The Greek Library Catalogue

Anonymous

Etymologicum

Edition reference
Etymologicum, ed. F. W. Sturz, Orionis Thebani etymologicon, Leipzig: Weigel, 1820 (repr. Hildesheim: Olms, 1973): 1–172.
CTS identifier
urn:cts:greekLit:tlg2591.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

{ΩΡΙΩΝΟΣ ΘΗΒΑΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙΣΑΡΕΙΑΣ

ΠΕΡΙ ΕΤΥΜΟΛΟΓΙΩΝ.}

alpha

1

<Ἀγαθόν> παρὰ τὸ ἄγαν θεῖν ἡμᾶς εἰς αὐτὸ, οἷον

ἐφ' ᾧ ἄγαν θέομεν. ἔνθεν οὐ λέγομεν ἀγαθώτερος,

οὔτε ἀγαθώτατος, ὡς ἐγκειμένου ἐπιτατικοῦ μορίου

τοῦ ἄγαν, ἵνα μὴ γένωνται ἐν αὐτῷ δύο ἐπιτάσεις,

ἀπό τε τοῦ ἄγαν, καὶ τῆς παραγωγῆς τῆς διὰ τοῦ

τ̅ε̅ρ̅ο̅ς̅, ἀλλὰ ῥητέον, μᾶλλον ἀγαθὸς τοῦδε ὅδε.

<Ἀρετή>· αἱρετή τις οὖσα, ἣν αἱροῦνται πάντες· οὕτω

Δίδυμος ἐν Ὑπομνήματι. ὁ δὲ Ἡρακλείδης κατὰ

μετάθεσιν στοιχείων, ἐρατή τις οὖσα, ἡ ἐπέραστος

κτῆσις· ὡς δὲ ἄλλοι, ἀρεστή, καὶ ἀποβολῇ τοῦ σίγμα,

ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα.

2

<Ἄφενος>· Ὅμηρος οὐδετέρως, „ἄφενος καὶ πλοῦτον

ἀφύξειν·“ ἄφενος οὖν βαρυτόνως ὁ πλοῦτος· ὀξυτόνως

δὲ ἀφενός, ὁ ἄνθρωπος ὁ μετέχων τοῦ ἀφένου· ὡς

ἀσφόδελος καὶ ἀσφοδελός. ἀσφόδελος λέγομεν βαρυ-

τόνως τὴν βοτάνην· ἀσφοδελός δὲ ὁ τόπος ὁ περιέχων

τὴν ἀσφόδελον ὀξυτόνως· ὡς Ὅμηρος φησί, ”κατ' ἀ-

σφοδελὸν λειμῶνα,” τὸν τόπον δηλῶν. ἀφενεός

οὖν καὶ ἀφενός, καὶ ἐν πλεονασμῷ τοῦ ι̅ ἀφενειός,

καὶ συγκοπῇ ἀφνειός, ὡς ἀδελφεός, καὶ ἀδελφειός.

<Αὖος>, ὁ ξηρός, ἀπὸ τοῦ ὕω· ἀΰω, ἄϋος, καὶ κατὰ συν-

αίρεσιν αὖος, ὁ μὴ ὑγρός· οὕτως Ἀπολλώνιος ἐν

τῷ Ῥηματικῷ.

3

<Ἀπερείσια>, ὧν πέρας οὐκ ἔστιν.

<Ἄναυρος>, ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός· διὰ τὸ

μὴ ἔχειν αὔρας.

<Ἄνθος>, παρὰ τὸ ἄνω θεῖν ἐν τῇ αὐξήσει· οὐκ ἀναστρέ-

φουσι δὲ αἱ ἐτυμολογίαι ..... ἡ γὰρ δίκταμνος βοτά-

νη καιομένη ἀπελαύνει τοὺς ὄφεις, καὶ οὐδέποτε ἂν κλη-

θείη ἔλαφος.

<Ἀγαυός>, παρὰ τὸ ἄγαμαι, ἀγαός, καὶ πλεονασμῷ Αἰολι-

κῷ τοῦ υ̅, ἀγαυός. ὁ δὲ τόνος τοῦ ἀγαυός, οὐκ Αἰ-

ολικῶς, ὡς ναός, ναυός.

<Ἁβρός>, ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βάρους·

οὕτως ἐν Ὑπομνήματι Ἀνακρέοντος εὗρον. παρὰ τὸ

ἄνευ βίας αἴρεσθαι, καὶ ὀρύττεσθαι· οὕτως ἐν Ὑπομνή-

ματι Σαπφοῦς.

<Ἀκέων>, παρὰ τὸ μὴ χαίνειν, ἀφ' οὗ τὸ ἡσυχάζειν·

τὸ δὲ ἀκέων, εἰ καὶ θηλυκὸν παρασχηματισμὸν ἔχει,

4

„ἡ δ' ἀκέους' ἀπεβήσατο,“ ἀλλὰ καὶ ὡς ἐπίῤῥημα

πληθυντικῶς εἴρηται τὸ ἀκέων.

<Ἄχος>, παρὰ τὸ μὴ διαχεῖσθαι, ἀλλὰ συνέχεσθαι τὴν

ψυχὴν ἐν τῇ λύπῃ· ὅθεν τὸ χαίρειν εἴρηται, πα-

ρὰ τὸ διαχεῖσθαι ὑπὸ τῆς χαρᾶς. ἢ ὃ μὴ ἐθέλει

τὶς ἔχειν. ἔχει αὐτὸς ἄχος.

<Ἄρνυσθαι>, καταλλάττεσθαι· ἐπὶ τὸ τῆς χρήσεως τοῦ

ἀργυρίου. διὰ τῶν ἀρνῶν τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ πά-

λαι, καὶ διὰ τῶν ἄλλων ζώων· ὕστερον δὲ δι' ἀργυ-

ρίου, ὡς καὶ Ὅμηρος·

Ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ,

..............

ἄλλοι δ' ἀνδραπόδεσσιν.

<Ἀταρτηρός>, παρὰ τὴν ἄτην ἀτηρός, καὶ διπλασιασμῷ,

ἀταρτηρός.

<Ἀπούρας>, ἀπὸ τῶν τοῦ ὅρους ἀποσπώντων, ἀπουρίσας,

καὶ συγκοπῇ ἀπούρας.

5

<Ἀτρεκές>, ὃ μηδεὶς παρατρέχει. ὅθεν οἱ Δωριεῖς ἀτρε-

χὲς λέγουσι.

<Ἀμφισβητεῖν>, ἀπὸ τοῦ χωρὶς βαίνειν, ὃ ἐστὶ μὴ συμφω-

νεῖν, μήτε συμβαίνειν.

<Αἰγίς>, οὐχ, ὥς τινες, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς, ἀλλ' ἀ-

πὸ τοῦ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην. αἰγί-

δες, καὶ καταιγίδες, αἱ τῶν ἀνέμων σφοδραὶ πνοαί.

<Ἄρουραν>, παρὰ τὸ ἀροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι αὐ-

τὴν γεωργουμένην. κυρίως δὲ ἡ πρασορὰν καὶ

ἀροτρίασιν ἐπιτηδείαν.

<Ἀθέσφατον>, ἀθέφατον ἀντὶ τοῦ πολύ, καὶ πλεονασμῷ

τοῦ σ̅.

<Ἄελλα>, ἡ ἄγαν εἰλοῦσα. ἢ παρὰ τὸ ἄω τὸ πνέω·

ἀφ' οὗ τὸ ἄημι καὶ μετοχικὸν ἀέντες, ἀέσω, οὖν ἄε-

λα, καὶ πλεονασμῷ τοῦ λ̅, ἄελλα.

<Ἀγέρωχος>, ὁ ἄγαν γερουχῶν, ὡς εἶναι τὸ α̅ ἐπιτατι-

κόν. ἐπὶ δὲ τῶν Ῥοδίων ἀγερώχων, παρὰ τὸ ἐπεισ-

άκτω κεχρῆσθαι τροφῇ.

<Αἶψα>, εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ἢ βλάψαι· διὰ

δὲ τοῦ βλάψαι, καὶ ἐμποδίζειν ἀνάγκη. τὸ δὲ ἀνεμπό-

διστον ταχὺ γίνεται καὶ εὐκίνητον ἐστίν.

<Αἰπόλος>, ὁ περὶ τὰ ἔπη εἰλούμενος, ἃ ἐστὶν ὄρη, ὃ

6

ἐστὶν αἰπόλος· ἢ περὶ τὰς αἶγας ἀναστρεφόμενος, οἷον

αἰπόλος.

<Ἄτη>, ὥς τινες κατὰ στέρησιν τοῦ α̅ ἀάτη βούλονται

εἶναι· τὴν μὲν εὐῶσαν πληρῶσαι ἀγαθὴν εἶναι· ἆσαι

γὰρ τὸ πληρῶσαι καὶ κορέσαι. ἐστὶ δὲ καὶ ἀπὸ τοῦ ἄω.

ῥήματος δευτέρας συζυγίας, τὸ ἄσαι δηλοῦντος, τὸ

βλάψαι.

<Αἰγιαλός>, παρὰ τὸ τὴν ἅλα ἐκεῖ κλᾶσθαι· ἄξαι γὰρ τὸ

κλᾶσαι.

<Ἀλαλητός>, παρὰ τὸ ἀλάλην, ἣ ἐστὶν ἔναρθρος φω-

νή· κατὰ στέρησιν τοῦ λαλεῖν· ἢ κατ' ἐπίτασιν τοῦ

λαλεῖν· οἷον πολύλαλος, θορυβώδης φωνή.

<Ἀλυσκάζειν>, τὸ φεύγειν· παρὰ τὴν ἄλην. οἱ γὰρ φεύ-

γοντες ἀλῶνται.

<Ἀλύειν>, τὸ ἀπορεῖν τὴν ψυχὴν, καὶ ἐν πλάνῃ εἶναι· ἢ

παρὰ τὸ ἀλύτως αὐτὴν ἔχειν καὶ συνδεδεμένως. ὁτὲ δὲ

ἐπὶ τοῦ χαίρειν·

Ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλύοντα.

παρὰ τὸ ἄγαν λελύσθαι αὐτὴν καὶ διακεχύσθαι· τοῦ α̅

ἐπίτασιν δηλοῦντος.

<Ἀσκός>, ἀσκός τις ὢν, ὁ ὑγιὴς καὶ ἐσχισμένος, πα-

ρὰ τροπὴν τοῦ χ̅ εἰς κ̅· καὶ τὸ ἀσκηθείς ἐντεῦ-

7

θεν, ὁ καὶ ἀβλαβής, ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ, κατὰ

τὸ ἕτοιμον, ἢ τὸ ἀληθές.

<Ἀβληχρόν>, δύναται τὸ α̅ κατ' ἐπίτασιν σφόδρα ἀσθενές·

βληχρὸν γὰρ τὸ ἀσθενές, ἀπὸ τῆς τῶν προβάτων φω-

νῆς· τὸ γὰρ βληχρὸν ἐπ' αὐτῶν εἴρηται. πολλάκις δὲ

καὶ ἐπὶ τοῦ ἰσχυροῦ τάττεται τὸ βληχρὸν, ὡς εἶναι

παρὰ τὸ βάλλειν εἰς γῆν. ποτὲ δὲ καὶ τὸ ἀναιρεῖν,

ὡς δύνασθαι τὸ ἀσθενὲς δηλοῦν, καὶ πάλιν τὸ ἰσχυ-

ρόν, τοῦ α̅ ἀναίρεσιν καὶ ἐπίτασιν δηλοῦντος. οὕτως

εὗρον ἐν τῷ περὶ Παθῶν Ἡρωδιανοῦ.

<Ἄλθετο>, ἐθεραπεύετο. ἀπὸ τοῦ ἀλδαίνω, τὸ αὐξάνω.

<Ἄχνη>, τὸ λεπτότατον τῶν ἀχύρων, ὧν οὐκ ἄν τις ἔχε-

σθαι δύναται διὰ τὴν σμικρότητα.

<Ἀχυρμιαί>, οἱ τόποι τῶν ἀχύρων, οἷον ἀχυριαί τινες οὖ-

σαι, καὶ πλεονασμῷ τοῦ μ̅, ἀχυρμιαί.

<Ἅλιον>, τὸ μάταιον, τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ

ἀφανιζόμενον, ἢ παρὰ τὴν ἅλα· ἀπὸ τοῦ εὐχρη-

στεῖν εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ.

<Ἀντίβιον>, παρὰ τὸ τὴν βίαν εἰς τὸ ἐναντίον ἐνεγκεῖν

τὸν μαχόμενον.

<Ἀντιβολῆσαι>· οἷον ἀντιμολῆσαι· κατὰ μετάθεσιν τοῦ μ̅

εἰς τὸ β̅.

<Ἀμφιλύκη>, κατὰ τροπὴν τοῦ γ̅ εἰς τὸ κ̅· λυγαῖον γὰρ

τὸ σκοτεινόν. παρὰ τὸ λύειν, ἢ μὴ ἐὰν συστῆναι

τὴν αὐγήν. οὕτως εὗρον .... καὶ ἡ λύγη ἡ σκιὰ

ἡ λύουσα τὴν αὐγήν.

<Ἀσχαλάαν>, τὸ ἀπορεῖν, ἀπὸ τοῦ μὴ εἶναι ἐν σχολάσμα-

τι, οἷον ἀσχαλάαν καὶ διαχεῖσθαι τὴν ψυχήν.

<Ἀτυχθείς>, ἀντὶ τοῦ ἀτυχείς, οὐ βουλόμενος τυχεῖν,

8

ἀλλ' ἀποτρεφόμενος εἰς τὸ διαμαρτάνειν τοῦ ἀποτρέ-

χοντος.

<Ἀκήν>, ..... ἐν τῷ ἀκμαιοτάτῳ τῆς σιωπῆς ἐγέ-

νοντο· ἀκὴ γὰρ ἡ ἀκμή.

<Ἀζηχές>, παρὰ τὸ ἄδδην, κατὰ συγγένειαν τοῦ ζ̅ πρὸς

τὸ δ̅.

<Ἀπεκαίνυτο>, ἐνίκησε· παρὰ τὸ τοὺς ἰκῶντας αἴνυσθαι

καὶ λαμβάνειν ἔπαθλον· οἱ δὲ παρὰ τὸ καίνειν καὶ

φονεύειν· ὥστε κυρίως τὸ ἀπεκαίνυτο ἐπὶ τῶν ἀγωνι-

ζομένων.

<Ἀλδαίνειν>, παρὰ τὸ ἅλλεσθαι καὶ πηδᾷν κατὰ τὴν αὔξησιν.

<Ἀκιδνοί>, παρὰ τὸ μὴ κίειν δι' ἀσθένειαν. οὕτως Ἡρωδια-

νὸς ἐν Ἐπιμερισμοῖς. δύναται καὶ παρὰ τὸ αἰκίζω αἰ-

κιδνός, καὶ ἀποβολῇ τοῦ ι̅ ἀκιδνόν, τὸ ἀκισμένον καὶ

εὐτελές. ὁ μὴ κο νημένος ἀκινός τις ὢν, καὶ πλεο-

νασμῷ ου γνός.

<Ἅψεα> ἀπὸ τοῦ ἅπτεσθαι ἀλλήλων τὰ μέλη, ἀπὸ ῥή-

ματος τοῦ ἅπτω, ἅψω, τὸ ἅψος· καὶ ἅψεα πληθυντικῶς.

<Αἱμασιά>, ἀπὸ τοῦ αἱμάσσεσθαι τοὺς ὑπερβαίνοντας τὰς

ἀκάνθας.

<Ἄλεισον>, τὸ ποτήριον· ἐκ τοῦ ἄλεσιν καὶ ἀθρόον ποι-

εῖν· οὕτως ἐν Ὑπομνήματι εὗρον Ὀδυσσείας.

<Ἄμυστις>, ἐξ ἧς ἐστὶν ἅμα πιεῖν ἡ φιάλη χωρὶς τοῦ δα-

πνεῦσαι. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἀριστοφανί-

κου.

<Αἶσα>, ἡ ἀεὶ οὖσα ἴση, καὶ μὴ μεταβαλλομένη

<Ἀρνεῖσθαι>, ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραι-

τήσει.

<Ἀράχνια>, παρὰ τὸ ἀναῤῥιχᾶσθαι εἴρηται· ἢ παρὰ

9

τὸ τὴν ἀραιότητα· ἀραιὸν δὲ τὸ λεπτόν. οὕτως εὗ-

ρον ἐν Ὑπομνήματι εἰς τὴν Ὀδύσσειαν.

<Αἰπύς>, ὁ χαλεπὸς καὶ σκληρός· παρὰ τὸ αἶπος, τὸ ἀκρω-

τήριον, τὸ τραχύ.

<Αἰπὰ> ῥέεθρα, παρὰ τὸ αἰπὺ αἰπέα· ὅθεν τὸ α̅ βραχύ.

αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα· ἀπὸ μεταφορᾶς τῶν ἀ-

κρωρειῶν· αἶπος γὰρ τὸ ἀκρώρειον.

<Ἀθερίζειν>, ἀπὸ τῶν ἀθέρων, ἢ ἀπὸ τῶν θερίζεσθαι

μὴ δυναμένων καρπῶν διὰ σμικρότητα. ἀθερίζειν οὖν,

τὸ ἐξευτελίζειν, καὶ σμικρύνειν.

<Ἄμη>, τὸ σκαφεῖον· παρὰ τὸ ἀθροῖσαι καὶ ἐπισπᾶν·

ἔνθεν καὶ τὸ ἀμήσατο παρὰ τῷ Ποιητῇ ἐπὶ τοῦ θε-

ρίζειν, παρὰ τὸ ὁμοῦ ἐπισπᾶν.

<Ἀσκελὲς> τὸ σκιῤῥόν· παρὰ τὸ ἄγαν ἐσκληκέναι· ὅθεν

καὶ σκέλος εἴρηται τὸ ἄγαν ἐσκληκός· καὶ Ἀσκληπιός,

ὁ μὴ ἐῶν ἐσκληκέναι, ἤτοι ξηραίνεσθαι καὶ ἀποθα-

νεῖν τῶν θεραπευομένων τὰ σώματα.

<Ἀθηρῆ> λοιγόν, τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζου-

σιν, ἤτοι τὸ τοὺς ἀθέρας συλλέγον.

10

<Ἀποβρίξαι>, ἀπὸ τοῦ τὴν βορὰν καὶ τοῦ ἵζειν καὶ κα-

τανεύειν· ὥστε κυρίως τὸ ἀποβορᾶς νυστάζειν. οἱ

δὲ παρὰ τὸ βρί. βαρύνονται γὰρ οἱ εἰς ὕπνον κατα-

φερόμενοι.

<Ἀλαᾶσαι>, παρὰ τὴν ἄλην· οἱ γὰρ τυφλώττοντες ἀλῶν-

ται. ἢ κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν.

<Ἀλωή>, τὸ σύνδενδρον χωρίον, παρὰ τὴν ἄλσιν καὶ

τὴν αὔξησιν· ὅθεν ἴσως καὶ τὸ ἄλσος.

<Ἀκτή>, ἐπὶ τοῦ καρποῦ, παρὰ τὸ κτεαχθῆναι, τῷ ἀλή-

θεσθαι. ἐπὶ δὲ τοῦ παραθαλασσίου τόπου, παρὰ τὸ

κατάγνυσθαι εἰς αὐτὴν τὰ κύματα.

<Ἀμαυρόν>, τὸ μὴ ὁρώμενον, ἢ τὸ μετὰ αὔρας φερόμενον.

ὁ δὲ Φιλόξενος φησί, παρὰ τὸ μαίρω, τὸ λάμπω, ὅθεν

μαρμαίρω, ὡς καίω καύσω, καὶ κλαίω κλαύσω· οὕτω

καὶ παρὰ τὸ μαρμαίρω· κατὰ στέρησιν ἀμαυρός.

<Ἀσάμινθος>, ἡ λεκάνη, παρὰ τὸ ἄσην τοῦ σώματος μι-

νύθειν· τουτέστι τὸν ῥύπον.

<Ἄμπελος>, παρὰ τὸ ἄνω πελάζειν· οἷον ἀνάπελός τις

οὖσα.

11

<Ἀποφώλια>, ἀπαίδευτα· φωλεὰ γὰρ τὰ παιδευτήρια ἔλε-

γον· παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ ἐνδιατρίβειν. κυ-

ρίως δὲ φωλεὸς ὁ σκοτεινὸς τόπος, παρὰ τὸ ἀπολωλέ-

ναι τὸ φῶς ἐκεῖ.

<Αὖον>, τὸ πρὸς αὔην καὶ καῦσιν ἐπιτήδειον.

<Ἀρά>, παρὰ τὸ ἐν τῷ ἀρᾶσθαι εἰς οὐρανὸν ἐκτείνειν **

τὰς χεῖρας.

<Ἀχλύς>, ἡ ἄγαν εἰλύουσα καὶ ἀποκρύπτουσα τὰ ὁρᾶ-

σθαι μέλλοντα.

<Ἄπιος>, ἡ ἥκιστα πίνουσα ὀπώρα. ἥδεται γὰρ ξηρᾷ γῇ

ἡ τοιαύτη ὀπώρα. ἔστι δὲ ὀπώρα οὕτω λεγομένη.

<Ἀφλοισμός>, ἀφρὸς, οἱονεὶ ἀφρασμός.

<Ἀκήν>, παρὰ τὴν ἄγην, τὴν ἔκπληξιν, ἥτις οἶδε ποιεῖν

ἀφωνίαν· τροπῇ οὖν τοῦ γ̅ εἰς κ̅, ὡς λυκόφως παρὰ

τὸ λύγον τὸ σκοτεινόν. τινὲς δὲ παρὰ τὸ μὴ χαίνειν,

τροπῇ τοῦ χ̅ εἰς κ̅.

<Ἀτύζεσθαι>, ταράττεσθαι· παρὰ τὸ ἐν ἄτῃ ταράττεσθαι.

<Ἄμυδις>, Αἰολικῶς· παρὰ γὰρ τὸ ἅμαδις καὶ ἄμυδις, τροπῇ

τοῦ α̅ εἰς υ̅ κατ' Αἰολεῖς, ὡς σάρκες, σύρκες.

<Ἄντυγες>, αἱ ἀνωτάτω τοῦ ἅρματος τετυγμέναι· καὶ γὰρ

καὶ ἡ εἰς τὸ κάτω τετυγμένη καταίτυξ καλεῖται.

<Ἀμάρα>, τὸ ὑδραγώγιον τὸ ἐπὶ τοῦ ἐδάφους· διὰ τὸ περὶ

τὰς αἱμασιὰς ῥεῖν· ἢ ὅτι οὐκ ἐᾷ τὰ παραπεφυτευμένα

αὐτῇ μαραίνεσθαι.

<Ἀράβησεν>, κυρίως ἐπὶ τῆς ἔρας βοή ἐράβησε, καὶ

12

τροπῇ τοῦ ε̅ εἰς α̅ ἀράβησε. καταχρηστικῶς δὲ ἐπὶ

τοῦ ἄρεας.

<Ἄκος>, κυρίως τὸ, σιδήρῳ θεραπεύεις εἰς ἀκὴν ἀπο-

ξυμμένῳ· ἔνθεν καὶ τὸν ἰατρὸν Φρύγες ἀκεστὴν λέ-

γουσι. τὴν δὲ διὰ τῶν ὀξειῶν ῥαφιδίων ἰωμένην τὰς

τῶν ἱματίων λακίδας ἀκέστριαν Ἀθηναῖοι καλοῦσιν.

<Ἀσφάραγον>, τὸν βρόχον, ἀπὸ τῆς ἐν τῷ λαλεῖν δια-

στάσεως. τὸ γὰρ διατείνεσθαι σφαραγεῖν ἔλεγον.

οὔθατα γὰρ σφαραγεῖν τὸ, ὥστε τὸ α̅ κατ' ἐπίτα-

σιν λαμβάνεσθαι. δύναται δὲ τὸ σφαγεῖν μετάθε-

σιν ἔχειν τοῦ π̅ εἰς φ̅. παρὰ τὸ σπᾶν, ὃ ἐστὶ διατεί-

νεσθαι.

<Ἀφάρτεροι>, ταχύτεροι. παρὰ τὸ ἄφαρ. ἔνθεν Ἀλεξαν-

δρεῖς ἀφαρὶ λέγουσι τὸ ἐσπουδασμένως καὶ ἀπερι-

σκέπτως.

<Αἱμύλος>, ὁ πανοῦργος. παρὰ τὸ δαίω, δαίσω, δαίμων ὁ

ἔμπειρος, καὶ ἀποβολῇ τοῦ δ̅ αἵμων. Ὅμηρος φησίν

αἵμονα θήρης τούτου ὑποκοριστικόν, αἱμύλος· αἱμύλιος

κτητικόν. αἱμυλίοισι λόγοις, ἀντὶ τοῦ ἐμπείροις καὶ

συνετοῖς.

<Ἄνεμοι>, οἱονεὶ ἀμενοί τινες, οἱ μὴ μένοντες, καὶ τροπῇ

τοῦ ν̅ εἰς μ̅ ἄνεμοι· μᾶλλον δὲ μεταθέσει τοῦ

στοιχείου· οἱ μὴ ἠρεμοῦντες, μηδὲ ἐν ταὐτῷ μέ-

νοντες.

13

<Ἀπηλεγέως>, ἤτοι ἁπλῆ, ἀπληγέως, καὶ ἁπελῶς, ἢ ἀπο-

λεγέως, ἀφροντίστως· παρὰ τὸ μὴ λέγειν.

<Ἄμαθος>, ἡ τῆς πεδιάδος, ἧς οὐκ ἔστι μαθεῖν μέτρον

καὶ ἀριθμόν.

<Ἀλκύων>, παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν.

<Ἀσύφηλον>, παρὰ τὸ ἆσαι καὶ φηλῶσαι, ἤτοι κακῶ-

σαι, ἢ ἀπαίδευτον καὶ ἀνόητον· καὶ Αἰολικῶς ἀσύφε-

λον, ὡς ὄνομα, ὄνυμα.

<Ἀβροτάξομεν>, κυρίως ἐπὶ τῶν τοξοτῶν τὸ ἀποτυχεῖν, παρὰ

τὸ βροτοῦ μὴ τυχεῖν.

<Ἀφυσγετόν>, μετὰ πλεονασμοῦ τοῦ σ̅, τὸν μὴ ἀναφεύ-

γοντα· ἀ ῥεύματος φερόμενον· ἢ ἀπὸ τοῦ κατα-

φερόμενα· συναφὴν ποιεῖν καὶ μὴ χωρίζεσθαι, ἢ πα-

ρὰ τὸ ἀφύσσεσθαι· ἀπὸ τοῦ ῥεύματος.

<Ἁλῶναι>, ἐπὶ τῶν ἰχθύων, παρὰ τὸ ἐν ἁλὶ ληφθῆναι.

<Ἀμέρδω>, τὸ ἀφαιρεῖσθαι καὶ στέρεσθαι. κυρίως δὲ τὸ

μερίδος ... οὗτινος οὖν στέρεσθαι. κυρίως ἀμε-

ρίζειν· καὶ τροπῇ τοῦ ζ̅ εἰς δ̅.

<Αὐλός>, παρὰ τὸ αὖσαι καὶ φωνῆσαι· αὖε δ' Ἄρης. πα-

ρὰ τὸ ἄω τὸ πνέω καὶ πλεονασμῷ τοῦ υ̅.

<Ἀστεροπή>, κατὰ πλεονασμὸν τοῦ α̅· εἴρηται γὰρ παρὰ

τὸ στεριάκειν τοὺς ὦπας τὸ ὁρᾶν διὰ τῆς ἀντιτύπο-

σης λαμπηδόνος.

<Ἀζηχής>, ἀπὸ τοῦ ἄζη, ἣ ἐστὶ ξηρασία, ἐναντία τοῖς

θάλουσι καὶ χλωροῖς, κατὰ στέρησιν τοῦ ζῆν· τὰ

γὰρ ζῶντα καὶ χλωρὰ ἐστὶν, ὡς ἐπὶ δένδρων. κατα-

στρέφει οὖν εἰς τὰ σκληρά. οἱ δὲ ἀντὶ τοῦ ἀδια-

λείπτως, παρὰ τὸ ἄδην, ἀδηχὴς καὶ ἀζηχής.

<Ἀσπαστός>, ὃ ἄν τις πρὸς ἑαυτὸν σπάσαιτο, ἵν' ᾖ

κατ' ἐπίτασιν.

14

<Ἀγαυρός>, παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι. ἢ παρὰ τὸ

γαίων, τὸ γαυριῶν· ἢ παρὰ τὸ ἄγην τὴν ἔκπληξιν,

ἀγηρός. οὕτως εὗρον ἐν τῷ περὶ Παθῶν Ἡρωδιανοῦ.

<Ἄῤῥην>, τὸ πρόβατον, παρὰ τὸ ἀρῶμαι· τὸ εἰς θυσίαν

καὶ εὐχὴν ἐπιτήδειον. κατὰ δὲ ἀποβολὴν ῥήν, καὶ

σύνθετον πολύῤῥην. ἡ δὲ γενικὴ ἀῤῥῆνος καὶ συγκο-

πῇ ἀρνός. τὸ δὲ ἀρᾶσθαι ἐπὶ τοῦ εὔχεσθαι.

<Αἰώρα>, ἐκ τοῦ αἴρω, τὸ ἐπαίρω, αἶρα, καὶ αἰώρα.

<Ἀμβλύς>, ὁ μὴ εὐθετῶν εἰς πόλεμον. ἀμωλύς· καὶ ὡς

ἵππος ἱππύς· καὶ μῶλος μωλύς. καὶ κατὰ στέρησιν

ἀμωλύς· καὶ συγκοπῇ ἀμβλὺς πλεονασμῷ τοῦ β̅.

<Αὖρα>, παρώνυμον κατὰ ἀναστροφὴν, ἀπὸ ἀρσενικοῦ εἰς

θηλυκόν· ὡς ξυστὴρ, ξύστρα· γαστὴρ, γάστρα· καὶ

ἀὴρ, ἄρα, καὶ πλεονασμῷ τοῦ υ̅ αὖρα· ὡς αἱ γράες,

γραῦς· αἱ νάες, ναῦς.

<Ἀνάγκη>· ἀνάσσω, ἀνάξω· ἀνάγκη πλεονασμῷ τοῦ γ̅.

<Ἄγγος>· ἄγω τὸ φέρω, ἄγος, καὶ πλεονασμῷ τοῦ γ̅ ἄγ-

γος, ἐν ᾧ τὶς ἄγεται.

<Ἀγρός>, παρὰ τὴν ἄγραν ἐν ᾧ γίνεται· ἢ παρὰ τὸ ἀρῶ,

ἀρὸς καὶ ἀγρὸς, πλεονασμῷ τοῦ γ̅.

<Ἀβλεμέως>, πλεονασμῷ τοῦ β̅, οἷον ἀμελῶς, ὑπέρθεσις

ἀλεμέως, καὶ ἐπένθεσις τοῦ β̅, ἀβλεμέως.

<Ἀκμή>, παρὰ τὸ ἀκὴ, καὶ πλεονασμῷ τοῦ μ̅, ἀκμή.

<Αὔριον>, πλεονασμῷ τοῦ ρ̅· ἐστὶ γὰρ παρὰ τὴν αὔω Αἰο-

λικῶς εἰρημένην φωνήν. οὕτω γὰρ λέγουσι τὴν ἠὼ αὔω·

τὴν αὔριον οὖν τὴν ἐπιοῦσαν ἡμέραν, αὔω, αὔϊον,

καὶ πλεονασμῷ τοῦ ρ̅, αὔριον.

<Ἀφορδία>, ὁ εἰς τὸ ἀποπατεῖν τόπος· πλεονασμῷ τοῦ ρ̅,

ἀφοδία ἀφορδία.

15

<Ἀφυσγετός>, ἀφύσσω, τὸ ἐπαντλῶ, καὶ ἐξ αὐτοῦ ἀφυ-

γετὸς καὶ ἀφυσγετός.

<Ἄγχειν>, παρὰ τὸ ἄγω· τί γὰρ ἐστὶ τὸ ἄγχειν ἢ τὸ

ἄγειν τὸν λάρυγγα καὶ συνάγειν;

<Ἀχανής>, παρὰ τὸ ἄγαν κεχηνέναι.

<Ἀκρίς>· ἡ μεγαλοκέφαλος, παρὰ τὸ ἄγαν ἄκραν εἶναι· οἱ

δὲ παρὰ τὸ τοὺς ἄκρους στάχυας νενέμεσθαι.

<Ἀσκληπιός>· παρὰ τὸ τὰ σκέλη ἤπια ποιεῖν, ἢ ἀπὸ

μέρους ὅλον τὸ σῶμα· ἀσκεληποιὸς οὖν ἐστὶ, καὶ συγ-

κοπῇ Ἀσκληπιός.

.... Ἔπαινος, παρὰ τὸ ἰαίνω, ἀποβολῇ τοῦ ι̅, αἶνος,

παρὰ τὸ διαχεῖν καὶ χαίρειν τὴν ψυχὴν τούτῳ. δύνα-

ται γὰρ καὶ ἐπὶ τοῦ μυθώδους καὶ παροιμιακοῦ λόγου·

ἰαινόμεθα γὰρ τῇ εὐηγήσει τῶν τοιούτων λόγων.

<Ἄστρον>, παρὰ τὸ αἴθω· ἄστρον, ἀποβολῇ τοῦ ι̅.

<Ἀμαλδῦναι>, παρὰ τὸ μαίρω· ὁ μέλλων μαρῶ· ἀφ' οὗ μα-

ραίνω· μεταθέσει τοῦ ρ̅ εἰς λ̅, μάλω· παράγωγον

ἀμαλύνω, καὶ πλεονασμῷ τοῦ δ̅, ἀμαλδύνω· κυρίως

τὸ διὰ πυρὸς ἀφανίσαι.

<Ἄνδηρα>, τὰ χώματα, καὶ τὰ χείλη τῶν ποταμῶν, πα-

ρὰ τὸ ἄνω εἶναι τῶν διερῶν.

<Αἰδοῖα>, ἀπὸ τοῦ ἀνοιδαίνειν ἐπὶ συνουσίαν ὀργῶντα·

οἷον ἀοιδοῖα τινὰ ὄντα, καὶ τροπῇ τοῦ ο̅, αἰδοῖα.

16

<Ἀστράγαλος>, ἀπὸ τοῦ ὀρθὴν καὶ ἀστραβῆ φυλάσσειν τὴν

βάσιν τοῦ ...... καὶ πλεονάσαντος τοῦ ρ̅, ἀστρά-

γαλος· οὐ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονώς, ἀλλὰ

πρὸς τὸ κινεῖσθαι. ἐπεὶ δὲ τῶν ἄλλων ὀστέων τῶν

ἐπὶ τῷ νώτῳ. παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφε-

σθαι.

<Αἷμα>, παρὰ τὸ ἔσω, ὡς ἅμμα, καὶ δεσμὸς πάντων δυ-

ναστεύων· ὡς Ἐμπεδοκλῆς ὁ φιλόσοφος φησίν· αἷμα

γὰρ ἀνθρώποις περικάρδιον ἐστὶ νόημα.

<Ἄνθρωπος>, κατὰ Πλάτωνα παρὰ τὸ ἀθρεῖν καὶ νο-

εῖν ἃ δὴ ὄπωπε καὶ εἶδε· τῶν ἀλόγων μὴ λογιζομέ-

νων καὶ προνοουμένων. οὐ γὰρ ἂν ἰχθῦς εἰς κύρτον εἰς-

ῆλθεν, ὁρῶν ἄλλον κρατούμενον. οἱ δὲ παρὰ τὸ ἀνα-

κλῶντα τὴν ὄψιν ἄνω ἀθρεῖν· οἱ δὲ παρὰ τὸ ἔναρθρον

ἔχειν ἔπος, τουτέστι φωνήν.

<Ἄναξ>, ὁ ἄνω ἀΐσσων κατὰ δύναμιν τοῦ κρατεῖν.

<Ἀνήρ>, παρὰ τὸ ἄνω, ὃ ἐστὶν ἀνύω. πρακτικὸν γὰρ

ὁ ἀνὴρ, ἢ ἡ γυνή.

<Ἀνθερεών>, διὰ τὸ θορεῖν δι' αὐτοῦ τὸ πνεῦμα· ἢ οἷον

ἐνθερεών, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖ-

ται καὶ ἐν τῷ καταπίνειν ἀνατρέχει. ὡς δὲ ἄλλοι,

παρὰ τὴν ἄνθησιν τῶν τριχῶν.

17

<Αὐχήν>, ἀπὸ τῆς ἄνω τῆς κεφαλῆς νεύσεως, ἐπὶ τῶν

αὐθάδων, ἢ ἐπί τισιν αὐχούντων.

<Ἀρτηρία>, οἷον ἀεροτηρία, ἀπὸ τοῦ περιέχειν τὸ πνεῦμα

καὶ τηρεῖν. δύναται καὶ κατὰ μετάθεσιν τοῦ λ̅ εἰς ρ̅,

οἷον ἀλτηρία παρὰ τὴν ἄλσιν.

<Ἀγοστός>, ὁ ἄγαν ὀστώδης τόπος, ἢ διὰ τὸ ἐπάγεσθαι

καὶ ἐπίκαμειν τὴν χεῖρα.

<Ἀγκών>, ἀπὸ τοῦ κατ' αὐτὸν ἄγεσθαι τὴν χεῖρα, καὶ

οἷον ἄγνυσθαι· Χρύσιππος δὲ ἐγκὼν, ἀπὸ τοῦ ἐγκεῖ-

σθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον.

<Ἀράχις>, παρὰ τὸ μὴ δύνασθαι τινὰ κνήσασθαι τῇ

ἰδίᾳ χειρί, ὡς Ὅμηρος φησίν· κατάκνηστιν μέσα

νῶτα.

<Αἴγειρος>, παρὰ τὸ αἴρεσθαι εἰς ὕψος, καὶ αὔξεσθαι·

ὅθεν Ὅμηρος φησί· μακεδνῆς αἰγείροιο. οὕτως εὗρον

ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανοῦ.

<Ἄτρακτος>, ταράσσω ταρακτός· ἀτάρακτος, καὶ συγκοπῇ

ἄτρακτος.

<Ἄνω>, παρὰ τὸ ἀφανὲς ἀφανῶς ἔδει περισπωμένως· ἐξ-

έστι τὸ σ̅ καὶ μετέστη ὁ τόνος· ἐπειδὴ τὰ εἰς ω̅

λήγοντα ἐπιῤῥήματα δισσύλλαβα, μὴ ὄντα Δώρια, βα-

ρύνουνται· πόῤῥω, κάτω, ἔξω.

<Ἀστεροπή>, ὄπτω, ὀπτή, ἀστεροπτή· κατ' ἀποβολὴν

τοῦ τ̅ ἀστεροπή. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ Παθῶν.

<Ἄορες>, αἱ γυναῖκες, κατὰ ὑπέρθεσιν, παρὰ τὸ ἀορί-

ζειν· ἔνθεν καὶ τὸ ὁ ἄρων.

18

<Αἶρα>, ἡ σφύρα· Καλλίμαχος, αἰράων ἔργα διδα-

σκόμενος· παρὰ τὸ ῥαίω τὸ φθείρω· κατὰ Δωριέας

φθερῶ φθάρα, κατὰ ἀποβολὴν τοῦ φ̅θ̅.

<Ἀλλότριος>, πλεονασμῷ τοῦ τ̅. ἀλλοόριος γὰρ ἐστὶν ὁ ἄλ-

λων ὁρίων ὑπάρχων.

<Ἀνία>, ἀνίατος τὶς οὖσα, ἢ δυσίατος· τὸ γὰρ α̅ν̅ οὐ μόνον

στέρησιν δηλοῖ, ἀλλὰ καὶ τὸ δ̅υ̅ς̅.

<Ἀκριβής>, τινὲς παρὰ τὸ ἄχρι καὶ βαιόν.

<Ἀμφιτρίτη>, παρὰ τὸ τρεῖν, ὃ ἐστὶ φοβεῖσθαι· ἡ φοβε-

ρὰ τοῖς πλέουσιν.

<Ἀμείνων>, παρὰ τὸ μεῖον· ὁ μὴ ἐλάσσων τινός. ἐστὶ δὲ

πλεονασμῷ τοῦ ν̅, οἷον ἀμείων τις ὤν.

<Ἀρειή>· ἡ ἀπειλή, Ἄρεως γενικῆ· ἁρμόττει δὲ πο-

λεμικῷ προσώπῳ τὸ ἀπειλεῖν.

<Ἀτειρής>, παρὰ τὸ τέρεν τὸ ἁπαλὸν, τὸ εὐχερῶς τει-

ρόμενον.

<Ἄβαξ>, ὁ μὴ βάσιν ἔχων· καταχρηστικῶς δὲ ἐπὶ τοῦ

οἱουδήποτε σανιδίου.

<Ἀγρυπνία>, ἀϋπνία τὶς οὖσα, κατὰ πλεονασμὸν τῶν συμ-

φώνων τοῦ γ̅ρ̅. Ἀγρυπνία· οὕτως Ἡρωδιανός.

<Ἀχαῖα>, ἡ Δημήτηρ. μέμνηται τοῦ ὀνόματος Ἀριστο-

φάνης. εἴρηται δὲ ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ τὴν Περ-

σεφόνην. τινὲς δὲ ἀπὸ ἱστορίας τοιαύτης. τοῖς Τα-

ναγραίοις μεταστᾶσιν ἐκ τῆς Τανάγρας, ἐκέλευσε

κατ' ὄναρ ἡ Δημήτηρ φανεῖσα αὐτοῖς ἀκολουθῆσαι τῷ

19

γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσεως, ἐκεῖ πόλιν

κτίσαι. καὶ διόδευον ἀκούοντες ψόφον κυμβάλων

καὶ τυμπάνων. καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν,

ἔκτισαν πόλιν, καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος.

οὔτως εὗρον ἐν Ὑπομνήματι εἰς Ἀριστοφάνην.

<Ἄρης>, παρὰ τὴν ἀρὰν, τὴν βλάβην τὴν ἀπὸ τοῦ πολέμου.

<Ἀὴρ>, παρὰ τὸ ἠρτῆσθαι τοῦ αὔοντος, ὃ ἐστὶ καίοντος

αὐτὸν αἰθέρος. ἢ ἀπὸ τοῦ ἄειν καὶ πνεῖν. ἡ κίνησις

γὰρ αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ ἀπὸ τοῦ ἐν αὐτῷ τινὰ

ζῶα αἴρειν καὶ κουφίζειν.

<Ἀμβροσία>, ἡ τῶν θεῶν τροφὴ, ἧς βροτὸς οὐ μετέχει.

<Ἀγγεῖον>, ἀπὸ τοῦ διάγειν τὶ δι' αὐτῶν.

<Ἄγκη>, τὰ τῶν ὀρῶν κοιλώματα, ἀπὸ τοῦ συγκεκόφθαι,

καὶ συνδεῖσθαι.

<Ἀχλύς>, ἀπὸ τοῦ τὰς ὄψεις ὀχλεῖν καὶ λυπεῖν. οὕτως

Ἡρακλείδης ὁ Ποντικὸς ἐτυμολογεῖ.

<Ἀήτης>, ὁ ἄνεμος, παρὰ τὸ ἀεῖν καὶ πνεῖν. ἀῶ, ἀήσω,

ἀήτης. οὕτως Ἡσίοδος φησίν· διασκιδνᾶσιν ἀέντος.

<Ἀμνός>, στερητικὸν τοῦ α̅ ἔγκειται. ὁ ἐκ τοῦ μνοῦ

μεταβεβηκώς. μνοῦς δὲ λέγεται ἡ μαλακὴ θρὶξ ἡ ἐκ

γενετῆς παντὸς ζώου.

<Ἀσπάζεσθαι>, κατὰ στέρησιν τοῦ μὴ ἀποσπᾶν. ὁ γὰρ

διαλυόμενος ἀπὸ τινὸς καὶ ἐχθραίνων, ἀποσπᾷ ἑαυτὸν

ἀπ' αὐτοῦ. καὶ Ὅμηρος· ὁ δὲ δεξιτερὴν χεῖρα σπάσεν

Ἀντινόοιο.

<Ἄλα>, τὴν θάλασσαν, παρὰ τὸ ἅλις. ἀθρόον γὰρ ὕδωρ

ἐστίν.

<Ἀβροτάξαι>, κυρίως ἀπὸ τῶν ἐν τῷ πολέμῳ ἀποτυγχα-

νόντων βροτοῦ.

<Ἄτλας>, κατὰ στέρησιν τοῦ τλῆναι, τουτέστι κοπιᾶν.

<Ἀκολασία>, κατὰ στέρησιν ἔγκειται τοῦ α̅. παρὰ τὸ μὴ

κολάζεσθαι τὴν ἐπιθυμίαν, ὃ ἐστὶν ἐκκόπτεσθαι.

<Ἄνεως>, ἰά, ἡ φωνὴ, πλεονασμῷ τοῦ ω̅, ἰωή. ἀπὸ τοῦ

ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· καὶ κατὰ στέρησιν ἰέναι ἄνιος,

ὡς χῶρα ἄχωρος· μεταθέσει τοῦ ι̅ εἰς ε̅, ἄνεος, καὶ

20

<Ἀττικῶς> ἄνεως. δύναται καὶ παρὰ ῥῆμα τὸ αὔω, αὖε

δ' Ἄρης ἑτέρωθεν. ὄνομα ῥηματικὸν, ἄναυος, ἀπο-

βολῇ τοῦ υ̅, ἄναος, Ἀττικῶς ἄνεως. αὔω δὲ ἄναυος,

ὡς αὐδῶ ἄναυδος, φυτὼ νεόφυτος. οὕτως Ἀπολλώνιος

ἐν τῷ περὶ Ἐπιῤῥημάτων.

<Ἄχερδος>, βοτάνη ἣν οὐκ ἐστὶ τῇ χειρὶ ἑλεῖν. ἀκανθώ-

δης γάρ.

<Ἀμέρδω>, μείρω, μερίζω, ἀμέρω, καὶ πλεονασμῷ τοῦ δ̅

ἀμέρδω, ὥσπερ καὶ δείω δείδω. κυρίως τὸ ἀποστερεῖν

μερίδος. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων δη-

λοῦται.

<Ἀκμή>, παρὰ τὸ κμῶ, ὃ ἐστὶν ἀπὸ τοῦ κάμω συγκοπὲν,

καὶ μετὰ τῆς α̅ στερήσεως, ἀκμή, μὴ κάμνουσα τα-

χέως.

<Ἀσκελές>, παρὰ τὸ σκέλω, καὶ ξηραίνω. καὶ ἀσκελὲς τὸ

ἄγαν σκληρόν. ὅθεν τὸ σκέλος. οὕτω Φιλόξενος.

<Ἄσωτος>, παρὰ τὸ σῶ, οὗ παρακείμενος σέσωσμαι, ὁ μέλ-

λων σώσω, σωτὸς, ἄσωτος· ὡς πληρώσω πληρωτὸς,

ἀπλήρωτος.

<Ἅμαξα>, ἄξω, ἄξα· ἅμαξα σύνθετον.

<Ἄρδην>, παρὰ τὸ αἴρω ἄρδην· ὡς φύρω φύρδην· μίγω μί-

γδην. οὕτω Φιλόξενος.

<Αἴγλη>, ἀΐσσω, ἀΐξω· κατὰ συναίρεσιν αἴξω, ὄνομα αἴγλη,

ἡ ὀξέως ἀποπεμπομένη. οὕτω Φιλόξενος.

<Αὐλή>, αἴω τὸ πνέω· οὗ ὁ μέλλων ἄσω, ὡς ἀπὸ βαρυτό-

νου· πλεονασμῷ τοῦ υ̅, αὔσω. ὄνομα ῥηματικὸν αὐλή.

<Ἄγκος>, οἱ κοῖλοι τόποι τῆς γῆς, παρὰ τὸ κέω· οὗ κα-

τὰ συναλοιφὴν κῶ, δηλοῦν τὸ κεῖσθαι.

<Ἄμωτον>, παρὰ τὸ μένω, μητὸς ἄμητος· ἐὰν δὲ σημαί-

νῃ τὸ ὑπομονητικὸν, τὸ α̅ ἐπιτατικόν.

<Ἀχανές>, παρὰ τὸ χαίνω, κατ' ἐπίτασιν τὸ λίαν χαῖ-

νον· δηλοῖ δὲ καὶ στέρησιν τοῦ χαίνειν· οἷον ἐνεὸν εἶναι

καὶ μὴ διάραι τὸ στόμα δύνασθαι.

<Ἀσχαλάαν>, παρὰ τὸ ἄχω τὸ λυπῶ· οὗ παθητικὸν ἄχο-

μαι· νῦν δ' ἄχομαι κακότητι. παράγωγον ἀχάλλω,

21

καὶ πλεονασμῷ τοῦ σ̅, ἀσχάλλω. οὕτω Φιλόξενος. ὁ

δὲ αὐτὸς φησίν· παρὰ τὸ σχῶ σχάλλω, καὶ μετὰ

τῆς α̅ στερήσεως, ἀσχάλλω.

<Ἀποδρᾶν>, παρὰ τὸ δρῶ τὸ ὑπηρετῶ, ὅθεν δρηστῆρες παρ'

Ὁμήρῳ. τὸ οὖν ἀποδρᾶν ἐστὶ, τὸ ἔξω γενέσθαι τῆς

δεούσης ὑπηρεσίας. οὕτω Φιλόξενος.

<Ἀϊδνός>. εἴδω τὸ βλέπω, ἢ φθίνω. ῥηματικὸν ὄνομα,

ἰδνός, μετὰ τῆς α̅ στερήσεως, ἀϊδνὸς, ὡς στίλβω στιλ-

πνός.

<Αἴσυλος>, ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλά-

ψω.

<Ἀφρός>, ἀπὸ τοῦ φρῶ.

<Ἀκέραιος>, παρὰ τὸ κερῶ, οὗ παράγωγον τὸ κεραίω· ὁ

μὴ κεκραμένος κακοῖς, ἀλλ' ἁπλοῦς.

<Ἀλαός>, ὁ τυφλὸς, κατὰ στέρησιν τοῦ λάειν, ἢ βλέπειν.

παρ' Ὁμήρῳ· λάε νεβρὸν ἀπάγχων.

<Ἄρτος>, παρὰ τὸ αἴρειν, τὸ προσφέρειν καὶ μάττειν· καὶ

Ἱπποκράτης προσάρματα τὰ σιτία φησί. καὶ Ἀρι-

στοφάνης, Αἶρ', αἶρε μάζαν. καὶ ἁρμαλιὰ ἐπὶ τῆς

τροφῆς. παρὰ τὸ αἴρω τὸ προσφέρω, ἁρμός. οὕτω κα-

θαίρω καθαρμός. παρὰ οὖν τὸ ἁρμὸς, ἁρμία, καὶ πλεο-

νασμῷ τῆς α̅λ̅, ἁρμαλιά.

<Ἀκόλαστος>, ὁ ἀπαίδευτος, διὰ τὸ μὴ ἀγωγῆς καὶ κολά-

σεως τετυχηκέναι τῆς ἐπιτηδείας. οὕτω Φίλων. τινὲς δὴ

αὐτὸν καλοῦσι καταφερῆ πρὸς συνουσίαν. διὰ τὸ μὴ

κολάζεσθαι τὴν ἐπιθυμίαν, ἀκόλαστος ἀκούει τις.

<Ἄῤῥωστος>, παρὰ τὸ ῥῶ, ὃ δηλοῖ τὸ ὑγιαίνω, οὗ ὁ μέλ-

λων ῥώσω, καὶ ὄνομα ῥῶσις, καὶ παρὰ τὸ ῥῶ τεύχε-

σιν ἐῤῥώσαντο. πρέπεται γὰρ τοῖς ὑγιαίνουσι καὶ τὸ

22

ὁρμᾶν. δύναται δὲ καὶ παρὰ τὸ ῥώω, οὗ ὁ μέλλων

ῥώσω.

<Ἀχρεῖον>· χρῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ ἅπτομαι καὶ πλη-

σιάζω, οὗ παράγωγον χαύω· χραύσῃ μέν τ' αὐ-

λῆς· ἀφ' οὗ τὸ ἔχρεσε, τὸ ἐπιβαρύνειν. χρῶ

οὖν καὶ μετὰ τοῦ α̅ στερητικοῦ, ἄχρω, καὶ ἀχρεῖον τὸ

ἀσθενὲς, καὶ βάρους ἀμέτοχον. ἐπὶ δὲ Πηνελόπης. ἀ-

χρεῖον δ' ἐγέλασσε· ἐπίπλαστον καὶ ὑποκεκριμέ-

νον καὶ ἐπιπόλαιον μέχρι τοῦ τὰ χείλη διανοίγειν.

<Ἀκωκή>, παρὰ τὸ ἀκήν. ἐστὶ καὶ ἀναδιπλασιασμὸς ἀκω-

κὴν, ὡς ἄγω ἀγωγή.

<Ἀμέγαρτον>, ποτὲ μὲν δηλοῖ τὸ εὐτελὲς καὶ μὴ ἄξιον

φθόνου, ὡς τὸ, ἀμέγαρτε συβῶτα. δηλοῖ δὲ καὶ τὸ

πολύ, ὡς τὸ, πόνον δ' ἀμέγαρτον ὄφελλεν. ἀλλ' ἐπὶ

μὲν τοῦ εὐτελοῦς κατὰ στέρησιν τοῦ α̅, ἐπὶ δὲ τοῦ πο-

λὺ κατ' ἐπίτασιν.

<Ἀγυιά>, ἡ ὁδὸς, παρὰ τὸ ἄγω τὸ πορεύομαι.

<Ἀλέκτωρ>, ἐπὶ τοῦ ὀρνέου· ἀγρυπνητικὸν γάρ· καὶ διὰ τὸ

ἀπὸ τῶν λέκτρων ἡμᾶς ἐγείρειν, καὶ μεταθέσει τοῦ α̅

εἰς η̅. εἴρηται ἐπὶ τοῦ ἡλίου· ὥστ' ἠλέκτωρ ὑπερίων.

ὕπνου γὰρ καὶ κοιμᾶσθαι ἄμοιρος.

<Ἀκροῶ>· ἀκούω, ἀκοῶ, καὶ πλεονασμῷ τοῦ ρ̅, ἀκροῶ.

οὕτω Φιλόξενος.

<Ἀκόνη>, παρὰ τὴν ἀκμὴν καὶ τὴν ὀξύτητα.

<Ἀπτήν>· πετῶ πετὴν, καὶ κατὰ σύνθεσιν ἀπετὴν, καὶ

συγκοπῇ ἀπτήν.

<Ἀκτίς>, παρὰ τὸ ἀΐσσω, ἀΐξω, ἀκτός. καὶ παρώνυμον

ἀκτίς. ἡ ἀΐσσουσα πανταχόθεν.

<Ἀκῶ>, τὸ θεραπεύω. ἀκέσω μέλλων.

<Ἀθῶος>, θωὴ ἡ ζημία.

23

<Ἀδολεσχεῖν>. ἔγκειται τὸ αἴδειν, ὅπερ λέγεται ἐπὶ

τοῦ τὰ αὐτὰ ἐπαναλαμβάνειν. Μένανδρος· ἡ πόλις ὅλη

γὰρ αἴδει τὸ κακόν. οὐχ, ὡς τινὲς, παρὰ τὸ ἄδην. οὕ-

τως ὁ αὐτὸς Εὐδαίμων.

<Ἀείδηλον>, τὸ ἀεὶ δῆλον. Ἄρατος· τοῦ δὲ τέρας

περίσημον ἀείδελον ἐστήρικται. καὶ ἐστὶ παρὰ τὸ εἴδω

εἴδελος, καὶ μετὰ ἐπιτάζεως τοῦ α̅ ἀείδηλον. ἀ-

είδηλον δὲ τὸν ἀέρα ἀφανιστικὸν, καὶ ἔγκειται τὸ δη-

λοεῖν, ὃ ἐστὶ βλάπτειν. ἔνθεν τὸ δηλήμονες καὶ δη-

λήσασθαι.

<Ἄλεισον>, τὸ ποτήριον. ἐξ οὗ ἄλις καὶ ἀθρό οντίων.

<Ἄχνη>. παρὰ τὸ ἀΐσσω ἄχνη.

<Ἀληθής>, ὁ μὴ λήθη τοῦ δικαίου ὑποπίπτων.

<Ἀμαρύσσειν> καὶ λάμπειν. μαίρω τὸ λάμπω. ὅθεν μαρ-

μαίρω διπλασιασμός. καὶ παράγωγον μαιρίσσω, καὶ

δι' εὐφωνίαν, ἀποβολῇ τοῦ ι̅ μαρύσσω. καὶ πλεονα-

σμῷ τοῦ α̅, ἢ κατ' ἐπίτασιν, ἀμαρύσσω.

<Ἀποκναίω>. κτῶ ἐστὶ ῥῆμα, δηλοῦν τὸ φονεύω. οὗ πα-

ράγωγον κταίνω, καὶ ἀποβολῇ τοῦ τ̅, καίνω, καὶ με-

ταθέσει τοῦ ν̅, κναίω, καὶ σύνθετον ἀποκναίω.

<Ἀλαλάζειν>, ἐκ τοῦ λαλῶ λαλήσω καὶ ἀλαλάζω, ὡς τὸ

σιγῆ σιγάζω.

24

<Αἴξ>, παρὰ τὸ ἀΐσσω τὸ ὁρῶ. οὗ ὁ μέλλων ἀΐξω, ἀ-

ποβολῇ τοῦ ω̅ αἴξ.

<Ἅρπη>, παρὰ τὸ ἅρπω ῥῆμα, οὗ παράγωγον τὸ ἁρπά-

ζω καὶ ἅρπη.

<Ἀοίδιμος>, παρὰ τὸ ἀοιδὴν, ἀρίδιμος.

<Ἄχραντος>, ὡς παρὰ τὸ χραίνω χραντὸς καὶ ἄχραντος,

καὶ παρὰ τὸ φαίνω φαντὸς καὶ ἄφαντος.

<Ἀκαλαρείτα>, παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν,

καὶ ἄλλο παράγωγον ἐκ τοῦ ἄκος καὶ τοῦ α̅λ̅ πλεονά-

σαντος ἐγένετο ἄκαλος.

<Ἄκατος>, μικρὸν πλοῖον. ἐκ τοῦ ἄγω, ἄξω ἀκτὸς καὶ ἄ-

κατος· ὡς ἀπὸ τοῦ λέπω, λεπτός.

<Αἴγισθος>, παρὰ τοῦ θῶ θηλάζω, Αἴγιθος ὄνομα ἐγέ-

νετο· καὶ πλεονασμῷ τοῦ σ̅, Αἴγισθος. ἱστοροῦσι γὰρ

αἰγείῳ γάλακτι χρήσασθαι τὸ πρῶτον.

<Ἀριδείκτος>, ἐκ τοῦ δείκω δείξω, δείκετος καὶ ἀριδεί-

κετος.

<Ἀδευκὴς>, παρὰ τὸ δείκω ἀδεικής, καὶ τροπῇ τοῦ ι̅ εἰς υ̅,

ἀδευκής.

<Ἀμαλδῦναι>, τὸ ἀφανίσαι, παρὰ τὴν ἅμμον ἀποβολῆ

25

τοῦ ἑνὸς μ̅ ἀμῶ γίνεται· ὡς δοῦλος δουλῶ, φίλος φιλῶ,

οἶκος οἰκῶ. οὕτω καὶ ἅμμος ἀμῶ, καὶ ἄλλο παράγωγον

ἀμύνω· καὶ προσελθόντος τοῦ α̅λ̅, ὡς ἐπὶ πολλῶν ἄλ-

λων, ἀμαλύνω γίνεται· πλεονασμῷ τοῦ δ̅, ἀμαλδύνω.

<Ἀποφράζω>. φῶ ἐστὶ ῥῆμα τὸ λέγω. οὗ παράγωγον φά-

ζω, καὶ πλεονασμῷ τοῦ ρ̅, φράζω. ὁ μέλλων φράσω.

ὄνομα ῥηματικὸν φρὰς, καὶ σύνθετον ἀποφρὰς, ὡς λεί-

βω λιβὰς, νείφω νειφὰς, καὶ δέρκω δερκὰς, καὶ

δορκάς· οὕτω φρῶ φρὰς, καὶ ἀποφράς. ἀποφράδας δὲ

ἔλεγον οἱ Ἀττικοὶ ἅσπερ ὑπελάμβανον ἡμέρας εἶναι χεί-

ρους, ἐν αἷς ἀπείρητο αὐτοῖς τὸ πράξεσιν ἐπιχει-

ρεῖν. ἀποφράδες οὖν αἱ ἀπηγορευμέναι καὶ ἄχρεστοι.

<Ἀμφικτύονες> ...... ἀμφικτύονας οὖν ἔλεγον τοὺς τὴν

Δελφῶν περιοικίαν νενομέμους Ἕλληνας.

<Ἄφνω>, τὸ ἐξαφανοῦς· ἀφανής· ἀφανῶς ἐπίῤῥημα.

συγκοπῇ, καὶ ἀποβολῇ τοῦ σ̅, ἄφνω.

<Ἄριστος>, κυρίως ὁ ἐν πολέμῳ ἰσχυρός. καταχρηστικῶς δὲ

καὶ ἐπὶ παντὸς προήκοντος· ὅτι δὲ κυρίως ἐπὶ τοῦ πο-

λέμου τάττεται, δηλοῖ τὸ παρώνυμον ἀριστεύς.

<Ἄδην>, παρὰ τὸ ἥδω δηλοῦν τὸ κορεσθῆναι, ὡς τὸ τέρ-

πομαι, ὅπερ τὸ αὐτὸ ἐδήλου. τεταρπόμεθα γόοιο.

καὶ τὸ παθητικὸν ἥδομαι ἥδῃ. ἄδω, ἄδην. ἀπὸ τούτου

καὶ ἄδης τέ μιν ἵκετο θυμόν.

<Ἀποθανεῖν>. ἡ ἀπὸ ἀποχωρισμὸν δηλοῖ· ὁμοίως καὶ τὸ ἀπα-

γορεύειν οὕτω νόει.

<Ἀνέδην>, παρὰ τὸ ἰὴ, οὗ ὁ μέλλων ἤσω. καὶ ἐπίῤῥημα

ἀνέδην γέγονεν· ἀθρόως.

<Ἀγνοῶ>, γνοῶ Αἰολεῖς λέγουσι.

<Ἄχνυμαι>, ἄχω ἐστὶ ῥῆμα, οὗ παθητικὸν ἄχομαι· καὶ

παράγωγον ἀχόω· ὡς ἄνω ἀνέω· καὶ ὡς πλήθω πλη-

θύω πληθύνω, οὕτως ἀχύνω καὶ ὑπερθέσει ἀχνύω.

καὶ ἀχνύομαι, καὶ ἄχνυμαι. συγκοπῇ καὶ ἀναδρομῇ.

26

<Ἄνασσα>, οὐκ ἀπὸ τοῦ ἄναξ, ἀλλ' ἀπὸ τοῦ ἀνάσσω, ὡς

ἑλίσσω ἕλισσα, νύσσω νύσσα. τὰ γὰρ ἀπὸ τῶν εἰς ξ̅

εἰς α̅ παράγωγα ἐθνικὰ. ὡς Φοῖνιξ Φοίνισσα, Κίλιξ Κί-

λισσα. τὰ δὲ εἰς ξ̅ μὴ ὄντα ἐθνικὰ ὁμοίως λέγεται.

καὶ ἐπὶ θηλυκῶν Αἰσχύλος· δέσποινα νύμφη.

δυσχείμων ὁρῶν ἄναξ· Εὐριπίδης· Ἑρμιόνη γὰρ οὐ σμι-

κρὰ φύλαξ.

<Ἄκρατος>, κερῶ, καὶ κατὰ συγκοπὴν κρῶ, οὗ ὁ μέλλων

κράσω· καὶ ὄνομα ῥηματικὸν κρατὸς, καὶ μετὰ τοῦ

στερητικοῦ α̅, ἄκρατος.

<Ἀλίαστος>, παρὰ τὸ λιάζω τὸ ἐκκλίνω. ὁ μέλλων λιάσω·

ὄνομα ῥηματικὸν λιαστὸς, ὃν οὐκ ἄν τις ἐκκλίνοι, καὶ

τὸ λιάζειν.

<Ἀλινόμενον> ἐπὶ γῆς. ὥστε ποτὲ μὲν τὸ ἐκκλίνειν,

ποτὲ δὲ τὸ ἐκκλίνεσθαι.

<Ἁδρός>, παρὰ τὸ ἥδω. ἡδόμεθα γὰρ τοῖς μεγάλοις καὶ

ἀροῖς.

<Ἆσθμα>, ἄω τὸ πνέω, ἄσμα, καὶ πλεονασμῷ τοῦ θ̅.

<Ἀριθμός>, παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. ἁρμογὴ γὰρ μονάδων

ὁ ἀριθμός.

<Ἀνήκεστος>, παρὰ τὸ ἀκῶ, τὸ θεραπεύω, ἀκέσω ἀκε-

στός, καὶ τροπῇ τοῦ α̅ εἰς η̅, ἠκεστός. καὶ μετὰ

τῆς α̅ στερήσεως, ἥτις πολλάκις λαμβάνει τὸ ν̅, ἀνή-

κεστος, ὡς ἀναιδὴς καὶ ἀναίσχυντος.

<Ἄδης>, κατὰ στέρησιν τοῦ ἰδεῖν· ὃ ἐστὶν ἀφανής.

<Ἀπινύσσειν>, πινόω ῥῆμα καὶ πνέω, καὶ πνόω. ἀπὸ τοῦ

πνύω, πνύμα, ἔνθεν καὶ πεπνυμένος. ἀπὸ τοῦ

πνεύω καὶ πνεύσω. πνευστὸς καὶ ἀνάπνευστος καὶ ἀ-

νάπνευστις, καὶ ἀποβολῇ τοῦ τ̅, ἀνάπνευσις. ἀπὸ δὲ

τοῦ πνύω γίνεται πινύω, πινυτός, ὡς ἀφύω ἀφύσσω,

πινύω πινύσσω. ἔνθεν ἤδη γάρ με καὶ ἄλλοτε ᾗ ἐπί-

νυσσεν ἐφετμῇ.

27

<Ἅλις>, τὸ ἐπίῤῥημα, δηλοῦν τὸ δαψιλὲς καὶ πολύ. παρὰ

δὲ τὸ ἅλις ἅλιθα, καὶ τροπῇ τοῦ α̅ εἰς η̅, ἥλιθα πολ-

λὴν ἐκ παραλλήλου.

<Ἄγυρις>, τὸ ἄθροισμα καὶ ἡ ἐκκλησία. παρὰ δὲ τὸ ἀγο-

ρῶ, ἀφ' οὗ καὶ ἀγορητὴς, καὶ θηλυκὸν ὄνομα ἄγο-

ρις, καὶ τροπῇ τοῦ ο̅ εἰς υ̅ κατ' Αἰολέας, ἄγυρις,

καὶ πανήγυρις.

<Ἅζομαι>, ἐστὶ χάζομαι, καὶ ἀποβολῇ τοῦ χ̅, ἅζομαι· ὡς

λείβω εἴβω, γαῖα αἶα. οἱ δὲ καὶ τιμῶντες ὑποχωροῦ-

σιν.

<Ἄζω>, τὸ ξηραίνω κατὰ στέρησιν τοῦ ζῆν. τὸ γὰρ ζῶν

καὶ ὑγρόν ἐστι. ἔνθεν καὶ διερὸς βροτὸς, ὁ ζῶν.

καὶ ἀλίβας ὁ νεκρὸς εἴρηται.

<Ἀσπασίως>, σπῶ ἐστὶ τὸ ῥῆμα, οὗ παθητικὸν σπῶμαι,

καὶ τοῦ σπῶ παράγωγον σπάζω· ὡς βῶ βάζω· τούτῳ

τῷ σπάζω ἡ α̅ ἐπίτασις ἐπῆλθε, καὶ ἐποίησεν ἀσπάζω

καὶ ἀσπάζομαι. τὸ ἀσπάζεσθαι γὰρ ἐστὶ, τὸ ἄγαν ἐπι-

σπᾶσθαι. καὶ κυρίως τοῦτο ἐστὶ τὸ δεξιοῦσθαι ἐπι-

σπώμενον τὴν χεῖρα. ἔνθεν παρ' Ὁμήρῳ· ἦ ῥα καὶ

ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο, ἐπὶ τοῦ ἀποστρε-

φομένου. παρὰ δὲ τὸν ἀσπάσω μέλλοντα, ἀσπάσιος

ὄνομα ῥηματικόν· ὡς θαυμάσω θαυμάσιος.

<Ἀντίον>, παρὰ τὸ ἄντω βαρύτονον ῥῆμα. ἐστὶ δὲ καὶ

ἀντῶ περισπώμενον. ἀφ' οὗ τὸ ἀντίσω. καὶ ἀντίον

ἐπίῤῥημα καὶ ἀντίης.

<Ἀλκή>, παρὰ τὸ ἄλκω καὶ ἄλξω μέλλων. ἀφ' οὗ ἀλ-

κτήρ· ὡς παρὰ τὸ ἕλκω ὁλκὴ, ὁ σταθμός· καὶ παρὰ

τὸ ἄλκω (ὅθεν καὶ διπλασιασμὸς ἄλαλκα) ἀλκὶ τὸ

δέ· ἀλκὶ πεποιθώς. κατὰ μεταπλασμὸν, ὡς διχομήνῳ

διχόμηνι.

28

<Ἀηδών>, παρὰ τὸ ἀείδω, καὶ τροπῇ τῆς ε̅ι̅ διφθόγ-

γου εἰς η̅, ἀηδών.

<Ἀποσκύδμαινε>. σκύζω ἐστὶ ῥῆμα, οὗ ὄνομα ῥηματι-

κὸν σκύδος ἡ λοιδορία. καὶ ὡς παρὰ τὸ ἄζω, ἀζαί-

νω· Σώφρων· ἐγὼ δὲ σίτου μὲν οὐδὲν ἀζαίνομαι. καὶ

παρὰ τὸ ἄζω ἀζαίνω, καὶ Ἰωνικῶς παρ' Ὁμήρῳ

καταζήνασκε δὲ δαίμων· οὕτω καὶ σκύζω, σκυζαίνω,

καὶ τροπῇ τοῦ ζ̅ εἰς δ̅, καὶ ἐνθέσει τοῦ μ̅, καὶ ζ̅ διὰ

τὴν ἀσυνταξίαν τοῦ μ̅ καὶ ζ̅, ἐγένετο σκυδμαίνω.

ἐρίζω ἐριζαίνω, καὶ τῷ αὐτῷ λόγῳ ἐριδμαίνω.

<Ἀμύμων>, παρὰ τὸ μύω, μύσω· μύμων ἀμύμων· ὁ μὴ τε-

ταπεινωμένος, μὴ δὲ ἀνακυκαμμυμένος· οἱ δὲ παρὰ

τὸν μῶμον· ἄμωμος ἀμώμων, παρασύνθετον, καὶ τρο-

πῇ τοῦ ω̅ εἰς υ̅, ἀμύμων· τροπῇ δὲ τοῦ ω̅ εἰς υ̅.

ὡς παρὰ Σαπφοῖ, χελώνη χελύνη.

<Ἅρπυια>, παρὰ τὸ ἅρπω, οὗ παράγωγον ἁρπάζω. οὕτως

Ἡρωδιανός.

<Ἀθρόως>, παροξυτόνως ἐπὶ τοῦ ἀθροίζειν· ἄθροος δὲ οὐκ

ἐπὶ τοῦ αἰφνηδίου κατὰ στέρησιν τοῦ θρο· Οὐ γὰρ

πᾶν ἦεν ὁμὸς θρόος, οὐδ' ἴα γῆρις.

<Ἀνεψιός>, παρὰ τὸ ἀνῆφθαι· ὁ ἄνωθεν συνημμένος εἰς

συγγένειαν.

<Αὐγή>, παρὰ τὸ ἄγω ῥῆμα, ᾗ διαγόμεθα. σκότος πα-

ρὰ τὸ σχέθειν ἡμᾶς.

<Ἀμενηνός>, μένος, ἄμενος, κατὰ πλεονασμὸν τοῦ ν̅.

<Ἀκρέμων>, κρέμω ῥῆμα· ἀφ' οὗ ῥηματικὸν ὄνομα κρέμων,

καὶ κρέμονες τὸ πληθυντικόν· καὶ πλεονασμῷ τοῦ α̅

ἀκρέμων· πλεονάζει δὲ τὸ α̅· ὡς στάχυς ἄσταχυς. οὕ-

τως Ἡρωδιανός.

29

<Ἀγαθός>, τινὲς παρὰ τὸ ἀγῶ τὸ θαυμάζω, οὗ παρά-

γωγον εἰς μ̅ι̅ ἄγημι· ὅθεν ἄγαμαι παθητικόν. παρὰ

δὲ τὸ ἀγῶ ἀγάζω γίνεται· ὡς σκεδῶ σκεδάζω· ἀφ' οὗ

ὄνομα ῥηματικὸν ἄγαστος· καὶ ἀποβολῇ τοῦ σ̅ καὶ

τροπῇ τοῦ τ̅ εἰς θ̅, ἀγαθός· ὡς ἐπὶ τοῦ κρεμῶ κρε-

μάσρω κρεμάθρα. οὕτως Ἡρωδιανός. ὁ δὲ Φιλόξε-

νος φησὶ σύνθετον αὐτὸ παρὰ τὸ ἄγαν καὶ θεῖος, καὶ

συνθέσει καὶ συγκοπῇ ἀγαθός· ὅθεν οὐ λέγεται ἀγαθό-

τερος, ἵνα μὴ ὦσιν ὡς δύο ἐπιτάσεις, ἀπὸ τοῦ ἄγαν

καὶ τῆς συγκριτικῆς παραγώγως.

<Ἀσπίς>, παρὰ τὸ σπῶ, οὗ παράγωγον σπίζω· ἀφ' οὗ

ὄνομα ῥηματικὸν σπι ἤτοι μακρὸν, παρὰ τὸ ἀποσπᾶ-

σθαι καὶ ἀποτείνεσθαι. τοῦ δὲ σπίζω ὁ μέλλων σπί-

σω· καὶ ἀποβολῇ τοῦ ω̅ μέγα σπὶς, καὶ μετὰ τοῦ

α̅ στερητικοῦ ἀσπίς· ἥτις τοῦ μακρὰν εἶναι ἀπήλλα-

κται. καὶ γὰρ περιφερὴς τῷ σώματι ἐστίν.

<Ἀεικέλιος>, παρὰ τὸ εἴκω, εἴκιος, ὄνομα ῥηματικὸν, καὶ

πλεονασμῷ τοῦ ε̅λ̅ εἰκέλιος, καὶ μετὰ τῆς α̅ στερήσεως,

ἀεικέλιος, ὁ ἀνόμοιος.

<Ἁπαλός>, παρὰ τὸ τὴν ἁφὴν ὁ εὐαφὴς, οἷον ὁ εἴκων

τῇ ἁφῇ. κατὰ μετάθεσιν τοῦ φ̅ εἰς π̅, ἁπαλός.

<Ἀελλής>, παρὰ τὸ εἴλλω, ἢ ἀόλλω, τροπῇ τοῦ σ̅ εἰς ο̅

ἀολὴς, ἀελλὴς εἶναι· οὐ κάτωθεν δὲ τῷ σημαινομένῳ

τοῦ ἀελλὴς τὸ ἀολλής. καὶ γὰρ ἐνταῦθα ἡ ἄθροισις

καὶ ἡ συστροφή. οὕτως Ἡρωδιανός.

<Ἀττική>, παρὰ τὸ τὴν ἀκτήν· παραθαλασσία γὰρ ἐστίν·

ὡς Κρήτη, Κρητική.

30

<Ἄφαρ>, παρὰ τὸ ἅπτω ῥῆμα· τὸ οὕτω ταχέως καὶ ἅμα

τοῦ ἅψασθαι καὶ ἴεσθαι.

<Ἀείδω>, παρὰ τὸ εἰδῶ, ἀείδω· τοῦ α̅ κατ' ἐπίτασιν κει-

μένου.

<Ἀτρεύς>, παρὰ τὸ τρέω τὸ φοβοῦμαι, ὡς τρέφω τροφός.

ὁ μὴ φοβούμενος.

<Ἀγριώτης>, ἀγρὸς, ἀγροίτης, πλεονασμῷ τοῦ ι̅, καὶ

προσθέσει τοῦ ω̅, ἀγριώτης.

<Ἀγαυός>. Ἡρωδιανὸς λέγει παρὰ τὸ γαίω τὸ γαυρίω

ἀγαιὸς εἶναι, καὶ τροπῇ τοῦ ι̅ εἰς υ̅ ἀγαυὸς, ὡς καίω

καύσω, πλεονάζοντος τοῦ α̅ ἐπιτατικοῦ.

<Ἀσκληπιός>, ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν, τοῦ α̅ ἐπί-

τασιν σημαίνοντος.

<Ἀλίβας>, ὁ νεκρὸς, παρὰ τὸ λιβάδα καὶ ὑγρότητα μὴ

ἔχειν. ἔστι παρὰ Ἱππώνακτι καὶ ἐπὶ τοῦ ὄξους.

<Ἄμπελος>, Ἡρωδιανὸς φησὶν ἐν Ἐπιμερισμοῖς ἀνάπηλος,

παρὰ τὸ ἀναδοῦναι τὸν πηλὸν, τοῦτ' ἔστι, τὸν οἶνον.

πηλὸς δὲ ὁ οἶνος, παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς

πίνοντας. οἱ δὲ παρὰ τὸ ἄνω πελάζειν, ἀνάπελός τις

οὖσα.

<Ἀμύγδαλα>, παρὰ τῷ κελύφει, τῷ ξυλώδει καλύμματι

τῷ μετὰ τὸ χλωρὸν τῷ ἔξω ἀμχὰς πολλὰς ἔχειν.

<Ἀϋτμή>, ἄω καὶ ἄσω, ὄνομα ἀσμὴ, καὶ τροπῇ τοῦ σ̅ εἰς

τ̅, ἀτμὴ, πλεονασμῷ τοῦ υ̅, ἀϋτμή. Ἡρωδιανὸς ἐν

Ἐπιμερισμοῖς.

<Ἀμβροσία>, παρὰ τὸ μὴ βροτοῖς δεδόσθαι· Οὐ γὰρ σῖτον

ἔδους', οὐ πίνους' αἴθοπα οἶνον, καθ' Ὅμηρον.

31

<Ἀναλογία>, ὅθεν τὸ ἀκόλουθον, καὶ κατὰ λόγον δύο στε-

ρήσεις ἔχει ἡ λέξις· αἵτινες ὁμοῦ οὖσαι κατάθεσιν δη-

λοῦσιν, ὡς πηρὸς καὶ ἀνάπηρος ὁ πεπερωμένος. ἔστιν

οὖν ὁ λόγος, ἄλογος, ἀλογία, καὶ μετὰ τῆς α̅ στερή-

σεως, καὶ ἄλλη στέρησις, ἀναλογία. τοιοῦτον δὲ ἐστὶ

καὶ τὸ ἀνάπυστα, τὰ περιβόητα· ἐπλεόνασε δὲ τὸ ν̅

ἐν τῇ λέξει τῇ ἀναλογίᾳ, ὡς ἐν τῷ ἀναίσχυντος, ἀναιδής.

<Ἀκρεφνές>, οἷον ἀκεραιοφανές.

<Ἀγγεῖλαι>, κυρίως τὸ δι' ἀγγέλων κελεύειν καὶ λέγειν.

<Ἄμυδις>, παρὰ τὸ ἅμα ἄμαδις. καὶ τροπῇ τοῦ α̅

εἰς υ̅, Αἰολικῶς ἄμυδις.

<Ἀμφωρεὺς>, τὸ δίωτον σταμνὴν τὸ ἀμφοτέρωθεν φε-

ρόμενον· Θεόκριτος ἀμφῶες, νεοτευχές.

32

<Ἅρμα>, παρὰ τὸ αἵρω ῥῆμα.

<Ἀλιτήριος>, ἀλίτω ἐστὶ ῥῆμα βαρύτονον καὶ περισπώμενον,

ὡς αἵρω καὶ ἀρῶ, σίνω καὶ σινῶ· Ἥτ' ἄνδρας μέγα

σίνεται, ἠδ' ὀνίνησι. Καὶ λούω, λοῶ· ἔνθεν τό,

Ἀλλ' ὅτε δή μιν ἐγὼν ἐλόην. ἀλιτῶ οὖν καὶ ἀλιτή-

σω, καὶ ὄνομα ῥηματικὸν ἀλιτήμων, ὡς φιλήσω φιλή-

μων, νοήσω νοήμων, καὶ ἀλιτήμων ἄλιος σκοπός. ὁ

δ' ἀλιτήμων. οὐ γάρ τι θεοῖς ἀλίτημος ἐστίν.

ἀπὸ δὲ τοῦ ἀλίτω βαρυτόνου ἀλίτης· φάτο γὰρ τίσα-

σθαι ἀλίτην. καὶ παρώνυμον ἀλιτὴρ, ὡς ἀρότης ἀ-

ροτήρ. Καλλίμαχος· ἀρότας κύματος Ἀονίου. ἀλι-

τὴρ σωτῆρος σωτήριος.

beta

31

{ΑΡΧΗ ΤΟΥ Β.}

<Βιός>, τὸ τόξον, παρὰ τὴν βίαν· διὰ τὸ βίας αὐτῷ δεῖν

καὶ δυνάμεως εἰς τὴν ἔντασιν.

<Βοιωτία>, ἀπὸ τοῦ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης

τῆς Αἰόλου. ἐκλήθη δὲ οὕτως, ἐπειδὴ τεχθεὶς ἐξε-

τέχθη ὑπὸ τῆς μητρὸς εἰς βουκόλιον, παρὰ τὰς

βοῦς. εἴρηται Βοιωτὸς καὶ Βοιωτία.

<Βασαρίδες>, αἱ Βάκχαι, παρὰ τὸ ἐν βάσαις διάγειν.

ἢ παρὰ τὸ ὑπόδημα, τὸ λεγόμενον βασάρη. ἐν τῇ βά-

σει ἀρήρεται.

<Βίος>, εἴρηται παρὰ τὴν βίαν καὶ τὴν ἀνάγκην· οἷον

τὸ μετὰ μόχθου ζῇν.

<Βλεμεαίνων>, κατὰ μετάθεσιν στοιχείων, οἷον βρέμων

32

σφοδρὸς ὢν, βρέμω βρεμαίνω· καὶ μεταθέσει τοῦ ρ̅

εἰς λ̅ βλεμεαίνω.

<Βράσων>, ὁ βραδὺς, ὡς ταχὺς θάσσων· δύναται δὲ, ὁ

μὴ καθεστὼς ἀπὸ τοῦ βρασμοῦ.

<Βουκόλον>, ἤτοι βουκόνον, παρὰ τὸ κονεῖν περὶ τὰς

βοῦς, τροπῇ τοῦ κ̅ εἰς λ̅, ὡς νίτρον λίτρον.

<Βότρυς>, οἷον πότρυς, ὁ ποσὶ τρυόμενος καὶ πατούμενος.

<Βάναυσος>, ὁ τὰς βάνους ἅπτων· ὁ τὰς καμίνους αὔων,

ἀντὶ τοῦ καίων.

<Βητάρμων>, ὁ ὀρχηστὴς, παρὰ τὸ βαίνειν μετὰ ἁρμο-

νίας.

<Βραβευταί>, κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλ-

33

λου διδόντες σύμβολον τῆς νίκης. ῥαβδευταὶ τινὲς ὄντες·

καὶ πλεονασμῷ τοῦ κατ' ἀρχὴν β̅, ὡς παρ' Αἰολεῦσι

τὸ ῥόδον βρόδον λέγεται.

<Βυσσοδομεύειν>, παρὰ τὸ δομεύειν αὐτὰ καὶ κατασκευά-

ζειν ἐν βάθει.

<Βία>, πλεονασμῷ τοῦ β̅. ἲς γὰρ ἴνα καὶ βία· ἲς δὲ ἡ δύνα-

μις· παρὰ τὸ ὁρμᾶν.

<Βαλβίς>, πλεονασμῷ τοῦ β̅, βηλὸς ὁ βαθμὸς, παρὰ τὸ ἐν

αὐτῷ βῆναι. βήσω, βηλὸς, βηλὶς, ὡς ψῆφος ψηφίς.

τροπῇ τοῦ η̅ εἰς α̅, καὶ πλεονασμῷ τοῦ β̅, βαλβίς.

<Βάσκανος>, ὁ τοὺς φαέσι καίνων, οἷον φονεύων. ἀκχὸς,

πλεο…

The complete text is available when the reading interface loads.