Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 476.
- CTS identifier
urn:cts:greekLit:tlg2594.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΠΕΡΙ ΧΡΟΝΩΝ.}
1
Bekker. Anecd. Gr.: Πυθόδωρος ἐν τῷ
Περὶ στοιχείων αφιλλαισ (scr. καὶ Φίλλις) ὁ Δήλιος ἐν
τῷ Περὶ χρόνων πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά
(τὰ γράμματά) φασιν. Ἐπιμαρτυροῦσι τούτοις καὶ οἱ
Μιλησιακοὶ συγγραφεῖς Ἀναξίμανδρος καὶ Διονύσιος
καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν Νεῶν κατα-
λόγῳ παρατίθεται.
t2-4
{ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ.
E LIBRO SECUNDO.}
2
Athenaeus XV: Καὶ Φίλλις δ' ὁ Δή-
λιος ἐν δευτέρῳ Περὶ μουσικῆς διαφέρειν φησὶ πηκτίδα
μαγάδιδος, λέγων οὕτως· «Φοίνικες, πηκτίδες, μαγά-
διδες, σαμβύκαι, ἰαμβύκαι, τρίγωνα, κλεψίαμβοι,
σκινδαψοὶ, ἐννεάχορδα. Ἐν οἷς γὰρ (φησὶ) τοὺς ἰάμ-
βους ᾖδον, ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο
τὰ ἐν τοῖς μέτροις, κλεψιάμβους Μαγάδιδας δὲ τὰ
διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμο-
σμένα. Καὶ ἄλλα δ' ἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος
ἢ βάρμος· καὶ ἄλλα πλείονα, τὰ μὲν ἔγχορδα, τὰ δὲ
ἔνηχα, κατεσκεύαζον.»
3
Athen. I: Φίλλις ὁ Δήλιος μουσικὸς τοὺς
ἀρχαίους φησὶ κιθαρῳδοὺς κινήσεις ἀπὸ μὲν τοῦ προσ-
ώπου μικρὰς φέρειν, ἀπὸ ποδῶν δὲ πλείους, ἐμβατη-
ρίους καὶ χορευτικάς.
4
Suidas: Σκόλιον, ἡ παροίνιος ᾠδή,
ὡς Ἀριστόξενος καὶ Φίλλις ὁ μουσικὸς, ὅτι ἐν
τοῖς γάμοις παρὰ μίαν τράπεζαν πολλὰς κλίνας τιθέν-
τες παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες
ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα·
ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν.
6
{ΠΕΡΙ ΑΥΛΗΤΩΝ.}
Athenaeus XV: Magadin tibiarum ge-
nus esse neque Aristoxenus ait neque Pyrrander ἐν
τῷ Περὶ αὐλητῶν, neque Φίλλις ὁ Δήλιος· ξυνέγραψε
γὰρ καὶ οὗτος Περὶ αὐλητῶν καὶ Εὐφράνωρ.