. καιρὸς δὲ ἄρξασθαι τῆς ἐπαγ-
γελίας, ἐκ τῶν <ἡλιακῶν ἀποτελεσμάτων> λαμβάνον-
τας τὰ προοίμια.
9-9dt
{DE SOLIS LVNAEQVE SIGNIFICATIBVS}
9
Ἰστέον ἐν πρώτοις ὡς μόνος ὁ <ἥλιος> καθολικὰς
ἔχει ἐνεργείας, τῶν ἄλλων διοσημειῶν τοπικὰς ἐχου-
σῶν. δέδοται γὰρ ἅπαξ ἡλίῳ μὲν <καλύπτεσθαι> τῇ
παρεμπτώσει τῆς σελήνης, αὐτῇ δὲ τῇ ἀντιπτώσει τῆς
γῆς, καὶ τὸν μὲν ἐν συνόδῳ πάντων, [τὴν σελήνην]
δέ, ὅταν ᾖ πλησιφαής. καὶ τούτου χάριν οὐδεὶς ἂν
ἀμφισβητήσειε. <προγνωσθῆναι> δὲ τοῦτο λέγεται
παρὰ μὲν Ἕλλησι πρὸς Θαλοῦ τοῦ Μιλησίου ἐπὶ τῆς
ἐνάτης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος, ἔτει ἑβδομη-
κοστῷ καὶ ἑκατοστῷ τῆς κτίσεως Ῥώμης ὕστερον,
παρὰ δὲ Ῥωμαίοις ὑπὸ Σουλπικίου Γάλλου, μιᾷ
πρόσθεν ἡμέρᾳ τῆς Περσέως τοῦ Μακεδόνος ἥττης.
ἐπὶ δὲ Οὐεσπασιανοῦ τοῦ Καίσαρος ἐν πέντε καὶ δέκα
ἡμέραις ἀμφοτέροις τοῖς φωσὶ τοῦτο συνέβη παθεῖν.
Οὐ μὴν ἀεὶ τοῦτο τὸ πάθος τὰ αὐτὰ <προμηνύει>·
οὐδὲ γὰρ μονοειδεῖς αἱ ἐκλείψεις, ἡλίου μὲν τὴν Ἀσίαν
διέποντος, σελήνης δὲ τὴν Εὐρώπην *, καὶ μάλιστα
ὅταν πρὸς τοὺς λεγομένους <κακοποιοὺς> ἡ ἔκλειψις
γένηται, κακουμένων μὲν τῶν βασιλικῶν ζῳδίων καὶ
τῆς τῶν ἀγαθῶν ἐπικουρίας ἀργούσης. 〈ἐν〉 ταύρῳ μὲν
γὰρ ἢ παρθένῳ ἢ αἰγόκερῳ συμβαινούσης ἐκλείψεως
ὁποτέρου τῶν φώτων κατὰ τοὺς προκειμένους λό-
γους, καρπῶν ἔνδεια καὶ διαφερόντως τῶν ὡρίμων
συμβαίνει, καθὸ σταχυηφόρος μὲν ἡ παρθένος, ἀρο-
τρεύει δὲ ὁ ταῦρος, ὁ δὲ αἰγόκερως πρῶτος τῶν τοι-
ούτων καρπῶν ἀπογεύεται· εἰ δὲ 〈ἐν〉 διδύμοις ἢ ζυγῷ
ἢ ὑδροχόῳ γένηται τὸ τοιοῦτον, ἀνθρωποειδοῦς ὄντος
τοῦ τριγώνου, οἱ λοιμοί τε καὶ λιμοὶ ἐνσκήψουσιν·
ὅταν δὲ 〈ἐν〉 καρκίνῳ ἢ σκορπίῳ ἢ ἰχθύσι συμβαίνῃ,
ὄχλων φθοραὶ καὶ πολέμων στάσεις καὶ ἐναλίων ὄλε-
θρος ἐπικείσεται. ἐπὶ δὲ τοῦ βασιλικοῦ τριγώνου, κριοῦ
τε φημὶ καὶ λέοντος καὶ τοξότου, γινομένης ἐκλείψεως
ἀνάγκη τινὰ τῶν περὶ τὴν βασιλείαν αὐτὴν παθεῖν τι
τοιοῦτον, ὁποῖον συμβαίνει περὶ τὸ τρίγωνον, ἐκείνου
προσεπιθεωμένου· ὡς ὅταν ἔκλειψις 〈ἐν〉 λέοντι γένηται
τοῖς μὲν βασιλεῦσι κάκωσιν σημαίνει τινά, τὸν δὲ
Νεῖλον ἀποστρέφει. ὥστε καὶ θαυμάζειν εἰκότως τὴν
τοῦ θεοῦ πρόνοιάν ἐστι, παρ' ὅλον τὸν τῆς εὐτυχεστά-
της ταύτης τῆς βασιλείας (Anastasii) καιρὸν ἐκλείψεως
ἐπὶ τούτου τοῦ ζῳδίου μὴ γενομένης. ταῦτα μὲν οὖν
ὑπὲρ τῶν <ἡλιακῶν ἐκλείψεων> εἴρηται.
9a
Τηρητέον δὲ πρὸς τὰς <καθόλου> περιστάσεις
τὰ κατὰ τὰς ἐκλείψεις <χρώματα> ἢ τῶν φώτων αὐτῶν
ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων
ἤ τινων τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φα-
νέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου
φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός,
ὑπόκιρρα δὲ 〈τῶν ἐπὶ τῆς〉 τοῦ Ἄρεος, ξανθὰ δὲ τῶν
ἐπὶ τῆς 〈τῆς〉 Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ 〈τῆς〉
τοῦ Ἑρμοῦ· κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φώ-
των 〈ἢ〉 ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γενόμενον
ἰδίωμα φαίνηται τῆς χροιᾶς, περὶ τὰ πλεῖστα μέρη
τῶν χωρῶν ἔσται τὸ ἀποτέλεσμα· εἰ δὲ ἀπὸ μέρους
οἱουδήποτε, κατ' ἐκεῖνο μόνον τὸ μέρος καθ' ὃ ἂν
καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γένηται. εἰ δὲ περὶ
τὴν ἑῴαν ἢ τὴν ἑσπέραν μέλλει τοῦτο συμβαίνειν, ἐξ
αὐτοῦ τοῦ πάσχοντος τοῦτο φωστῆρος γενήσεται δῆλον
τῷ τὸν μὲν ἥλιον εἰς τὴν Ἀσίαν διαπαντὸς ἀνήκειν,
τὴν δὲ σελήνην εἰς τὴν Εὐρώπην.
9b
Χρήσιμοι δ' ἂν εἶεν πρὸς τὰς τῶν <κατὰ μέρος>
ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων ση-
μείων περί τε τὸν <ἥλιον καὶ τὴν σελήνην> καὶ τοὺς
ἀστέρας παρατηρήσεις. τὸν μὲν οὖν <ἥλιον> τηρητέον
πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα,
πρὸς δὲ τὰς νυκτερινὰς δύοντα, πρὸς δὲ τὰς παρα-
τεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς,
ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς
ἐπίπαν προσημαίνοντος. καθαρὸς μὲν γὰρ καὶ ἀνεπι-
σκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ὁ
ἥλιος ἢ καὶ δυόμενος εὐδιεινῆς καταστάσεώς ἐστι
δηλωτικός· ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρ-
ρον ἢ ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ ἔξω
ὡς ἐφ' ἑαυτὸν κυκλούμενος, ἢ τὰ λεγόμενα παρήλια
νέφη ἐξ ἑνὸς μέρους ἔχων, τὸ δὲ σχῆμα τῶν νεφῶν
ὑπόκιρρον καὶ ὥσπερ μακρὰς ἀκτῖνας ἀπομηκῦνον,
ἀνέμων σφοδρῶν ἐστὶ δηλωτικὸς καὶ τοιούτων πρὸς
〈ἃς〉 ἂν γωνίας τὰ προειρημένα σημεῖα γίνηται. μέλας
δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας
ἢ ἅλω ἔχων περὶ αὑτὸν καθ' ἓν μέρος ἢ ἐξ ἀμφοῖν
τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους
ἢ μελαίνας, χειμῶνας δηλοῖ καὶ ὑετούς.
Ἐκεῖνο δέ γε καὶ τοῖς εἰς δῆμον τελοῦσι πρόδη-
λόν ἐστιν, ὡς ὅταν ἀνίσχων ὥσπερ ὑπολανθάνῃ καὶ
σκορπίζῃ δῆθεν ἐκδιδρασκούσας καὶ διαρραινούσας
τῶν νεφῶν τὰς ἀκτῖνας, χαλάζῃ φράζει τὸν ὄμβρον
καταρραγήσεσθαι μεμιγμένον. ὅταν δὲ δυόμενος πη-
λώδης εἶναι καὶ οὐ κυανόχρους δοκῇ, ὄμβρων τε ὁμοῦ
καὶ ἀνέμων ἔσται μηνυτὴς καὶ διαφερόντως ἀνέμων,
καθ' οὓς λέγομεν τρόπους τε καὶ ἅμα τόπους· τοῦ
γὰρ πνεύματος τοῖς ἀερίοις πρῶτον προσανατείνον-
τος, εἰκὸς αὐτὸν πλέον ἐξάπτεσθαι καὶ διαχέειν τὰς
ἀκτῖνας δίκην λαμπάδος ὑπό τινος περιωθουμένους
ἀνέμου. καθαρὸς δὲ ἀνίσχων βόρειον τε ἅμα ἔσεσθαι
καὶ αἴθριον τὸν ἀέρα προλέγει· ‘βορέης’ γὰρ ‘αἰθρη-
γενέτης’ κατὰ τὸν ποιητήν· τοῖς γὰρ ὑψηλοτέροις
τῶν μετεώρων ἐπιπνέων εἰς γῆν τε τὸ πυκνὸν καὶ
ἀχλυῶδες ὠθῶν, καθαρὸν ποιεῖ καὶ ἀνεπισκότητον
ἐκλάμπειν τὸν ἥλιον, ἐκδαπανῶν τὰ πυκνώματα καὶ
τῷ λεπτῷ τοῦ πνεύματος τὴν ὑπήνεμον ταύτην ζώνην
καὶ μᾶλλον τὴν πρὸς ἡμᾶς ἐκκαθαίρων τε καὶ λαμ-
προτέραν ποιῶν·
9c
Ὁ δέ γε Ῥωμαῖος <Καμπέστριος> ταῖς <Πετο-
σιριακαῖς> (fr. 8 ed. Riess. p. 342) ἀκολουθῶν παρα-
δόσεσι λέγει, ὡς ἀργυροειδὴς καὶ ἀμβλύχρους ὁ <ἥλιος>
ἀνίσχων ἢ ὠχρὸς μέν, ὅλως δὲ ὑπομένων ὁρᾶσθαι,
πολέμους καὶ συμφορὰς καὶ διχονοίας καὶ θορύβους
καὶ στάσεις ἀνδρῶν ἐνδόξων καὶ βασιλέων θρήνους
καὶ συκοφαντῶν καὶ πονηρῶν ἀνθρώπων εὐτυχήματα
καὶ ἐπιεικῶν ἀστοχίας καὶ λογικῶν ὕβρεις καὶ ἀτιμίας
δηλοῖ· πρὸς δέ γε τούτοις δημεύσεις τε τῶν εὐπατρι-
δῶν καὶ ἀφορισμοὺς καὶ καθολικὴν σπάνιν τῶν ἀναγ-
καίων, στάσεις τε καὶ πατράσι πρὸς παῖδας καὶ αὖθις
τοῖς παισὶ πρὸς τοὺς φύσαντας καὶ τὰς κατ' ἀλλήλων
ἐπιβουλάς.
Ἔσται δὲ ταῦτα καθολικὰ μέν, ἐπειδὰν κατὰ παντὸς
τοῦ δίσκου τὸ σύμπτωμα ᾖ· μερικὰ δέ, εἰ καὶ τὸ
σύμπτωμα μερικόν, καὶ καθ' οὓς τόπους ἀφορᾶν δοκεῖ
τὸ συμβεβηκός· εἰ δέ γε κατὰ τὴν λεγομένην ἀντι-
δίσκωσιν ὁ ἥλιος ἐκλίποι, μόνοις ἀπειλεῖ τοῖς βασι-
λεῦσι τὰ κακά, ὥσπερ καὶ ἐὰν ἐπὶ τοῦ βασιλικοῦ τρι-
γώνου. Εἰ δέ γε ἐξ ἀναδόσεως ὑγρότητος παχύτητα τοῦ
ἀέρος λαμβάνοντος ὁ ἥλιος ἀμαυροῖτο—τοῦθ' ὅπερ
ἐπὶ τῆς ἔναγχος παρελθούσης τετάρτης καὶ δεκάτης
ἐπινεμήσεως γέγονε παρ' ὅλον σχεδὸν τὸν ἐνιαυτὸν
τὴν ὕπατον ἔχοντος Βελισαρίου τιμὴν (535 p. Chr.) —
ὡς διαφθαρῆναι τοὺς καρποὺς ἐξ ἀωρίας, σάλους βαρεῖς
ἐπὶ τῆς Εὐρώπης προμηνύει γενέσθαι—καὶ τοῦτο ἐξ
αὐτῶν εἴδομεν τῶν πραγμάτων, πολέμων τε γενομένων
ἐπὶ τῆς ἑσπέρας πολλῶν καὶ τῆς τυραννίδος καταλυ-
θείσης ἐκείνης—, Ἰνδίαν δὲ καὶ τὴν Περσῶν καὶ ὅση
ξηροτέρα πρὸς ἀνίσχοντα ἥλιον οὐ σαλεύει παντοίως.
ἀλλ' οὐδὲ εἰκὸς κατ' ἐκείνας συμβαίνειν τὸ πάθος,
ἐπεὶ κατὰ τὴν Εὐρώπην τῆς ὑποκειμένης ὑγρότητος
ἀναρπαζομένης καὶ εἰς νέφη συναγομένης ἀμαυροῦσθαι
συμβαίνει τὴν ἡλιακὴν αἴγλην πρὸς τὴν ἡμετέραν
οὐκ ἀφικνουμένην ὄψιν οὐδὲ τοῦτο διατιτρῶσαν τὸ
πύκνωμα.
9d
Τὴν δὲ <σελήνην> τηρητέον ἢ πρὸ τριῶν ἢ
μετὰ τρεῖς ἡμέρας τῆς συνόδου τε καὶ τῆς πανσελήνου
καὶ διχοτόμου. λεπτὴ γὰρ καὶ καθαρὰ φαινομένη καὶ
μηδὲν ἔχουσα περὶ ἑαυτήν, εὐδιεινῆς καταστάσεώς
ἐστι δηλωτική. εἰ δὲ καὶ ἐρυθραίνοιτο μετρίως καὶ
τὸ ἀφώτιστον τοῦ κύκλου διαφανὲς καὶ ὑποκεκινη-
μένον ἔχοι, ἀνέμων ἐστὶ δηλωτική, καθ' ὃ ἂν μάλιστα
ποιῆται τὴν πρόσνευσιν. εἰ δὲ ὠχρὰ καὶ παχεῖα δο-
κοίη, χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική.
Παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας
<ἅλως>. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ 〈καὶ〉
ἠρέμα ὑπομαραινομένη, εὐδιεινὴν σημαίνει κατάστασιν.
εἰ δὲ δύο ἢ καὶ τρεῖς 〈εἶεν〉, χειμῶνας δηλοῦσιν· τοὺς
μὲν δι' ἀνέμων, εἰ ὑπόκιρροι εἶεν καὶ ὥσπερ ὑπορ-
ρηγνύμεναι· τοὺς δὲ διὰ νιφετῶν, εἰ ἀχλυώδεις καὶ
παχεῖαι· εἰ δὲ καὶ ὑπόχλωροι καὶ μέλαιναι καὶ ὥσπερ
ῥηγνύμεναι, τοὺς δι' ἀμφοτέρων καὶ τοσούτῳ μείζονας
ὅσῳ καὶ πλείους εἶναι δοκοῖεν.
Αἱ δὲ <διαδρομαὶ> καὶ <οἱ ἀκοντισμοὶ> τῶν ἀστέρων,
εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπ' ἐκείνης
ἄνεμον δηλοῦσι· εἰ δὲ ἀπὸ τῶν ἐναντίων, ἀκαταστα-
σίαν πνευμάτων· εἰ δὲ ἀπὸ τῶν τεσσάρων παντοίους
χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοι-
ούτων. ὡσαύτως δὲ καὶ τὰ <νέφη πόκοις> ἐρίων ὄντα
<παραπλήσια> προδηλωτικὰ ἐνίοτε γίνεται χειμώνων·
αἵ τε συνιστάμεναι κατὰ καιροὺς <ἴριδες> χειμῶνα μὲν
ἐξ εὐδίας, εὐδίαν δ' ἐκ χειμῶνος προσημαίνουσιν. καὶ
ὡς ἐπίπαν συνελόντι εἰπεῖν αἱ <καθόλου τοῦ> ἀέρος
ἐπιγινόμεναι ἰδιόχροοι φαντασίαι τοιαῦτα δηλοῦσι.
10-10bt
{DE COMETIS}
10
Τοσαῦτα μὲν περὶ <ἡλίου> καὶ <σελήνης> καὶ
τῶν καθ' ἑκατέρων αὐτῶν συμβαινόντων· Χωρητέον
δὲ λοιπὸν ἐπὶ τὴν πρώτην ἡμῖν καὶ σχεδὸν μόνην
τοῦ συγγράμματος πρόφασιν, φαμὲν δὲ τοὺς <κομήτας>
ἀστέρας, ἐπεξιόντας τοῖς ὑπὲρ αὐτῶν δηλουμένοις,
καθάπερ ἡμῖν ἐκ τῶν προειρημένων βιβλίων γέγονε
δῆλον· γινόμενοι γὰρ κατὰ τοὺς ἐλλειπτικοὺς καιροὺς
ἢ καὶ καθ' οἱονδήποτε χρόνον τοῖς τὰ τοιαῦτα ἐπιτη-
ρεῖν ἐθέλουσι δῆλον ποιήσουσι διά τε τῶν τοῦ ζῳ-
διακοῦ κύκλου μερῶν, καθ' ὧν ἂν αἱ τοιαῦται γένωνται
συστάσεις, διά τε τῶν κατὰ τὰ σχήματα τῆς κόμης
προσνεύσεων τοὺς τόπους, οἷς ἐπισκήπτουσι τὰ δι'
αὐτοὺς ἐκβησόμενα· καὶ διὰ μὲν αὐτῆς τῆς συστάσεως
καὶ ὡσανεὶ μορφώσεως τό τε εἶδος τοῦ ἀποτελέσματος
καὶ τὸ γένος περὶ ὃ τὸ πάθος συμβήσεται, διὰ δὲ τοῦ
χρόνου τῆς ἐπιμονῆς τὴν τῶν συμπτωμάτων παράτασιν·
ἔστι δ' ὅτε καὶ διὰ τῆς πρὸς τὸν ἥλιον σχέσεως τὴν
καταρχήν· ἑῷοι μὲν γὰρ ἐπιπολὺ φαινόμενοι τάχιον
ἐπισημαίνουσι * καὶ τοσούτῳ μείζονας ὅσον ἂν ἐκ
πλειόνων μερῶν καὶ ἐπιπολὺ ἡ σύστασις γίνηται.
Τὰ γὰρ καθολικὰ τῶν ἀποτελεσμάτων ἤτοι διὰ τῶν
ἐκλειπτικῶν ἐστι ἢ διὰ τῶν ἐπιφανειῶν τῶν <κομητῶν>
συμβαίνοντα ὁρᾶται καὶ μάλιστα ὅταν πρὸ τῆς τοῦ
ἡλίου ἐπιτολῆς τὰς κόμας ἐπιβάλωσι πρὸς ὁτιοῦν·
διαφερόντως δὲ ὅταν ταῖς κόμαις ἐπικαλύπτωσι τινὰς
τῶν <πλανωμένων> ἀστέρων. τῷ μὲν γὰρ τοῦ <Διὸς>
ἐπιφέροντες τὰς κόμας, περὶ τοὺς βασιλικοὺς οἴκους
τὰς ταραχὰς ἀποτελοῦσι· τῷ δὲ τοῦ <Ἄρεος> ὅταν
ἐπενέγκωσι τὰς κόμας τῶν ἐν τοῖς ὅπλοις νόσους τε
καὶ θανάτους, ἔτι δὲ καὶ πολέμων στάσεις ἀποτελοῦσι·
τῷ δὲ τῆς <Ἀφροδίτης> γυναικῶν φθορὰν σημαίνει
καὶ βασιλίδων θανάτους καὶ διαστάσεις ποιοῦνται· τῷ
δὲ τοῦ <Κρόνου> καρπῶν ἐπισχέσεις, ἤτοι σπάνεις· τῷ
δὲ τοῦ <Ἑρμοῦ> ταραχὰς τοῖς συναλλάγμασι παρέξουσι
καὶ φήμας ἀηδεῖς τῷ πλήθει.
Τὸν γὰρ <ἥλιον> καὶ τὴν <σελήνην> ἀδύνατον περι-
λάμψαι κομήτην. εἰ δὲ φαίνεται, ἢ πρὸ ἀνατολῶν ἢ
περὶ δυσμὰς, περὶ τὸ διάφορον τῶν κλιμάτων τὴν
κάκωσιν ποιήσει· ἐν μὲν γὰρ ταῖς ἀνατολαῖς 〈τὰ〉 περὶ
τὴν Ἀσίαν, πρὸς δὲ τῇ δύσει τὰ περὶ τὴν Εὐρώπην
κακώσει. οὐ μέντοι τὸ τέλος οὔτε τὴν σύντομον τῶν
χρόνων παρέστησαν ὑπόστασιν <οἱ περὶ ταῦτα διατρί-
ψαντες>. γίνονται δὲ καὶ ἐκ τῶν κατὰ μῆνας συνόδων
καὶ πανσελήνων, ὅταν οἱ λεγόμενοι κακοποιοὶ τού-
τοις μαρτυρῶσι τῶν ἀγαθῶν μὴ συσχηματιζομένων,
ὀλίγαι τινὲς ἐναντιώσεις, αἳ ῥαδίως λύονται διὰ
τὸ μὴ κατὰ τὰς ἐκλείψεις τῶν φώτων τὰ τοιαῦτα
ἀποτελεῖσθαι.
10a
Διάφοροι δὲ αἱ τῶν κομητῶν <ὄψεις>, ὡς καὶ
διάφορα ἄλλα. οὐ τὰ αὐτὰ δὲ ἀποτελοῦσι· κακὰ δὲ
πάντες. ὁ μὲν γὰρ <κομήτης> ἐστὶ πυρώδης καὶ ταῖς
κόμαις αἱματώδης· ὁ <δὲ πωγωνίας> ἐκ τῶν κάτωθεν
δίκην πώγωνος ἔχει τὰς κόμας· ὁ δὲ <ἀκοντίας>
ὅμοιός ἐστιν ἀκοντίῳ καὶ ὥσπερ σίδηρος κραδαίνεται
(οὗ φανέντος ἡ Ἰουδαία ἑάλω, ὡς καὶ <Εὐσεβίῳ> τῷ
Παμφίλου εἴρηται)· ὁ <δὲ ξιφίας> βραχύτερος μὲν, ὠχρὸς
δὲ καὶ ξιφήρεις ἔχων τὰς ἀκτῖνας· ὁ <δὲ δισκεὺς>
δίσκῳ παρεμφερὴς καὶ τὸ εἶδος ὡς ἤλεκτρος· ὁ δὲ
<πίθος> καπνώδους μὲν φωτὸς πλήρης, τὸ δὲ σχῆμα
ὅμοιος τῇ προσηγορίᾳ· μεθ' οὗ ὁ <κεράστης> κερα-
τοειδεῖς ἔχων τοὺς πλοκάμους· ὁ <λαμπαδίας> πρὸς
τούτοις ὅμοιος λάμπαδι καιομένῃ· ἔστι γε μὴν ὁ <ἵππος,>
ὁ καὶ <ἱππεὺς> καλούμενος δίκην λοφιᾶς ἵππου διαρ-
ραίνων τὰς ἀκτῖνας, ὀξύτατος δὲ παρὰ <τοὺς> ἄλλους
(διὸ καὶ τοιαύτης ἔτυχε τῆς προσηγορίας). <σάλπιγγος>
ἔτι μέμνηται ὁ <Πτολεμαῖος> ἐν τοῖς πρὸς Σύρον,
περὶ οὗ εἰπεῖν τι οὐκ ἔχομεν· οὐδὲ γὰρ εὑρίσκομεν
παρ' ἑτέρῳ τοιοῦτόν τι κατάστημα.
10b
Γίνονται δὲ καὶ ἕτεροι κομῆται οἱ λεγόμενοι
τράγοι, δίκην μαλλῶν ἢ πόκων ἐρίων νεφέλας τινὰς
περικείμενοι· καὶ τὴν μὲν ἀρχὴν οὕτω φαίνονται, εἰς
δοράτων δὲ σχῆμα ἀποτελοῦνται. οὗτοι δὲ <πάντες>
οὐ πλείω ἢ ἐπὶ ἑπτὰ ἡμέρας πεφύκασι φαίνεσθαι·
ἀλλ' οὐδὲ εἰκῇ ἐφ' οἱουδήποτε κλίματος τοῦ οὐρανοῦ,
περὶ δὲ μόνον τὸν γαλαξίαν κατὰ τὸν <Ἀριστοτέλην.>
Οἵ γε μὴν <τυφῶνες> κατὰ τὸν νότιον πόλον,
σφαῖραι δ' εἰσὶν οὗτοι πυρώδεις καὶ ὡσανεὶ σύνδεσμοι
πυρός· οὗτοι δὲ ἐπὶ μὲν τῶν Ῥωμαϊκῶν καιρῶν οὐκ
ἐφάνησαν, πρὸ δὲ αὐτῶν φανέντες ἔσεισαν τὴν Αἴ-
γυπτον. ὅθεν αὐτοὺς <Ἀριστοτέλης> ἐξ ὑποκειμένης
ὑγρᾶς οὐσίας ἀποτελεῖσθαι βούλεται· καὶ διὰ τοῦτο
ἀραιῶς ἐπὶ τῆς Αἰγύπτου φαίνεσθαι διὰ τὴν ὑποκει-
μένην ξηρότητα. οἱ δ' <ἄλλοι> πάντες ἐπὶ τὸν βορέαν,
κἂν ἢ πρὸς ἀνατολὰς ἢ δύσεις ὁρῶσι.
Περὶ δὲ τὸν στέφανον ἄλλος ἀναδύεται <κομήτης>,
ὅστις ὅταν φαίνηται τὴν τῶν Περσῶν ἀπειλεῖ κίνησιν.
ἐφάνη δὲ καὶ ὅτε Νέρων τῆς μανίας ἐνήρχετο.
Ἐκλάμπουσι δὲ πρὸς τούτοις καὶ <λαμπάδες> ἐν τῷ
οὐρανῷ ἢ μᾶλλον ἐν τῷ ἀέρι (οὐδὲν γὰρ ἄστρον προσ-
πέπηγε τῷ οὐρανῷ) καὶ φαίνονται ὅταν ἐκπίπτωσιν·
ὁποῖον γέγονε ἐπὶ Γερμανικοῦ Καίσαρος, ὅτε ἀγομένου
θεάτρου ἐπὶ τῆς Ῥώμης τοιοῦτόν τι συμβέβηκεν, ὡς
μηδένα σχεδὸν ἀγνοῆσαι τῶν τότε. δύο δὲ σχήματα
ἔστιν, ὧν τὰ μὲν <λαμπάδες> καλοῦνται, τὰ δὲ <βο-
λίδες.> καὶ αἱ μὲν <λαμπάδες> ἐπὶ τῆς ἀρχῆς δια-
καίονται, αἱ δὲ <βολίδες> δι' ὅλου πυρώδεις καταφέ-
ρονται ἕλκουσαι αὔλακα μακράν.
Φαίνονται δὲ καὶ <δοκοὶ> καὶ οὕτως αὐτὰς οἱ Ἕλ-
ληνες καλοῦσιν. γίνεται δὲ καὶ <χάσμα> ἐν τῷ οὐρανῷ,
οὗ συμβαίνοντος σάλοι καὶ ῥήξεις ἐξ αὐτῶν καὶ δια-
στάσεις τῆς γῆς γίνονται. καὶ ἕτερον δ' ἔτι <ἐμ-
πρησμῷ> παραπλήσιον πολλάκις φαίνεται· ὁποῖον ἐπὶ
τῆς <ἱστορίας> εὑρίσκεται, ὅτε Φίλιππος ὁ Ἀμύντου
ἐσάλευσε τὴν Ἑλλάδα.
Φαίνονται δὲ καὶ περὶ τὸν ἥλιον <ἀστέρες> διὰ
πάσης τῆς ἡμέρας καὶ περὶ τὸν δίσκον αὐτὸν καθάπερ
<στέφανος> καὶ ποικιλόχροοί τινες κύκλοι, ὁποῖοι ἐφάνη-
σαν, ὅτε Αὔγουστος τοὺς ἐμφυλίους πολέμους ἐκδικῶν
τὸν πατέρα ἀνανεοῦν ἔκρινεν. οὐδὲν δὲ ἧττον φαίνε-
σθαι συμβαίνει, ὡς ἔφαμεν (p. 34, 15), περὶ τὸν ἥλιον
ὡσανεὶ <τόξον> καὶ <μανιάκας> πυρώδεις.
Τοιαῦτά τινα οἱ περὶ τὸν Ῥωμαῖον <Βάρρωνα
Νιγίδιόν> τε καὶ <Ἀπουλήιον> προύθηκαν.
Ὁ μέντοι <Καμπέστριος>, ἐξειλεγμένην τινὰ περὶ
τούτων συντάξας πραγματείαν, αὐταῖς λέξεσι καθ' ἑρμη-
νείαν περὶ κομητῶν, καὶ ὅ τι ἀπειλοῦσι, ταῦτα λέγει.
11-12t
{CAMPESTRIS DE COMETIS DISSERTATIO
ΚΟΜΗΤΗΣ ΙΠΠΕΥΣ}
11
Ὁ λεγόμενος <ἱππεύς> ἐστι μὲν Ἀφροδίτης, ἐκ
δὲ τῆς ὀξύτητος οὕτως ὠνόμασται· πλαγίους δὲ ἕλκει
καὶ πυρώδεις πλοκάμους, αὔλακά τέ τινα φωτὸς ἀπο-
τείνει, καὶ πάλιν εἰς βραχύν τινα κύκλον συνάγεται,
ἀπείρῳ τινὶ συντομίᾳ καὶ ὀξύτητι ποτὲ μὲν περιρ-
ραίνων, ποτὲ δὲ συνάγων τοὺς λεγομένους αὐλακισμούς.
Οὗτος ὅταν πυρώδης ἀνίσχων ἀπὸ δύσεως πρὸς ἀνα-
τολὰς ἀκοντίζῃ τοὺς ἑαυτοῦ πλοκάμους, τὴν Περσῶν
ἀπειλεῖ ἐπανάστασιν, ὥστε [δεῖν] δυνάμεις πολλὰς
στρατευμάτων ἐπὶ τὴν ἀνατολὴν συνδραμεῖν, τάς τε
Συρίας πληρῶσαι τὸν ὁποιδήποτε γῆς ἀπῳκισμένον
στρατιώτην, καὶ ὡς οὐκ ἀρκούσης τῆς παρασκευῆς
πρὸς τὸ πολεμίων κίνημα καὶ νεωτέρων γενέσθαι
στρατολογίαν. ῥαγήσεται δὲ λοιμός, καὶ διαφερόντως
τοῖς ἵπποις ἐνσκήψει, οὐ τοῖς Περσῶν ἀλλὰ τοῖς ἐκ
τῆς Εὐρώπης ἐπ' ἐκείνους φερομένοις. καὶ τοῦτο
ἐλάττωσις ἔσται πρώτη τοῖς λοιμώττουσιν. ἀλλ' οὐ
μέχρι παντὸς τὰ Περσῶν εὐτυχήσει· μεγάλης γὰρ
συντρεχούσης κατ' αὐτῶν παρασκευῆς φεύξονται, καὶ
αἱ ληφθεῖσαι παρ' αὐτῶν πόλεις ἀφεθήσονται, ὁ δὲ
βασιλεὺς αὐτῶν φεύγων ἀπολεῖται ταῖς τῶν ἰδίων
χερσίν. εἶτα καὶ διαρπαγήσεται ὁ πλοῦτος Περσῶν,
τὰ δὲ λήια ἄχρηστα τῶν γεωργῶν ἀναιρεθέντων ἢ
καὶ λοιμῷ διαφθαρέντων γενήσεται. οὐ μὴν ἐμμενοῦσι
τοῖς Περσῶν οὐδὲ ἐμβραδυνοῦσι τοῖς αὐτῶν οἱ ἀπὸ
τῆς Εὐρώπης, ἀλλ' ἑκάτερον ἔθνος ὥσπερ τετελεσμένης
τῆς μάχης ἐν τοῖς οἰκείοις ἐπανήξει. ταῦτα μὲν οὖν
ἀπειλεῖ, ὅταν πυρώδης ἀνίσχῃ· εἰ δὲ ὠχρός, πολέμους
μέν τινας, ἀλλ' οὐ Περσικούς, σημαίνει, σεισμοὶ δὲ
πάντως καὶ πένθη τινὰ τοῖς ἀνθρώποις ἐνσκήψουσι·
λοιμὸς δὲ τοῖς βοσκήμασιν ἐπιπεσεῖται καὶ λιμὸς
κάρτα βίαιος.
12
Εἰ δὲ ὁ τοιοῦτος κομήτης ἐπὶ μεσημβρίαν ὁρᾷ,
ὠχροὺς καὶ ὀξεῖς ἐπ' ἐκείνην βάλλων τοὺς πυρσούς,
περὶ τὴν θερινὴν τροπὴν [λοιμ]ὸς βαρὺς ἐπιπεσεῖται
τῇ Λιβύῃ καὶ πλῆθος ποικίλων κακῶν. ὅταν δὲ ἐπὶ
τὴν ἄρκτον ἴδῃ, ἐκ τοῦ ἐναντίου [ἡ Λιβύη] κατὰ τῶν
βορείων στρατεύσεται, μεγίστης αὐτῇ συμμαχούσης
δυνάμεως. ἐλαττωθεῖσα δὲ εἶτα καὶ δύναμιν ξενικὴν
συλλαβοῦσα τὴν μὲν ἀρχὴν οὐκ ἀγεννῶς καθοπλίσεται
τῶν ἐναντίων, οὐ μετὰ πολὺ δὲ εἰς παντελῆ κακοδαι-
μονίαν πεσεῖται, ὥστε μετὰ τὸ ἀναιρεθῆναι ἐγγὺς
ἅπαντας καὶ αὐτὸν ἀνδραποδισθῆναι καὶ δεθῆναι τὸν
ἡγεμόνα τοῦ ἔθνους.
Ἰστέον δὲ ὡς Λιβύην τὴν ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης
ἄχρι Γαδείρων ἢ Ταρτησσοῦ ἢ τῆς λεγομένης παρὰ Μαυ-
ρουσίοις Γάδεως λαμβάνειν χρεών. οὐδὲ γὰρ περὶ Αἴγυπτον
μόνην τὸ ἀποτέλεσμα, ἀλλ' ἀπολύτως περὶ τὴν Λιβυκὴν
ἅπασαν ζώνην καλῶς ἂν λαμβάνοιτο, καὶ διαφερόντως τὴν
Μαυρουσίων, οἳ καὶ προσεχεῖς εἰσὶ τῇ πρὸς δυσμὰς Εὐ-
ρώπῃ, μόνῳ τῷ λεγομένῳ κατὰ τοὺς ἐπιχωρίους φρέτῳ
οἱονεὶ πορθμῷ ἀπ' αὐτῆς διεστῶτες.
Πέρας δὲ λοιμώξουσιν οἱ νικήσαντες, ὡς α[ἱρετὴν
αὐτοῖς] γεν[έσθαι καὶ] τὴν ἐν πολέμῳ ἀπώλειαν,
αὐχμὸς δὲ ἐξ αὐτοῦ καὶ λιμὸς [ἔσται καὶ] διαφερόν-
τως [τῇ Αἰγύπτῳ], ὡς ἐλεεινὴν τὴν ζωὴν τοῖς περι-
λειφθεῖσι νομισθῆναι· νόσος γὰρ βαρεῖα ἐπιπεσεῖται
τῇ νέᾳ ἡλικίᾳ, καὶ ὁ Νεῖλος ἀποστραφήσεται, καὶ
ἀνομβρία λοιμώδης ἔσται. Εἰ δὲ ἐπὶ δύσιν ἀπίδοι,
ἕως τῶν Ἡρακλέους στηλῶν πόλεμος καὶ ἀπώλεια
ἔσται τῶν στρατευμάτων καὶ λιμὸς καὶ πτώσεις τῶν
βοσκημάτων. Εἰ δὲ ἐπὶ τὸν Βοώτην νεύοι, κρύος
ἀπηνὲς ἄχρι Εὐξείνου καὶ χειμῶνες ἀήθεις ἐπισχεθή-
σονται, καὶ πολέμιοι καταδραμοῦνται τὴν χώραν. καὶ
τὴν μὲν ἀρχὴν ἐλαττωθήσονται οἱ ἐγχώριοι, δυνάμεως
δ' ὕστερον συντρεχούσης οὐ μόνον ἡττηθήσονται οἱ
πολέμιοι, ἀλλὰ καὶ αἰχμάλωτοι οἱ ἡγεμόνες αὐτῶν ἐν
δεσμοῖς ἔσονται· εἶτα ἐκεῖθεν ἐπὶ μεσημβρίαν μετε-
λεύσεται ὁ νικήσας στρατός, καὶ τῶν ἐ[κεῖ ἀνθέξεται
πό]λεων, καὶ ἐν ἐπαίνοις ἔσται· καὶ αὐτὰ δὲ τὰ θεῖα
καταλείψουσι τοὺς πολεμίους, ὥστε ἐκ περιστάσεως
προστεθῆναι τοῖς νικηταῖς. Τοσαῦτα τὰ σημαινόμενα,
ὅταν ὠχρὸς φαίνηται ὁ ἱππεὺς μετρίως· ὅταν δὲ καθ'
ὁμαλοῦ ὠχρότα[τος], ἐξωτικὸν μὲν οὐκ ἀπειλεῖ, ἐμφυ-
λίους δὲ φράζει πολέμους, οὐκ ἐλάττους τῶν πρὸς
τοὺς ἔξωθεν ἀπειλῶν τὰς συμφοράς, καὶ οὐ τοῦτο
μόνον ἀλλὰ καὶ ἐλάττωσιν. ἐ[κείνῳ] δὲ μάλιστα προσ-
εκτέον, ὡς ἐπὶ χρόνον φαινόμενος, ὡς εἴρηται (p. 32, 13),
ἐπὶ τὸν γαλαξίαν (οὐδὲ γὰρ πρὸς ἀνατολὰς ὑπὲρ τὰς
ἑπτὰ φανήσεται ἡμέ[ρας ὁ τοιοῦ]τος ἀστήρ), χρόνια
τὰ κακά, πρὸς βραχὺν δὲ καιρόν, ἐπίκαιρ[α] σημαίνει.
13t
{ΚΟΜΗΤΗΣ ΞΙΦΙΑΣ}
13
Οὗτος ὁ ἀστὴρ ἀναφέρεται μὲν Ἑρμῇ, οὐχ ἥτ-
τονας δὲ τοῦ προτέρου, δολιωτέρας μέντοι τὰς ἐνερ-
γείας ποιεῖ. ὅταν μὲν γὰρ ἐπὶ τὴν ἀνατολὴν βλέπῃ,
οἱ δυνατοὶ Περσῶν καὶ Αἰθιόπων τοὺς ἑαυτῶν βα-
σιλεῖς φαρμάκῳ διαφθεροῦσι· τὸ αὐτὸ δὲ καὶ ἐπὶ
Φοινίκης πρός τινων τοῦ πλήθους κατὰ τῶν ἐν τέλει
ἁμαρτηθήσεται. φῆμαι δὲ ἔσονται οὐκ ἀληθεῖς, ἐκ-
δειματοῦσαι τοὺς ἁπανταχοῦ. εἰ δὲ ἐπὶ μεσημβρίας
ἀνίσχοι, Αἰγυπτίοις καὶ τοῖς ἄλλοις Λιβυκοῖς ἔθνεσι
δόλους ὡσαύτως θανατηφόρους ἐπιφέρει, καὶ Αἰγύπτιοι
μὲν ἕξουσι μεταβολὴν τῶν κακῶν, Λίβυες δὲ ἐμφυλίοις
πολέμοις δαπανηθήσονται. ὅτε δὲ ἐπὶ τὴν δύσιν ὁρᾷ,
τοῖς ἐκεῖσε δυνατοῖς τὰ ὅμοια ἀπειλεῖ, ὡς ἐξ ὑπονοίας
κατ' ἀλλήλων ἐξενεχθῆναι εἰς φανερὸν πόλεμον. ὅτε
δὲ ἐπὶ τὴν ἄρκτον ὁρᾷ, ἐπιμιξίαν δηλοῖ τῶν ἀρκτῴων
καὶ Λιβυκῶν ἐθνῶν, ὥστε θυγατέρα Λίβυος δυνάστου
δοθῆναι πρὸς γάμον ἀρκτῴῳ τυράννῳ, καὶ ἐπιβου-
λεῦσαι τῷ πατρὶ τὴν παῖδα καὶ προδοῦναι αὐτόν,
ἔρωτι ἀσεβεῖ περὶ τὸν ἄνδρα κρατουμένην.
14t
{ΚΟΜΗΤΗΣ ΛΑΜΠΑΔΙΑΣ}
14
Λαμπαδίας κομήτης, οὕτω προσαγορευόμενος
ἐκ τοῦ σχήματος, ἔστι μὲν Ἑρμοῦ καὶ αὐτός· ὅταν δὲ
ἐπὶ ἀνατολὰς ἴδῃ, ἀχλυώδη τὸν ἀέρα καὶ ἐξ αὐτοῦ
βλάβην τῇ ἀμπέλῳ μαντεύεται· ἐκ γὰρ τῆς ἀχλύος
τίκτονται σκώληκες, οἱ λεγόμενοι ἶπες. καὶ ἡ βλάβη
μὲν καθολική, μάλιστα δὲ τοῖς περὶ τὴν ἄνω Ἀρμενίαν,
Εὐφρατησίαν τε καὶ Φοινίκην καὶ Ταυροκιλικίαν γενή-
σεται. καὶ οὐ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτὶ
οὕτως ἡ ἀχλὺς πυκνωθήσεται ὡς καὶ λαμπάδας ἀνημ-
μένας ἀποσβέννυσθαι. τοῖς δὲ καρποῖς ἐμφυήσεται ἡ
λεγομένη αἶρα καὶ ὑγρασία τις σηπτικὴ καὶ βλαπτικὴ
τοῖς ἀμητοῖς· ἐκτροπαί τε ποταμῶν καὶ ὄμβρων ῥήξεις
βιαιοτέρων καὶ κεραυνῶν βολαὶ ἔσονται, καὶ οὐδὲν
ἧττον ὁ αὐχμὸς ἐπιτελεῖ, ὡς καὶ τοὺς ἀεννάους τῶν
ποταμῶν ἀναφρυγῆναι. εἰ δὲ ἐπὶ νότον, ἔτι μᾶλλον
ξηρότερον ἔσται καὶ λοιμωδέστερον τὸ τοῦ ἀέρος κα-
τάστημα, τοῦ Νείλου ὑποξηρανθέντος, ὥστε ἑρπετῶν
πάντα πληρωθῆναι. εἰ δὲ ἐπὶ τὴν ἄρκτον, ὁ μὲν
αὐχμὸς τῷ ψυχρῷ τοῦ κέντρου ἡττηθήσεται, πῦρ δὲ
ταῖς ὕλαις ἀδοκήτως καὶ τοῖς ὄρεσιν ἐμπεσεῖται, ὡς
μηδὲ τοὺς ἐν τοῖς ἄκροις ἢ φρουρίοις διατρίβοντας
ἔξω τῆς βλάβης γενέσθαι· θάνατός τε πολὺς ἔσται,
καὶ μάλιστα ἐπὶ τῆς Αἰγύπτου. ὅταν δὲ ἀνίσχων
πρὸς δυσμὰς ὁρᾷ, κεραυνοὺς μὲν τῇ χώρᾳ, πτῶσιν δὲ
τοῖς βοσκήμασι μαντεύεται, ἐμπρησμοί τε ἔσονται βαρεῖς.
15t
{ΚΟΜΗΤΗΣ}
15
Οὗτος ὁ ἀστὴρ Διὸς μέν ἐστιν, οὕτω δέ ἐστιν
ἐπίσημος, ὡς ἐξ αὐτοῦ πάντας τοὺς ἄλλους διοσημει-
ακοὺς ἀστέρας κομήτας προσαγορεύεσθαι. οὗτος δὲ
ἡνίκα λαμπροὺς καὶ ἀργυροειδεῖς τοὺς πλοκάμους ἐπὶ
τὴν ἀνατολὴν ἀκοντίσῃ, Διὸς 〈ἐν〉 καρκίνῳ ἢ σκορπίῳ
ἢ ἰχθύσιν ὄντος, Πέρσαις ἀγαθὰ μεγάλα μαντεύεται.
ἀναστήσονται γὰρ καὶ ἐπὶ τὰ Ῥωμαίων ἐκχυθέντες πό-
λεις τε καὶ φρούρια καθέξουσιν, αἰχμαλώτων τε ἄπειρον
πλῆθος καὶ πλοῦτον πολὺν λαβόντες νικηταὶ εἰς τὴν
ἑαυτῶν χώραν ἀναζεύξουσι, μηδὲ συμβαλεῖν ὅλως τινὸς
θαρροῦντος αὐτοῖς. ὅταν δὲ ἀποστρόφως ἀνίσχῃ ὁ
κομήτης οὗτος, τοῖς καθ' ὧν ἀποστρέφεται, τὰς ἀστο-
χίας ἐπιφέρει. εἰ δὲ ἐπὶ τὸν νότον ἴδοι, ἐπιδώσει ὁ
Νεῖλος ἀφθονώτερον, εἰρήνη τε καὶ εὐετηρία ἔσται
ἐπὶ τῆς Αἰγύπτου, ὁμόνοιά τε καὶ εἰλικρινὴς τοῖς
πᾶσιν ἡσυχία. εἰ δὲ ἀποστρεφόμενος καὶ κατὰ νῶτα
ἔχων τὴν ἀνατολὴν ἐπὶ τὴν δύσιν ὁρᾷ, ἄπειρος ἔσται
τοῖς Ῥωμαίοις εὐδαιμονία· Πέρσας τε γὰρ καταπολε-
μήσουσι καὶ αὐτοῦ ἀναιρουμένου τοῦ Περσῶν βασι-
λέως· πάντων τε ὁμοῦ τῶν ἀγαθῶν ἀφθονία τῇ Ῥω-
μαίων πολιτείᾳ ἔσται· θέαι τε ἄφθονοι καὶ δωρεαὶ
φιλότιμοι καὶ ἱππικοὶ ἀγῶνες σπουδαιότεροι μετὰ ψυχα-
γωγίας τοῦ πλήθους ἐπιτελεσθήσονται καὶ ἁπλῶς εἰπεῖν
τοῖς πράγμασι καθολικὴ ἔσται ἱλαρία. εἰ δὲ ἐπὶ τὴν
ἄρκτον ἴδοι κατὰ νῶτα τὸν νότον ἀφείς, καταδρα-
μοῦνται Λιβύην οἱ ἀπὸ τῆς Εὐρώπης νόμῳ πολέμου
καὶ οὐχ ἥκιστα οἱ ἀπὸ τοῦ ἀνατολικοῦ βορείου κατὰ
τῶν δυτικῶν νοτίων. τοῖς δὲ ἐπὶ τὴν ἀνατολὴν καὶ
Αἴγυπτον νοτίοις οἱ πρὸς βοήθειαν καὶ φυλακὴν τῶν
ὅρων ἐνιδρύμενοι στρατιῶται τὰ χείριστα ἐπάξουσιν.
15at
{ΚΟΜΗΤΗΣ ΔΙΣΚΕΥΣ}
15a
ὁ λεγόμενος δισκεὺς, ὡς εἴρηται (p. 31, 11), ἀπὸ
τοῦ σχήματος οὕτω προσηγορεύθη, ὥστε κυκλοτερὴς
ὢν οὐκ ἔστι δῆλος ἐπὶ…
ἀφο…
The complete text is available when the reading interface loads.