Apotelesmatica
- Scientific editors
- Hermann Koechly
- Edition reference
- Apotelesmaticorum qui feruntur libri VI · Teubner · Leipzig · 1858
- CTS identifier
urn:cts:greekLit:tlg2583.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 2
ΒΙΒΛΙΟΝ Β. Α.
Ἐν τῷ βʹ τούτῳ βιβλίῳ διέξεισιν,
Α. Περὶ τῆς θέσεως τῶν ἐν τῇ σφαίρᾳ κύκλων φαινομένων τε καὶ ἀφανῶν καὶ ἄξονος καὶ ὁρίζοντος καὶ τῆς ἐν τοῖς κύκλοις τῶν ἄστρων τε καὶ ἀστέρων θέσεως καὶ τῶν λοξῶν κύκλων.
Β. Τί ἕκαστος τῶν ἑπτὰ πλανητῶν ἐν ἰδίῳ, καὶ τί ἐν ἀλλοτρίῳ οἴκῳ φαινόμενος ἀποτελεῖ.
Γ. Τίς ἑκάστου τῶν ἑπτὰ πλανητῶν ἐν τῇ ἀνατολῇ, καὶ τίς ἐν τῇ δύσει δύναμις.
Δ. Περὶ τῆς φάσεως τῶν ζʹ πλανητῶν, καὶ τί μὲν ἕκαστος αὐτῶν τῷ ἡλίῳ συνὼν ἀποτελεῖ, καὶ τί διαμετρῶν, τί δὲ τῇ σελήνῃ καθʼ ἑκάστην τῶν δύο φάσεων.
1Πάντοτε μὲν κόσμοιο κατʼ αἰθέρα κοιρανέοντες
2Ἠέλιος Μήνη τε διηνεκὲς ὦκα φέρονται.
3ἄστρα δʼ ἄρʼ ἤλιθα μυρίʼ ἀν’ οὐρανῷ ἐστήρικται
4μαρμαίροντ’ ἐπὶ νυκτί, τὰ μὲν σελάεσσιν ἀφαυροῖς
5αἰθύσσοντʼ, ὥσθʼ ὅσσον ὑπʼ ὄμμασιν αὐγάζεσθαι,
6πολλοὶ δʼ αὖτʼ αἴγλῃσι φαεινόμενοι βλοσυρῇσιν
7ἀστέρες, ὡς καὶ φέγγος ἐπὶ χθονὸς ἡμερίοισιν
8φαίνειν, εὖτ’ ἀσέληνον ἔχῃ δρόμον ἀμβροσίη νύξ·
9καὶ μὴν δὴ τάδε πάντα διʼ αἰθέρος αἰὲν ἄρηρεν
10ἀπλανέʼ ἐν χώρῃ, τῇ δὴ τὰ πρῶτα δέδασται,
11ἐλκόμεν ἀντολίηθεν ἐφʼ ἑσπερίην δύσιν αἰεί,
12παῦῤ ὑπὸ δεικήλων τεράτων τετυπωμένα μορφαῖς,
13αὕτως δὲ πλέονα σποράδην πεφορημένʼ ὕπερθεν.
14πέντε δʼ ἄῤ ἀστέρες οἶοι ἀγαυότατοι διὰ κύκλου
15Ζωδιακοῦ πλάζονται ἀμειβόμενοι κατὰ κόσμον
16καὶ δείκηλʼ, οὓς φῦλα βροτῶν ὀνόμηναν ἀλήτας,
17τῶν μὲν δὴ μετόπισθε φίλῃ μεμνήσομʼ ἀοιδῇ.
18Μακρὸς δʼ αὖ διὰ μέσου ἐλήλαται οὐρανοῦ ἄξων,
19ἀστεμφὴς, ὅσσοισιν ὁρωμένῳ ἀπροτίοπτος,
20ὅς περὶ πᾶν γαίης τε καὶ ἀτρυγέτου διὰ πόντου
21ὦκα διηνεκέως δινεύμενος οὐκ ἀπολήγει.
22Τοῦ δὲ δύω πόλοι εἰσὶ καταντιπέρην ἀσάλευτοι,
23ὃς μὲν ἐπὶ κρυεροῦ Βορέω πνοιῇσιν ἀρηρὼς
24καὶ κεφαλῆς ἀγχοῦ βαιῆς κυνοσουρίδος Ἄρκτου,
25ἄλλος δʼ ἐν διερῷ Νότῳ ἵσταται· ἀλλʼ ὃ μὲν ὑψοῦ
26κεῖται ὑπερχθόνιος, Νότιος δʼ ἀίδηλος ὑπ’ αἶαν.
27Κύκλοι δʼ οὖ πολλοὶ καὶ ἀπείριτοι οὐρανοῦ εἴσω
28δινεῦνται, τοὺς αὐτὸς ἀεὶ σφαίρης στροφάλιγγι
29τεύχει ἑλισσομένων ἄστρων κατʼ ἀπείριτον οἶμον.
30τῶν δέ τε πάντων εἰσὶ πανέξοχοι ἐννέα κύκλοι,
31δοιοὶ μὲν προτίοπτοι ἰδʼ ὀφθαλμοῖσιν ὁρητοί,
32οἱ δʼ ἄλλοι μήτι μερόπων πραπίσιν τε νοητοί.
33ἑπτʼ ἀιδεῖς μὲν ἔασιν ἰδʼ ἐν φρεσὶ μοῦνον ὁρητοί,
34ἀλλήλοις δὲ παραβλήδην στρωφώμενοι αἰεί·
35ὃς μὲν γὰρ πρῶτος πόλου δινεύμενος ὑψοῦ,
36ὅντε Βόρ ειον φῶτες ἐπίκλησιν καλέουσιν·
37τὸν δὲ μέτα τροπικὸς θ έρεος πυριλαμπέος ὥρης γίνεται·
38τείνονται μεσάτοιο, διʼ οὗ θοὸν ἅρμα τιταίνων
39ἴσην Ἠέλιος τεύχει νύκτʼ ἄμβροτον ἠοῖ·
40τῷ δʼ ἔπι χειμ ἐρίοιο τροπῆς κύκλος ἐστήρικται·
41ἑξείης δʼ ἐπὶ τῷ Νότιος πέλει, οὗ ῥά τε βαιὴν
42φράζεο μοῖραν ὕπερθε,τὸ γὰρ πλέον ἔσθʼ ὑπὸ γαῖαν
43τοὺς δὲ μέσους τέμνουσι δύω κύκλοι ἄξονος αὐτοῦ
44ἄκρης ἀρχόμενοι κορυφῆς· αὐτοί γε μὲν ἄμφω
45ἀλλήλους ἄχρις Νοτίου τέμνουσι πόλοιο,
46ὃς μὲν ἐνὶ θνητοῖσι καλούμενος ὀρθὸν Ὁρίζων,
47ὃς δὲ Μεσημβρινὸς ὑψοῦ ἄκρης κυρτούμενος αἴθρης.
48ἀμφότεροι δʼ ἄρα τοίγε πόλων ἔντοσθεν ἐόντες
49ἐντὸς ἐέργουσιν δίνην περικείμενοι ἄστρων.
50οἵδε μὲν ἐν πραπίδεσσιν ἀριφραδέες τελέθουσιν
51γνώσασθαι κύκλοι. τοὺς δʼαὐθʼ ἑτέρους καὶ ὑπʼὅσσοις
52δερκόμεθʼ, εὖτ’ ἂν γαῖαν ἐπιτρέχῃ ἀμβροσίη νύξ,
53τὸν μὲν ἴσον χροιῇ λευκῷ φαίνοντα γάλακτι,
54τὸν δʼ ὑπὸ δεικήλοισι δυώδεκα παμφαίνοντα
55Ζω δισκόν· λοξοὶ δʼ ἐπαμοιβαδὶς ἐζώσαντο
56οὐρανὸν ἀμφότεροι δίχα τέμνοντές σφεας αὐτούς.
57ἑπτὰ δʼἄρ’, ὥσπερ πρόσθεν ἀείσαμεν,εἰσὶν ἄιστοι
58καὶ μοῦνον πυκινῇσιν ἐνὶ φρεσὶν ἑστηῶτες,
59οὕνεκεν οὐ ζώων μορφαῖς ὁλκοῖς τε φαεινοῖς
60οὐδὲ μὲν οὐ χροιῇσι διάκριτοι εἰσορόωνται,
61ἀλλʼ αὕτως δίνῃσιν ὀιόμεθά σφεας ἄστρων
62κυκλοῦσθαι, τάπερ αὐτὸς ἀτειρὴς αἰὲν ἀγινεῖ
63οὐρανὸς ἐν στροφάλιγγι περὶ χθόνα δῖαν ἐλίσσων.
64ἦ γὰρ δὴ τὸν μέν τε Βορήιον ἀστέρεςἌρκτου
65μείζονος, ἣν Ἑλίκην ἐλάται νηῶν ὀνόμηναν,
66ἀμφιχαράσσονται ῥοίζῳ στρωφώμενοι αἰεί,
67οἵτε οἱ ἀκροτάτοισι φαείνονται περὶ ποσσίν·
68ἄντυξ δʼ οὖ κύκλοιο μέσην διὰ χεῖρα Βοώτου
69τέμνει ὑπʼ ἀγκῶνος σκαιοῦ, κεφαλῆς τε Δράκοντος
70ἀκροτάτης ψαύει, στέρνον θʼ ὕπο Κηφέος εἶσιν
71καὶ κλεινῆς ἀλόχοιο παραὶ ποσὶ Κασσιεπείης.
72κύκλος δʼ, ὅστε τρέπει θ έρεος πυριλαμπέος ὥρην,
73ἀστέρι δινεύοντι περιγράφεται κατʼ Ὄλυμπον
74Καρκίνου ὀγδοάτης μοίρης ἔπι παμφαίνοντι·
75κεῖται δὲ τμήγων μέσσον διὰ Καρκίνον αὐτόν,
76ξανθήν τʼ αὐχενίην χαίτην χαροποῖο Λέοντος,
77σπεῖράν τε πρώτην Ὄφιος, βριαροῦ τʼ Ὀφιούχου
78ὤμους, Ὄρνιθός τε δέρην τανυσιπτερύγοιο,
79καὶ πόδας Ἱππείους, χειρός τʼ ἀγκῶνα βορείου
80Ἀνδρομέδης, καρπόν τε χερὸς λαιὴν δέ τε κνήμην
81Περσέος, ὑστάτιόν τε ποδὸς θέναρ Ἡνιόχοιο,
82καὶ βριαρῶν Διδύμων δύο σὺν χείρεσσι κάρηνα.
83αὐτὰρ ἰσημ ἐρινόν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ
84ἀστέρος ἐκ μεσάτοιο χαρασσόμενον Κριοῖο,
85κεῖθεν δʼ αὖ παραμειβόμενον Ταύρου πόδας ἄκρους,
86καὶ καλὴν ζώνην θηροκτόνου Ὠρίωνος,
87Ὕδρης θʼ ὁλκὸν ἀπειρεσίης, Κρητῆρά τε μέσσον,
88ἐξῆς δʼ ἀκροτάτου στολμοῦ ψαύοντ’ ἐρατεινῆς
89Παρθένου, ἰοβόλου τε διὲκ χηλῆς περόωντα
90Σκορπίου, ἰγνύας τε διακρίνοντʼ Ὀφιούχου,
91καὶ χαίτης ἄκρης ἐπαφώμενον ὠκέος Ἵππου,
92μέσσον τʼ ἀμφοτέροισιν ἐν Ἰχθύσι δινεύοντα.
93χειμερίου δὲ τροπῆς κύκλον θοοῦ Αἰγοκερῆος
94σκέπτεο πὰρ μέσσοιο διεκπερόωντʼ ἐπὶ γοῦνα
95ἀμφότερ Ὑδροχόου, καὶ Κήτεος εἰναλίοιο
96οὐρήν, ἠδὲ Λαγωοῦ ἀπὸ στέρνων ἐπὶ μέσσα
97νισσόμενον, πρώτους τε πόδας Κυνός, ἠδὲ καὶ Ἀργοῦς
98ποντοπόρου τέμνοντα διʼ αἰθέρος ἄκρα κόρυμβα,
99Κενταύρου τʼ ὤμους νοτίους, κέντρον τʼ ὀλοοῖο
100Σκορπίου, ἠδὲ βιὸν στέρνων μέτα Τξευτῆρος.
101τὸν δʼ ἄρα δὴ νότιον, μεθʼ ὃν οὐκέτι φέγγος ὁρᾶται
102ἄστρων ἀνθρώποις, οἳ δὴ χθόνα τήνδε νέμονται,
103ὁπλῇσιν Κένταυρος ὑπὸ σφετέρῃσι χαράσσει,
104πηδάλιόν τε νεός, τὴν ἀκροτάτῃσι τεμοῦσα
105Πηλίου ἐν κορυφαῖς Παλλὰς θέτʼ ἀν ἀστράσιν Ἀργώ.
106οἱ δὲ δύω, τοίπερ τε πόλῳ διαπειραίνονται,
107ἀστεμφεῖς ἑστᾶσι καὶ ἀκλινέες περὶ κόσμον,
108πάντων δεικήλων αἰεὶ ἐπαφώμενοι ὁλκοῦ·
109ὃς μὲν γάρ θʼὑψοῦ θοοῦ οὐρανοῦ ἐστήρικται
110ἠῴην οἶμον καὶ δείελον Ἠελίοιο
111κρίνων καὶ θνητοῖσιν ἄγῶν βαιὴν λύσιν ἔργων·
112ὃς δὲ περιστρέφεται πύματον πόντον τε καὶ αἶαν
113φαίνων ἀντολίας, δύσιάς θʼ ὑπὸ βένθεσι κεύθων,
114ὅς ῥά θʼ Ὁρίζων κύκλος ὑπ’ ἀνθρώπωνπεφάτισται,
115οὕνεκα μηκίστην ὄσσων ἐπιτέμνει ὀπωπήν.
116ὁλκὸς δʼ αὖτε Γαλαξίεω βαιῇ μὲν ὁρᾶται
117λαμπετόων μοίρῃ, τὸ δέ οἱ πλέον ἐστὶν ἀμαυρόν·
118γυροῦται δʼ ὑψοῦ μὲν ἐπὶ πνοιαῖς Βορέαο
119ἐν θρόνῳ ἑζομένης γούνων ἄχρι Κασσιεπείης,
120πὰρ κεφαλὴν Κηφῆος· ὁ δʼ Ὄρνιθος πτερὰ τέμνει,
121Αἰητοῦ τε μέσον, καὶ Τόξων ἄγχι κορώνης
122ἀκρότατον νεῦρον, θηρὸς φονίοιό τε κέντρον,
123ἠδὲ Θυτήριον ἄκρον ἰδ’ ὁπλὰς Κενταύροιο
124τέσσαρας· ἐκ δʼ ἄρα κεῖθεν ἀνέρχεται ἐκ Βορέαο
125ἄψορρος διὰ Νηὸς ἀμειβόμενος κατὰ πρύμνην,
126καὶ κνήμας Διδύμων, κορυφῆς θʼ ὕπερ Ὠρίωνος,
127καὶ γόναθʼ Ἡνιόχου, γουνός τʼ ἔπι γοργοφόνοιο
128δεξιτεροῦ Περσῆος, ὃ δὴ τέταθʼ ὥστε θέοντος.
129Ζω δισκὸς δʼ, ὅσπερ τε κατʼ οὐρανὸν ἔπλετο πάντων
130εὐτροχάλων κύκλων μάλʼ ἀγαυότατος καὶ ὁρητός,
131δώδεχ’ ὑπ εἰδώλοισι κεκασμένος εἶσι διʼ αἴθρης·
132ἀμφὶ δʼ ἄρ αὐτὸν κεῖται ὑπʼ ἀστράσι παμφαίνοντα
133Κριὸς καὶ Ταῦρος, Δίδυμοι δʼ ἐπὶ τῷδε, μετ’ αὐτοὺς
134Καρκίνος ἠδὲ Λέων, στάχυάς τʼ ἐν χερσὶ φέρουσα
135Παρθένος ἀνθρώπων γενεὴν ποθέουσα παλαιῶν,
136Χηλαί θʼ, ἃς καὶ δὴ μετεφήμισαν ἀνέρες ἱροὶ
137καὶ Ζυγὸν ἐκλήισσαν, ἐπεὶτετάνυνθʼ ἑκάτερθεν
138οἷαί περ πλάστιγγες ἐπὶ ζυγοῦ ἑλκομένοιο,
139Σκορπίος ἐστὶ δʼ ἔπειτα, βίη τʼ ἔπι Τξευτῆρος,
140καὶ δὲ καὶ Αἰγόκερως, μεθʼ ὃν Ὑδροχόος τε καὶ χθῦς.—
141Οἴκοις μὲν δὴ πάντες ἑοῖς παρεόντες ἄριστοι
142ἀστέρες ἐν γενέθλῃ, ἐπεὶ ἐσθλοδόται μὲν ἀρείω
143καὶ πλέον’ ἐσθλὰ διδοῦσι, κακοὶ δέ τε μείονα λυγρά.
144τῷ μάλα χρὴ σκέπτεσθʼ, ὁπόσοι σφετέροισι δόμοισιν
145ἠὲ καὶ εἰν ὁρίοισιν ἑοῖς βεβαῶτες ὁρῶνται·
146εἰ μὲν γὰρ πλέονες, πολὺ φέρτερον, εἰ δέ τε παῦροι,
147μειότερον κῦδος βιότῳ καὶ πρῆξιν ὄπασσαν.
148Ἀλλὰ καὶ ἀλλήλων ὅσ ἀμειβόμενοι κλυτοφεγγεῖς
149οἴκοις ἐκτελέουσι, μάλα χρειὼ καταλέξαι.
150Φαίνων μέν τε Διὸς ζώοις μεγακύδεος ἄνδρας
151τεύχει, καὶ βασιλεῦσιν ἰδʼ αὖθ’ ἑτάροισιν ἀνάκτων
152ἐς φιλίην ζεύγνυσι, καὶ αὐτοὺς πολλάκι δασμῶν
153πρήκτορας ἐξανέφηνεν ἐυπρήσσοντας ἄναξιν,
154χρήματά τʼ ἐν χερσὶν δῶκεν βασιλήια νωμᾶν·
155πολλάκι δʼ ἀλλοτρίων τέκνων πατέρας καλέεσθαι
156δῶκεν, ἢ ἐκθεμένοις παῖδας σφετέρους πάλι δῶκεν.
157Ζεὺς δὲ Κρόνοιο τόποις παρεὼν βίοτον μὲν ὀπάζει
158εὐκτεάνους τε τίθησιν, ἀτὰρ πολυγηθέος ὄλβου
159φειδωλούς, μηδ’ ὅσσον ἑῶν κτεάνων ὀρέγοντας,
160ἠπεδανὸν στέρνοισι νόον καὶ ἄναλκιν ἔχοντας,
161ἀμφὶ ἕθεν πολὺ μεῖον ἢ ὧν πέλας ὦσι φρονοῦντας,
162ἐν δʼ ἔργοις πρήξει θʼ ἑτέροις ὑποπεπτηῶτας·
163ὅσσα δέ τʼ ἐκτελέουσιν, ἀποκρύπτει κλέος ἐσθλὸν
164πολλάκις ἀλλοτρίων, | οἳ καί σφισιν αἴσχεʼ ἔδωκαν.
166ἐν δʼ Ἄρεως ὁρίοισιν ἢ ἐν ζώοισι βεβηκὼς
167Φαίνων νωχελέας τε καὶ ἀδρανέας μάλα ῥέζει,
168δειλοὺς πανταρβεῖς τε, φρεσὶν καταπεπτηῶτας,
169αὐχμηρούς, ἐὸν ἦτορ ἀεὶ βλάπτοντας ἀνίαις.
170ἀλλʼ Ἄρης οἴκοισι Κρόνου πολιοῖο βεβηκὼς
171πανθαρσεῖς τεύχει καὶ πρήξεσι τολμήεντας,
172πρὸς δʼ ἔτι θαρσαλέους τε καὶ εὐτόλμους καὶ ἀτρέστους,
173πρῆξιν παντοίην τε καὶ ἔργα τελοῦντας ἀμόχθως,
174οἷσί τʼ ἐφορμήσωσιν ἀεὶ τέκμωρ ἐπάγοντας·
175φθείρει δὲ κλῆρον πατρώιον, ἠδὲ συναίμους
176πρεσβυτέρους πάντας κρυερῷζόφῳ ἀμφικαλύπτει.
177Ἀφρογενοῦς δὲ Κρόνος παρεών οἴκοις τάδε ποιεῖ·
178πρεσβυτέραις ζεύγνυσιν ἰδὲ δμωῇσιν ἀκιδναῖς,
180ἢ ξυνὴν δήμοισι κύπριν μισθοῦ παρεχούσαις·
179πρὸς δʼ ἔτι δυσγαμίην καὶ δυστεκνίην μάλʼ ὀπάζει,
181στείραις ἠδʼ ἀτόκοισι συνάπτων δυσκλέα λέκτρα·
182δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάιξαν
183ζήλῳ ἀλαστήσαντες ἐπʼ αἴσχεσιν, οἷς τελέουσιν.
184Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας
185ἀλλοτρίων ἔρρεξε, καὶ ἀσπέρμους θέτο τέκνων,
186οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος
187οὔτε φίλων σφετέρων, οὐδʼ οὖ πατέρων ἀλέγοντας·
188ἢ γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν,
189ἢ καὶ μητρυιῇσιν ἑαῖς ἢ παλλακίδεσσιν
190σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν.
191ἐν δʼ ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς
192Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς,
193ἢ λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν,
194δεινοὺς δʼ ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας
195κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν
196φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας,
197καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρων τε
198ὄργια γιγνώσκοντας, ὅσ’ ἐν βίβλοις ἐχαράχθη
199κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν
200ταύτης δʼ οὐκ ἂν ὄναιντοδαημοσύνης· τάδε γάρσφιν
201ἀντʼ ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί.
202ταῦτα δὲ καὶ Στίλβων ῥέζει Κρόνου ἐν μεγάροισιν·
203ἀλλʼ ἄρα τοῖς ἦδος πέλεται σφετέρων ἀπὸ μόχθων·
204τεύχει δʼ οὐ μοῦνον βίβλων ἐπιίστορας ἱρῶν,
205παννυχίδων τελετῶν θʼ ἡγήτορας, ἀλλὰ καὶ ἐσθλούς
206μάντιας, ἀστρονόμους καὶ ὁνειροπόλους, προπάροιθεν
207ἑζομένους θυσιῶν, μακάρων ἄπο θέqφατα θνητοῖς
208φαίνοντας, πτηνῶν τε ποτῆς ἄπο θεσπίζοντας,
209πρήξεσι δʼ ἐν βιότου ἑτέροις ὑποπεπτηῶτας.
210ὅσσοις δʼ οὖ Φαέθων Ἄρεως οἴκοισι βέβηκεν,
211τρισμάκαρες στρατιῶν ἡγήτορες, ἔν τε βροτοῖσιν
212τιόμενοι πολίων ἡγήτορες ἢ βασιλῆες.
213ὣς δʼ αὔτως καὶ Θοῦρος ἐπὴν Δί ὸς ἐς δόμον ἔλθῃ,
214δωρεῖται κῦδος καὶ ἀπειρέσιον κράτος ἀνδρῶν·
215τεύχει καὶ νηῶν ἡδʼ ἱππήων πρυλέων τε
216ἡγεμόνας βασιλεῦσιν ἀρηρότας, οἳ κατὰ μῶλον
217ἀνθρώπους κτείνοντας ἑῇ ὀπὶ καὶ μεμαῶτας εὖ δεδάασιν·
218εἰ δʼ ἄρα μὴ κέντρῳ πέλεται μηδʼ ἐς τόσον εἴη
219ὕψος, ἀειρόμενοι πάντων σφετέρων ὕπερ αὐτοὶ
220τάττονται, κἢν δμῶες ἀεικέλιοι τελέθωσιν.
221ἐν δʼ ἄρα Κυπρογενοῦς ζώοις Ζεὺς ὄλβον ὀπάζει
222παντοῖον, κτεάνων τε δόμους πίμπλησι βροτοῖσιν,
223αὐτοὺς δʼ αὖθʼ ἑτάρους ἢ καὶ συνέδρους βασιλήων
224θηητοὺς λαοῖσι καὶ ἐν πολίεσσιν ἀγητοὺς
225τεύχει, καὶ μακάρων ἱερεῖς σηκῶν τε προέδρους,
226τιμαῖς κυδαλίμους ἡδʼ ἐξαίτοις γεράεσσιν,
227πρήξιος ἐκ πάσης συναθροίζοντας πολὺν ὄλβον,
228δήμου θʼ ἡγητῆρας, οἳ εὖ χείλεσσιν ἑοῖσιν
229φθέγγοντʼ εἰν ἱεροῖσιν ἀκουόμενοι ὑπὸ λαῶν,
230ζευγνυμένουςτʼἀνδρῶν μεγάλων φιλότητι γυναικῶν,
231ὧν ἄπο κυδήεντες ἰδʼ ὄλβιοι ἐξεγένοντο.
232καὶ Κυθέρη Διὸς οἴκῳ ἢ εἰν ὁρίοισι φανεῖσα
233εὐκλέας ἐν πολίεσσι καὶ ἐν δήμοισι τίθησιν·
234κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,
235στέμμασί τε χρυσοῦ, τοὺς δʼ οὖ γεράεσσʼ ἐρατοῖσιν·
236ἠδὲ γάμους δῶκεν φιλίους, καὶ λέκτρα γυναικῶν
237ὤπασεν εὐθαλάμων, λέκτροις δέ τε δῶκε γυναικῶν
238εὐόλβων ἐν ἑῇσιν ἔμεν πολίεσσιν ἀρίστοις,
239κτήματά θʼ ἕξουσιν κλεινὸν βίοτόν τε καὶ οἴκους·
240προσφιλέας δʼ ἔρδει καὶ τιμήεντας ἅπασιν,
241πειθοῖ καὶ χαρίτεσσιτετιμένον ἦτορ ἔχοντας·
242ἠὲ καὶ ἄνδρας ἔτευξε γυναικείοισιν ἐπ᾿ ἔργοις,
243ἐξ ὧν χρήματα πολλὰ καὶ εὐφροσύνην πόρεν ἐσθλήν
244δηθάκι δʼ οὖθ’ ὑποτάσσει ὑπʼ ἀσχολίῃσι τυράννων
245ἢ μεγάλων ἀνδρῶν, οἷσι κράτος ἶσον ἄναξιν.
246Ζεὺς δʼ ἄρʼ ἐν Ἑρμείαο τόποις πολύολβον ἔθηκεν,
247εὐκλέʼ ἐπιφροσύνης ἕνεκεν, βασιλήιον ὄλβον
248νωμῶντʼ ἐν χείρεσσι, καὶ ἐκ πολίων ἐθνέων τε
249χρήματα καὶ δασμούς συναγειρόμενον βασιλεῦσιν,
250ἐν δʼ ἔργων πρήξει μέγʼ ὑπείροχον, ἐν δʼ ἄρα τοῖσιν
251κεκλόμενον, μέγα δʼ αὖτε νόῳ φρονέοντα, καὶ ἐσθλὴν
252κτῆσιν ἀπʼ ἀσχολίης βιότου φορέοντα πτρὸς οἴκους.
253ἔμπαλι δʼ Ἑρμείης δόμῳ εὐφεγγοῦς Φαέθοντος
254παιδείης πραπίδεσσι σοφῆς παιδεύματʼ ἔχοντας,
255παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων,
256ἢ δίφρῳ ἑζομένους, ὅθι τʼ ἀργύρου ἐστὶν ἀμοιβή,
257ἠὲ νόμων θεσμῶν τʼ ἐπιίστορας, ὧν ἕνε αἰεὶ
258πειθὼ ὁμῶς κῦδός τε κατὰ πτόλιας μέγʼ ἔχουσιν,
259ῥητῆρας μύθων τε καὶ εἰν ἀγορῇσιν ἀρίστους
260νείκεα τʼ ἰθύνειν καὶ τειρομένοισιν ἀρήγειν,
261ἔν τε δικασπολίῃσιν ἐριδμαίνοντας ἔπεσσιν,
262ὧν ἄπο πλοῦτον ἀπειρέσιον καὶ χρήματʼ ἄγειραν·
263ἄλλοι δʼ αὖτε πέλονται ἀπαγγελέες βασιλήων,
264πίστιν τʼ ἀμφὶ δίκῃσι θεμιστοπόλων ἀπʼ ἀνάκτων
265ἴσχουσιν, κείνοις σφετέρῳ νόῳ ἰθύνοντες.
266ἐν δʼ ἄρα τοι Παφίης Ἄρης οἴκοισι βεβηκὼς
267ἀλλοτρίων λεχέων κρυπτοὺς λυμάντορας ἔρδει,
268δώροις ἡδὲ δόλοισιν ὀπιπεύοντας ἑταίρων
269εὐνέτιδας πηῶν τε, καὶ αἴσχεα μακρὰ τελοῦντας·
271ἀλλʼ ἄρα κἀκείνων βιότοις ὀλέθρους ἐπάγουσιν,
272καὶ ἑὰς κεδνὰς ἀλόχους ὀλέκουσι χέρεσσιν,
270δύσγαμα νυμφεύοντες ἀπʼ ἀλλοτρίων ὑμεναίων.
273ζώοις δʼ οὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη
274δυσγαμίην τεύχει τε καὶ ἐκ λεχέων μάλʼ ἀνίας·
275ἢ γὰρ ἄγοντʼ ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν,
276δμωίδας, αἵτʼ αὐτούς μάχλοις ἔργοισιν ἔπεισαν,
277ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας
278αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν·
279οὐ γὰρ ταὶ τίουσʼ οὐδʼ αὖ φιλέουσι συνεύνους·
280τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον
281σύν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν καὶ αὐτῶν εἵνεκα δηθὰ
282ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν,
283ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν·
284ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλʼ ἀγήνορα τεύχει
285καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον,
290τάς τʼ ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας·
286πάγχυ δʼ ἄρʼ ἐς φιλότητα δύην, τοκετῶν ἐποχήν τε
287ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει,
288ἤτοι πρὶν γονίμης ὥρης βρέφεʼ ὠμοτοκοῦσα,
289ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνουσʼ ἄπο τέκνων.
291ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἐρμάωνος
292οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν,
293ἄγριά τʼ ἐν πραπίσιν βουλεύματα ποικίλλοντας,
294πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας,
295ὡς δὴ καί τʼ ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν·
296καὶ δὲ δικορραφίης δεδαηκότες εἰν ἀγορῇσιν
297καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες
298ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς
299καί τε δικῶν μέγα πλῆθος, ὅ δὴ μάλʼ ἀχρήμονας ἔρδει·
300πολλοὶ καὶ παίδων τῶνδʼ ἡγητῆρες ἔασιν·
301πρὸς δʼ ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα
302μηδομένους, κλῶπας, ληίστορας, ἀνδροφονῆας,
303ὅρκων οὐδʼ ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας.
304ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει,
305πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς,
306ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνων τε·
307πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν
308λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο, πολλάκι
309χρήματα παῦρα διδοῦσιν, ἃ πολλῶν χρεῖος ἐτύχθη·
310πρὸς δʼ ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει·
311ὧν ἕνεκεν πάντων καὶ ὑπʼ ἴδρισιν ἶφι μάχεσθαι
312λάσθαις κερτομίαις τε κατὰ πτόλιας σοβέονται.
313ἐν δʼ Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη
314θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν,
315κείνων δʼ εἵνεκα δηθὰ κρίσεις καὶ νείκεʼ ἔχοντας,
316οἷς ἔπι κῦδος ἔθηκεν ἔδ’ εὐκλέα πολλάκι νίκην·
317οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο
318γίνονται, τιμὰς ἰδʼ ἀπʼ αὐτοῦ πλοῦτον ἔχοντες·
319τεύχει δʼ ἐν τούτοισι τόποις καλὴ Κυθέρεια
320αἰόλʼ ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας
321παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφʼ ἰστῶν
322κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις,
324τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ
323δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν,
325ἄλλους δʼ ἐν πετάλοις στεφανώματα ποικίλλοντας,
326οὓς δὲ καὶ ἀνθοβάφους ἀλίων ἄπο θήκατο κόχλων,
327εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας.
328Ἑρμῆς δʼ αὖτʼ οἴκοισι φανεὶς καλῆς Κυθερείης
329προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν,
330μορφῇ θʼ ἱμερόεντας ἰδʼ αἱμύλα κωτίλλοντας,
331παντοίης μούσης τʼ ἐπιίστορας· ἢ γὰρ ἀοιδούς
332εὐκλέας, ἢ κιθάρης ὑποφήτορας ἐξετέλεσσεν,
333ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας,
334ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς·
335ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει·
336παιδευτὰς δʼ ἄλλων τοίων ἔργων ἀνέφηνεν,
337ἐξ ὧν ὄλβον ἐυκτέανον κῦδός τʼ ἐνὶ δήμοις
338ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃ τε·
339πρήξεσι δʼ ἐν βιότου πάντες μακάριστοι ἔασιν,
340οἷσί τʼ ἐπιθύνωσʼ ἔργοις, πάντʼ ἐκτελέουσιν
341ᾖσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κʼ ἐθέλωσιν. —
342ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο,
343Φαίνων μὲν μεγάλους τε καὶ ἐκ πατέρων ἀριδήλων
344τεύχει, καί τʼ ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει,
345ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα,
346ἢ βίῃ ἢ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας.
347δεικήλῳ δʼ ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ
348ὥστʼ οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον
349αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίου τε,
350καὶ μεγάλους βασιλῆας ἢ ἴσους κοιρανέουσιν,
351ἤ που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς·
352πάντας δʼ ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν.
353αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντʼ ἐκέδασσεν,
354καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δʼ ἄρα πρῆξιν
355πολλὴν ἀμφὶ πυρὸς πολιοῦ τʼ ἄπο δῶκε σιδήρου,
356τοῖς δʼ ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας·
357αἰεὶ δʼ ἔν τε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς
358ὠκυμόρους τεύχει, τούς δʼ ἡμιβίους ἐναρίζει.
359Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖʼ οὐ μάλα χαίρει·
360δυσγαμίην τεύχει, ποτὲ δʼ αὖτʼ ἀλόχοιο διείργει.
361ἀλλʼ Ἑρμῆς πινυτούς τε καὶ ἐν μύθοισι φερίστους
362ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. —
363ἐν δʼ οἴκῳ Μσήνης Φαίνων μητρὸς βίον αἰεὶ
364φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης,
365αὐτούς δʼ ἐν νούσοις δολιχαῖς ἄταις τʼ ἐδάμασσεν,
366ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν,
367ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς.
368γήθει δʼ οὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ
369ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλʼ ὀπάζει,
370καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἀπάντῃ
371δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν.
372Ἄρης δʼ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει
373καὶ μάλʼ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας
374οὔτε τι κινδύνων ἰδʼ ὁμοκλῆς, οὔτε φόβοιο·
375τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπʼ ἔργοις·
376ἄλλοι δʼ οὖ τέχνης ἐπιίστορες ἐξεγένοντο·
377πάντες δʼ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν,
378τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται.
379οὐδὲ μὲν οὐδὲ Κύπρις γήθει Μήνης ἐνὶ οἴκῳ·
380μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι,
381ἄλλα τʼ ἐπʼ ἀλλοίοις κακά τʼ αἴσχεα πολλὰ τελοῦντας·
382καὶ δʼ ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδʼ ἔρδει.
383χρυσοφαὴς δʼ Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων
384ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δʼ ἄλλῃ
385βουλῇ τερπομένους μήτʼ ἔμπεδα μητιόωντας
386ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοις τε φερίστους. —
387Ἠέλιος δʼ αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος
388εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας
389ῥέζει· κέντρου δʼ αὖτε τυχών βασιλῆας ἔτευξεν,
390ἢν ἐσθλῶν κοσμῆται ὑπʼ ἄστρων μαρτυρίῃσιν.
391ὣς δʼ αὔτως καὶ Μήνη ἐὸν δόμον ἀμφιβεβῶσα
392πρήξιας ἀνθρώποις ἀγαθὰς καὶ κῦδος ὀπάζει·
393ἢν δὲ μεσουρανέῃ νυκτός, βασιλῆας ἔθηκεν.
394οἱ δʼ ἄρ᾿ ἀμειβόμενοι ζῶʼ ἀλλήλων κατὰ κύκλον,
395ζώοις δʼ ἐμβεβαῶτες ἐπʼ ἀλλήλων κατὰ κύκλον,
396Μήνῃ μὲν Τιτάν, Μήνη δὲ γέγηθε Λέοντι.
397τοῖα μὲν ἀλλήλων οἴκοις ὁρίοις τε παρόντες
398τεύχουσ’ ἄλλα τε πολλὰ πολυτλήτοις μερόπεσσιν.
399Αὐτὰρ ἀληθείην πᾶσαν βροτέου βιότοιο
400σύγκρασις διέκριν᾿, ἐπιμαρτυρίαι τε φαεινῶν
401ἄστρων ἀλλήλοις χώροις θʼ, ὑπὲρ ὧν γεγάασιν·
402ὅσσα δʼ ἄμ Ἠελίῳ δρῶσιν παρεόντες, ἀείσω.
403πάντες μὲν χαίρουσιν ἐπʼ ἀντολίῃσιν ἐόντες,
404ὡς ἐν ἑοῖσιν ἕκαστος ἀγαλλόμενος βασιλείοις,
405καί ῥά τʼ ἐπ ἀντολίης μὲν ἰόντες ἅτʼ ἐς νεότητα,
406θνητοῖς πάντα τελοῦσιν ἄγαν κρατεροὶ παρεόντες·
407ἑσπερίοισι δὲ βαρδύτεροι προίασι χρόνοισιν
408δείελοι αὐγῇσιν σφαλεραῖς ὑποπεπτηῶτες,
409ἀδρανέες τε πέλονται ἑὸν σθένος ἀμβλύνοντες.
410Φαίνων μὲν δὴ πρῶτα σύν Ἠελίῳ κατὰ πάντων
411ζωιδίων πλήθει ξυνῶν ἀγαθῶν τε κακῶν τε,
412κρείσσων μέν τε κατ᾿ ἦμαρ ἐών, βλάπτων δʼ ἐνὶ νυκτί·
413τεύχει γὰρ πατέρας μὲν ἀγακλειτοὺς καὶ ἐπόλβους,
414μητέρα δʼ ὠκύμορον θανάτῳ διέκρινε τοκῆος,
415αὐτῶν δὲ κτῆσιν μινύθει οἶκόν τε πατρῷον,
416ἀλλʼ οὐχ ὡς πενιχροὺς πάμπαν καὶ ἀχρήμονας εἶναι.
417καὶ Φαέθων μετὰ τῆνος πατρώια πάντα
418φθείρει, παντοίαις τε βλάβαις ἄταις τʼ ἐπέδησεν·
419πολλάκι καὶ ξείνης γαίης ἔπι πήματʼ ἔδωκεν,
422ἠῷος μὲν μείον᾿, ἐφʼ ἐ σπερίῃσι δὲ δεινά.
423Ἄρης δʼ Ἠελίῳ συνιών πατράσιν μὲν ἀνίας,
424γεινομένοις δʼ αὐτοῖς θόρυβον καὶ πήματʼ ἔδωκεν·
420τοὺς δʼ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας·
425ἠ ματίῃ γενέθλῃ δʼ ὀλοώτατος ἔπλετο πάντων,
421ἥσσων δʼ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει.
426Ἀφρογενὴς δὲ συνοῦσʼ Ὑπερίονι γεινομένοισιν
427δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα·
428ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις,
429ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλʼ ἀεικῶς,
430ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν.
431Ἑρμῆς δʼ Ἠελίῳ ξυνὴν βαίνων κατʼ ἀταρπὸν
432ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης·
433ἑζομένους δʼ ὤπασσε βίους
434μάλα δʼ ἡῴῃσιν ἀνάσσων 434 ἀνέρας ἀφνειοὺς |
433aποίησε πόλει παναγήτους 433
435πρῆξίν θ᾿ ἥσσονα δῶκ᾿, ἐν πρήξεΐ τʼ ἔμμεν ὑπ᾿ ἄλλοις.
436Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες
437ῥέζουσ᾿, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο
438φαινόμενοι. Μήνη δʼ ἃ σὺν αὐτοῖσιν παρεοῦσα
439ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε
440θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι.
441ἀστέρι μὲν Φαἰνοντος ἐπερχομένη συναφῇσιν,
442αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δʼ αἰνούς
443ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίν τε προσάπτει,
444αὐτούς δʼ ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν
445ἐνσινέας τε τίθησιν. ἀπορρείουσα δὲ τούτου,
446ἢν μὲν Ζηνὶ συνάπτῃ ἢ ἁβροκόμῳ Κυθερείῃ,
447ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιό τε πολλοῦ,
448πυροφόρων δʼ ἀγρῶνκτῆσιν κρατερῶν τε μελάθρων
449δῶκεν, καὶ κῦδος φήμην τʼ ἀγαθὴν παρὰ δήμοις,
450καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων·
451ἢν δʼ Ἑρμῇ, πινυτούς τε καὶ εὔφρονας ἐξετέλεσσεν.
452ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν,
453ἢ καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη·
454αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο,
455οἵτʼ ἔργοις κενεοῖς καμάτοισί τε μοχθίζοντες
456οὔποτε λιμηρὴν πενίην ἐδύνανθʼ ὑπαλύξαι,
457πρὸς δʼ ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας,
458πολλάκι δʼ ὠκυμόρους τε καὶ ἐν νεότητι θανόντας·
459οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν.
460ἢν δʼ ἀπὸ μὲν Κυθέρης ἢ καὶ Ζηνὸς πολυφεγγοῦς
461ἢ καὶ ἀφʼ Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δʼ ἐξῆς
462ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη·
463οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν,
464καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει.
465φαύλη καὶ κερόεσσα συνάπτουσ’ Ἄρεϊ Μήνη·
466κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν
467καὶ μητρῷον ὁμοῦ, ποτὲ δʼ αὖ καὶ μητέρας αὐτάς·
468γεινομένους δʼ αὐτούς μεγαληγορίῃσι χανόντας
469ῥέζει παντόλμους τε θρασεῖς τ᾿, ἐπὶ τοῖσι βιαίους,
470ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας,
471τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσʼ ἕλωνται·
472καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα.
473ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσʼ ἀπὸ Θούρου.
474εἰ δέ τ᾿ ἀπορρείῃ μὲν ἀπʼ Ἄρεος, εἶτα κυνάπτῃ
475κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν
476καὶ μακαριστοτάτους, πρήξεις τʼ ἀγαθὰς τελέοντας.
477ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ ἀπ᾿ Ἄρηος
478ῥέζει· πρὸς δʼ Ἑρμῆν, βουλαῖς μύθοισί τ᾿ ἀρίστους,
479αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας.
480τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντʼ ἀστράσι τεύχει.
481Ἠελίῳ δʼ οἴῳ συναφὴν τεύχουσα Σελήνη
482ἔκπτωσίν τε τίθησι βίου, καὶ κήδεʼ ὀπάζει.
483ἢν δʼ ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ
484ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα
485μείζονα καί τʼ ἀρίδηλʼ ἀγάθʼ ἀνθρώποις ἀνέφηνεν.
486αἰεὶ δʼ ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη
487πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης
488ῥέζει, λιτοτέρους τε βίῳ καὶ πολλὰ μογεῦντας.
489χρὴ δʼ αἰεὶ γενέθλης πρότερον νεοφεγ γέα Μήνην
490καὶ δʼ ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι,
491ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν,
492ἢ καὶ συντροχάουσ᾿, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη
493πρώτας ἀκτῖνας ξυνουμένη ἠέ τε πλήρεις,
494σύν χαλεποῖσι δʼ ἐοῦσα πανεικέλιον μένος ἴσχει
495κείνοισιν, λυγροῦ τε βίου πλήρωσε γενέθλην.
496ἔξοχα δʼ αὖ κακὰ πάντοτʼ ἐπὶ θνητοῖσι κυλίνδει
497ἐν φάσεσιν πάσῃσιν, ἐν αἷς Πυρόεντι συνάψῃ·
498κἢν ἐπὶ συνδέσμου βαίνῃ, μανίῃσι προσάπτει,
499ἢ σπασμοὺς νοῦσόν θʼ ἱερὴν καὶ ἀναλθέας ἄτας.
500ἄντα δʼ ἄρ᾿ Ἠελίου χαίρει τροχάουσα Σελήνη,
501πλήρει ἐπεὶ κύκλῳ τότʼ ἀγάλλεται αὐγάζουσα,
502καί τε κλέους ὄλβου τε παραιτίη ἐστὶ βροτοῖσιν.
Book 3
ΒΙΒΛΙΟΝ Γ. B.
Ἐν τῷ γ΄ βιβλίῳ φησίν·
Α. Τί ἀποτελεῖ ἕκαστος τῶν ἑπτὰ πλανητῶν ὡρονομῶν ἐν ἰδίῳ οἴκῳ καὶ ἐν παντὶ τῶν ἄλλων τριῶν κέντρων μόνος εὑρισκόμενος ἐν ἰδίῳ μέντοι οἴκῳ.
Β. Τί ἀποτελεῖ, ἡνίκα ἑνὸς ὡρονομοῦντος ἕτερος ἐπὶ τοῦ δυτικοῦ κέντρου μόνος θεωροῖτο, καὶ τὸ τῶν ἀνθρώπων ἀποτέλεσμα ἀπαραλλάκτως εὑρισκόμενον, κἂν ἐπὶ τοῦ μεσουρανήματος καὶ ἀντιμεσουρανήματος εὑρεθῶσιν, ἑαυτοὺς ἀναμετροῦντες εἷς μὲν ἄνω, εἶς δὲ κάτω ὤν.
Γ. Τί ἀποτελοῦσιν οἱ συμμαρτυροῦντες ἀλλήλοις, ἢ καὶ συσχηματιζόμενοι, ἢ καὶ ἐπιβλέποντες ἑαυτούς.
Δ. Τί ἀποτελεῖται Ἡλίου καὶ Σελήνης ἑαυτοῖς συσχηματιζομένων, τοῦ μὲν ἐν ἀρσενικοῖς προσφόρως τῇ οἰκείᾳ φύσει, τῆς δὲ ἐν ζώοις θήλεσιν εὑρισκομένης, ἢ τὸ ἀνάπαλιν, ἢ καὶ ἀμφοτέρων ἐν ἄρρεσιν, καὶ ἀμφοτέρων ἐν θήλεσιν, καὶ τί μὲν ἐπὶ ἀνδρός, τί δὲ ἐπὶ γυναικὸς ταῦτα ἀποτελεῖ.
Ε. Περὶ χρόνων ζωῆς, καὶ πῶς μὲν τούτους ἐφοδευτέον δι᾿ ἡμέρας, πῶς δὲ νυκτός· καὶ πότε μὲν ἀπὸ τῶνδε, πότε δὲ ἀφ᾿ ἑτέρων τούτους παραληπτέον.
1Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν.
2ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες,
3ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης,
4ἐν προτέραις σελίδεσσι μάλʼ ἀτρεκέως κατέλεξα.
5νῦν δʼ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα,
6ἀλλήλων θʼ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες,
7καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω.
8Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς
9ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν,
10ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας,
11τέκνων δʼ αὖτʼ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει
12ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτʼ ἂν δʼ ἐν ἐοῖσιν
13ὡρονομῇ, ζώοις δʼ ἰδίοις ἐπιτέρπεται αἰεί,
14Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι
15καὶ Χηλαῖς Κριῷ τε, τότʼ ἀνέρες ἐξεγένοντο
16κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέι πλούτῳ
17τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων.
18ψυχρὸν δʼ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον
19μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν,
20εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν.
21εἰ δὲ μεσουρανέοι, πατρώια πάντʼ ἐκέδασσεν,
22δηθάκι δʼ οὐδʼ ὅσσον κλήρου παρὰ πατρὸς ἔνειμεν,
23πρήξεις δʼ ἀπροκόπους καὶ νωχελέας μάλα τεύχει,
24ἔργα δὲ καὶ τέχνας χειρῶν ἐξαίνυται ἀνδρῶν
25ψυχῶν θʼ, ἥντινα πρῆξιν ἐνὶ στέρνοισιν ἕλωνται,
26δυστεκνίην δʼ ὤπασσε, κασιγνήτων τʼ ἀπάμερσεν.
27ὀρφανίην δʼ ὑπόγειος ἐὼν ἀπὸ πατρὸς ἔτευξεν
28πάμπαν νηπιάχοις, κλῆρόν τʼ ἔρραισεν ἀίστως,
29ὃν θνήσκων ἔλιπεν γενέτης, αὐτοὶ δʼ ὑπὸ νούσου
30κάμνουσʼ, ἔν τε κρύει πυρετῷ τʼ αἴθωνι μογεῦσιν,
31ἐν δʼ ἀγορῇ κρίσιας καὶ νείκεα δηρὸν ὄπασσεν.
32Ζεὺς δʼ ὥρην ἐφέπωνἐρικυδέας ἂνδρας ἔθηκεν
33ἐν δήμοις, πάτρῃσί τʼ ἐνὶ σφετέρῃσιν ἀγητούς,
34πρὸς δʼ ἔτι καὶ πρήξει μεγαλαυχέας, ἐν βιότῳ τε
35ἀφνειούς, βασιλεῦσι φίλους μάλα τιμήεντας.
36ταὐτὰ δέ τʼ ἐκτελέσει μέσον οὐρανὸν ἀμφιπολεύων·
37κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,
38τερπωλῆς τεύχων λαῶν ἡγήτορας ἄνδρας.
39δύνων δʼ εὐκτεάνους, ὀλοὸς δὲ τέκνοισιν ἐτύχθη·
40θάπτει γὰρ κεδνάς τʼ ἀλόχους παῖδάς τʼ ἀλεγεινούς·
41ἐν τροπικοῖς δʼ εἴωθε τελεῖν καὶ πάμπαν ἀτέκνους
42κηδεστῶν βιότου, καί τʼ ἐσθλὰ κακοῖσιν ἔμιξεν·
43κτῆσιν μὲν γὰρ ἔδωκε, τέκνων δʼ ἐπὶ κήδεσι λυπεῖ.
44δεινὸς δʼ ἀντιμεσουρανέων πέλετʼἀνθρώποισιν·
45πάντων γάρ τε βροτοὺς ἰδίων κτεάνων ἀπάμερσεν,
46εὐόλβους δὲ πάρος κενεοὺς οἴκους ἀπέφηνεν·
47ἔξοχα δʼ εἴ γε σὺν Ἠελίῳ τόδε κέντρον ὁδεύοι·
48ἐσχατίῃ γενέθλῃ βίοτον καὶ κῦδος ὀπάζει.
49Ἄρης δʼ ἀντολίηθεν ἀνερχόμενος μεγατόλμους,
50θαρσαλέους ῥέζει, ποτὲ δʼ οὖ πραπίσινμάλα δεινούς.
51δύνων δʼ αὖτʼ ἄλγεσσι βροτοὺς ἄταις τε προσάπτει,
52σύλησέν τʼ ὄλβον, βιότου τʼ ἀνέφηνʼ ἐπιδευεῖς.
53ἐν δʼ ἄρʼ ὑποχθ ὀνίῳ κέντρῳ σύνεσίν τε χαλέπτει,
54αἰεί τʼ ἐν θορύβοισι καὶ ἐν σινέεσσι τίθησιν,
55τραύματα δʼ αἰὲν ἔδωκεν, ἰδὲ σπασμοῖσι χαλέπτει,
56κινδύνους τʼ ἐπάγει θαμέας, βιότοιό θʼ ἅμ’ ἔρδει
57αὐχμηρούς, τέκνων δὲ γονῆς ἢ πάμπαν ἄμερσεν,
58ἢἕνα τηλύγετόν περ ἐνὶ μεγάροισιν ἔδωκεν·
59δεινὸς δʼ ἀμφὶ γάμους· ἢ γὰρ θαμὰ λέκτρα διείργει,
60ἢ λώβην τιν’ ἀεικελίην ἀκάχησε γυναικός.
61ὕψι δʼ ἐπεμβεβαὼς μέσον οὐρανὸν ἄλλοτε μέν τε
62τέχνας δῶκε βροτοῖσι βαναύσους ἔργα βίοιο·
63ὁππότε δʼ εὐεργῶν ἐπιμαρτυρίῃσι σὺν ἄστρων
64δέρκηθʼ, ἡγεμόνας θῆκε φρουρούς τε τυράννων,
65εὔθηκτον φορέοντας ἑὸν περὶ σῶμα σίδηρον,
66ἐν πόλεσιν δήμοισί τʼ ἀριπρεπέας πολιούχους·
67ἐξαπίνης δʼ ἔσφηλεν ἐς οὐρανὸν αἰπὺν ἀείρας
68δειλαίους φῶτας ποτὶ Τάρταρον ἠερόεντα·
69ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης,
70ἢ ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ,
71ἢ πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις.
72ὡρονομοῦσα δʼ ἀεὶ Κυθέρηκαλοὺςμὲνἰδέσθαι
73ῥέζει, καὶ χαρίεντας ἰδʼ ἱμερόεντας ἔπεσσιν,
74ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ᾗ ἐνὶ πάτρῃ,
75κυδαίνει δὲ τεκοῦσαν ἄγαν τʼ ἀρίδηλον ἔθηκεν.
76καὶ δὲ μεσουρανέουσα τάδʼ ἔρδει, πρὸς δὲ καὶ ἔρνοις
77τρισμάκαρας τεύχει, τοῖς δʼ αὖτʼ ἀλόχων γάμον ἐσθλῶν
78ὤπασεν, ἐν δὲ δόμοις κλεινὸν βίον ἠέξησεν·
79καὶ δὲ γυναικείοισιν ἐπ ἔργοις δηθάκις ἄνδρας
80ἵδρυσʼ, ᾧ καὶ χρήματ’ ἰδὲ κτῆσιν πόρεν ὄλβου.
81ἀστασίας δʼ ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν,
82ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε
83ἐν ξείνῃ ποσίων, ποτὲ δʼ αὖ μεγάροισιν ἐόντων.
84καὶ δʼ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν·
85ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους
86δῶκ’ ἀλόχους, ὧν δὴ θάμʼ ἐπασχάλλουσιν ἐφʼ ὕβρει·
87καὶ δʼ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις
88ἀμφέβαλεν, μάχλους τʼ ἐς ἀεικέα θήκατο κύπριν,
89ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν.
90Ἑρμης δʼ ἀντέλλων μὲν ἐφʼ ὥρης εὐκλέας ἄνδρας
91καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν·
92πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν
93πείρατα μελλόντων δωρήσατο, καί θʼ ἑτέροισιν
94θεσπίζειν φήμῃσιν ὀνείρασί θʼ, ἅ σφισιν αὐτοὶ
95ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται.
96ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ρῳ·
97ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν
98πρῆξιν ἔδωκ, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν
99παιδείης, τοὺς δʼ αὖτὲ τραπέζης ἀργυραμοιβοῦ
100εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός.
101ἢν δʼ ὑπόγειος ἔῃ, πινυτὸν νόον ἐξετέλεσσεν,
102θῆκεν καὶ σοφίης δεδαηκότας, ἐν βιότῳ δὲ
103αἰὲν ὑπʼ ἀλλήκτῃσι μεληδόσι μητιόωντας.
104δύνων δʼ ἐν μύθοισι καὶ ἐν πραπίδεσσιν ἀρίὅτους,
105καὶ πλούτῳ γηθεῦντας ἀεὶ φήμαις τʼ ἀγαθῇσιν.
106εὖτʼ ἂν δʼ ὠκεανοῖο λελουμένος ἀντέλλῃσιν
107Τιτάν, ἐν δʼ ὥρῃ κείνῃ βροτὸς ἐς φάος ἔλθῃ,
108πατρὸς ἀριγνώτου γεγαὼς τότε φύσεται ἀνήρ,
109τιμήεις δέ τʼ ἄγαν καὶ ὑπείροχός ἐστʼ ἐνὶ πάτρῃ
110πλούτῳ καὶ κτεάτεσσιν ὑπέρτατος ἐν μερόπεσσιν·
111πολλάκι καὶ βασιλῆες ἐν ὥρῃ τῇδʼ ἐγένοντο.
112δύνων δʼ Ἠέλιος λαμπροὺς βιότῳ καὶ ἐπόλβους
113τεύχει, καὶ πραπίδων μάλʼ ἀριφραδέων ἐπινοίῃ ἐνὶ πάτρῃ.
114Τιτὰνδʼἐν γενέθλῃ μέσον οὐρανὸν ἀμφιπολεύων,
115ἢν μὲν ὑπʼ ἀκτίνεσσ’ ἀ ἀγαθῶν καὶ μαρτυρίῃσιν
116κοσμῆται, μεγάλους τε καὶ εὐκλέα ἔργα τελοῦντας,
117φαύλῃσιν δʼ αὐγαῖς ὀλοῶν βεβολημένος ἄστρων
118ἀκτεάνους τεύχει, λυγραῖς πενίῃσι μογεῦντας.
119ἢν δʼ ὑπόγειον ἔχῃ κέντρον, μινύθει πατρὸς ὄλβον.
120καὶ δὲ Σεληναίη ὑπὲρ ὡρονόμοιο βεβῶσα
121μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης
122ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει.
123ἐν δὲ με σου ρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη,
124ἤματι δʼ αὖῦʼ ἥσσων· εἰ δʼ ἐσ θ λοδόται μιν ὁρῷεν,
125εὐκλείην πρήξεις τʼ ἀγαθὰς μερόπων ἐτέλεσσεν.
126ἐν δʼ ἄρʼ ὑποχθονίῳ κέντρῳ ἀ γαθ οὺς μὲν ὁρῶσα
127ἀστέρας ἐσθλὴ ἔφυ δώτειρά τε κευθομένοιο
128πλούτου, ἀτὰρ χα λεποὺς ἐπιμάρτυρας εὖτ’ ἂν ἴδῃσιν,
129κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει·
130πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν.
131μοῦνοιμὲν κέντροισι τάδʼ ἐμβεβαῶτες ἔφηναν.
132Ἀλλήλους δʼ ὁρόωντες ὑπὲρ κέντρων κάτέναντα
133ὡρονόμ ου μὲν ὕπερ Φσίνων, Φαέθων δέ τε δύνων
134ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν,
135πρὸς δʼ ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς,
136ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ.
137ἔμπαλι δʼ ἐν τούτοις κατεναντίον ὡρονομοῦντος
138Ζην ὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα,
139πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται,
140εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει.
141εὖτ’ ἂν δʼ ἀντέλλῃ Φσίνων, Πυρόεις δέ τε δύν ῃ,
142πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας
143χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον·
144τήνδε καὶ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετʼ ἀνίην.
145εἰ δʼ ἄρʼ ἀνερχομένου Ἄρεος Φαἴνων πάλι δύνῃ,
146δυστυχίην μάλα γεινομένοις φαίνουσι κατʼ οἶκον.
147δ υνούσης Παφίης δʼ ὁπότʼ ἂν Κρόνος ὡρονομ ήσ ῃ,
148οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ ὁμεύνων,
149ἀλλʼ ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες
150γίνονται· στείρας γὰρ ἢ ὠμοτόκους παρακοίτις
151ἐς θαλάμους εἴρυσσαν, ἰδ’ αἴσχεα πολλὰ τελούσας·
152εἰ δὲ καὶ ἐν τρο πικοῖσιν ἔοι ζώοις κατέναντα,
153οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο,
154ἀλλʼ αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους.
155εἴκελα δʼ ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια,
156πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλʼ ἐόντος,
157μάχλοις πρεσβυτέραις ἢ καὶ δούλῃσι συνάπτει.
158εἰ δʼ Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφʼ ὥρῃ
159πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις.
160ἔμπαλι δʼ εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ ὁ δύνοι,
161νείκεα καὶ κρίσιας γραπτῶν χάριν ἠὲ μάλʼ αἰνῶν
162ἔργων ἴσχουσιν, θωὴν δʼ ἐπὶ τοῖσιν ἔτλησαν.
163Zηνὸς δʼ ὡρονομοῦντος, ἐπὴν Ἄρης πάλι δύν ῃ,
164οὐχ ὁμαλὸν βίοτον δῶκαν· ποτὲ μὲν γὰρ ἄειραν
165ὑψοῦ, κυδαλίμους τε καὶ ἀφνειοὺς μάλʼ ἔθηκαν,
166ἄλλοτε δʼ ἔσφηλαν κτεάνων τʼ ἄπο πάμπαν ἄμερσαν,
167καὶ καμάτους βιότοιο χάριν μόχθους τʼ ἐπάγουσιν.
168ταῦτα δέ, κἢν δύνῃσι, πάλιν Ζ εὺς ὡρονομοῦντος
169Ἄρεος ἐξετέλεσσεν ἐπὶ πλέον, οὕνεκα τῆμος
170δάκρυα καὶ στοναχὰς φθιμένοις ὤπασσ’ ἐπὶ τέκνοις,
171καὶ δʼ ἀλόχοις ἥρμοσσεν ἀεικελίαις, τέκν’ ἀπʼ ἄλλων
172ἤδη θρεψαμέναις, ἃ στέρξουσ αὐτοὶ ἀνάγκῃ·
173πάντας δʼ αὖτε κασιγνήτους φιλίης ἀπὸ πάτρης
174ἄλλον ἐπ’ ἀλλοίης τηλοῦ γαίης ἐκέδασσεν·
175μόχθων δʼ ἐς γῆρας προτέρων ἀνάπαυσιν ἔδωκεν.
176ἐκ περάτης δʼ ἀνιὼν Φαέθων κατέναντα Κυθήρης
177ἐς δύσιν ἐρχομένης πολυόλβους τρισμάκαράς τε
178ῥέζει, καὶ μεγάλων ἀλόχων ἥρμοσσε γάμοισιν,
179ῥηιδίαις δʼ ἐς κύπριν ἰδὲ ξυναῖς φιλότησιν·
180κτῆσιν δʼ αὖτʼ ἰδίην τοκέων ἄπʼ ἄμετρον ἔδωκεν.
181μαρμαίρουσα δʼ ἀπʼ ἀντολίης ἐρατὴ Κυ θέρεια
182δυόμ ενόν τʼ ἐσορῶσα πυρίγληνον Φαέθοντα
183ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν,
184καὶ γάμου ἱμερόεντος ἐυφροσύνῃσιν ἰαίνει·
185τῆμος γὰρ σεμναί τʼ ἄλοχοι τίουσί τʼ ἀκοίτας.
186ἐξ ὥρης δʼ ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα
187κοσμεῖ μὲν πλούτῳ μύθοισί τε καὶ σοφίῃσιν,
188ἀσχολίην δʼ ὤπασσ’ ἀφένευς βασιληίου ἀμφίς,
189πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας.
190ὣς δʼ αὔτως Ἑρμης ὥρης ὕπερ ὁλκὸν ἀμείβων
191τεύχει ἐπʼ ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος
192εὐόλβους ἔργοις τε καὶ εὐκτεάνοισι τραπέζαις
193παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων.
194ὥρῃ δʼ ἐμβεβαὼς Πυρόεις δυτικῷ παρεούσης
195Ἀφρογενοῦς κέντρῳ φθορέας λέκτρων ἀνέφηνεν
196ἀλλοτρίων, ἀλόχους δέ τʼὀπιπεύσαντες ἄγονται
197ἐξ εὐνῆς ἑτέρων· αἱ δʼ αὐτοὺς οὔτι τίουσιν,
198ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλου τε κυθήρης
199αὖθις ἐπʼ ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους,
200πολλάκι δʼ αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν·
201ζώοις δʼ ἐν τροπικοῖσι χερείονα τῶνδε τελοῦσιν.
202ταῦτα δὲ καὶ Παφίη τεύχει πάλιν ὡρονομοῦσα,
203εὖτʼ ἂν Ἄρης δύνῃ, πλέοσιν δʼ ἔτι καὶ συνοχῇσιν
204εἱρκτῇσίν τʼ ἐπέδησε γυναικείης ἕνεκʼ ἄτης·
205ὅσσα δʼ ἐπεκτήσαντο νέοι, τάδ’ ὄλεσσαν ἅπαντα
206ἐς γῆρας, πενίῃ δὲ κακῇ ἄλληκτα μογεῦσιν.
207εὖτ’ ἂν δʼ Ἑρμείης μὲν ἐπείγητʼ ἐς δύσιν ἐλθεῖν,
208ἐν δʼ ὥρῃ Θοῦρος φλογὶ μαρμαίρῃ κατέναντα,
209ὀξεῖς ἔν τε νόῳ καὶ μήδεσι θῆκεν ἀγητούς,
210ἐσθλούς δʼ ἐν σοφίῃσιν, ἰδὲ δρηστῆρας ἐν ἔργοις.
211Ἑρμοῦ δʼ ἀντέλλοντος ἐπὴν Ἄρης πάλι δύνῃ,
212δεινὸν σχῆμα τέτυκται, ἐπεὶ βιότῳ μὲν ἀνίας,
213ἐν δʼ ἀγορῇ κρίσιας, θωήν θʼ ἅμα νείκεσι πολλοῖς
214ἴσχουσι γραπτῶν ἕνεκεν· Μήνην δʼ ἐσορῶντες
215καὶ δὲ καὶ Ἠλιον μερόπων τεύχουσι φονῆας,
216αἰεὶ δʼ ἔκπτωσιν βιότου τεύχουσι πρὸς οἴκους.
217ταῦτα δὲ καὶ δοιοῖς ἑτέροις τεύχουσιν ἐόντες
218ἀστέρες ἐν κέντροισιν, ὅσʼ αὐτίκα δὴ κατέλεξα.
219ὅσσα δὲ καὶ βασιλῆες ἀγακλειτοὶ τελέουσιν
220Ἠέλιος Μήνη τε, τάδʼ αὐτίκα νῦν καταλέξω.
221ἢν ἀνίῃ περάτης Τιτάν, δύνῃ δὲ Σελήνη,
222ὃ μὲν ὕψι μέσον τέμνῃ πόλον, ἣ δʼ ὑπόγειον
223κέντρον ἔχῃ, μάλα φῶτας ἀριγνώτους καὶ ἀγητοὺς
224ῥέζουσιν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξαν,
225ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους.
226ὥς δὲ καὶ ἢν τάδε κέντρα μεταλλάξαντες ἔχωσιν.
227Ἤδη καὶ σύγκρασιν ἀείσω μαρτυρίας τε,
228ἠδʼ ὅσʼ ἐπαντέλλοντες ἢ ἀλλήλους ὁρόωντες
229ἀστέρες ἔρδουσιν· τὰ γὰρ ἀτρεκίην μάλα φαίνει.
230πάντα μὲν οὖν οὐκ ἄν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ,
231οὐδʼ ἐνέποι· τὰ γὰρ ἄσπετʼ ἀπείριτά τʼ ἐστὶ κατʼ αἴθρην
232σχήματ᾿ ἀμειβόντων ἄστρων πολύπλαγκτα κέλευθα·
233ὅσσα δʼ ἐπιλέξωσι θεοί, τάδ᾿ ἐγὼ σάφα λέξω.
234Ζηνὶ συνών Κρόνος αἰπὺς ἢ εἰσορόων τετρά· γωνος,
235ἢ ὅγε καὶ διάμετρος ἀπὸ πλευρῆς τε τριγώνου,
236δωρεῖται φιλίην βασιλήιον ἢ καὶ ἄναξιν
237εἰκελίων ἀνδρῶν, αὐτοὺς δʼ ἄρα φῆμιν ἀρίστην
238ἴσχοντας τεύχει, κοσμεῖ δʼ ὑπ᾿ ἀπείρονι πλούτῳ
239καὶ…
240λεία…
The complete text is available when the reading interface loads.