The Greek Library Catalogue

Anonymous

Anthologion

Edition reference
Anthologion, ed. F. G. Schneidewin, Coniectanea critica, Göttingen: Dieterich, 1839: 41–58.
CTS identifier
urn:cts:greekLit:tlg2591.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

8

Χρὴ δ' αὐτὸν οὐχ ὅπλοισι τὰς διαλογὰς

μῆτερ ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος.

ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.

9

<Ἐπινίκιον Πινδάρου>·

Πράσσει γὰρ ἔργον μὲν σθένος,

βουλαῖσι δὲ φρὴν ἐσόμενον προιδεῖν,

συγγενὲς οἷς ἕπεται.

10

<Ἐκ τῶν Σκυρίων>·

Σοφοὶ δὲ συγκρύπτουσι οἰκείας βλάβας.

11

<Ἐξ Ἀῤῥιφόρου Μενάνδρου>·

Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

12

<Ἐκ Πωλουμένων>·

Οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν.

13

<Ἐκ Διὸς καλουμένου Πλάτωνος Κωμικοῦ>·

Γλώττης ἀγαθῆς οὐκ ἔστ' ἄμεινον οὐδὲ ἕν.

14

<Ἐκ τοῦ αὐτοῦ δράματος>·

Ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο·

ἐκ τῶν λόγων δ' ἅττ' αὐτὸς ἐπιθυμεῖς ἔχεις.

15

<Ἐκ Ῥαπιζομένου Μενάνδρου>·

Ἄρ' ἔστιν ἀγαθῶν πᾶσι πλείστων ἀξία

ἡ σύνεσις, ἐν ᾗ πρὸς τὰ βελτίω σοφή;

16

<Ὀρέστης Εὐριπίδου>·

Σύ τοι διάφερε τῶν κακῶν· ἔξεστι γάρ·

καὶ μὴ μόνον λέγ', ἀλλὰ καὶ φρόνει τάδε.

17

<Ἐκ τῶν Στρατιωτῶν Μενάνδρου>·

Ὁρῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος·

τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῶ βοᾶν,

ἐν τῶ πρὸς αὑτὸν δ' ἀναλογισμῶ φαίνεται.

18

<Ἐκ τῶν Κωνεαζομένων·

Τὸ γνῶθι σαυτόν> ἐστιν ἂν τὰ πράγματ'

ἴδης τὰ σαυτοῦ καὶ τί σοι ποιητέον.

19

<Ἐκ τοῦ Γεωργοῦ>·

Εἰμὶ μὲν ἄγροικος, κἀυτὸς οὐκ ἄλλος ἐρῶ,

καὶ τῶν κατ' ἄστυ πραγμάτων οὐ παντελῶς

ἔμπειρος· ὁ δὲ χρόνος τί μ' εἰδέναι ποιεῖ

πλέον.

20

<Ἐκ τῶν Βατράχων Ἀριστοφάνους>·

Ταῦτα μέντοι πρὸς ἀνδρός ἐστι

νοῦν ἔχοντος καὶ φρένας καὶ

πολλὰ περιπεπλευκότος

μετακυλίνδειν αὐτὸν ἀεὶ

πρὸς τὸ εὖ πράττειν τὰ τυχόντα.

21

<Ἐκ τῶν Ὀρνίθων τοῦ αὐτοῦ Ἀριστοφάνους>·

Ὑπὸ γὰρ λόγων ὁ νοῦς γε μετεωρίζεται

ἐπαίρεταί τ' ἄνθρωπος· οὕτω καί ς' ἐγὼ

ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις

τρέψαι πρὸς ἔργον νόμιμον.

22

<Ἐκ τῶν Φωκυλλίδου>·

Νυκτὸς βουλεύειν· νυκτὸς δέ τοι ὀξυτέρη φρὴν

ἀνδράσιν· ἡσυχίη δ' ἀρετὴ διζημένω ἐσθλή.

23

<Ἐκ τῆς Ψ Ἰλιάδος>·

Μή τι τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίηφιν,

μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντω

νῆα θοὴν ἰθύνει σπερχομένην ἀνέμοισιν,

μήτι δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο.

24

<Ἡσιόδου>·

Οὗτος μὲν πανάριστος ὃς αὑτῶ πάντα νοήσει

φρασάμενος τά γ' ἔπειτα καὶ εἰς τέλος ἐστὶν ἀμείνω·

ἐσθλὸς δ' αὖ κἀκεῖνος ὅς κ' εὖ εἰπόντι πίθηται·

ὃς δέ κε μητ' αὑτῶν νοέη μήτ' ἄλλου ἀκούων

ἐν θυμῶ βάλληται, ὁ δ' αὐτὸς ἀχρήϊος ἀνήρ.

25

<Τοῦ αὐτοῦ>·

Νήπιος ὃς τὰ ἕτοιμα λείπων ἀνέτοιμα διώκει.

26

<Ἐκ τῆς α?ἶ? παρ..... τοῦ Σωκράτους>·

Ἃ ποιεῖν αἰσχρὸν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι

καλόν.

27

<Ἐκ τῆς αὐτῆς>·

Μηδέποτε μηδὲν αἰσχρὸν ποιήσας ἔλπιζε λήσειν.

2

t

{Περὶ φύσεως.}

1

<Ἐξ Ἀντιόπης Εὐριπίδου>·

Ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.

2

<Ἐκ τοῦ Ὀρέστου>·

Ὦ φύσις ἐν ἀνθρώποισιν ὡς μέγ' εἶ κακόν.

3

<Ἐπιχαρμοῦ Κωμικοῦ>·

Φύσις ἀνθρώπων ἀσκοὶ πεφυσωμένοι· ἀνδρῶν δέ γ?ε?

σωφρονούντων ἴδιον μὴ προλήψει δουλεύειν.

4

<Ἰσοκράτους>·

Κατανάλισκε τὴν ἐν τῶ βίω σχολὴν εἰς τὴν τῶν λόγων

φιληκοΐαν.

3

t

{Περὶ εὐσεβείας.}

1

<Ἐκ τοῦ Ἀρχελάου Εὐριπίδου>·

Ε?ἰ? τῶν δικαίων γὰρ νόμοι τ' αὐξήματα

μεγάλα φέρουσι, πάντα δ' ἀνθρώποις

τάδ' ἐστι χρήματα ἤν τις εὐσεβῇ θεόν.

2

<Ἐκ τοῦ αὐτοῦ δράματος>·

Μακάριος ὅστις νοῦν ἔχων τιμᾶ θεὸν

καὶ κέρδος αὐτῶ τοῦτο ποιεῖται μέγα.

3

<Ἐξ Ἱππολύτου Στεφανηφόρου>.

Σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου

λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω·

ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ

οὔτ' ἦλθέ που σίδηρος· ἀλλ' ἀκήρατον

μέλισσα λειμῶν' ἐαρινὸν διέρχεται·

αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις

ὅσοις διδακτὸν μηδέν· ἀλλὰ τῆ φύσει

τὸ σωφρονεῖν εἴληχεν· εἰς τὰ πάντ' ὄμως

τούτοις δρέπεσθαι· τοῖς κακοῖσι δ' οὐ θέμις.

ἀλλ', ὦ φίλη δέσποινα, χρυσέας κόμης

ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο·

μόνω γὰρ ἐστὶ τοῦτ' ἐμοὶ γέρας βρότων.

σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι

κλύων μὲν αὐδὴν, ὄμμα δ' οὐχ ὁρῶν τὸ σόν·

τέλος δὲ κάμψαιμ' ὥσπερ ἠρξάμην βίου.

4

<Ἡσιόδου ἐκ τῶν Ἔργων>·

Ἀνδρὸς δ' εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

5

<Ἐκ τῶν Θεόγνιδος ἐλεγείων>·

Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι· τοῦτο γὰρ ἄνδρα

εἴργει μήτε παθεῖν μήτε λέγειν ἀσεβῆ.

6

<Ἰσοκράτους Παραινέσει>

Τοὺς μὲν θεοὺς φοβοῦ· τοὺς δὲ γονεῖς τίμα· τοὺς δὲ

φίλους αἰσχύνου· τοῖς δὲ νόμοις πείθου· τὰς ἡδονὰς

θήρευε τὰς μετὰ δόξης· τέρψις γὰρ σὺν τῶ καλῶ μὲν

ἄριστον, ἄνευ δὲ τούτου κάκιστον.

7

<Δημοσθένους Φιλιππικῶν>·

Τὸ δ' εὐσεβὲς καὶ τὸ δίκαιον ἄν τ' ἐπὶ μικροῦ, ἄν τ'

ἐπὶ μείζονος παραβαίη, τὴν αὐτὴν ἔχει δύναμιν.

4

t

{Περὶ προνοίας.}

1

<Ἐκ τοῦ Ἡνιόχου Μενάνδρου>·

Ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸν προκόλπιον φέρει

ἀργύριον, ἀλλ' ἔδωκεν εὔνους γενόμενος,

πόρνης βουλὴν ἔδειξεν εὐπορίας τινός·

ἣν ἂν παρῆς μηκέτι τὸν θεὸν αἰτῶ,

ἤδη δὲ τῆ σαυτοῦ ζυγομάχει μαλθακία.

2

<Ἐκ τοῦ Ἱππόνου Σοφοκλέους>·

Σωτηρίας γὰρ φάρμακα οὐχὶ πανταχοῦ

βλέψαι πάρεστι· ἐν δὲ τῆ προμηθεία,

καὶ τῶ λέγοντι καὶ κλύοντι σύμμαχος.

3

<Εὐριπίδου Ὀρέστης>·

Ἔα τὸ μέλλον ὡς κακὸν τό μ' εἰδέναι.

4

<Ἐκ τοῦ κατὰ τῶν Σοφιστῶν Ἰσοκράτους>·

Οἶμαι γὰρ εἶναι πᾶσιν φανερὸν ὅτι τὰ μέλλοντα γι-

νώσκειν οὐ τῆς ἡμετέρας φύσεως ἐστί· ἀλλὰ τοσοῦτον

ἀπέχομεν ταύτης τῆς φρονήσεως, ὥσθ' Ὅμηρος ὁ με-

γίστην ἐπὶ σοφία δόξαν εἰληφὼς καὶ τοὺς θεοὺς πεποίη-

κεν ἔστιν ὅτε βουλευομένους ὑπὲρ ἑαυτῶν, οὐ τὴν ἐκεί-

νων γνώμην εἰδώς, ἀλλ' ἡμῖν ἐνδείξασθαι βουλόμενος

ὅτι τοῖς ἀνθρώποις ... τοῦτο τῶν ἀδυνάτων ἐστί.

5

t

{Περὶ θεοῦ.}

1

<Ἐκ τοῦ Ἀρχελάου Εὐριπίδου>·

Δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτέ

καὶ τὴν Δίκην ποῦ μακρὰν ἀποκεῖσθαι βροτῶν;

ἥδ' ἔστιν ἐγγὺς· οὐχ ὁρωμένη δ' ὁρᾶ.

2

<Ἐκ τῶν Ἱκετίδων>·

Ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς

φρονεῖν λέγουσι· σὺ γὰρ ἐξηρτήμε...

δρῶμεν δὲ τοιαῦθ' ἃ σὺ τυγχάνης θέλων.

3

<Ἐκ Μελανίππης Δεσμώτιδος Εὐριπίδου>·

Σὺν τῶ θεῶ χρὴ τοὺς σοφοὺς ἀνατρέφειν

βουλεύματ' ἀεὶ πρὸς τὸ χρησιμότερον.

4

<Ἐκ τοῦ Φιλοκτήτου>·

Φεῦ μήποτ' εἴην ἄλλο πλὴν θεοῖς φίλος,

ὡς πάντ' ἔχωσι κἂν βραδύνωσι χρόνω.

5

<Ἐκ τοῦ Οἰνομάου>·

Ἐγὼ μὲν εὖτ' ἂν τοὺς κακῶς ὁρῶ βροτῶν

πίπτοντας, εἶναι φημὶ δαιμόνων γένος.

6

<Ἐκ τοῦ Θυέστου>·

Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.

7

<Ἐκ τοῦ αὐτοῦ>·

Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώπων, θεῶν.

σπουδάζομεν δὲ πόλλ' ὑπ' ἐλπίδων μάτην

πόνους ἔχοντες οὐδὲν εἰδότες σαφές.

8

<Ἐκ τῶν Ὡρῶν>·

Πανευμαρὲς θεοῖσι κοὐδαμῆ μακράν.

9

<Ἐκ τοῦ Ἡρακλείσκου σατουρίκης>·

Κρεῖσσον θεοῖς γὰρ ἢ βροτοῖς χάριν φέρειν.

10

<Ἐκ τοῦ αʹ Θυέστου>·

Σοφὸς γὰρ οὐδεὶς πλὴν ὃν ἂν τιμᾶ θεός.

ἀλλ' εἰς θεοὺς ὁρῶντα κἂν ἔξω δίκης

χωρεῖν κελεύη, κεῖς' ὁδοιπορεῖν χρεών·

αἰσχρὸν γὰρ οὐδὲν ὧν ὑφηγοῦνται θεοί.

11

<Ἐκ τῆς Ὁμολογούσης τῶν Βίωνος βουκο-

λικῶν>·

Πάντα θεοῦ γὰρ θέλοντος ἀνύσιμα πάντα βροτοῖσι·

ἐκ μακάρων γὰρ ῥάστα καὶ οὐκ ἀτέλεστα γένοιτο.

12

<Ἐκ τῶν Θεόγνιδος Ἐλεγείων>·

Ἄνθρωποι δὲ μάταια νομίζομεν εἰδότες οὐδέν·

οἱ δὲ κατὰ σφετέρον πάντα τελοῦσι νόον.

13

<Ἐκ τῆς Υ Ἰλιάδος>·

Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει μινύθει τε

ὅπως κ' ἐθέλησιν· ὁ γὰρ κράτιστος ἁπάντων.

14

<Ἐκ τῶν Ἀράτου Φαινομένων>·

Αὐτὸς γὰρ τάδε σήματ' ἐν οὐρανῶ ἐστήριξεν

ἄστρα διακρίνας· ἐσκέψατο δ' εἰς ἐνιαυτὸν

ἀστέρας, οἳ καὶ μάλιστα τετ!!γμένα σημαίνοιεν

ἀνδράσιν ὡραῖον ὄφρ' ἔμπεδα πάντα φύονται.

15

<Ἐκ τῆς Η Ἰλιάδος>·

Ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γόνασι κεῖται.

16

<Ἐκ τῆς Ρ Ἰλιάδος>·

Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν

παντοῖοι τελεθόντες ἐπιστρωφῶσι πόλιας

ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.

17

<Ἐκ τῶν Πυθαγορικῶν>·

Ζεῦ Κρονίδη, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις

ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένοις ἀπερύκοις.

6

t

{Περὶ δίκης καὶ δικαιοσύνης}.

1

<Ἐκ τοῦ Αἰγέως Εὐριπίδου>·

Κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς

ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.

2

<Ἐκ τῆς Ἑκάβης>·

Ἐσθλοῦ γὰρ ἀνδρὸς τῆ δίκη θ' ὑπηρετεῖν

καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.

3

<Ἐκ τοῦ αὐτοῦ δράματος>·

Οὐκ ἂν δυναίμην· ἀλλ' ἐπεὶ τὰ μὴ καλὰ

πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.

4

<Ἐκ τῶν Ἐπιτρεπόντων Μενάνδρου>·

Μὴ καταφρονήσης θεῶν· ἐν παντὶ δεῖ

καιρῶ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ,

καὶ τὸν παρατυγχάνοντα τούτου μέρους

ἔχειν πρόνοιαν κοινόν ἐστι τῶ βίω.

5

<Ἐκ τῶν Δήμων Εὐπόλιδος>·

Τὸ γὰρ δίκαιον πανταχοῦ φυλακτέον.

6

<Ἐκ τοῦ Ἡρακλείσκου Σοφοκλέους>·

Τὸν δρῶντα γάρ τι καὶ παθεῖν ὀφείλεται.

7

<Ἐκ τῆς Φαίδρας>·

Οὐ γὰρ δίκαιον ἄνδρα γενναῖον φρένας

τέρπειν ὅπου γε δίκα?ι?α τέρπεται.

8

<Ἐκ τῆς Ἠλέκτρας>·

Ἀλλ' ἔστιν ἔνθα χ' ἡ δίκη βλάβην φέρει.

9

<Αἴαντος Μαστιγοφόρου>·

Ξὺν τῶ δικαίω γὰρ μέγ' ἔξεστι φρονεῖν.

10

<Ἡσιόδου>·

Τὸν δέ γ' ἀνθρώποισι νόμον διέταξε Κρονίων,

ἰχθῦσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς

ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ' αὐτοῖς.

ἀνθρώποισι δ' ἔδωκε δίκην, ἣ πολλῶν ἀρίστη

γίνεται· εἰ γάρ τις καὶ θέλει τὰ δίκαια ἀγορεύειν

γινώσκων, τῷ μέν τ' ὄλβον διδοῖ εὐρύοπα Ζεύς.

11

<Τοῦ αὐτοῦ>·

Ὃς δέ κε μαρτυρέησιν ἑκὼν ἐπὶ ὅρκον ὀμόσας

ψεύσεται, ἐν δὲ δίκην βλάψας, νήκεστον ἀασθῇ·

τοῦ δ' ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται.

12

<Ἐκ τῆς Ξ Ὀδυσσείας>·

Οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,

ἀλλὰ δίκην τίουσι καὶ αἴσιμ' ἔργ' ἀνθρώπων.

13

<Ἡσιόδου>·

Πολλάκις καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.

14

<Ἐκ τοῦ Εὐθύφρονος Πλάτωνος>·

Τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, τὸ μέρος τοῦ

δικαίου εἶναι εὐσεβές τε καὶ ὅσιον τὸ περὶ τὴν τῶν

θεῶν θεραπείαν· τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ

λοιπὸν εἶναι τοῦ δικαίου μέρος.

15

<Ἐκ τοῦ Κρείτωνος>·

Ἀλλ', ὦ Σώκρατες, πειθόμενος τοῖς σοῖς τροφεῦσιν μήτε

παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν, μήτ' ἄλλο

μηδὲν πρὸ τοῦ δικαίου.

16

<Ἰσοκράτους>·

Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὡς ἔστι δικαιοσύνη δι-

δακτόν· ὅλως μὲν γὰρ οὐδεμίαν ἡγοῦμαι τοιαύτην τέ-

χνην εἶναι, ἥτις τοῖς κακῶς πεφυκόσι πρὸς τὴν ἀρετὴν

σωφροσύνην ἂν ἐμποιήσειεν· οὐ μὴν ἀλλὰ συμπαρα-

σκευάσαι τε καὶ συνασκῆσαι μάλιστ' ἂν οἶμαι τὴν τῶν

πολιτικῶν ἐπιμέλειαν.

17

<Ἐκ τοῦ περὶ Στεφάνου Δημοσθένους>·

Θεάσασθε τοίνυν, ὡς σαθρὸν, ὡς ἔοικεν, ἔστι φύσει

πᾶν ὅ τι ἂν μὴ δικαίως ᾖ πεπραγμένον.

7

t

{Περὶ ἀρετῆς.}

1

<Ἐκ Μελεάγρου Εὐριπίδου>·

Τὸ τ!! κράτιστον. κἂν γυνὴ κράτι!! ἦ,

τοῦτ' ἔστ' ἀρετὴ· τὸ δὲ ὄνομα οὐ διαφέρει.

2

<Ἐκ τοῦ Ἐρεχθέως>·

Ἐν τῶν πόνων γὰρ τἀγαθ' αὔξεται βροτοῖς.

ὁ δ' ἡδὺς ἀγὼν ἢ κακίστ' ἀτολμία

οὔτε οἶκον, οὔτε γαῖαν ὀρθώσειεν ἄν.

3

<Ἐκ τοῦ Ἀρχελάου>·

Ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν.

4

<Θυέστου>·

Γνώμης γὰρ οὐδὲν ἀρετὴ μονουμένη.

5

<Ἐκ τῆς Ὑψιπύλης>·

Πρὸς τὰς χρήσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν

καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν,

πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν,

τοῖς μὴ δικαίοις δ' οὐδὲν συμβάλλειν χρεών.

6

<Ἐκ τοῦ Ἡνιόχου Μενάνδρου·

Ἐλεεῖν δ'> ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος·

ὁ χρηστὸς, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ·

μία ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί.

7

<Εὐριπίδου>·

Ἡ δ' ἀρετὴ καὶ θανοῦσι λάμπει.

8

<Ἐκ τοῦ γεωργίου>· (schubartus· hoc loco margini

ascriptum est eadem manu: <ἐκ τῶν ἀποτρεπόντων>.)

Οὐδὲν δὲ πέπονθας δεινὸν ἂν μὴ προσποιῇ.

9

<Τοῦ αὐτοῦ>·

Οὗτος κράτιστος ἔστιν ἀνὴρ, ὦ Γοργία,

ὅστις ἀδικεῖσθαι πλεῖστα ἐπίστατ' ἐγκρατῶς·

τὸ δ' ὀξύθυμον τοῦτο καὶ λίαν πικρὸν

δεῖγμα ἐστὶν εὐθὺς πᾶσι μικροψυχίας.

10

<Σοφοκλέους Ἴωνος>·

Πρὸς ἀνδρὸς ἐσθλοῦ πάντα γενναίως φέρειν.

11

<Ἐκ τῆς Ἠλέκτρας>·

Οὐδεὶς τῶν ἀγαθῶν

ζῶν κακῶς εὔκλειαν αἰσχύναι θέλοι.

12

<Ἡσιόδου>·

Τῆς δ' ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν

ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν

καὶ τρηχὺς τὸ πρῶτον· ἐπὰν δ' εἰς ἄκρον ἵκηται,

ῥηϊδίη ἔπειτα πέλει χαλεπή περ ἐοῦσα.

13

<Ἰσοκράτους>·

Ἡ δὲ τῆς ἀρετῆς κτίσις οἷς ἂν ἀκίβδηλος ταῖς διανοίαις

συναυξηθῆ, μόνιμον συγγηράσκει· πλούτου δὲ κρείττων,

χρησιμωτέρα δ' εὐγενείας ἐστί· τὰ μὲν τοῖς ἄλλοις ἀδύ-

νατα δυνατὰ καθιστάσα, τὰ δὲ τῶ πλήθει φοβερὰ θαρ-

σαλέως ὑπομένουσα, καὶ τὸν μὲν ὄκνον ψόγον, τὸν δὲ

πόνον ἔπαινον ἡγουμένη.

14

<Τοῦ αὐτοῦ>·

Χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς ἰδέαις ταῖς

αὐταῖς ἁπάσαις, ἀλλὰ τὴν μὲν δικαιοσύνην ἐν ταῖς ἀπο-

ρίαις· τὴν δὲ σωφροσύνην ἐν ταῖς δυναστείαις· τὴν δὲ

καρτερίαν ἐν ταῖς τῶν νέων ἡλικίαις.

15

<Ἐκ τοῦ Μένωνος Πλάτωνος>·

Οὐκ ἐκ χρημάτων ἀρετὴ γίνεται, ἀλλ' ἐξ ἀρετῆς χρή-

ματα καὶ ἄλλα ἀγαθὰ τοῖς ἀνθρώποις.

8

t

{Περὶ τοῦ ἀνθρωπίνου βίου.}

1

<Εὐριπίδου>·

Ἀεὶ τί καινὸν ἡμέρα παιδεύεται.

2

<Ἐκ τοῦ Ἀρχελάου Εὐριπίδου>·

Πάλαι σκοπῶμεν τὰς τύχας τῶν βροτῶν

ὡς εὖ μεταλλάσσουσιν· οὐ γὰρ ἀσφαλῶς

εἰς ὀρθὸν ἔστη· πίπτει δ' ὁ πρὶν εὐτυχῶν.

3

<Ἐκ τῆς Ἀνδρομάχης>·

Χρὴ δ' οὔποτ' εἰπεῖν οὐδέν' ὄλβιον βροτῶν

πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδης

ὅπως περάσας ἡμέραν ἥξει κάτω.

4

<Ἐκ τῆς Ἀλκηστίδος>·

Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται·

κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται

τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·

τὸ τῆς ψυχῆς γὰρ ἀφανὲς ποῖ προβήσεται,

οὐκ ἔστι διδακτὸν οὐδ' ἁλίσκεται τέχνη·

τοῦτ' οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα

εὔφραινε σαυτὸν, πίνε, τὸν καθ' ἡμέραν

βίον λογίζου σὸν, τὰ δ' ἄλλα τῆς τύχης.

5

<Ἐκ τοῦ Πλοκίου>·

Οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.

6

<Ἐκ τοῦ Ὀρέστου>·

Οὐκ ἔστιν οὐδὲν δεινὸν, ὧδ' εἰπεῖν ἔπος,

οὐδὲ πάθος, οὐδὲ συμφορὰ θεήλατος,

ἧς οὐκ ἂν ἄρετ' ἄχθος ἀνθρώπου φύσις.

7

<Ἐκ τῆς Ἠλέκτρας>·

Οὐκ ἔστιν ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·

ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν·

ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς

τὸ μηδὲν ὄντα, χρηστὰ δ' ἐκ κακῶν τέκνα.

8

<Ἐξ Ἰφιγενείας τῆς ἐν Αὐλίδι>·

Θνατῶν δ' ὄλβιος ἐς τέλος οὐδεὶς

οὐδ' εὐδαίμων·

οὔπω γὰρ ἔφυ τὶς ἄλυπος.

9

<Ἐκ τῶν Κυβερνήτων>·

Οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι

ἅπαντες οἱ φυσῶντες ἐφ' ἑαυτοῖς μέγα·

οὗτοι γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν·

οὗτος μακάριος ἐν ἀγοραῖς νομίζεται,

ἐπὰν δ' ἀνοίξη τὰς θύρας, τρισάθλιος.

10

<Εὐπολίδος>·

Ὡς πολλά γ' ἐν μακρῶ χρόνω γίνεται μεταλλαγέται

πραγμάτων· μένει δὲ χρῆμ' οὐδὲν ἐν ταὐτῶ ῥυθμῶ.

11

<Φανιέως>·

Ἄνθρωπος ὢν ἤμαρτον· οὐ θαυμαστέον·

μήποτ' ἐπαννέσης πρὶν ἄνδρα ἴδης σώφρονα.

12

<Δημοσθένους>·

Τῶν γὰρ ἀνθρώπων οἱ πλεῖστοι κτῶνται μὲν τἀγαθὰ

τῶ καλῶς βουλεύεσθαι καὶ μηδενὸς καταφρονεῖν· φυ-

λάττειν δὲ οὐκ ἐθέλουσι τοῖς αὐτοῖς τούτοις.

13

<Πλάτωνος>·

Καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς ὅσον μὲν χρόνον παρα-

μένουσιν, καλὸν τὸ χρῆμα καὶ πάντα ἀγαθὰ ἐργάζον-

ται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ

δραπετεύέίν (sic) τῆς ψυχῆς τοῦ ἀνθρώπου· ὥστε οὐ

πολλοῦ ἄξιαι εἰσὶν ἕως ἄν τις αὐτας⁝

14

ὡς εἰς τὸ πλεῖστον ἥκομεν φρονήματος⁝

15

ἐν κακοῖσιν οὐ ῥάδιον βροτοῖσιν εὐφημεῖν στόμα.

16

Τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα

17

Ἐκ τοῦ σκότους τε τῶν τε νυκτέρων βροτοῖς

φίλτρων μεγίστη γίνεται θνητοῖς χάρις.

18

Εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν.

19

Ἐσθλοῦ γὰρ ἀνδρὸς τῆ δίκη θ' ὑπηρετεῖν

καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.

20

Δεινόν γε θνητοῖς ὡς ἅπαντα συμπιτνεῖ

καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν·

21

Οὐκ ἔστι θνητῶν ὅστις ἔστ' ἐλεύθερος·

ἢ χρημάτων γὰρ δοῦλος ἐστὶν ἢ τύχης.

22

Οὐκ ἔστιν οὐδὲν πιστὸν οὔτ' εὐδοξία

οὔτ' αὖ καλῶς πράσσοντος μὴ πράξειν καλῶς.

23

Ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον.

24

Ῥᾶον παραινεῖν ἢ παθόντα καρτερεῖν.

eur

t

{Εὐριπίδου.}

1

Φεῦ μήποτ' εἴην ἄλλο πλὴν θεοῖς φίλος·

ὡς παντ' ἔχωσι κἂν βραδύνωσι χρόνω.

2

Εὖ ἴσθ' ὅτ' ἄν τις εὐσεβῶν θύει θεοῖς,

κἂν μικρὰ θύη, τυγχάνει σωτηρίας.

3

Ἦ πολλὰ καὶ δύσγνωστα βουλεύει θεός.

4

Τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν

κάλλιστον· οἶμαι δ' αὐτὸ καὶ σοφώτατον

θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.

5

Οὐκ ἔστι τὰ θεῶν ἄδικα· ἐν ἀνθρώποισι δὲ

κακοῖς νοσοῦντα σύγχυσιν ἔχειν πολλήν.

6

Θεοῖς ἀρέσκου· πᾶν γὰρ ἐκ θεῶν τέλος.

7

Ὅστις δὲ τοὺς τεκόντας ἐν βίω σέβει

ὅδ' ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος·

ὅστις δὲ τοὺς φυσάντας μὴ τιμᾶν θέλη,

μή μοι γένοιτο μήτε συνθύτης τοῖς θεοῖς,

μήτ' ἐν θαλάσση κοινόπλουν στέλλοι σκάφος.

8

Οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις·

ἐρᾶτε μητρὸς παῖδες, ὡς οὐκ ἔστ' ἔρως

τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.

9

Οὐκ ἔστι παισὶ τοῦδε καλλίων γέρας

ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι.

10

Καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμὴν νέμειν.

11

Ἐγὼ δ' ὅθεν μέγιστον ἄρξομαι λέγειν

ἐκ τοῦδε πατρὶ πείθεσθαι χρεὼν παῖδας.

νομίζειν δ' αὐτὸ τὴν δίκην.

12

Ὡς ἡδὺ πατέρα παισὶν ἤπιον κύρειν

καὶ παῖδας εἶναι πατρὶ μὴ στυγουμένους.

13

Ἂν οἱ τεκόντες τοῦτο γινώσκωσιν ὅτι

νέοι ποτ' ἦσαν, ἠπίως τὴν τῶν τέκνων

οἴσουσι Κύπριν, ὄυντες οὐ σκαιοὶ φύσιν.

14

Ὅστις πατὴρ πρὸς παῖδας ἐκβαίνει πικρῶς,

τὸ γῆρας οὗτος τερματίζεται βαρύ.

15

Μή μοι τὸ πρῶτον βῆμα ἐὰν δράμη καλῶς

νικῶν δοκείτω τὴν δίκην, πρὶν ἂν τέλος

γραμμῆσι κεῖται καὶ πέρας κάμψει βίου.

16

Τὴν δίκην λέγουσι παῖδα εἶναι χρόνου

ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας.

17

Γνώμαις γὰρ ἀνδρῶν εὖ μὲν οἰκοῦνται πόλεις,

εὖ δ' οἶκος, εἴς τ' αὖ πόλεμον ἰσχύει μέγα·

σοφὸν γὰρ εὖ βούλευμα τὰς σοφὰς χείρας

νικᾶ· σὺν ὄχλω δὲ ἀμαθία πλεῖστον κακόν.

18

Ὦ πόλλ' ἁμαρτάνοντες ἄνθρωποι μάτην·

τί δὴ τέχνας μὲν μυρίας διδάσκετε

καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,

ἓν δ' οὐκ ἐπίστασθε οὐδὲ θηρᾶσθε δήπω

φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς.

19

Γνώμης γὰρ οὐδὲν ἢ ἀρετῆ μονουμένη.

20

Οὔτοι βροτοῖσι κέρδος ἄργυρος μόνος

καὶ χρυσός ἐστιν· ἀλλὰ χ' ἡ ἀρετὴ μέγα

νόμισμα κεῖται πᾶσιν, ἧ χρῆσθαι χρεών.

21

Οὐκ ἔστιν ἀρετῆς κτῆμα τιμιώτερον·

οὐ γὰρ πέφυκε δοῦλον οὔτε χρημάτων

οὔτ' εὐγενείας οὔτε θωπείας ὄχλων·

ἀρετῆ δ' ὅσωπερ μᾶλλον ἂν χρῆσθαι θέλης,

τοσῶδε μεῖζον αὔξεται τελουμένη.

22

Νεανίαν γὰρ ὄντα χρὴ τολμᾶν πονεῖν·

οὐδεὶς γὰρ ὢν ἄθυμος εὐκλεὴς ἀνήρ·

ἀλλ' οἱ πόνοι τίκτουσι τὴν εὐανδρίαν.

{ΩΡΙΩΝΟΣ ΤΟΥ ΘΗΒΑΙΟΥ.}ἀγαθὸν, παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ' αὐτό· ἄποιναδῶρα· ἄφοινά τινα τὰ ὑπεξαιρούμενα τὸν φονέα, τοῦἐγκλήματος (cod. ἐγλήματος)· ἄνθος, παρὰ τὸ ἄνω θεῖν·ὅ ἐστι τρέχειν ἐν τῇ αὐξήσει· ἄναξ, ὁ τὴν ἄνω τάξινἔχων· ἀνατάναξ· καὶ ἐν συνκοπῇ ἄναξ. αἰγιαλὸς παρὰτὸ τὴν ἅλα ἐκεῖ ἄγνυσθαι· ἄξαι γὰρ τὸ κλᾶσαι. ἀσκὸςἀοχὸς τὶς ὢν ὁ ὑγιὴς, καὶ μὴ ἐσχισμένος· κατὰ τροπὴντοῦ χ, εἰς κ· ἀσκηθὴς ὁ ὑγιής· καὶ ἀβλαβής· ἄνηθον,παρὰ τὸ ἄνω θεῖν διὰ τὴν ἐν τάχει αὔξησιν· ἄμπελοςπαρὰ τὸ ἄνω πελάζειν· ἀνάπελος τὶς οὖσα· ἄνεμος,ἄνεμος τὶς ὢν καταμετάθεσιν στοιχείου ὡσανεὶ οὐκ ἠρε-μῶν οὔτε ἐν αὐτῷ μένων· ἀεί· αὐλὸς, παρὰ τὸ ἄνω,τὸ πνέω· καὶ πλεονασμὸς τοῦ υ· αὖρα, παρὰ τὸ ἀὴρἄρα· ὡς παρὰ τὸ ξυστὴρ, ξύστρα· καὶ πλεονασμὸς τοῦυ αὖρα· ἄγγελος, παρὰ τὸ ἄγω ἄγελος καὶ ἄγγελος·ἄχος, παρὰ τὸ μὴ διαχεῖσθαι ἀλλὰ συνέχεσθαι τὴν ψυ-χήν· ὅθεν τὸ χαίρειν εὕρηται παρὰ τὸ διαχεῖσθαι ὑπὸτῆς ἡδονῆς καὶ χαρᾶς. ἀπηνὴς, ὁ ἄπωθεν τοῦ αἰνεῖσθαι.ὡς ἐκ τουναντίου προσηνής· ὁ ἐγγὺς ὢν τοῦ αἰνεῖσθαι·καὶ ἐν αὐτῷ τυγχάνων. ἀτρεκὲς, τὸ ἀληθές· ὁ οὐδεὶςπαρατρέχει εὖ φρονῶν· ὅθεν Δωριεῖς ἀτρεχὲς λέγουσιν.ἀμφισβητεῖν φιλονεικεῖν· παρὰ τὸ χωρὶς βαίνειν· ὅ ἐστισυμφώνων (corr. in cod. m. recent. ὅ ἐστι ἀσυμφωνεῖν)·ἄρουρα ἡ γῆ· παρὰ τὸ ροῦν, ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴνγῆν τὴν γεωργουμένην. ἀγέρωχος, ὁ ἄγαν αὐχῶν· ἢ ὁἄγαν περοεχῶν (corr. in cod. m. rec. ὑπερέχων)· ὡςεἶναι τὸ α ἐπιτατικόν. ἀμαζὼν ἡ μὴ μάζαις χρωμένη·ἀλλὰ κρέασιν· ἢ ὅτι τὴν μίαν θηλὴν τὴν δεξιὰν ἐνέ-καιον· ἵνα μὴ ἐμποδίζωνται τοξεύουσαι· αἰπόλος ἤτοι ὁαἰγοπόλος· ἢ ὁ περὶ τὰ ἔπη εἱλούμενος· ἤτοι τὰ ὄρη.ἀτασθαλία, ἡ ἀδικία· παρὰ ἐν τῇ ἄττῃ ἤγουν τῇ βλάβῃθάλλειν· ὡς παροινία, ἡ περὶ τὸν οἶνον ἀταξία· ἀράχνηπαρὰ τὸ ἀηραριχᾶσθαι· ἢ παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν,ἥγουν λεπτά· ἀρὰ παρὰ τὸ αἴρεσθαι τὰς χεῖρας (corr.χείρας) εὐχομένους· ἄκος ἡ θεραπεία, κυρίως τὸ τῷ σι-δήρῳ θεραπεύειν· ἔνθεν καὶ τὸν ἰητρὸν, ἀκέστην Φρύ-γες καλοῦσιν. ἄφνω παρὰ τὸ ἀφανὲς ἀφανῶς. ἀστρά-γαλος παρὰ τὸ ἀστραβὴ καὶ ὀρθὴν φυλάσσειν τὴν βάσιν.αὖος ὁ ξηρός· κατὰ στέρησιν τοῦ ὕεσθαι· ὁ εἰς αὖσιν καὶκαῦσιν ἐπιτηδεῖ. ἀγλάα παρὰ τὴν αἴγλην τὰ λαμπρά·ἑφ' οἷς τὶς ἀγάλλεται ἢ λαμπρύνεται. ἄλγος, παρὰ τὸἀλέγω τὸ φροντίζω· οὗ ἄν τις ἀλέγει· ὅ ἐστι φροντίζει.ἀγορὴ παρὰ τὸ ἀγείρεσθαι· ἢ παρὰ τὸ ἀγορεύειν ἐναὐτῆ· αἰδοῖα παρὰ τὴν αἰδώ· καὶ γὰρ γυμνῶσαι ταῦταἢ ὀνομάσαι αἰδούμεθα· ἄνθρωπος παρὰ τὸ ἄνω ἀθρεῖνἢ παρὰ τὸ ἔναρθρον (cod. ἔναθρον) ἔχειν τὴν ὄπα·τουτέστι φωνήν· γραφομένη καὶ νοουμένη. ἀνὴρ, παρὰτὸ ἀνῶ ὅ ἐστιν ἀνύσω· ἀγασάμενοι, παρὰ τὸ ἀγάζω τὸθαυμάζω· ἁλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν· ἄγχειν παρὰτὸ ἄγω· πλεονασμῶ τοῦ χ· τί γάρ ἐστι τὸ ἄγχειν, ἢ τὸἄγειν καὶ συνάγειν τὸν λάρυγγα. ἀρτηρία. ἤγουν ἀερο-τηρία τὶς οὖσα παρὰ τὸ ἔχειν τὸ πνεῦμα καὶ τηρεῖν.ἀντίχειρ ἤτοι ἀντίκειται τῆ ὅλη χειρί· ἀργοὶ γὰρ εἰσὶνοἱ ἄλλοι, χωρὶς αὐτοῦ· ἀλλότριος, πλεονασμῶ τοῦ τ·ἀλλοόριος· οἷον ἄλλων ὁρίων ὤν· αἰσχρὸς παρὰ τὸ αἶ-σχος· αἰσχηρός· καὶ ἐν συνκοπῇ (cod. συγκοπὴ) αἰσχρός·ἀνία ἡ λύπη, ἀνίατος τὶς οὖσα, ἡ δυσχέρως ἰωμένη·ἀκριβὴς παρὰ τὸ κρύβω ἀκρυβής· καὶ τροπῆ τοῦ υ εἰς ιἀκριβής· ἄπειρος, εἴτε ὁ μέγας εἴτε ὁ ἀμαθής· καὶ τὸμὶν, παρὰ τὸ πέρας, μὴ ἔχειν· τὸ δὲ, παρὰ τὴν πείραν·ὁ μὴ ἔχων πείραν λόγων καὶ μαθημάτων. ἀλάστωρ ὁἀσεβής· ὁ Ζεὺς ὁ ἐποπτεύων τοὺς τὰ ἄλλαστα καὶ