The Greek Library Author

Menander

Περὶ ἐπιδεικτικῶν

Scientific editors
Leonhard von Spengel
Edition reference
Rhetores Graeci · Leipzig · Teubner · 1856
CTS identifier
urn:cts:greekLit:tlg2586.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΜΕΝ ΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ ΠΕΡΙ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.

Paragraph 1

1 βασιλικὸς λόγος ἐγκώμιόν ἐστι βασιλέως, οὐκοῦν αὔξησιν ὁμολογουμένην περιέξει τῶν προσόντων ἀγαθῶν βασιλεῖ, οὐδὲν δὲ ἀμφίβολον καὶ ἀμφισβητούμενον ἐπιδέχεται διὰ τὸ ἅπαν ἔνδοξον τὸ πρόσωπον εἶναι, ἀλλʼ ὡς ἐφʼ ὁμολογουμένοις ἀγαθοῖς τὴν ἐργασίαν ποιήσῃ. λήψῃ τοίνυν ἐν τούτῳ τὰ προοίμια δηλονότι ἀπὸ τῆς αὐξήσεως, μέγεθος περιτιθεὶς τῇ ὑποθέσει, ὅτι δυσέφικτος, καὶ ὅτι καθῆκας ἑαυτὸν 214 εἰς ἀγῶνα οὐ ῥᾴδιον κατορθωθῆναι λόγῳ, τοὺς ἑαυτοῦ λόγους μακαρίσεις, ὅτι καθῆκον εἰς πεῖραν πραγμάτων, μετʼ ἀγαθῆς καὶ λαμπρᾶς τῆς τύχης, ἧς εἰ λόγοι ἐπιτύχοιεν, μεγίστην ἄρασθαι δυνήσονται δόξαν· ἢ ὅτι ἄτοπόν ἐστι τοσούτων ἀγαθῶν παρὰ βασιλέων πειρωμένους μὴ τὸν πρέποντα καὶ ὀφειλόμενον αὐτοῖς ἔρανον ἀποδιδόναι· ἦ ὅτι δύο τὰ μέγιστα τῶν ὑπαρχόντων ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐστὶν εὐσέβεια περὶ τὸ θεῖον καὶ τιμὴ περὶ τὸν βασιλέα, ἃ προσήκει καὶ θαυμάζειν καὶ ὑμνεῖν κατὰ δύναμιν. δέχεται δὲ τὰ προοίμια τοῦ λόγου καὶ ἐκ παραδειγμάτων ἀορίστων ἀπίστως αὐξήσεις, οἷον ὡς ἂν εἰ λέγοιμεν, ὥσπερ δὲ πελάγους ἀπείρου τοῖς ὀφθαλμοῖς μέτρον οὐκ ἔστι λαβεῖν, οὕτω καὶ βασιλέως εὐφημίαν λόγῳ περιλαβεῖν οὐ ῥᾴδιον. οὐ μόνον δὲ ἐπὶ τοῦ βασιλικοῦ τοῦτο εὕροις ἄν, ἀλλὰ καὶ ἐπὶ πάσης ἐπιδεικτικῆς ὑποθέσεως, καὶ μάλιστα ἐν τοῖς συντόνοις τῶν ἐπιδεικτικῶν. ὥσπερ οὖν τὸ κρεῖττον 215 ὕμνοις καὶ ἀρεταῖς ἱλασκόμεθα, οὕτω καὶ βασιλέα λόγοις. ὅταν αὐξήσεως ἕνεκα παραλαμβάνηται, λήψει δὲ δευτέρων προοιμίων ἐννοίας ἢ ἀπὸ Ὁμήροὐ τῆς μεγαλοφωνίας, ὅτι ταύτης μόνης ἐδεῖτο ἡ ὑπόθεσις, ἢ ἀπὸ Ὀρφέως τοῦ Καλλιόπης ἢ ἀπὸ τῶν Μουσῶύ αὐτῶν, ὅτι μόλις ἂν καὶ αὗται πρὸς ἀξίαν τῆς ὑποθέσεως εἰπεῖν ἐδυνήθησαν, ὅμως δὲ οὐδὲν κωλύει καὶ ἡμᾶς ἐγχειρῆσαι πρὸς δύναμιν. ἡ τρίτη δὲ τοῦ προοιμίου ἔννοια, (καθόλου δὲ τούτου μέμνησο τοῦ παραγγέλματος) προκαταρκτικὴ γενέσθω τῶν κεφαλαίων, λοιπὸν ὡς διαποροῦντος τοῦ λέγοντος, ὅθεν χρὴ τὴν ἀρχὴν τῶν ἐγκωμίων ποιήσασθαι.

Paragraph 2

Μετὰ τὰ προοίμια ἐπὶ τὴν πατρίδα ἥξεις. ἐνταῦθα δὲ διασκέψῃ κατὰ σαυτόν, πότερον ἔνδοξός ἐστιν ἢ οὔ, καὶ πότερον πατρίδος περιβλέπτου καὶ λαμπρᾶς ἢ οἤ. κἂν μὲν ἔνδοξος ἡ πατρὶς τυγχάνῃ, προσθήσεις τὸν περὶ ταύτης λόγον, καὶ πρὸ τοῦ γένους ἐρεῖς, οὐκ ἐνδιατρίβων μὲν εἰς τὸ τοιοῦτον οὐδὲ προχέων ἐνταῦθα πολλοὺς τούς λόγους· οὐ γὰρ ἴδιον τοῦτο μόνου τοῦ βασιλέως τὸ ἐγκώμιον, ἀλλὰ κοινὸν πρὸς πάντας τοὺς οἰκοῦντας τὴν πόλιν· διόπερ 216 τὰ μὴ ἀναγκαῖα λυσιτελεῖ παρατρέχειν. ἂν δὲ μὴ ἡ πόλις ἔνδοξος ᾖ, ζητήσεις τὸ ἔθνος ἅπαν, εἰ ἀνδρεῖον ὑπείληπται καὶ ἄλκιμον, εἰ περὶ λόγους ἔχω ἢ κτῆσιν ἀρετῶν, ὡς τὸ Ἑλληνικόν, εἴτε νόμιμον, ὡς τὸ Ἰταλικόν, ἢ ἀνδρεῖον, ὡς τὸ τῶν Γαλατῶν καὶ Παιόνων, καὶ ἀντὶ τῆς πατρίδος ἀπὸ τοῦ ἔθνους λήψῃ βραχέα, προσοικειῶν κἀνταῦθα τοῦ βασιλέως τὸν ἔπαννον καὶ κατασκευάζων, ὅτι ἀναγκοῖον τὸν ἐκ τῆς τοιαύτης πόλεως ἡ τοῦ τοιούτου ἔθνους τοιοῦτον εἶναι, καὶ ὅτι τῶν ὁμοφύλων πάντων ἐπαινετῶν ὄντων αὐτὸς μόνος διήνεγκεν· οὗτος γοῦν καὶ μόνος ἠξιώθη τῆς βασνλείας· εἶτα ἐξ ἱστορίας παραδείγματα, ὅτι πάντων ὄντων ἀνδρείων Θετταλῶν ὁ Πηλέως ἠξιώθη τῆς ἡγεμονίας τοῦ γένους, δηλονότι τῷ πάντων διαφέρειν. ἐὰν δὲ μήτε ἡ πατρὶς μήτε τὸ ἔθνος τυγχάνῃ περίβλεπτον,. 217 ἀφήσεις μὲν τοῦτο, θεωρήσεις δὲ πάλιν, πότερον ἔνδοξον αὐτοῦ τὸ γένος ἢ οὔ. κἂν μὲν ἔνδοξον ᾖ, ἐξεργάσῃ τὰ περὶ τούτου, ἐὰν δὲ ἄδοξον ἢ εὐτελές, μεθεὶς καὶ τοῦτο ἀπʼ αὐτοῦ τοῦ βασιλέως τὴν ἀρχὴν ποιήσῃ, ὡς Καλλίνικος ἐποίησεν ἐν τῷ μεγάλῳ βασιλικῷ· ἢ ἄλλως τοιαῦτα περὶ τοῦ γένους ἐρεῖς, ὅτι εἴχομεν εἰπεῖν τι περὶ τοῦ γένους, ἐπεὶ δὲ νικᾷ τὰ τοῦ βασιλέως, σπεύδωμεν ἐπὶ βασιλέα. οἱ μὲν οὖν ἄλλοι γένη κοσμείτωσαν, λεγόντων περὶ αὐτῶν ἃ βούλονται, ἐγὼ δὲ μόνον ἐπαινέσω τοῦτον ἄνευ τοῦ γένους· ἀρκεῖ γὰρ αὐτὸς χωρὶς ἐπεισάκτου τινὸς εὐφημίας ἔξωθεν. ἢ οὕτως· πολλοὶ τῷ μὲν δοκεῖν ἐξ ἀνθρώπων εἰσί, τῇ δʼ ἀληθείᾳ παρὰ τοῦ θεοῦ πέμπονται καί εἰσιν ἀπόρροιαι ὄντως τοῦ κρείττονος· καὶ γὰρ Ἡρακλῆς ἐνομάζετο μὲν Ἀμφιτρύωνος, τῇ δʼ ἀληθείᾳ ᾖν Διός· οὕτω καὶ βασιλεύς ὁ ἡμέτερος τῇ μὲν δόξῃ ἐξ ἀνθρώπων, τῇ 218 δʼ ἀληθείᾳ τὴν καταβολὴν οὐρανόθεν ἔχει. οὐ γὰρ ἂν τοσούτου κτήματος καὶ τοσαύτης ἀξίας ἔτυχε, μὴ οὐχὶ ὡς κρείττων γεγονὼς τῶν τῇδε. ταῦτα καὶ τὰ τοιαῦτα περὶ τοῦ γένους ἀφοσιωσάμενος πάλιν ζήτει τὰ περὶ γενέσεως αὐτοῦ τοῦ βασιλέως. εἰδέναι δὲ χρὴ τοῦτο ἀκριβῶς, ὅτις ἐὰν μὲν ἔχωμεν μεθόδῳ τινὶ κρύψαι τὸ ἄδοξον, ὥσπερ ἐπὶ τοῦ γένους εἰρήκαμεν ὅτι, ἐὰν μὴ ὑπάρχῃ τοῦτο ἔνδοξον, ἐρεῖς αὐτὸν ἐκ θεῶν γενέσθαι, καὶ δὴ τοῦτο ποιήσομεν· εἰ δὲ μή, παρελευσόμεθα. οὐκοῦν ἔστω σοι μετὰ τὴν πατρίδα καὶ μετὰ τὸ γένος τρίτον κεφάλαιον τὸ περὶ τῆς γενέσεως, ὡς ἔφαμεν, εἴ τι σύμβολον γέγονε περὶ τὸν τόκον ἢ κατὰ γῆν ἢ κατʼ οὐρανὸν ἢ κατὰ θάλασσαν, καὶ ἀντεξέτασον τοῖς περὶ τὸν Ῥωμύλον καὶ Κῦρον καὶ τοιούτοις τισὶ κατὰ τὴν γένεσιν. καὶ γὰρ κἀκείνοις συνέβη τινὰ θαυμάσια, τῷ μὲν Κύρῳ τὰ τῆς μητρὸς ὀνείρατα, τῷ δὲ τὰ περὶ τὴν λύκαιναν· κὰν μὲν ᾖ τι τοιοῦτον περὶ τὸν βασιλέα, ἐξέργασαι, ἐὰν δὲ οἷόν τε πλάσαι καὶ ποιεῖν τοῦτο πιθανῶς, μὴ κατόκνει· δίδωσι γὰρ ἡ 219 ὑπόθεσις διὰ τὸ τοὺς ἀκούοντας ἀνάγκην ἔχειν ἀβασανίστως δέχεσθαι τὰ ἐγκώμια. μετὰ τὴν γένεσιν ἐρεῖς τι καὶ περὶ φύσεως, οἷον ὅτι ἐξέλαμψεν ἐξ ὠδίνων εὐειδὴς τῷ κάλλει καὶ καταλάμπων τὸ φαινόμενον ἀστέρι καλλίστῳ κατʼ οὐρανὸν ἐφάμιλλος. ἑξῆς δὲ κεφάλαιόν ἐστιν ἡ ἀνατροφή, εἰ ἐν βασιλείοις ἀνετράφη, εἰ ἁλουργίδες τὰ σπάργανα, εἰ ἐκ πρώτης βλάστης ἐν βασιλικοῖς ἀνετράφη κόλποις· ἢ οὐχ οὕτως μέν, ἀνελήφθη δὲ εἰς βασιλείαν νέος ὢν ὑπό τινος μοίρας εὐτυχοῦς. κἀνταῦθα θήσεις παραδείγματα ζητήσεις ὅμοια, ἐὰν ᾖ· ἐὰν δὲ μὴ τὴν ἀνατροφὴν ἔνδοξον ἔχῃ, ὡς Ἀχιλλεὺς παρὰ Χείρωνι, ζητήσεις τὴν παιδείαν καὶ ἐνταῦθα προσεπισημαίνων, ὅ τι βούλει. δεῖ δὲ ἐπὶ τοῖς εἰρημένοις καὶ τὴν φύσιν τῆς ψυχῆς αὐτοῦ διεξελθεῖν, ἐν ᾧ ἐρεῖς τὴν φιλομάθειαν, τὴν ὀξύτητα, τὴν περὶ τὰ 220 μαθήματα σπουδήν, τὴν ῥᾳδίαν κατάληψιν τῶν διδασκομένων. κἂν μὲν ἐν λόγοις ᾖ καὶ φιλοσοφίᾳ καὶ λόγων γνώσει, τοῦτο ἐπαινέσεις· ἐὰν δʼ ἐν μελέτῃ πολέμων καὶ ὅπλων, τοῦτο θαυμάσεις, ὡς ἀγαθῇ μοίρᾳ γενόμενον προμνηστευσαμένης αὐτῷ τῆς τύχης· καὶ ὅτι ἐν οἷς ἐπαιδεύετο διαφέρων τῶν ἡλίκων ἐφαίνετο, ὡς Ἀχιλλεύς, ὡς Ἡρακλῆς, ὡς οἱ Διόσκουροι. τὰ δὲ ἐπιτηδεύματα χώραν ἐξετάσεως ἔξει, ἐπιτηδεύματα δʼ ἐστὶν ἄνευ ἀγώνων πράξεις ἤθη· καὶ γὰρ τὰ ἐπιτηδεύματα ἤθους ἔμφασιν περιέχει, οἷον ὅτι δίκαιος ἐγένετο ἢ σώφρων ἐν τῇ νεότητι, καθάπερ καὶ Ἰσοκράτης ἐποίησεν ἐν τῷ Εὐαγόρᾳ, ἐν οἷς καὶ μικρὸν προελθὼν εἶπεν, ἀνδρὶ δὲ γενομένῳ ταῦτά τε πάντα συνηυξήθη καὶ ἄλλα προσεγένετο, ὡς καὶ Ἀριστείδης ἐν τῷ Παναθηναῖκῷ, ὅτι φιλάνθρωπος ἡ πόλις, ὡς ἐπιτήδευμα γὰρ] τοῦτο ἐξήτασεν, ὑποδεχομένη τούς καταφεύγοντας. ἀκολουθεῖ τοίνυν τοῖς 221 ἀπιτηδεύμασι λοιπὸν ὁ περὶ τῶν πράξεων λόγος.

Chapter 2

Paragraph 1

2 Χρὴ δὲ γινώσκειν καὶ φυλάττειν τὸ παράγγελμα, ὅτι, ὅταν μέλλῃς ἀπὸ κεφαλαίου μεταβαίνειν εἰς κεφάλαιον, δεῖ προοιμιάζεσθαι περὶ οὐ μέλλεις ἐγχειρεῖν, ἵνα προσεκτικὸν τὸν ἀκροατὴν ἐργάσῃ καὶ μὴ ἐᾷς λανθάνειν μηδὲ κλέπτεσθαι τῶν κεφαλαίων τὴν ζήτησιν· αὐξήσεως γὰρ οἰκεῖον τὸ προσεκτικὸν ποιεῖν τὸν ἀκροατὴν καὶ ἐπιστρέφειν ὥσπερ μεγίστων ἀκούειν μέλλοντα. τίθει δὲ καὶ σύγκρισιν ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων τούτων, ἀεὶ συγκρίνων φύσιν φύσει καὶ ἀνατροφὴν ἀνατροφῇ καὶ παιδείαν παιδείᾳ, καὶ τοιαῦτα ἀνευρών τὰ παραδείγματα, ἐὰν Ῥωμαίων ᾖ ἢ βασιλέων τις καὶ στρατηγῶν καὶ Ἑλλήνων ἐνδοξοτάτων. τὰς τοιαύτας τοίνυν διαιρήσεις πράξεις δίχα εἰς τε τὰ κατʼ εἰρήνην καὶ 222 τὰ κατὰ πόλεμον. καὶ προθήσεις τὰς κατὰ τὸν πόλεμον, ἐὰν ἐν ταύταις λαμπρὸς ὁ ἐπαινούμενος φαίνηται· δεῖ γὰρ τὰς τῆς ἀνδρείας πράξεις πρώτας λαμβάνειν ἐπὶ τῶν τοιούτων ὑποθέσεων εἰς ἐξέτασιν· γνωρίζει γὰρ βασιλέα πλέον ἡ ἀνδρεία. ἐὰν δὲ μηδὲ εἶς πόλεμος αὐτῷ πεπραγμένος τύχῃ, ὅπερ σπάνιον, ἥξεις ἐπὶ τὰ τῆς εἰρήνης ἀναγκαίως. εἰ μὲν οὖν τὰ κατὰ τὸν πόλεμον ἐγκωμιάζεις, ἐπιστατέον, ὅτι ἀπὸ τῆς ἀνδρείας ἐρεῖς μόνον, οὐκ ἀφʼ ἑτέρων τινῶν· εἰ δὲ τὰ κατὰ τὴν εἰρήνην, τῆς μὲν ἀνδρείας οὐκέτι, ἑτέρων δέ τινων·. δαίρει γὰρ ἀπανταχοῦ τὰς πράξεις ὧν ἂν μέλλῃς ἐγκωμιάζειν, εἰς τὰς ἀρετάς.

Paragraph 2

Ἀρεταὶ δὲ τέσσαρές εἰσιν, ἀνδρεία, δικαιοσύνη, σωφροσύνη, φρόνησις, καὶ ὅρα, τίνων ἀρετῶν εἰσιν αἰ πράξεις, καὶ εἰ κοιναί τινές εἰσι τῶν πράξεων τῶν τε κατὰ τὸν πόλεμον καὶ κατʼ εἰρήνην ἀρετῆς μιᾶς, ὥσπερ ἐπὶ τῆς φρονήσεως· φρονήσεως γάρ ἐστι καὶ τὸ στρατηγεῖν καλῶς ἐν τοῖς πολέμοις, φρονήσεως δὲ καὶ τὁ καλῶς νομοθετεῖν καὶ τὸ συμφερόντως διατιθέναι 223 καὶ διοικεῖν τὰ κατὰ τοὺς ὑπηκόους. οὐκοῦν ἐν ταῖς πράξεσι τοῦ πολἔμρυ τὰ κατὰ τὴν ἀνδρείαν ἐρεῖς καὶ τὰ. τῆς φρονήσεὼς, ὅσα τῶν κατὰ τὸν πόλεμον οἰκεῖα ταύτῃ. διγρὰψεις δὲ ἐν ταῖς πράξεσι ταῖς τοῦ πολέμου καὶ φύσες καὶ θέσεις χωρίῶν, ἐν οἷς οἱ πόλεμοι, καὶ ποταμῶν δὲ καὶ λιμένων καὶ ὀρῶν καὶ πεδίων, καὶ εἰ ψελοὶ ἢ δασεῖς οἱ χῶροι, καὶ εἰ κρημνώδεις.· ἐκφράσεις δὲ καὶ λόχους καὶ ἐνέδρας καὶ τρῦ βασιλέως κατὰ τῶν πολεμίων καὶ τῷν ἐναντίων τατὰ τοῦ βασιλέως· εἶτα ἐρεῖς, ὅτι σὺ μὲν τούς ἐκείνων λόχους καὶ τὰς ἐνέδρας διὰ φρόνησιν ἐγίνωσκες, ἐκεῖνοι δὲ τῶν ὑπὸ σοῦ πραττομένων οὐδὲν συνίεσαν. καὶ μὴν καὶ πεζομαχίας ἐκφράσεις καὶ ἱππέων διασκευάσεις ἱππομχίας καῖ ὅλου στρατοπέδου πρὸς ὅλον στρατόπεδον μάχην· ἤδη δέ που καὶ ναυμαχίαν, εἰ γένοιτο, οἷα πολλὰ παρὰ τοῖς συγγραφεῦσιν, ἐν τοῖς Μηδικοῖς παρὰ Ἡροδότῳ, παρὰ θουκυδίδῃ πάλιν ἐν τοῖς Πελοποννησιακοῖς, καὶ Θεοπόμπῳ 254 ἐν τοῖς Φιλιππικοῖς καὶ Ξενοφῶντν ἐν τῆ Ἀναβάσει σει καὶ τοῖς Ἑλληνικοῖς βιβλίοις. καὶ μὴν καὶ αὐτοῦ τοῦ βασιλέως ἐκφράσεις μάχας καὶ περιθήσεις ἅπασαν ἰδέαν καὶ ἐπιστήμην, ὡς Ἀχιλλεῖ, ὡς Ἕκτορι, ὡς Αἴαντι περιτίθησιν ὁ ποιητής. διαγράψεις δὲ καὶ πανοπλίαν βασιλέως καὶ ἐπιστρατείας, ἐπιτείνας μὲν τῷ καιρῷ τῆς ἀριστείας καὶ τῆς συμπλοκῆς, ὅταν βασιλέως ἀριστείας ἐκφράζῃς. ἐνταῦθα καιρὸν ἕξεις καὶ ἐνεῖναι κοτἂ μέσον τὸν λόγον (καὶ γὰρ τοῦτο παρειλήφαμεν παρὼ τῶν νεωτέρων καινοτομηθὲν) καὶ φωνὴν καθάπερ ἐν δρά χώρᾳ ἤ ποταμῷ περιτιθέναι ποταμῷ μέν, ὡς ὁ ποιητής, ὦ Ἀχιλεῦ, πέρι μὲν κρατέεις, πέρι δʼ αἴσυλα ῥέζεις. χώρᾳ δὲ ὁμοίως, ὅταν εἴπωμεν ἐκείνην καταμέμφεσθαι τὴν θρασύτητα τὴν τῶν τολμησάντων ἀντιστῆναι, καὶ ὅτι ἐστενοχωρεῖτο τρἶς των πεσόντων σώμασιν· οἷον κἀμοὶ δοκεῖν, εἴ ποιητικὸς ἦν ὁ Ἴστρος, ὥσπερ ὁ ποταμὸς ἐκεῖνος ὁ πὁιητικὸς Σκάμανδρος, εἷπεν ἄν, ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρ,ερα ῥέζε· πλήθει γὰρ δήμιοι νεκύων ἐρατεινὰ ῥέεθρα, οὐδέ τι πῆ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν. 225 καὶ τὰ τοιαῦτα. μετὰ δὲ τὴν ἄνεσιν ἐπάξεις πάλιν καὶ ἄλλα κακορθώματα,*καὶ τρόπαια τροπαίοις συνάψειρ, καὶ νίκας νίκαις, ἱππέων φυγάς, πεςῶν φόνους. ἐκταῦθα δὲ καιρὸν ἕξεις καὶ ἐπισυνάψαι περὶ φρονήσεως ὅτι αὐτὸς ἦν ὁ διαταττόμενος, αὐτὸς ὁ στρατηγῶ αὐτὸς ὁ τὸν καιρὸν τῆς σνμβολῆς εὑρίσκων, σύμβουλος θαυμαστός, ἀριστεύς, στρατηγός, δημηγόρος. μετ τὸ τέλος τῶν πράξεων ἢ καὶ πρὸς τῷ τέλει τῶν πράζεων. ἐρεῖς τι καὶ περὶ τρίτης ἀρετῆς, λέγω δὴ τῆς φιλανθρωπίας. μόριον δὲ τῆς φιλανθρμπίας ἡ διπαίοσύνη, ὅτι· νικήσας ὁ βασιλεὺς οὐ τοῖς ὁμοίοις ἠμύνατο τοὺς προάρξανταρ ἀδίκων ἔργων, ἀλλʼ ἐμέρισε κατὰ τὸ δά?? καιον τὰς πράξεις τι;ωρίᾳ καὶ φιλανθρωπίᾳ, καὶ οσα ἡγεῖτο πρὸς σωφρονσμὸν ἀρκεῖν ἐργασάμενες, κἀνταῦθα στήσας φιλανθρωπίᾳ τὰς πράξεις ἀνῆκε συγχωρήσας τὸ λείψανον τοῦ γένους σώζεσθαι ἅμα μέν, ἵνα μνημεῖον τοῦ πάθους τοῦ γεγονότος σώζηται τὸ λειπόμενον, ἅμα δέ, ἵνα καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται. 226 τέλος δʼ ἐπιθεὶς ταῖς κατὰ τὸν πόλεμον πράξεσι μεταβήσῃ λοιπὸν ἐπ τὸν λόγον τὸνπερὶ τῆς εἰρήνης. τοῦτον δὲ διαιρήσεις εἰς σωφροσύνην, εἰς δικαιοσύνην καὶ εἰς φρόνησιν. καὶ ἐν μὲν τς δικαιοσύνῃ τὸ ἥμερον τὸ πρὸς τοὺς ὑπηκόους ἐπαινέσειε τῆς δὲ πρὸς τούς δεομένους φιλανθρωπίας τὸ εὐπρόσοδον. οὕτως οὐ μόνον ἐν. τοῖς κατα τὸν πόλεμον ἔργοις ὁ βασιλεύς ἡμῖν θαυμάσιος, ἀλλὰ καὶ ἐν τοῖς κατʼ εἰρήνην θαυμασιώτερος· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἔργων; καὶ προσθήσεις, ὅτι καθάπερ οἱ Ἀσκληπιάδαι σώζουσιν, ἢ καθάπερ τοὺς καταφεύγοντας ἐπὶ τὰ ἄσυλα τεμένη τοῦ κρείττονος ἔστιν ἰδεῖν ῥᾳστώνης τυγχάνοντας· οὐ γὰρ ἀποσπᾶν ἐπιχειροῦμεν οὐδένα, οὕτως ὁ βασιλέως ὄψεσιν ἐντυχών τῶν δεινῶν ἀπήλλακται. καὶ ἐρεῖς ὅτι δικαίους ἄρχοντας κατὰ ἔθνη καὶ γένη καὶ πόλεις ἐκπέμπει φύλακας τῶν νόμων καὶ τῆς τοῦ βασιλέως δικαιοσύνης ἀξίους, οὐ συλλογέας πλούτου. ἐρεἰς ἔτι καὶ περὶ τῶν φόρων οὖς ἐπιτάττει, καὶ ὅτι τοῦ σιτηρεσίου τῶν στρατευμάτων 227 στοχάζεται καὶ τοῦ κούφως καὶ ῥᾳδίως δύνασθαι φέρειν τοὺς ὑπηκόους. ἐρε?? τι καὶ περὶ νομοθεσίας, ὅτι νομοθετεῖ τὰ δίκ ??α, καὶ τοὺς μὲν ἀδίκους τῶν νόμων διαγράφει, δικαίους δὲ αὐτὸς θεσπίζει· τοιγάρτοι νομεκώτεροι μὲν οἱ νόμοι, δικαιότερα δὲ τὰ συμβόλαια τῶν ἀνθρώπων πρὸς ἀλλήλους. ἐὰν δέ τις ὑπολάβῃ τὴν νομοθεσίαν φρονήσεως εἶναι μόνης, γινωσαέτω ὅτι τὸ μὲν νομεθετῆσαι μόνης φρονήσεως, τὸ δὲ προστάττειν πράττειν τὰ δέοντα δικαιοσύνης, οἷον ὁ μὲν τύραννος, πολλάκις συνίησι διὰ φρόνησιν ἃ συμφέρει αὐτῷ νομοθετεῖν ἢ μή, νομοθετεῖ τὰ ἄδικα, ὁ δὲ βασιλεὺς τὰ δίκαια. μετὰ τὴν δικαιοσύνην ἐπαινέσεις αὐτοῦ τὴν σωφροσύνην, ἀκολουθεῖ δὲ, μάλιστα τῇ δικαιοσύνῃ ἡ σωφροσύνη. τί οὖν ἐνταῦθα ἐρεῖς; ὅτι διὰ βασιλέα σώφρονες μὲν οἱ γάμοι, γνήσιοι δὲ τοῖς πατράσιν οἱ παῖδες, θέαι δὲ καὶ ἀγῶνες καὶ πανηγύρεις μετὰ τοῦ προσήκοντος κόσμου καὶ τῆς πρεπούσης σωφροσύνης γίνονται· οἷον γὰρ ὁρῷσι τὸν βασιλέως βίον, τοιοῦτον 228 ἐπανῄρηνται. εἰ δὲ ἐπʼ ἀξίας εἴη καὶ τιμῆς μεγίστης ἡ βασιλίς, ἐρεῖς τι καὶ κατὰ καιρὸν ἐνθάδε· ἣν θαυμάσας ἠγάπησε, ταύτην κοινωνὸν τῆς ἑαυτοῦ βασιλείας πεποίηται, καὶ οὐδʼ εἰ ἔστιν ἄλλο οἶδε γυνεμκεῖον φῦλον. ἥξεις ἐπὶ τὴν φρόνησιν μετὰ ταῦτα. ἀεὶ δὲ μέλλων ἄρχεσθαι ἑκάστης τῶν ἀρετῶν χρῶ προοιμιαστικαῖς ἐκνοίαις, ὡς ἔφαμεν ἐρεῖς τοίνυν ἐπὶ τῇ φρονήσει, ὅτι σύμπαντα ταῦτα οὐκ ἂν ἤρκεσε πρᾶξαι βασιλεύς, οὐδʼ ἂν τοσούτων πραγμάτων ὄγκον διήνεγκεν, εἰ μὴ φρονήσει καὶ συνέσει τῶν ἐπὶ γῆς ὑπερέφερε, διʼ ἥν καὶ αἱ νομοθεσίαι καὶ αἱ σωφροσύναι καὶ αἱ λοιπαὶ κατορθοῦσθαι πεφύκασιν ἀρεταί· εἶτα ὀξύς ἰδεῖν, ἐνθυμηθῆναι δετνός, προϊδέσθαι. τὸ μέλλον κρείττων μάντεως, ἄριστος γνώμων κρῖναι τὴν ἑτέρων εὐβουλίαν, ἱκανὸς τὰ δυσχερῆ καὶ ῥᾴδια γνῶνσι.

Paragraph 3

Ἐπὶ τούτοις μὲν καταπαύσεις τὸν λόγον τὸν περὶ τούτων, μνημονεύσεις δὲ μετὰ τοῦτο τῆς τύχης, λέγων 229 ὅτι συμπαρομαρτεῖν δὲ ἔοικεν ἐφʼ ἅπασι καὶ πράξεσ καὶ λόγοις τῷ βασιλεῖ τῷ μεγάλῳ τύχη λαμπρά· κατορθοῖ γὰρ ἕκαστον κρεῖττον εὐχῆς, καὶ ὅτι παίδων γένεσις αὐτῷ δεδώρηται, ἄν οὕτω τύχῃ, καὶ φίλοι πάντες εὖνοι καὶ δορυφόροι κινδυνεύειν ὑπὲρ αὐτοῦ πρόθυμοι. ἥξεις δὲ ἐπὶ τὴν τελειοτάτην σύγκρισιν, ἀντεξετάζων τὴν αὐτοῦ βασιλείαν πρὸς τὰς πρὸ αὐτοῦ βασιλείας, οὐ καθαιρῶν ἐκείνας ἄτεχνον γάρ, ἀλλὰ θαυμιάζων μὲν ἐκείνας, τὸ δὲ τέλειον ἀποδιδοὺς τῇ παρούσῃ. οὐκ ἐπιλήσῃ δὲ τοῦ προειρημένου θεωρήματος, ὅτι ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων ποιήσει συγκρίσςις, ἀλλʼ ἐκεῖναι μὲν ἔσονται μερικαί, οἷον παιδείας πρὸς παιδίαν ἢ σωφροσύνης πρὸς σωφροσύνην, αὗται δὲ περὶ ὅλης ἔσονται τῆς ὑποθέσεως, ὡσανεὶ βασιλείαν ὅλην ἀθρόως καὶ ἐν κεφαλαίῳ πρὸς ὅλην βᾳσιλείαν συγκρίνομεν οἷον τὴν Ἀλεξάνδρου πρὸς τὴν παροῦσαν. μετὰ τὴν σύγκρισιν οἱ ἐπίλογοι. ἐκ τούτοις ἐρεῖς τὰς εὐετηρίας, 230 τὰς εὐδαιμονίας τῶν πόλεων, ὅτι πλήρεις, μὲν ὠνίων αἱ ἀγοραί, πλήρεις δὲ ἑορτῶν καὶ πανηγύρεων αἱ πόλεις, γεωργεῖται μετʼ εἰρήνης ἡ γῆ, πλεῖται ἡ θάλωσσα ἀκινδύνως, εὐσέβεια δὲ ἡ περὶ τὸ θεῖον ηὔξηται, τιμαὶ δὲ κατὰ τὸ προσῆκον ἑκάστοις νέμονται, οὐ δεδοίκαμεν βαρβάρους, οὐ πολεμίους, ὀχυρώτερον τοῖς βασιλέως ὅπλοις τετειχίσμεθα ἢ τρῖς τείχεσιν αἱ πόλεις, αἰχμαλώτους οἰκέτας κεκτήμεθα αὐτοὶ μὴ πολεμοῦντες, παρᾲ δὲ τῆς βασιλέως χειρὸς νικώσης δεχόμενοι. τίνας ὖ?? εὐχὰς εὔχεσθαι δεῖ τῷ κρείττονι τὰς πόλεις ἢ ὑπὲρ βασιλέως ἀεί; τί δὲ μεῖζον αἰτεῖν παρὰ τῶν θεῶν ἢ βασιλέα σώζεσθαι; ὄμβροι γὰρ κατὰ καιρὸν καὶ θαλά??σης φοραὶ καὶ καρπῶν εὐφορίαι διὰ τὴν τοῦ βασιλέως δικαιοσύνην ἡμῖν εὐτυχοῦνται· τοιγάρτοι καὶ ἀμειβόμεναι αὐτὸν αἱ πόλεις καὶ ἔθνη καὶ γένη καὶ φυλαὶ στεφανοῦμεν, ὑμνοῦμεν, γράφομεν, πλήρεις εἰκόνων αἰ πόλεις, αἰ μὲν πινάκων γραπτῶν, αἱ δέ που καὶ τιμιωτέρας ὕλης. ἐπὶ τούτοις εὐχὴν ἐρεῖς αἰτῶν παρὰ θεοῦ εἰς μήκιστον χρόνον προελθεῖν τὴν βασιλείαν,δίαδοθῇναι 231 εἰς παῖδας, παραδοθῆναι τῷ γένει.

ΠΕΡΙ ΕΠΙΒΑΤΗΡΙΟΥ

Paragraph 1

Ἐπιβατήριον ὁ βουλόμενος λέγειν δῆλός ἐστι βουλόμενος 3 προσφωνῆσαι ἢ τὴν ἑαυτοῦ πατρίδα ἐξ ἀποδημίας ἥκων, ἢ πόλιν ἑτέραν, εἰς ἣν ἂν ἀφίκηται, ἢ καὶ ἄρχοντα ἐπιστάντα τῇ πόλει. οὐκοῦν ἐν τούτοις ἅπασι τὸ προοίμιον ἐκ περίχαρείας εὐθύς· δεῖ γὰρ συνηδόμενον φαίνεθαι ἢ ταῖς πόλεσιν, ὅτε θαυμάσιόν τινα καὶ ἐπαινούμενον ἄρχονυα δέχονται, ἢ τῷ ἄρχοντι, ὅτι ἐπʼ ἀγαθῇ τινι μοίρᾳ ἥκει, ἢ καὶ αὐτὸν ἑαυτῷ τὸν λέγοντα ὅτι τεθέαται ἢ πόλιν ἤ ἄρχοντα, ὃν πάλαι τε καὶ ἐκ πλείωνος ἰδεῖν ἐπεπόθει· κἂν μὲν ἄρχοντα, εὐθὺς ἐρεῖς· ἀλλʼ ἥκειη μὲν ἐπʼ αἰσίοις συμβόλοις ἄνωθεν λαμπρός, ὥσπερ ἡλίου φαι???ὰ τις ἀκτὶς ἄνωθεν ἡμῖν 232 ὀφθ εῖσα, οὗ πάλαι μὲν ἀγαθὴ φήμη διήγγειλε τὴν ἐπʼ αἰσίοις ἄφιξιν καὶ εὐκταιοτάτην μοῖραν τῶν ὑπηκόων· εἶτα κατασκευάσεις, ὅτι βεβαιοῖς ἐν ἔργῳ τὴν φήμην, ἦ ὅτι ὑπερβάλλεις τὴν φήμην, ἢ ὡς ἂν ὁ καιρὸς θιδῷ. εἶτα μετὰ τὸ προοίμιον τοῦτο ἥξεις εἰς τὸν περὶ τῶν ὑπηκόων λόγον. δίπλοῦς δʼ οὗτος· ἢ γὰρ κακῶς πεπονθέτων αὐτῶν παρὰ τοῦ μικρῷ πρόσθεν ἄρχοντος διατ??τώσεις καὶ αὐξήσεις τὰ δυσχερῆ, μηδὲν βλασφημῶν τὸν παυσάμενον, ἀλλὰ ἀπλῶς τὴν δυστυχίαν τῶν ὑπηκόων λέγων, εἶτα ἐπάξεις, ὅτι ὥσπερ νυκτὸς καὶ ζόφου τὰ πάντα κατειληφότος αὐτὸς καθάπερ ἥλιος ὀφθεὶς πάντα ἀθρόως τὰ δυσχερῆ διέλυσας, καὶ ἐργάσῃ τοῦτο καὶ οὐ παραδραμεῖς, ὅτι τοίνυν ἀν-έπνευσαν ἅπαντες ὧσπερ νέφους τινὸς τῶν δεινῶν παραδραμόντων· ἢ οὐδὲν πεπονθότων ἐρεῖς· αὐτίκα μὲν ἐπαυσάμεθα μεγίστας εὐεργεσίας ὁμολογοῦντες τῷ ἂρχοντι, ἄρτι δὲ ἀκούσαντες ἀγαθῶν ἀγγελίαν καὶ μἔλλοντες ἀφʼ ἱερῶν ἐφʼ ἱερά, ὡς ἂν εἴποι τις, καὶ ἐκ τῶν καλλιόνων φαιδροὶ καὶ γεγηθότες ἀπηντήκαμεν. εἶτα 233 μετὰ ταῦτα πάλιν ἐρεῖς, ὅτι τάς τε ἂλλας χάριτας μεγέσρας τοῖς βασιλεῦσιν ὀφείλοντες, ἐφʼ οἷς ὑπὲρ ἡμῶν ἀθλοῦσι, καὶ ἐπὶ τούτοις ἄν μείζους ὁμολογήσαιμεν, ὅτι τοιοῦτον ἡμῖν κατεπεμψαν. πειρωδʼ ἐν τοῖς τυιούτοτς λόγοις ἀεὶ συντέμινειν τὰ βασιλέως ἐγκώμια, καὶ αηδὲν. διατρίβειν, ἵνα μὴ διπλὴν ποιήσῃς τὴν ὑπόθεσιν. ἐὰν μὲν. οὖν ἔχῃς πράζεις εἰπεῖν τοῦ ἄρχοντος,· ἐρεῖς· εἰ δὲ μή, περιέργως ἢ πατρίδα ἢ ??θνος ἐκφράσεις καὶ χωρογραφήσεις τῳ λόγῳ ἀπὸ τῶν ἐπισἠμοτάτων καὶ θρυλουμένων περὶ τῆς χώρας ἢ τῆς πατρίδος, ὅτι Ἰταλιώτης, ἐκ πίας δὲ χώρας ἢ πόλεως περιωνύμου, ??ἷ?? τῆς Ῥώμης, ζητήσεις δὲ καὶ τοῦ γένους πράξις. εἷ δὲ εὐποροίης πράξεων ποῦ ἐπαινουμένου, ἐκ τούτων θηρασ??ς τὸν ἔπαινον᾿, ὥστε μὴ αὐχμηρὰν καὶ ἄγονον, παρασχέσθαι τὴν ὑπόθεσιν· ἔπειτα λέγε· πείθομαι δὲ τὸν ἐκ τοιούτων γεγονότα πρὸς τοὺς ἑαυ??ῦ πατέρας ἁμιλλώμενον ἀγαῦὸν περὶ· ἡμὰς γανέσθαι καὶ δίκαιον· μαὶ γὰρ καὶ ἐκεῖνοι δίκαιοι· οὐκοῦν δικάσει μὲν ἡμῖν ὑπὲρ τὸν Αίακόν, ὑπὲρ τὸν Μίνωα ὑπὲρ τὸν Ῥαδάμανθυν· καὶ τούτου ἄμεινσν ἤδη προμανετεύομα, Ἕλληνες. καὶ εἰπὼν τὰ τοιαῦτα καὶ βείω περὶ ??ικαιοσύνης, ὅτι οὐδεὶς ἀδίκως οἰκήσει τὸ δεσμωτήρων ἢυδίκην ??ώσει τῷ νόμῳ, οὐ προκριθήσεταὶ πλούσιος, οὐ χαμαι πεσ??ῖτα λόγος τοῦ πένητρς· δίκαιος, πεπαύσθ σαῖν οἱ πλούἀσἰοι ταῖς περιουσίαις κομπούμενοι, πεπαύσθωσαν 234 οἱ πένητες ὀδυρόμενοι τὴν ἀσθένειαν, ἥξῃ ??ἐπὶ τὸν τῆς ἀνδρείας ἔπαινον, ὅτι πρεσβεύσει πρὸς, βασιλέα ὑπὲρ ἡμῶν τοῖς· γράμμασι· καὶ γὰρ οἱ πατέρες ἀεὶ ἐπρέσβευσαν αὐτοῦ, ἢ πολλάκις ἄρχοντας εἰ ἔχομς λεγειν. ἀντιστήσεταε τοῖς δεινοῖς, ὥσπερ ἀγαθὸς κρνήτης ὑπὲρ τοῦ σκάφους ὑπερέχοντος τοῦ κλύδ καὶ τὰς ἀρετὰς δὲ τὰς ἄλλας οὕτως ἐκ μεθόδου πρὸ προλέγων, ὅτν τοιόσδε δέ ἐστι καὶ τοιόσδε, οἷ ??φ ρων τυχφάμων ἔ??ναι. κρεἰτι ?? ἡδονῶν· καὶ ἐπάξεις μετὰ ταῦτα τὸν περὶ τῆς φρονή- σεως λόλον, ἐπισφραγιζόμενοςὰ τὰ προειρημένα, ὅτι πάντα ἄ ταῦτα ποιήσει διὰ φρόνησιν καὶ σύνεσιν· ὃς γὰρ ἀγνοεῖ τῶν προσηκόντων οὐδέν, περὶ πάντων δὲ ἀκριβῶς ἐπισκέπτεται, πῶς οὐ δῆλός ἐστιν ὁμολογουμένως μέλλων ἄρχειν ἐπʼ ἀγαθῷ τῶν ὑπηκόων καλῶς. τάξεις δʼ ἀεὶ τὰς ἀρετὰς ἐν ἁπάσῃ ὑποθέσει, ὡς ἄνςσοι συμφέρειν ὁρᾷς, καὶ ὡς ἂν ἴδῃς ὑποδεχομένην τὴν ἀκολουθίαν τοῦ λόγου. ἐπειδὴ δὲ συγκρίσεις οὐ δυνάμεθα 235 τάττειν πρὸς τὰς πράξεις διὰ τὸ μηδέπω πεφηνέναι τοῦ ἄρχοντος πράξεις, συγκρίνομεν αὐτοῦ τὸ γένος γένει ἐνδόξῳ ἢ τῶν Ἠρακλειδῶν ἦ τῶν Αἰακιδῶν. ἐν δὲ ταῖς ἀρεταῖς οὐ συγκρίνομεν· τί γὰρ ἄν καὶ συγκρίναιμεν μηδέπω μηδενὸς γεγονότος; ἐν μεθόδῳ δὲ εἰσάξομενῆ ἐν μὲν τῇ δικαιοσύνῃ οὕτως· οὐ γὰρ δὴ φωκίων μὲ καὶ Ἀριστείδης καὶ εἴ τις τοιοῦτος ἕτερος τῆς ἐκ, τῶν ἔργων εὐδοξίας ἐπεθύμησαν, ὁ δὲ ἡμέτερος παρόψε τὴν ἐκ τούτων εὔκλειαν, ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀοετὴν ἀείμνηστοι γεγόνασιν, οὕτως καὶ αὐτὸς ἐπιθυμήσεν μνήμην καλλίστων ἔργων ἐν ταῖς διανοίαις ταῖς ἡμετέραις καταλιπεῖν, ζηλώσει τὸν Μένωα, μιμήσεται τὸ. Ῥαδάμανθυν, ἁμιλληθήσεται πρὸς τὸν Αἰακόν· καὶ καθʼ ἑκάστην τῶν ἀρετῶν οὕτως ποιήσεις, ἀπὸ τὸῦ μέλλοντος κατʼ εἰκασμὸν καὶ κατὰ τὸ ἀκόλουθον τὸν, ἔπαινον ὁριζόμενος. τὰς δὲ συγκρίσεις τὰς πρὸς ὅλην τὴν ὑπόθεσιν ἐργασόμεθα οὕτως· ὅσοι μὲν οὑν γεγόνασιν ἄρχοντες καὶ παρʼ ἡμῖν καὶ παρʼ ἑτέροις, ἢ τῷ γένει μόνῳ σεμνύνεσθαι ἔδοξαν, ἢ φρόνησιν προύβάλλοντο 236ἢ τῶν ἄλλων μίαν ἀρετῶν· οὗτος δὲ ὅτι τῷ γένει πάντων κρείττων ἐστί, καθάπερ καὶ ὁ ἥλιος τῶν ἀστέρων δέδεικται, μετὰ μικρὸν δὲ καὶ ἐπὶ ταῖς ἀρεταῖς θανμασθήσεται, κρείττων μὲν ἐν δικαιοσύνῃ τῶν ἐπὶ δικαιοσύνῃ φρονούντων ὀφθείς, κρείττων δὲ ἐν ἀνδρείᾳ, καὶ κρείττων δὲ ἐν σωφροσύνῃ, ἢ οὐκ ἔλαττον τῶν ἐπὶ τοῖς ἔργοις τοῖς ἐπὶ τούτων δοξάντων μέγα φρονεῖν. ἐξέσται δέ σοι καὶ ἡμιθέων καὶ στρατηγῶν μνημονεῦσαι ἐν τῇ συγκρίσει πάσας ἐνταῦθα τὰς ἀρετὰς συγκρίνοντι. τούς δὲ ἐπιλόγους ἐργάσῃ, ὡς ἀπὸ τοῦ σκοποῦ τῆς ὑποθέσεως δεξιούμενος τοὺς ὑπηκόους, οἷον ὅτι προσαπηντήκαμεν δέ σοι ἅπαντες ὁλοκλήροις τοῖς γένεσι, παῖδες, πρεσβῦται, ἅνδρες, ἱερέων γένη, πολιτευομένων συστήματα, δῆμος περιχαρῶς δεξιούμενοι, πάντες φιλοφρονούμενοι ταῖς εὐφημίαις, σωτῆρα καὶ τεῖχος, ἀστέρα φανώτατον ὀνομάζοντες, οἱ δὲ παῖδες τροφέα μὲν ἑαυτῶν, σωτῆρα δὲ τῶν πατέρων· εἰ δὲ δυνατὸν ἦν καὶ ταῖς πόλεσιν ἀφεῖναι φωνὴν καὶ σχήματα λαβεῖν γυναικῶν ὥσπερ ἐν δράμασι, εἶπον ἄν· ὦ μεγίστης ἀρχῆς, ἡδίστης δὲ ἡμέρας, καθʼ ἢν ἐπέστη νῦν ἡλίου φῶς φαιδρότερον· νῦν ὥσπερ ἔκ τινος ζόφου προσβλέπειν δοκοῦμεν λευκὴν ἡμέραν· μετὰ μικρὸν ἀναθήσομεν εἰκόνας, μετὰ μικρὸν ποιηταὶ καὶ λογοποιοὶ καὶ 237 ῥήτορες ᾄσουσι τὰς ἀρετὰς καὶ διαδώσουσιν εἰς γένη πάντων ἀνθρώπων· ἀνοιγέσθω θέατρα, πανηγύρεις ἄγωμεν· ὁμολογοῦμεν χάριτας καὶ βασιλεῦσι καὶ κρείττοσι. καὶ ταῦτα μὲν περὶ ἄρχοντος ἀρτίως τοῖς ὑπηκόοις ἐπιστάντος εἰρήκαμεν, ἐὰν δέ τινος λέγωμεν ἐπιβατήριον ἄρχοντος μὲν πάλαι τοῦ ἔθνους, ἄρτι δὲ ἐπιστάντος τῇ ἡμετέρᾳ, τὰ μὲν αὐτά, οἷα καὶ ἐκ περιχαρείας εἰρήκαμεν, δεῖ λαμβάνειν· ἐρεῖς δὲ τὰς πράξεις καθʼ ἑκάστην μὲν τῶν ἀρετῶν, μετὰ δὲ τὰ ἐκ περιχαρείας. οὕτω δὲ διαιρήσεις τὸν λόγον βασιλέως· διʼ ὀλίγων ἐρεῖς ἐγκώμιον, γένος ἐὰν ἔχῃ λαμπρόν, διὰ βραχέων ὁμοίως καὶ τοῦτο, εἶτα τὰς πράξεις καθʼ ἑκάστην τῶν ἀρετῶν ἰδίᾳ συγκρινεῖς, εἶτα ἀθρόαν σύγκρνσιν, εἶτα τοὺς ἐπιλόγους. δοκεῖ δὲ περιττὸν ἔχειν ὁ ἐπιβατήριος λόγος κατὰ τοῦ προσφωνητικοῦ τὸ ἐκ περιχαρείας κεφάλαιον μετὰ τὰ προοίμια, καὶ ταῦτα ἐκ περιχαρείας λαμβανόμενα· ὅμως δὲ οὐδὲν κωλύει μετὰ τὰ προοίμια τελείαν ἐργασίαν τῶν κεφαλαίων δίδοσθαι. χρήσῃ δὲ ἐν ταῖς τοιαύταις ὑποθέσεσι ταῖς τῶν προςφωνητικῶν καὶ τῶν ἐπιβατηρίων ἢ ἑνὶ προοιμίῳ ἢ καὶ 238 δευτέρῳ πολλάκις, ἔστι δὲ ὅτε καὶ τρισὶ χρήσῃ, ὅταν ἀπαιτῇ καὶ τοῦτο ἡ ὑπόθεσις.

Paragraph 2

Κὰν δέ τις τῷ εἴδει τούτῳ τῷ ἐπιβατηρίῳ καὶ πρὸς πόλιν θέλῃ χρήσασθαι, ἴστω ὡς ἀπὸ τῆς διαθέσεως καὶ τῆς εὐνοίας τῆς περὶ τὴν πόλιν, ὡς ἔχει, καὶ ἀπὸ τῆς ὄψεως τῆς φανερᾶς τῆς πόλεως λήψεται τὴν χορηγίαν τοῦ λόγου ἐκ μιεθόδων καὶ τῶν πατρίων μεμνημένος· οἷον ἐπόθουν μὲν πάλαι καὶ γυμνάσια καὶ θέατρα ταῦτα καὶ ἱερῶν κάλλη καὶ λιμένων τῆσδε τῆς πόλεως· τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν παρʼ ἡμῖν ἐξαιρέτων τὰς ὑπερβολάς; εἶδον δὲ καὶ νῦν ἄσμενος καὶ γέγηθα τῇ ψυχῇ τὰ ἐξαίρετα· ἄλλοι μὲν γὰρ ἄλλοις χαίρουσιν, οἱ μὲν ἵπποις, οἱ δὲ ὅπλοις, ἐγω δὲ ἀγαπῶ τὴν ἐμαυτοῦ πατρίδα καὶ νομίζω μηδὲν διαφέρειν τὴν περὶ ταύτην ἐπιθυμίαν τῆς περὶ τὴν ἀκτῖνα, ἣν ὁ ἥλιος ἐξ ὠκεανοῦ ἐκτείνει φανείς· τί γὰρ ἄν γένοιτο μεῖζον πόλεως, ἢν ὁ δεῖνα ἔκτισεν; εἶτα ἔπαινον ἐρεῖς διὰ βραχέων τοῦ κτίσαντος, κὰν μὲν βασιλέως ἔργον ἡ πόλις τυγχάνῃ, συνῳδοὶ δʼ ὦσιν οἱ νῦν βασιλεύοντες τῷ τότε, ἐρεῖς, ὅτι ὁ τούτων πρόγονος ἔκτισεν· ἡ γὰρ βασιλεία καὶ τὸ ἀξίωμα συνάπτει τὰ γένη· ἐὰν δὲ ὡς τύραννον μισῶσιν, ὅτι πάσης τῆς οἰκουμένης ἡ πόλις, καὶ ὅτι τινας μὲν τῶν πόλεων ἀνὴρ εἷς ἢ βασιλεὺς εἷς ἔκτισε, ταύτην δὲ ἡ οἰκουμένη σύμπασα. οὐκοῦν μετὰ τὰ 339 μια ὄντα ἐκ περιχαρείας κεφάλαιον ἐργάσῃ ἔχον ἐναντίου αὔξησιν οὕτως· ὅτι ἐδυσχέραινον δὲ ὡς ἔοικεν τὸν παρελθόντα χρόνον καὶ ἠνιώμην ἀθεάμων ὑπάρχων καλλεων τοσούτων καὶ πόλεως, ἣν μόνην καλλίστην πόλεων ὁ ἥλιος ἐφορᾷ· ἐπειδὴ δὲ εἶδον, ἐπαυσάμην τῆς λύπης, ἀπεσεισάμην δὲ τὴν ἀνίαν, ὁρῶ δὲ ἅπαντα ὧν ἐπόθουν τὴν θέαν, οὐκ ὀνειράτων εἰκόνας οὐδὲ ὥσπερ ἐν κατόπτρῳ σκιάς, ἀλλʼ αὐτὰ τὰ τεμένη, αὐτὴν τὴν ἀκρόπολιν, αὐτοὺς τούς νεὼς καὶ λιμένας καὶ στοάς. δεύτερον δὲ κεφάλαιον ἐρεῖς μετὰ τοῦτο αὐτοῦ τοῦ κτίσαντος ἔπαινον σύμμετρον. τρίτον κεφάλαιον, ἐν ᾧ τὴν φύσιν τῆς χώρας ἐκφράσεις, ὅπως μὲν ἔχει πρὸς θάλασσαν, ὅπως δὲ πρὸς ἢπειρον, ὅπως δὲ πρὸς ἀέρας· διεξεργάσῃ δὲ τούτων ἕκαστον συμμέτρως, καὶ ἐν μὲν τῷ κατʼ ἤπειρον ἐκφράσεις πεδίων κάλλη, ποταμῶν, λιμένων, ὀρῶν· ἐν δὲ τῷ κατὰ θάλατταν, ὅπως ἐπιτηδείως ἔχει πρὸς τοὺς καταίροντας καὶ τίσι πελάγεσι περικλείεται, ἐν ᾧ καὶ ἔκφρασις πελάγους· ἐν δὲ τῷ κατὰ τούς ἀέρας, ὅτι ὑγιεινῶς ἔχει, καὶ συγκρινεῖς τούτων ἕκαστον, τὴν μὲν χώραν ἑτέρῳ χώρᾳ, οἷον ὅτι ἐν καλῷ μὲν κεῖται, καθάπερ ἡ Ιταλία, διαφέρει δὲ 240 τῷ ἐκείνην μὲν ἐν μέρει τινὶ τῆς οἰκουμένης πλησίον βαρβάρων κεῖσθαι ἢ καὶ πρὸς τῷ τέλει τῆς οἰκουμένης, ταύτην δὲ ἢ πλησίον Ἑλλάδος εἶναι ἢ κατὰ τὸ μέσον τῆς οἰκουμένης, καὶ εὐφυέστερον ἔχειν πρὸς ἢπειρον καὶ πρὸς θάλασσαν· τὸ δὲ πρὸς τοὺς ἀέρας ἢ πρὸς τούς Ἀθηναίων ἀέρας ἢ πρὸς τούς Ἴωνας. εἶτα μετὰ τὰς συγκρίσεις ταύτας καὶ τὴν ἐργασίαν τῶν ἐπιχειρημάτων συνάψεις, τὰ κατὰ τὴν πόλιν ὅπως ἔχει, καὶ αὐτὴ φύσεως ἐν τῇ χώρᾳ· ἀκολουθεῖ γὰρ τῷ λόγῳ τῷ περὶ φύσεως τῆς χώρας καὶ ὁ λόγος ὁ περὶ τῆς φύσεως τῆς πόλεως, ἐν ᾧ ἐρεῖς, πότερον ἐν μέσῳ κεῖται τῆς χώρας, πρὸς θάλασσαν μᾶλλον, ἢ πρὸς τοῖς ὄρεσιν. ἰδίαν μέντοι ἐργασίαν ὁ περὶ τῆς θέσεως τῆς πόλεως ἕξει, ἄμφω δὲ εἰς ἕν κεφάλαιον ἀνάγειν τό τε κατὰ τὴν φύσιν τῆς χώρας καὶ τὸ κατὰ τὴν θέσιν τῆς πόλεως οὐδὲν κωλύει, λέγω δὲ εἰς τὸ τῆς φύσεως κεφάλαιον· ταὐτὸν γάρ ἐστιν ἐπὶ τῆς χώρας καὶ φύσις καὶ θέσις, πλὴν ὅτι ἡ μὲν θέσις τὸ κεῖσθαι σημαίνει, ἡ δὲ φύσις τὰ ἐν τῇ θέσει, ὥσπερ βλαστήματα καὶ ὄρη καὶ πεδία καὶ ποταμοὺς καὶ φυτά, ὥστε ἡ μὲν θέσις ἔσται καὶ φύσις, οὐ πάντως δὲ ἡ φύσις θέσις· φυτὰ γὰρ καὶ ποταμούς καὶ ὁρῶν ὑπεροχὰς καὶ τὰ τοιαῦτα ὁ τῆς φύσεως παρέχει 241 λόγος· ἵνα δὲ συντόμως εἴπω, ὁ περὶ τῆς φύσεως τῆς χώρας λόγος διττός ἐστιν· ὁ μὲν γάρ ἐστι τῆς θέσεως, ὡς ἔχει πρὸς ἑκάτερον τῶν στοιχείων, ὁ δὲ τῶν ἐν τῇ χώρᾳ βλαστημάτων. μετὰ δὲ τὸν περὶ τῆς φύσεως λόγον τὸν περὶ τῆς ἀνατροφῆς θήσεις, ἐὰν ἔχῃς ἐν πατρίοις, ὡς ὁ Ἀριστείδης εὐπόρησεν εἰπών, ὡς Ἀθηναῖοι παρὰ τῆς Δήμητρος καρποὺς ἔλαβον, καὶ λαβόντες τοῖς ἄλλοις μετέδοσαν· ἐὰν δὲ μὴ ἔχῃς, ἐπαίνεσον τὰ ἔθη, ὡς ἐν κεφαλαίῳ τῶν ἐπιτηδευμάτων· ἐπιτηδεύματα γάρ ἐστιν ἔνδειξις τοῦ ἤθους καὶ τῆς προαιρέσεως τῶν ἀνδρῶν ἄνευ πράξεων ἀγωνιστικῶν. ἐρεῖς οὖν ὅτι πρὸς τούς ξένους φιλάνθρωπος, ὅτι πρὸς τὰ συμβόλαια νόμιμος, ὅτι μεθʼ ὁμονοίας συνοικοῦσιν ἀλλήλοις, καὶ ὅτι ὁποῖοι πρὸς ἀλλήλους, τοιοῦτοι καὶ πρὸς τοὺς ἔξωθεν. ἐφʼ ἅπασι δὲ τούτοις τοῖς κεφαλαίοις, ἐπειδήπερ ἐπιβατήριον ὑπεθέμεθα, προσθήσεις ἐκεῖνα συχνότερον, ἵνα μὴ ἀπάδῃ τῆς ἐπαγγελίας ὁ λόγος· ταῦτά με ἦν τὰ ἐφελκόμενα, ταῦτα ἐπόθουν, διὰ τοῦτο οὕτε νύκτα οὔτε ἡμέραν ἐδόκουν ἡσυχάζειν φλεγόμενος τοῖς περὶ ταῦτα ἔρωσι, καὶ οὐ ταῦτά με μόνον πρὸς τὸν πόθον διήγειρεν, ἀλλὰ τούτων πλείω καὶ θαυμασιώτερα, οἷς συνάψεις τὰ ἑξῆς ἐγκώμια.

Paragraph 3

Ἐὰν δὲ μὴ ἐπιβατήριος ὁ λόγος ᾖ, ἄλλως δὲ πάτριος, περὶ μὲν ἐρώτων καὶ περιχαρείας ἐρεῖς οὐδέν, 242 ἁπλῶς δὲ ἄνευ τῆς τοιαύτης προσθήκης ἐργάσῃ τὸ ἐγκώμιον πατρίοις χρώμενος τοῖς κεφαλαίοις ἐφεξῆς, ὡς προείρηται καὶ ῥηθήσεται. ἔστι δὲ κεφάλαια ἐκεῖνα περὶ ὧν εἰρήκαμεν, φύσις, ἀνατροφή, ἐπιτηδεύματα, ἰδιάζον δὲ κεφάλαιον τοῦ ἐπιβατηρίου τὸ ἐκ περιχαρείας, τὰ δὲ λοιπὰ κοινά. μετὰ τοίνυν τὰ ἐπιτηδεύματα θήσεις τὰς πράξεις εἰς τέσσαρας ἀρετάς, δικαιοσύνην, ἐν ᾗ μαρτυρίαν μεταλήψῃ τῶν περιοίκων, ὅτι ταύτην ἡγούμενοι τὴν πόλιν ὅρον εἶναι δικαιοσύνης ἥκουσι παῤ ἡμᾶς δικασόμενοι· καθάπερ οἱ Ἀθηναῖοι τὸν Ἀρειον πάγον δικαιοσύνης δικαστήριον παρειλήφασιν, οὕτω καὶ τὴν ἡμετέραν οἱ ἀστυγείτονες, καὶ οὐδεὶς ἐνεκάλεσεν οὔτε ξένος οὔτε ἰδιώτης τῶν παῤ ἡμῖν, οὔτε ἀστυγειτόνων πόλει τῇ ἡμετέρᾳ, οὔτε περιοίκων, οὔτε περὶ ὅρων, οὔτε περὶ ὧν εἰώθασιν ἀμφισβητεῖν αἱ πόλεις. εἶτα ἀπὸ τῶν καταπλεόντων ἐμπόρων, ὅτι αἱροῦνται τὰς ἄλλας πόλεις καταλιπόντες εἰς τὴν ἡμετέραν καταίρειν πεπειραμένοι τῆς ἡμετέρας φιλανθρωπίας· εἶτα κατασκευάσεις ὅτι μὴ τὸ τέλος φορτικὸν εἰσπραττόμεθα, ὅτι μηδὲ ζημιοῦνται παρὰ τοὺς νόμους. τὴν δὲ σωφροσύνην ἀπὸ ἐγκρατείας ἐρεῖς, ἀπὸ τῆς τῶν νέων ἀγωγῆς, καὶ κατασκευάσεις, ὅτι οἱ μὲν περὶ λόγους καὶ φιλοσοφίαν ἔχουσιν, οἱ δὲ περὶ τέχνας καὶ ἄλλας 243 ἐπιστήμας. ἀνάγκη δὲ τοὺς περὶ ταῦτα ἔχοντας Ἀφροδίτης μὲν ἀτόπων νόμων ὑπερορᾶν, παρασκευάζειν δὲ τὴν ψυχὴν τὰ βελτίω περιεργάζεσθαι. περὶ δὲ τῆς φρονήσεως οὕτως ἐρεῖς, ὅτι θαυμάζοντες οἳ τὸ αὐτὸ ἔθνος καὶ γένος εἰλήχασι παῤ ἡμᾶς ἥκουσι συσκεψόμενοι περὶ τῶν κοινῶν, ὥσπερ τὸ παλαιὸν παῤ Ἀθηναίους οἱ Ἕλληνες, καὶ κοινόν ἐστι συνέδριον καὶ βουλευτήριον τοῦ κοινοῦ γένους ἡ ἡμετέρα πόλις· καὶ ὅτι εἰ ἔδει νῦν νομοθετεῖν, ἐνομοθέτησεν ἄν τῷ κοινῷ γένει τῶν ἀνθρώπων, ὥσπερ τὸ παλαιὸν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι τοῖς Ἕλλησι· ποῦ μὲν γὰρ Σόλωνες πλείους τῶν παρʼ ἡμῖν; ποῦ δὲ Λυκοῦργοι βελτίους; ποῦ δὲ Μίνως καὶ Ῥαδάμανθυς, οἱ τῶν Κρητῶν νομοθέται; περὶ δʼ ἀνδρείας ἐρεῖς, ὅτι πολλῶν πολλάκις πρεσβειῶν πρὸς βασιλέα καὶ ἐκ πολλῶν ἐθνῶν γεγενημένων οὐδένες μετὰ πλείονος παρρησίας καὶ σεμνότητος διελέχθησαν τῶν ἀπὸ τῆς ἡμετέρας. εἶτα ἐφʼ ἑκάστῃ τῶν ἀρετῶν συγκρίσεις ἐργάσῃ, ἰδίαν μὲν καθʼ ἑκάστην, μετὰ δὲ ταύτην ἐφʼ ἀπάσαις αὐταῖς ἀθρόαν σύγκρισιν ἐργάσῃ 244 πόλεως πρὸς πόλιν, συλλαμβάνων ἅπαντα καὶ τὰ πρὸ τούτων ὁμοίως, φύσιν, ἀνατροφήν, ἐπιτηδεύματα, πράξεις· καὶ ἐν οἷς μὲν ἂν τούτων εὕρῃς σωζομένην τὴν ἰσότητα ἢ καὶ πλεονεξίαν παρὰ τῆ πόλει ἣν ἐπαινεῖς, ταῦτα ἀντεξετάσεις ἐν τῇ συγκρίσει, ἐν οἷς δʼ ἂν εὑρίσκῃς αὐτὴν ἐλαττουμένην, ταῦτα παραδραμεῖς· καὶ γὰρ Ἰσοκράτης συγκρίνων Θησέα Ἠρακλεῖ, ἐν οἷς μὲν εὗρεν αὐτὸν πλεονεκτοῦντα, ἀντεξήτασεν, ἐν οἷς δὲ τὸν Ἡρακλέα, ταῦτα ἐσίγησε. μετὰ τὴν σύγκρισιν ἥξεις ἐπὶ τοὺς ἐπιλόγους, ἐν οἷς διαγράψεις αὐτὸ τὸ σχῆμα τῆς πόλεως, καὶ ἐρεῖς στοάς, ἱερά, λιμένας, εὐετηρίας, ἀφθονίαν, τὰ ἐκ τῆς θαλάσσης ἐπεισαγόμενα ἀγαθά, ἵππων δρόμους, ἄν ἔχῃ, ἀγώνων διαθέσεις, λουτρῶν ἀπολαύσεις, ὑδάτων ἐπιρροάς, ἄλση ἐν αὐτῇ τῇ πόλει, τὰ περὶ τὴν πόλιν, οἷον ἐὰν ἱερὸν πλησίον πολυτελὲς ᾖ, ἄν μαντεῖον, ἄν τέμενος θεοῖς ἀνακείμενον· καὶ γὰρ ταῦτα συντελεῖ πρὸς κόσμον τῇ πόλει· ἐφʼ ἅπασι δὲ τούτοις τοῖς παραγγέλμασιν ἐντεύξει Καλλινίκου λόγοις καὶ Ἀριστείδου καὶ Πολέμωνος καὶ Ἀδριανοῦ, καὶ μιμήσῃ τὰς ἐργασίας ἐν μὲν τῷ τῆς φύσεως τόπῳ, ἐν δὲ τοῖς λοιποῖς ὡσαύτως, οὐχ ἧττον δὲ κἀν τοῖς ἐπιλόγοις τὸν ἐκείνων τρόπον ζηλώσεις.

Paragraph 4

Τὰ μὲν οὖν εἰρημένα καθολικῶς εἴρηται περὶ τοῦ πατρίου καὶ ἐπιβατηρίου· καὶ διακέκριται τὸ ἴδιον ἑκάστου ἐν τῇ διαιρέσει, ἐὰν δέ ποτε βουληθῇς εἰπεῖν, ὦ γλυκύτατε τῶν ἑταίρων, καὶ Τρωῖκὸν μὲν ἐγκώμιον τῆς χώρας, πρῶτον οὐδὲν ἄλλο ἐστὶν ἤ λόγος περιέχων ἔκφρασιν τῆς φύσεως καὶ τῆς θέσεως αὐτῆς ὅπως ἔχει πρὸς τὴν παρακειμένην ἤπειρον, ὅπως πρὸς τὴν γειτνιῶσαν θάλασσαν, ὅπως ἀέρων ἔχει εὐκρασίας, εἶτα ἐπὶ τούτοις λαμπρῶς καὶ διειργασμένως ἐκφράσεις, ἐρεῖς δὲ καὶ περὶ ποταμῶν καὶ ὀρῶν καὶ ἵππων καὶ πεδίων καὶ σπερμάτων καὶ δένδρων, ὅπως ἐπιτηδείως ἔχει πρὸς ταῦτα σύμπαντα, καὶ ὅτι τούτων οὐδενός ἐστιν ἐνδεής. καὶ τοῦτο μὲν δὴ κεφάλαιον περὶ τῆς θέσεως, πρὸς δὲ ἀπόδειξιντούτου τοῦ κεφαλαίου λήψῃ τὰ ἀρχαῖα διηγήματα πρὸς πίστιν λέγων οὕτως· τοιγάρτοι διὰ τοῦτο καὶ κατὰ τοὺς παλαιοὺς χρόνους βασιλείας μεγίστας καὶ περιβοήτους εὐτυχήσαντας Δαρδάνου τοῦ Τρωὸς τὴν ἀρχὴν τοῦ Λαομέδοντος καὶ οἱ πατέρες ἡμῶν ἦρξαν οὐ μικρῶν θαλάσσης μέτρων, οὐδὲ νήσων τινῶν ἄρχουσιν, οὐδὲ περιγεγραμμένων τόπων, καθάπερ ἡ Πελοπόννησος, 246 ἀλλʼ ἆρξε μὲν Λυδίας, ἐπῆρξε δὲ Καρίας, καὶ προῆλθε τὴν ἑῴαν ἂπασαν καταστρεφόμενος, καὶ ὡμολόγησαν ἡμῖν δουλεύειν Αἰγύπτιοι καὶ Βλέμμυες καὶ Ἐρεμβῶν γένη, εἴπερ αὐτοὶ καὶ ἐν τοῖς τελευταίοις χρόνοις φαίνονται ὑπακούοντες ἡμῖν ἐν ταῖς συμμαχίαις καὶ κλήσεσιν. ἡ μὲν οὖν ἀπόδειξις τοῦ κεφαλαίου τοιαύτη, ὥστε συμπεπλήρωται τὸ κεφάλαιον τοῦτο τὸ περὶ τῆς φύσεως καὶ θέσεως τῆς χώρας ἀπὸ τῆς ἱστορίας. μετὰ ταῦτα ἐμβαλεῖς τὸν περὶ τῆς πόλεως λόγον οὕτω πως· τὸ μὲν οὖν παλαιὸν ἐρασθέντες τῆς χώρας θεοὶ καὶ Ποσειδῶν καὶ Ἀπόλλων μικρὸν ἀνωτέρω θαλάττης τὸ Ἴλλιον τειχίζουσιν, ὥσπερ οὐδὲν κάλλιον νομίζοντες. εἴπερ οὖν περὶ τῶν Ἀθηναίων ἐρίζοις, εἶτα τὴν ἐκ κοινῆς γνώμης κατασκευὴν, ὥσπερ τῆς ὅλης χώρας ἀκρόπολιν, οὐ διʼ ἀπεχθείας ἀλλήλοις ἥκοντες, ὥσπερ ἐπὶ τῆς Ἀθηναίων πόλεως, ἀλλʼ ὁμογνωμονοῦντες ἀμφότεροι. Ἀλέξανδρος δὲ μετὰ ταῦτα, ὁ μηδὲ Ἡρακλέους λειπόμενος μηδὲ Διονύσου νομισθεὶς εἶναι χείρων, ὁ τῆς οἰκουμένης τὸ μέγιστον καὶ πλεῖστον μέρος μιᾷ χειρὶ Διὸς παῖς ὄντως 247 χειρωσάμενος, ἐπιτηδειότατον χῶρον τοῦτον ὑπολαβών, μεγίστην πόλιν καὶ ὁμώνυμον αὐτῷ κατασκευάσας, εἰς ταύτην τὴν ἡμετέραν ἢγειρε. μετὰ ταῦτα ἐρεῖς καὶ περὶ τῆς πόλεως, ὅπως καὶ αὐτὴ ἐν μέσῃ τῇ χώρᾳ κεῖται ἢ μικρὸν ἐπικλίνει πρὸς τὴν θάλασσαν, εἶθʼ ἑξῆς ὥσπερ ἔχει σύμπασα ἡ διαίρεσις.

ΠΕΡΙ ΛΑΛΙΑΣ.

Paragraph 1

4 Τὸ τῆς λαλιᾶς εἶδος χρηησιρῶτατόν ἐστιν ἀνδρὶ σοφιστῇ, καὶ ἔοικε δύο εἴδεσι τῆς ῥητορικῆς ὑποπίπτειν τῷ τε ὅυμβουλευτικῷ καὶ τῷ ἐπιδεικτικῷ· πληροῖ γὰρ ἑκατέρου τὴν χρείαν· καὶ γὰρ ἄρχοντας ἐὰν ἐγκωμιάσαι βουλώμεθα, πολλῶν ἐγκωμίων παρέχει τὴν ἀφθονίαν· καὶ γὰρ δικαιοσύνην αὐτῷ καὶ φρόνησιν καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς λαλιᾶς καταμηνύειν δυνάμεθα. καὶ μὴν καὶ συυβουλεῦσαι διὰ λαλιᾶς ὅλῃ τῇ πόλει καὶ ἀκροαταῖς πᾶσι καὶ ἄρχοντι, εἰ βουλοίμεθα, προσδραμόντι πρὸς τὴν ἀκρόασιν ῥᾴδιον. καὶ μὴν καὶ αὐτῷ καταμηνῦσαί τινα ὀργὴν ἢ λύπην ἢ καὶ ἡδονὴν πρὸς τοὺς ἀκροατὰς διὰ λαλιᾶς οὐ κεκώλυται, ἔξεστι δὲ καὶ σχηματίσαι διάνοιαν ὅλην ἢ ἀποσκώπτοντα ἢ κωμῳδεῖν ἐπιχειροῦντα, ἦθός τινος προαιρούμενον, ἢ ψέγοντα βίον, ἢ ἄλλο τι τῶν 248 τοιούτων. εἰπόντες δὲ τούτων παραδείγματα πειρασόμεθα καὶ περὶ τῶν ὑπολοίπων τοῦ γένους διεξελθεῖν.

Paragraph 2

Ἄρχοντός τινος ἔθνους διὰ λαλιᾶς πρόκειται ἡμῖν ἐγκώμιον. οὐκοῦν ζητήσομεν ὁποῖός ἐστι περὶ βασιλέας, ὁποῖός ἐστι περὶ κατασκευὰς τῶν πόλεων, καὶ τῶν δημοσίων οἰκοδομημάτων, καὶ περὶ τὰς κρίσεις τῶν ἰδιωτῶν, ὁποῖος δὲ καὶ καθʼ ἑαυτὸν τὸν τρόπον, ὁμιλητικὸς πρᾷος ἢ τοὐναντίον αὐστηρὸς καὶ κατεστυμμένος. οὐκοῦν ληψόμεθα πρὸς τοῦτο τὸ παράδειγμα ἱστορίαν ἀρχαίαν ἢ πλάσαντες αὐτοί, ἵνα μὴ δοκῶμεν γυμνοῖς αὐτοῖς τοῖς πράγμασιν ἐγχειρεῖν· οὐ γὰρ ἔχει τοῦτο ἡδονήν· χαίρει γὰρ τὸ τῆς λαλιᾶς εἶδος τῇ γλυκύτητι καὶ τῇ τῶν διηγημάτων ἁβρότητι. παραγένοιτο δʼ ἂν ἡ γλυκύτης τῶν λόγων, εἰ παραδείγματα λέγοιμεν διʼ ὧν ἐμφανιοῦμεν ὃ προαιρούμεθα, ἱστορίας ἡδίστας τοῖς ἀκροαταῖς μαθεῖν ἐκλεγόμενοι, οἷον περὶ θεῶν, ὅτι καὶ θεοὶ πεφύκασιν ἐπιμελεῖσθαι τῶν ἀνθρώπων, οἷον εἰ Ἡρακλέους…

Paragraph 3

Συμβουλεύσει…

The complete text is available when the reading interface loads.