The Greek Library Catalogue

Anonymous

Catena in Canticum canticorum

Edition reference
Catena in Canticum canticorum, MPG 87.2: 1545–1753.
CTS identifier
urn:cts:greekLit:tlg2598.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1545

{ΠΡΟΚΟΠΙΟΥ ΓΑΖΑΙΟΥ

ΧΡΙΣΤΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ

ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ

ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΕΠΙΤΟΜΗ

ΑΠΟ ΦΩΝΗΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ, ΚΑΙ ΚΥΡΙΛΛΟΥ

ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΩΡΙΓΕΝΟΥΣ ΤΕ

ΚΑΙ ΦΙΛΩΝΟΣ ΤΟΥ ΚΑΡΠΑΘΙΟΥ, ΑΠΟΛΙΝΑΡΙΟΥ,

ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΙ ΕΤΕΡΩΝ ΔΙΑΦΟΡΩΝ, ΗΓΟΥΝ ΔΙΔΥΜΟΥ, ΤΟΥ ΑΓΙΟΥ ΙΣΙΔΩΡΟΥ, ΘΕΟ-

ΔΩΡΗΤΟΥ ΚΑΙ ΘΕΟΦΙΛΟΥ.

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.}

{Γρηγορίου Νύσσης.} Διὰ τῶν ἐνταῦθα γε-

γραμμένων νυμφοστολεῖταί πως ἡ ψυχὴ πρὸς τὴν

ἄϋλόν τε καὶ πνευματικὴν τοῦ Θεοῦ συζυγίαν· καὶ

δεῖται λευχειμονούντων ἀκροατῶν ἀμιάντοις νοήμα-

σιν, ὡς ἐντὸς γενέσθαι τοῦ ἀκηράτου νυμφῶνος. Καὶ

ἡ προγραφὴ γὰρ ἡμᾶς ἐπὶ τοῦτο προτρέπεται.

Ὡς γὰρ τὸ Ἅγιον τῶν ἁγίων ὑπερῆρται τῇ ἁγιότητι,

οὔτω τὸ νῦν ᾆσμα ὑπεραίρει τά τε τοῦ Δαβὶδ καὶ τοῦ

Μωϋσέως καὶ τῶν λοιπῶν προφητῶν· ἐν ἐπιθαλα-

μίου δὲ τρόπῳ τὴν πρὸς τὸ Θεῖον ἀνάκρασιν τῆς ἀν-

θρωπίνης ὑφηγεῖται ψυχῆς· διὰ ταῦτα ὁ Σολομὼν,

ἐμφαίνων διὰ τῶν γαμηλίων ῥημάτων, τήν τε ἄφατον

ἐπιθυμίαν τὴν ὀφειλομένην Θεῷ (μείζων πάσης ὀρέ-

ξεως ἡ γαμικὴ), καὶ τὴν εἰς ἄκρον ἀπάθειαν· τοσοῦ-

τον γὰρ δεῖ καθαρεύειν τὸν κολλώμενον τῷ Θεῷ, ὡς

τὰς ἐμπαθεῖς ὁρμὰς ἀπαθείας ὑπόθεσιν τίθεσθαι.

Τάξει δὲ προῆλθεν ὁ Σολομὼν τοιαύτῃ παιδεύων· τῇ

1548

γὰρ ἔτι νεαζούσῃ ψυχῇ παροιμίας ὑποθέμενος, κε-

λεύει τῆς σοφίας ἐρᾷν· διὸ καὶ, Υἱέ μου, λέγει πυκνῶς,

καὶ μανιάκην ὡς νέῳ καὶ στέφανον ἐπαγγέλλεται·

καὶ πρὸς τὸ τέλος τὴν ἀνδρείαν ἐπαινεῖ γυναῖκα· εἶτα

τῷ οὔτως εἰσαχθέντι ἐν τῷ Ἐκκλησιαστῇ πάντα

καθαιρεῖ, τὰ ῥευστὰ καὶ ματαιότητα λέγων· ὅπως ἂν

ἀναπτερώσει πρὸς τὰ μένοντα τὴν ψυχήν· καὶ νῦν

τὴν οὕτω κεκαθαρμένην αὐτῷ συνάπτει τῷ ὄντως καὶ

μόνῳ ἀγαθῷ· τὴν ψυχὴν ἐθέλων, μήτε κολάσεως

φόβῳ, μήτε μισθῶν ἐλπίδι· δουλοπρεπῆ γὰρ ἀμφό-

τερα· ἀγάπης δὲ φίλτρῳ προσδραμεῖν τῷ Θεῷ.

αʹ. <Ἆ|σμα ᾀσμάτων>.

{Νείλου.} Τὸ τῶν ᾀσμάτων βιβλίον ἔοικε γυναικὶ

φυσικῷ κάλλει φαιδρυνομένῃ, καὶ κόσμῳ πολυτελεῖ

τὸ φυσικὸν προσεξησκημένῃ κάλλος, σεμνῇ δὲ τὸ ἦθος

καὶ τῷ φαινομένῳ σχήματι, πολὺ κατὰ τὸ κεκρυμ-

μένον ἐναντίως διακειμένῃ. Ὡς γὰρ ἐπὶ τῆς τοιαύ-

της γυναικὸς ἡ μὲν ὅψις ἡδονὴν κινεῖ τοῖς ἀκολά-

στοις, ἡ δὲ πεῖρα διελέγχει τὴν σωφροσύνην οὐ συν-

αινοῦσαν τῇ προχείρῳ σκηνῇ· οὕτως ἐπὶ τοῦ προκει-

μένου βιβλίου, ἡ μὲν λέξις ἐρωτικότερον ἐσχηματι-

σμένη, δοκεῖ πως δέλεαρ γίνεσθαι τοῖς ἀπαιδεύτοις,

ἡ δὲ διάνοια τὸ αὐστηρὸν τῶν μυστηρίων ἀνακαλύ-

πτουσα τοῖς προσεγγίζουσι, τὴν τῶν νοημάτων δυσ-

χέρειαν ἀπαράδεκτον ποιεῖ, διὰ τῆς ἐν τῇ λέξει

τέρψεως· καὶ δουλεύειν πείθουσα τῇ τῆς θεωρίας

σεμνότητι, ἐκ τῆς περὶ τὸ γράμμα δοκούσης ἐμπα-

θείας, εὐμηχάνως ἐπὶ τὴν τῶν σημαινομένων δογμά-

των ὁδηγούσης μυσταγωγίαν.

<Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ>

Πηγὴ ζωῆς ἐστι ὁ νυμφίος ὁ βοῶν, «Εἴ τις διψᾷ, ἐρ-

χέσθω πρός με καὶ πινέτω·» ἐκ τοῦ στόματος δὲ

αὐτοῦ τῆς ζωῆς ἀνομβροῦσιν οἱ λόγοι· ᾧ σπουδάζει

προσερείσουσα τὸ ἴδιον ἡ ψυχὴ στόμα, κατὰ τὸν

προφήτην, ἑλκῦσαι πνεῦμα· παντὸς γὰρ ῥύπου

καθάρσιον τοῦτο τὸ φίλημα· διό μοι δοκεῖ τῷ λεπρῷ

Σίμωνι τὸ τοιοῦτον ὀνειδιστικῶς προσφέρειν ὁ Κύ-

ριος, ὅτι «Φίλημά μοι οὐκ ἔδωκας·» ἢ γὰρ ἂν

ἐκαθάρθης τοῦ πάθους.

{Ὠριγένους.} Καὶ ἄλλως· Μὴ διὰ προφητῶν, κ.

τ.λ.

<Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, [βʹ.] καὶ

ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα>.

{Γρηγορίου.} Τὸ νηπιῶδες δίδαγμα τοῦ Θεοῦ ὑπὲρ

τὸ εὔτονον καὶ θερμότατον τοῦ κόσμου σόφισμα· ἐκ

δὲ τῆς τοπικῆς θέσεως τῶν μαστῶν τὴν καρδίαν δη-

λοῖ καὶ τὴν κεκρυμμένην καὶ ἀπόῤῥητον τῆς θεότητος

δύναμιν, δι' ἧς τιθηνεῖται τὴν ἑκάστου δύναμιν καὶ

ζωὴν ὁ Θεὸς, κατάλληλον ἑκάστῳ τῶν δεχομένων τὴν

τροφὴν χαριζόμενος.

{Φίλωνος.} Ἤγουν μαζοὶ, αἱ διαθῆκαι ὑπὲρ τὸν

ἐπίγειον λόγον.

{Ἀπολιναρίου.} Πολλῶν οἴνων ἐν τῇ Γραφῇ

1549

κρειττόνων τε καὶ χειρόνων, νῦν τοῖς κρείττοσιν οἱ

τοῦ νυμφίου μαστοὶ παρατίθενται· οὐ γὰρ ἂν τοῖς

χείροσι συνεκρίθησαν. Ἡ τοίνυν Νύμφη, πολλοῖς καὶ

διαφόροις οἴνοις εὐφρανθεῖσα καὶ σχοῦσα παρα-

σκευὴν εἰς τὸ δέξασθαι τοὺς κρείττονας τούτων τοῦ

Νυμφίου μαστοὺς, τοῦτό φησιν, προτιμῶσα τούτους

οἵνου τοῦ ἐν νόμῳ τε καὶ προφήταις· καὶ τὸ περὶ τῶν

μύρων δὲ τῷ περὶ τοῦ οἴνου ταυτόν· ὅρα δὲ, ὡς ἐπὶ

μὲν τῆς εὐαγγελικῆς πολιτείας, ὀσμὴν ἔφη· ἐπὶ δὲ

τῆς νομικῆς λατρείας, αὐτὰ τέθεικε τὰ ἀρώματα

δηλῶν, ἐκείνης μὲν τὸ ὑπερέχον πνευματικὸν, ταύτης

δὲ τὸ παχύ.

<Μύρον ἐκκενωθὲν ὅνομά σου>.

{Ὠριγένους καὶ Προκοπίου.} Τάχα προφη-

τεύουσα τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον

πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ παρουσίαν·

(ὥστε γενέσθαι, κατὰ τὸν Παῦλον, «οἷς μὲν ὀσμὴ ἐκ

θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωὴν»), εἶπεν

ἂν ἡ νύμφη, Διὰ τοῦτο πάντες ἠγάπησάν σε·

ἀλλ' οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανεούμεναι,

καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκενώθη δὲ,

ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤ-

ῥήτοις.

{Κυρίλλου.} Δηλοῖ δὲ καὶ τὴν εἰς πάντα τὰ

ἔθνη τοῦ Μονογενοῦς κληθεῖσαν ἐπωνυμίαν, καθ' ὃ

πάντα τὰ ἔθνη εὐωδιάζουσι πρὸς αὐτὸν, τὴν αὐτοῦ

φέροντα προσηγορίαν.

{Γρηγορίου.} Αὐτὸ μὲν τῆς θείας φύσεως τὸ μύ-

ρον, εἴτ' οὖν τῆς οὐσίας κατάληψις, ὑπὲρ πᾶν ἐστι

ὅνομά τε καὶ νόημα· ἐξ ὧν δὲ θαυμαστῶς ἐνεργῶν

ὕλην τοῖς θείοις ὀνόμασι, πιότητά τινα βραχεῖαν τοῦ

θείου μύρου σημαίνουσαν· δι' ὧν σοφὸν, δυνατὸν,

ἀγαθὸν, ἅγιον, μακάριόν τε καὶ Κριτὴν καὶ Σωτῆρα

καὶ τὰ τοιαῦτα κατονομάζομεν.

{Νείλου.} Ὥσπερ τὸ συνεχόμενον μύρον

κενούμενον δῆλον γίνεται τῇ εὐωδίᾳ, οὕτω τὸ σὸν ὄνο-

μα, ὦ Νυμφίε, ἔτι σοῦ ὄντος ἐν τοῖς πατρικοῖς κόλποις

ἀγνοούμενον, μετὰ τὴν κένωσιν, ἴσα κενωθέντι μύρῳ

αὐτόθεν ἔχει τὴν μαρτυρίαν, τῇ τῶν σημείων δυνάμει

πιστούμενον· ἀλλ' αἱ μὲν νεάνιδες διὰ τοῦτο ἠγάπησάν

σε, ἐπειδὴ παρέλκυσάν σε ἐκ τῶν πατρικῶν κόλπων ἐπι-

δεόμεναι τῆς σῆς παρουσίας, μετὰ τὴν ἐκ τῆς ἐπι-

δημίας ὠφέλειαν, μετὰ τὴν τῶν θαυμάτων πεῖραν

ἐπιγνοῦσαί σου τὸ ὄνομα, καὶ ἀκολουθεῖν ὀπίσω σου

μετὰ τὴν τῆς εὐεργεσίας αἴσθησιν· ἐγὼ δὲ ἡ σοὶ

μεμνηστευμένη ἤδη κατὰ τὴν σὴν ἐπιφοίτησιν, τῆς

ὀσμῆς τῶν μύρων σου καὶ πρὸ τῆς ἐπιδημίας ἀντ-

ελαβόμην· καὶ τῶν ἀγαθῶν μαστῶν σου ὕστερον

γνωσθέντων πολλοῖς φθάσασα τὴν γνῶσιν τῇ χάριτι.

Δύνανται δὲ καὶ νεάνιδες καὶ λέγεσθαι τὸν Νυμφίον

ὀπίσω ἕλκουσαι, ἥ τε αἱμοῤῥοοῦσα καὶ ἡ Χαναναία·

ἀμφότεραι γὰρ τὸ ἐκ συμπαθείας εἵλκυσαν μύρον.

1552

{Ἀπολιναρίου.} Τῷ γὰρ ὀνόματι τοῦ Χριστοῦ

καθαρίζονται πάντα, ἰῶνται, βαπτίζονται, τὴν ἀληθι-

νὴν ἡμῖν εὐωδίαν ἐνοικίζονται· λέγει δὲ τὸ Πνεῦμα

τὸ ἅγιον, καὶ τὸ ἐκχυθὲν ὄνομα τὴν ἔκχυσιν τοῦ

Πνεύματος ἐπὶ πάντας ἐργάζεται, κατὰ τὸ, «Ἡγιά-

σθητε καὶ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·»

ἅπερ ποιοῦν τοὔνομα, μύρον εἰκότως ἐκκενωθέν.

<Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε>· [γʹ] <εἵλκυ-

σάν σε· ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δρα-

μοῦμεν>.

{Γρηγορίου.} Τίς γὰρ τοιούτου κάλλους ἀν-

έραστος, εἰ μόνον ὀφθαλμὸν ἔχει τὸν ἐνατενίσαι τῇ

ὥρᾳ δυνάμενον; Εἵλκυσαν οὖν αὐτὸν εἰς ἀνταγάπη-

σιν· φησὶν γὰρ ἡ Σοφία· «Ἐγὼ τοὺς ἐμὲ φιλοῦν-

τας ἀγαπῶ.»

{Κυρίλλου.} Νεᾶνις ἦν καὶ Παῦλος· «Πάντα,

λέγων, ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ,» διὸ

καὶ λίαν ἠγάπησε φάσκων· «Τίς ἡμᾶς χωρίσει ἀπὸ

τῆς ἀγάπης τοῦ Χριστοῦ;» πῶς δὲ αὐτὸν εἵλκυσαν;

ἀκολουθήσασαι τοῖς ἴχνεσιν αὐτοῦ, καὶ τῶν εὐαγγε-

λικῶν ἀπολαύσασαι μύρων· εἰ δὲ δραμοῦμεν, ἔχων

τῶν νεανίδων ὁ λόγος, «κατὰ τὸ ὀπίσω Κυρίου τοῦ

Θεοῦ πορευσόμεθα.»

<Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ>.

{Γρηγορίου.} Αἱ μὲν ἔτι νηπιάζουσαι προστρέ-

χουσαι τῇ εὐωδίᾳ· ἡ δὲ τελειωθεῖσα νύμφη εἰς τὰ

ἄδυτα ὡς ὁ Παῦλος εἰσάγεται καὶ εἰς τὴν βασιλείαν

τῶν οὐρανῶν.

{Ὠριγένους.} Ἤγουν ἀδύνατον τὴν ἀξιέραστον

λέγει, κ.τ.λ.

{Κυρίλλου.} Ἥντινα βασιλείαν ταμιεῖον ἐν

τοῖς παροῦσι προσαγορεύει.

{Νείλου.} Ταμιεῖον, τὸ σῶμα λέγει τὸ Κυρια-

κὸν, εἰς ὃ εἰσῆκται ἡ μακαρία ψυχὴ συνοικήσασα τῷ

Θεῷ Λόγῳ καὶ συμβασιλεύουσα σὺν αὐτῷ· εἰς ὅπερ

παθεῖν ἦν εἰκὸς τὰς ἀπὸ τῆς Συναγωγῆς ὁρώσας αὐτὴν

ὡσανεὶ φρυαττομένην, καὶ μετὰ σχήματος σοβαροῦ

τὸ, Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ,

πρὸς τὰς νεάνιδας λέγουσαν· τοῦτ' εὐσκόπως τῇ γνώμῃ

συνειδυῖα, καὶ τὴν κινηθεῖσαν αὐταῖς ἐκ τοῦ διηγήματος

ζηλοτυπίαν στοχασαμένη· εἰ τῶν ἐκείναις καθηκόν-

των ταμιείων τοῦ βασιλέως ἡ δυσμενὴς καὶ μέλαινα

ἠξιῶσθαι αὐχεῖ, ὅπερ εἶπον ἂν ἐκεῖναι, ἐξουδενοῦσαι

αὐτὴν καὶ χλευάζουσαι, τοῦτο εὐγνωμόνως ὁμολογεῖν

αὕτη οὐκ αἰσχύνεται· μετὰ τοῦ προστιθέναι τὴν αἰ-

τίαν, τοῦ εὐλόγως εἰρῆσθαι αὐτὴν παρὰ τοῦ Νυμφίου.

<Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί>.

{Προκοπίου.} Αἱ νεάνιδες τῇ νύμφῃ φασί· Με-

τάδος τῆς ἐπιγνώσεως· καθάπερ ὁ προσαναπαυσά-

μενος τῷ στήθει Χριστοῦ, καὶ φιληθεὶς ἐξ αὐτοῦ

μετέδωκε τῆς θεολογίας ἡμῖν.

{Γρηγορίου.} Διὰ ταύτης τῆς ῥήσεως τὴν

1553

ἐκκλησιαστικὴν οἰκονομίαν ἐκκαλύπτει ὁ λόγος· οἱ

γὰρ πρῶτοι μαθητευθέντες τῇ χάριτι, καὶ αὐτόπται

τοῦ Λόγου γενόμενοι, οὐκ ἂν ἑαυτοῖς τὸ ἀγαθὸν πε-

ριώρισαν, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους ἐκ διαδόσεως

τὴν αὐτὴν ἐποίησαν χάριν· διὰ τοῦτο πρὸς τὴν νύμ-

φην φασὶν αἱ νεάνιδες τὴν πρώτην διὰ τοῦ κατὰ

στόμα τοῦ Λόγου γενέσθαι τῶν ἀγαθῶν πληρωθεῖσαν

καὶ τῶν κεκρυμμένων μυστηρίων ἀξιωθεῖσαν· ὅτι

Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· κοινὴ γὰρ

ἡμῶν ἐστι χαρὰ τὸ σὸν ἀγαλλίασμα.

<Ἀγαπήσωμεν μασθούς σου ὑπὲρ οἶνον, εὐθύ-

της ἠγάπησέ σε>.

{Προκοπίου.} Ὡς ἀγαπᾷς σὺ, φασὶν, ὑπὲρ οἶνον

τοὺς τοῦ νυμφίου μαστοὺς, οὕτω τοὺς σοὺς ἡμεῖς

κατὰ μίμησιν σὴν, δι' ὧν τοὺς νηπίους ἐν Χριστῷ

γάλα ποτίζεις.

{Ἀπολιναρίου.} Διὰ τοῦτο ὑπὲρ ἀνθρωπίνην ἀγα-

πῶμεν τὴν τῶν σῶν λόγων ἐπιῤῥοήν· ὅτι σε ἠγάπησεν

ἡ εὐθύτης ὁ Ἰησοῦς· δι' οὗ τὸ σκολιὸν εἰς ὀρθὸν

ἀπευθύνεται· τοιοῦτος ὁ μαθητὴς ὃν ἠγάπα ὁ Ἰησοῦς.

{Ὠριγένους.} Ἤγουν εἰ καὶ νῦν δι' ἀσθένειαν,

κ.τ.λ.

δʹ. <Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσα-

λήμ· ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομών>.

{Νείλου.} Εἰ καὶ μέλαινα νῦν ὑμῖν εἶναι δοκῶ,

σημεῖά τινα τῆς προτέρας ἐπιφέρουσα καταστάσεως,

ἴστε ὅτι ὡς ἐπὶ σκηνῆς τῷ Αἰθιοπικῷ δέρματι ἐγκέ-

κρυπται κάλλος ἀμήχανον, ὅπερ ἀναλάμψει ἐν τῷ

γαμικῷ λουτρῷ.

{Ὠριγένους.} Ἐν γὰρ τῇ κολυμβήθρᾳ τοῦ βα-

πτίσματος ὅταν με λούειν μέλλῃ, τότε ἀναβήσομαι λαμ-

πρὰ, τὴν ἐπισυμβᾶσαν σκοτεινὴν ποιότητα ἀπονιψα-

μένη· ὡς καὶ ὑμᾶς τότε ὁρώσας θαμβεῖσθαι καὶ λέγειν·

Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκασμένη; Τί οὖν κομ-

πάζετε, θυγατέρες Ἱερουσαλὴμ, ἐπὶ τῇ τῶν πατέρων

οἰκειότητι, ἔργοις ἀρνησάμεναι τὴν οἰκειότητα αὐτῶν,

καὶ τὴν ἐκ πίστεως ἀπωσάμεναι δικαίωσιν; Τὸ δὲ,

ὡς σκηνώματα Κηδὰρ καὶ δέῤῥεις, τῶν δύο ποιο-

τήτων τὰς ἀκρότητας ἐν αἷς γέγονε σημαίνει, ἀρετῆς

καὶ κακίας, τὴν τῆς εἰδωλολατρείας μελανότητα

μεταθεμένη, καὶ καλὴ γενομένη ὡς τὰς Σολομῶντος

δέῤῥεις· ἢ καὶ σκηνώματα Κηδὰρ τοὺς ἀπὸ ἐθνῶν

φησιν· δέῤῥεις δὲ Σολομὼν τοὺς ἐξ Ἰουδαίων συνελ-

θόντας καὶ προστιθέντας τῇ πίστει.

{Θεοδωρήτου.} Ἔστιν ἐξ ἐθνῶν Ἐκκλησία,

μέλαινα μὲν ὡς ἐξηπατημένη καὶ τῇ κρίσει τῶν

ἀλόγων κατεσποδωμένη· καλὴ δὲ περιμένουσά σε τὸν

ἐξ οὐρανοῦ ἥξοντα διὰ τὴν ἐμὴν σωτηρίαν Δεσπότην·

δεδήλωκε δὲ κατὰ ταυτὸν, τῆς δυσσεβείας τὸν ζόφον

καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος αὐτῇ ὥραν.

{Ὠριγένους.} Λέγει δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλη-

σία, κ.τ.λ.

{Γρηγορίου.} Μὴ θαυμάζετε, φησὶν, ὅτι εὐθύ-

1556

της ἠγάπησέ με· ἀλλ' ὅτι καὶ μέλαιναν οὖσαν ἐλάμ-

πρυνεν, διὰ τὴν ἐφ' οἷς ἐμελανώθην μετάνοιαν· καὶ

ὑμεῖς τοίνυν, εἰ καὶ πρώην ὑμῖν τὸ σκότος ἐνῴκησεν

(τοῦτο γὰρ τὸ Κηδὰρ), γένεσθε δέῤῥεις τοῦ Σαλομὼν,

Χριστοῦ τοῦ εἰρηνικοῦ βασιλέως, καὶ τοῦ φωτὸς οἰ-

κητήριον· ἀπὸ μέρους γὰρ δέῤῥεις τὴν βασιλικὴν

ἔφη σκηνήν.

εʹ. <Μὴ βλέψητέ με ὅτι εἰμὶ μεμελανωμένη, ὅτι

παρέβλεψέ με ὁ ἥλιος>.

{Γρηγορίου.} Τὴν τῶν μαθητευομένων διάνοιαν

μὴ τῷ Δημιουργῷ τὴν αἰτίαν τοῦ σκοτεινοῦ εἴδους

ἀνατιθέναι, ἀλλὰ τῇ ἑκάστου προαιρέσει, καί φησιν·

Μὴ νομίσητε ὅτι μέλαινα ἐκτίσθην, ἀλλ' ὅτι τοιαύτην

ὁ πονηρὸς ἀπέδειξεν ἥλιος· περὶ οὗ τὸ ἡμέρας ὁ

ἥλιος οὐ συγκαύσει σε.

{Ὠριγένους.} Ἢ ὅτι σκοτισθεῖσάν με τῇ

ἁμαρτίᾳ, Χριστὸς παρεῖδε διὰ τὴν ἀπιστίαν, ὃν Ἥλιον

δικαιοσύνης ἀναγορεύουσιν αἱ Γραφαί.

<Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό

μου φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν

οὐκ ἐφύλαξα>.

{Γρηγορίου.} Υἱοὺς μητρὸς, τοὺς νοητοὺς εἶ-

πεν ἐχθρούς· λογικοὶ γὰρ ὁμοίως, καὶ ἐκ μιᾶς ἅπαν-

τες αἰτίας τῆς θείας φύσεως· οἵτινές με, φησὶν,

ἐκβάλλοντες τοῦ καλοῦ ἀμπελῶνος, τουτέστι τοῦ πα-

ραδείσου, ἔθεντό με φυλάσσειν τοὺς αὐτῶν ἀμπελῶ-

νας, ἐν οἷς βότρυς πικρίας καὶ σταφυλὴ χολῆς καὶ

θυμὸς δρακόντων γεωργεῖται· ἐν ἀμπελῶσι δὲ εἶπε

διὰ τὸ πολυσχεδὲς τῆς κακίας· μνησθεῖσα δὲ τοῦ

πάλαι πτώματος, τὰς νεάνιδας ἀφεῖσα, πρὸς τὸν νυμ-

φίον αὖθις ποιεῖται τὸν λόγον.

{Ὠριγένους.} Ἤγουν οἱ διδάσκοντες μαθηταὶ

τοῦ Χριστοῦ, κ.τ.λ.

{Κυρίλλου.} Τάχα δὲ κατηγορεῖ ἑαυτῆς, ὅτι τὸν

ἴδιον οὐκ ἐφύλαξεν ἀμπελῶνα, πορθεῖν αὐτὸν ἀφεῖσα

πάντα τὸν παραπορευόμενον τὴν ὁδόν· λυμήνασθαί

τε αὐτὸν ἦν ἐκ δρυμοῦ, καὶ μονιὸν ἄγριον κατανε-

μήσασθαι αὐτόν· τάχα δὲ καὶ δοξάζει τὸν Θεὸν, ὅτι

μὴ δυνηθεῖσα φυλάξαι τὸν ἴδιον ἀμπελῶνα, τῷ μήτε

γεωργῆσαι, μήτε φυλάξαι, ἐπὶ τοσοῦτον προέκοψεν,

ὡς πολλοὺς ἀμπελῶνας δυνηθῆναι φυλάξαι.

{Ἀπολιναρίου.} Ἀνάγοιτο δ' ἂν ταῦτα καὶ ἐπὶ

τοὺς πρότερον μὲν τὴν Ἐκκλησίαν διώξαντας, ὕστερον

δὲ διδάξαντας τοὺς ὑπ' αὐτῶν διωχθέντας, ὁποῖος

ἦν ὁ Παῦλος· ἑνικῶς γὰρ ἐξέδωκεν ὁ Σύμμαχος εἰ-

πών· Υἱὸς μητρός μου ἐμαχέσατο ἐν ἐμοὶ, ἔθετό

με φυλάκισσαν ἐν ἀμπελῶσι, τουτέστι μετὰ τὸ

διῶξαι, ἔθετό με φυλάσσειν τὰς ἐντολὰς τοῦ Θεοῦ.

{Κυρίλλου.} Ἤγουν υἱοὺς μητρὸς αὐτῆς λέγει

τῆς συναγωγῆς, τοὺς Γραμματεῖς καὶ Φαρισαίους·

οἵτινες ἐπολέμουν τοῖς πιστεύουσιν εἰς Χριστόν·

τηρεῖν ἐντελλόμενοι τὴν κατὰ τὸν νόμον λατρείαν·

1557

αὕτη γὰρ ἀμπελών· ἀλλ' ἐγὼ ταύτην, φησὶν, οὐκ ἐφύ-

λαξα· ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ

τὸν Χριστὸν ζημίαν· ὥς φησιν ὁ μακάριος Παῦλος.

Ϛʹ. <Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου,

ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ·

μήποτε γένωμαι ὡσεὶ περιβαλλομένη ἐπ' ἀγέλαις

ἑταίρων σου.>

{Γρηγορίου.} Τοὔνομά σου, φησὶν, ἀγνοῶ, ἐκ

δὲ τῆς ἀγάπης καλῶ· ἀγαπῶ γὰρ εἰκότως τὸν ἀγα-

πήσαντα καὶ τὴν ψυχὴν θέντα ὑπὲρ ἐμοῦ· καὶ βού-

λομαί σου τὴν νομὴν εὑροῦσα ἐμφορηθῆναι τῆς

αἰωνίου τρυφῆς, ἧς ὁ μὴ φαγὼν οὐ δύναται εἰς τὴν

ζωὴν εἰσελθεῖν· ἔνθα με ἀναπαύσεις, ἐν ἀσκίῳ φω-

τὶ τῆς ἀναστάσεως· ἀλλά με δίδαξον πῶς ἔστι τού-

των τυχεῖν, μήπως ἀποσφαλεῖσα ταῖς ἀλλοτρίαις

ἐμπέσω τῶν σῶν ποιμνίων ἀγέλαις· ἀγωνιᾷ γὰρ εἰς

τὸ φυλάξαι μέχρι τέλους ὅπερ ἐκτήσατο κάλλος, καὶ

περὶ τούτου πυνθάνεται· ὁ δὲ νυμφίος μείζων πό-

θον ἐξάπτων ἀναβάλλεται τὴν ἀπόκρισιν· οἱ φίλοι

δὲ ἀποκρίνονται τοῦ νυμφίου, καὶ λέγουσι τὰ ἐπ-

αγόμενα, τὸν τρόπον τῆς τῶν προσόντων ἀγαθῶν

ἀσφαλείας, διὰ συμβουλῆς ὑφηγούμενοι· ἔστι δὲ

κεκαλυμμένος ὁ παρ' ἐκείνων λόγος.

{Κυρίλλου.} Ἑταίρους αὐτοῦ τοὺς ἀποστόλους

καλεῖ· ἔφη γάρ· «Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, ἀλλὰ

φίλους.» Φίλοι γάρ ἐστε. Περιβαλλομένη δὲ λέγει

καλυπτομένη· λέγοντος Παύλου· «Ὅτι ἄχρι τῆς

σήμερον ἡμέρας, ἡνίκα ἀναγινώσκεται Μωσῆς,

κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Φωνὴ

οὖν ἡ μετανοοῦσα συναγωγὴ πρὸς Χριστὸν, Δήλωσόν

μοι σαυτὸν, ὅπως μὴ τῶν ἑταίρων σου ποιμαίνων

τὰς Ἐκκλησίας, ἐγὼ ἐπὶ τὴν καρδίαν μείνω τὸ κά-

λυμμα ἔχουσα.

ζʹ. <Ἐὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν,

ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου, καὶ

ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν

ποιμένων>.

{Γρηγορίου.} Τοῦτο φυλακτήριον, τὸ σεαυτὴν

ἐπιγνῶναι· ὁ δὲ τοῖς τῶν προοδευσάντων πεπλανη-

μένοις ἴχνεσιν ἀκολουθήσας, λήσεται εἰς ἔριφον ἀν-

τὶ προβάτου μεταβαλών. Τοῦ νυμφίου τοίνυν οἱ

φίλοι φασίν· Ὡς ἐκ μελαίνης ψυχὴ γενομένη καλὴ,

εἴ σοι μέλλει τοῦ φυλάξαι τὸ κάλλος, μὴ ἀκολούθει

πεπλανημένοις, μήποτε προστεθῇς τῇ τῶν ἐρίφων

ἀγέλῃ, τῇ λαβούσῃ τὴν στάσιν τὴν ἐξ ἀριστερῶν·

ἔστι δὲ σαφεστέρα γραφὴ καὶ τηροῦσα τὴν σύντα-

ξιν· Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελ-

θε ἐκ τῶν πτερνῶν τοῦ ποιμνίου, καὶ ποιμανεῖς

ἐρίφους· ἀντὶ σκηνωμάτων ποιμνίων· ἵνα τὸ ἔξελ-

θε ἀντὶ τοῦ ἐξελεύσῃ.

{Φίλωνος.} Ἕτερος τὸν λόγον ὡς ἀπὸ τοῦ νυμ-

φίου φησὶ πρὸς τὴν ἐν πάσαις ταῖς συναγωγαῖς μό-

νην οὖσαν καλὴν, ὅτι Γνῶθι ποῦ ἦς καὶ ποῦ νῦν εἶ,

καὶ παρὰ τίνος ἔχεις τὸ κάλλος· εἰ δὲ σαυτὴν ἀν-

αξίαν τῆς ἐμῆς δόξης ποιεῖς, ποίμαινε τῶν ἁμαρτω-

λῶν τὰς ψυχὰς ἐν τοῖς σκηνώμασι τῶν τοῦ Ἰσραὴλ

βασιλέων.

1560

{Κυρίλλου.} Ἤγουν, εἰ μὴ μετανοήσῃς, φησὶν,

ὀπίσω τῶν ἐθνῶν εὑρεθήσῃ· ἅτε μὴ ἔχουσα καρ-

ποὺς δικαιοσύνης, ἄκαρπος μένουσα, καὶ ὀπίσω

ποιμνίων ὧν ἐμαυτὸν συνεστησάμην.

{Ἀπολιναρίου.} Κατὰ δὲ τὴν ἔκδοσιν τοῦ Συμ-

μάχου, τοιαύτην ἔχει τὴν ἔννοιαν· Εἰ μήπω τὸν

χαρακτῆρα τῆς ἐμῆς ἐπέγνωκας ποίμνης, καὶ

κατὰ νόμους ἐμοὺς τὸν σεαυτῆς ποιμανεῖς λαὸν,

ἐξελθοῦσα τοῖς ποιμνίοις ἀκολούθει. γνώσει γὰρ

οὕτως, ὅτι μὴ κατὰ τὴν ποίμνην τὴν Ἰουδαϊκὴν βα-

δίζει πρόβατα τὰ ἐμά· οὕτω γὰρ ποιμαινομένη,

καὶ τὰ ἑαυτῆς νεαρὰ ποιμαίνουσα θρέμματα, ἅπερ

εἶπεν ἐρίφους, γνώσῃ ποῦ νέμει Χριστὸς, καὶ τίνες

οἱ ὑπ' αὐτὸν νεμόμενοι, τὸν πνευματικὸν ἔχοντες καὶ

κάλλιστον χαρακτῆρα, καθ' ὃν καλὴ ἐν γυναιξὶν ἡ

ἐξαίρετος Ἐκκλησία.

{Ὠριγένους.} Τὸ πολυθρύλλητον δὲ παρ' Ἕλλη-

σιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σο-

λομῶντι, τὸ, Γνῶθι σαυτὸν, κ.τ.λ.

ηʹ. <Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά

σε, ἡ πλησίον μου>.

{Γρηγορίου.} Ἵππους Θεοῦ ἀντιτασσομένη τοῖς

ἄρμασι Φαραὼ, δύναμίς τις ἀγγελικὴ καὶ ἀόρατος

καταποντίζουσα τὸν Αἰγύπτιον· ᾗ παρεικάζεται ἡ

τῷ λουτρῷ κεκαθαρμένη ψυχὴ, πᾶν Αἰγύπτιον νόημα

καὶ πᾶσαν τὴν ἀλλόφυλον κακίαν τοῖς ὕδασι

κατακλύζουσα· τὴν οὖν ποτε, φησὶ, γενομένην

ἐν ἅρμασι Φαραὼ, τῇ ἵππῳ μου νῦν παρωμοίω-

σά σε.

{Κυρίλλου.} Ἤγουν δεξαμένη τὴν ἐμὴν, ὦ Ἐκ-

κλησία, πίστιν τοῖς ἀποστόλοις εἰκάσθης· περὶ ὧν

τὸ, «Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία

σου σωτηρία·» οἳ καὶ κατὰ τῶν ἁρμάτων εὐτρε-

πίσθησαν τοῦ νοητοῦ Φαραώ.

θʹ. <Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγό-

νος;>

{Γρηγορίου.} Ἐπείπερ ἵππος ἀκόλαστος, τῆς

τρυγόνος αὐτὴν ἐκόσμησε σωφροσύνην· ἵππον γὰρ

εἶπον, φησὶν, οὐχ ὡς κημοῦ δεομένην καὶ χαλινοῦ·

ἐμπρέπει γὰρ ἡ καθαρά σοι ζωή.

{Κυρίλλου.} Ἤγουν τὴν αἰδὼ τὴν πρὸς τὸν νυμ-

φίον παρίστησι διὰ τῆς τρυγόνος· ἐρυθραὶ γὰρ τῆς

τρυγόνος αἱ σιαγόνες· τῇ δὲ συναγωγῇ τοὐναντίον·

«Ὄψις πόρνης ἐγένετό σοι ἀπανῃσχύντησας πρὸς

πάντας.»

{Ὠριγένους.} Ἀλλὰ καὶ μέλη Χριστοῦ Ἐκκλη-

σίαν νύμφης ὁ Παῦλός φησιν, κ.τ.λ.

<Τράχηλός σου ὡς ὁρμίσκοι>.

{Γρηγορίου.} Ἐπαινεῖ τὸν τράχηλον τὸν ἐν

σχήματι κύκλου γυρούμενον; ὃ δὴ περὶ τοὺς γαύ-

ρους τῶν πώλων ὁρῶμεν γινόμενον· ἡ γὰρ τῶν

ὁρμίσκων μνήμη τὸν κύκλον ἐνδείκνυται, οὗ τὸ

σχῆμα ἐπὶ τοῦ αὐχένος δεικνύμενον, εὐπρεπέστερον

αὐτοῦ τὸν πῶλον ποιεῖ· ὅρμος δὲ λέγεται, κυρίως

μὲν ἐπὶ τῶν παραλίων τόπων, ἐν οἷς ἡ ὄχθη καὶ τὸ

1561

ἐντὸς μονοειδῶς κοιλανθεῖσα, ὑποδέχεται τῷ κόλπῳ

τὴν θάλασσαν· καὶ ἀναπαύει δι' ἑαυτῆς τοὺς ἐκ τοῦ

πελάγους προσπλέοντας· ἐκ μεταφορᾶς δὲ διὰ τοῦ

σχήματος, ὁ περιτραχήλιος κόσμος ὅρμος λέγεται·

ὡς δὲ εἰς κύκλου σχῆμα κάμπτων ὁ πῶλος τὸν αὐ-

χένα πρὸς τὰς ἰδίας τῶν ποδῶν βάσεις ὁρῶν, δι' ὧν

ἀπρόσκοπόν τε καὶ ἀσφαλῆ ποιεῖται τὸν δρόμον,

μήτε τῷ λίθῳ προσπταίων, μήτε κενεμβατῶν ἐν τῷ

βόθρῳ· τοῦτο δὲ οὐ μικρὸν εἰς εὐφημίαν ἐστὶ ψυχῆς,

τὸ πρὸς ἑαυτὴν βλέπειν· καὶ δι' ἀσφαλείας ἁπάσης

πρὸς τὸν θεῖον δρόμον ἐπείγεσθαι· εἰ δὲ ἦν ἑνὶ μό-

νῳ προσεικασμένη ὁρμίσκῳ, ἀτελὴς πάντως ὁ ἔπαι-

νος ἦν, ὡς οὐ τὴν αὐτὴν καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν

τὴν μαρτυρίαν ἔχων· νῦν δὲ πᾶσαν συλλαμβάνει τῷ

λόγῳ τῶν ἀρετῶν τὴν μαρτυρίαν, ἡ πρὸς τὸ πλῆθος

τῶν ὁρμίσκων ὁμοίωσις.

{Διδύμου.} Ὁρμίσκοι γὰρ, ἡ καθαρὰ

πίστις, ἡ ἀμόλυντος σωφροσύνη, ὁ καθαρὸς βίος·

ἤγουν αὐτὸ χρῆμα κόσμος ἐστὶν, ἀλλ' οὐ κόσμιον

περικείμενος.

{Κυρίλλου.} Λέγει τράχηλον τὸ ὑποτακτικὸν

τῆς ψυχῆς· πῶς γὰρ κόσμος καλὸς, αὐχὴν μελετή-

σας φέρειν τοῦ Χριστοῦ τὸν ζυγόν;

ιʹ, ιαʹ. <Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι

μετὰ στιγμάτων τοῦ ἀργυρίου· ἕως οὗ ὁ βασι-

λεὺς ἐν ἀνακλίσει αὐτοῦ>.

{Ὠριγένους.} Τοῦτο δὲ, οὐ πολὺς ἦν οὐδὲ κε-

χυμένος ὁ ἄργυρος, κ.τ.λ.

{Γρηγορίου.} Ἄξιον δὲ τοῦτο μὴ παραδραμεῖν

ἀθεώρητον· τί δήποτε οὐκ αὐτὸ τὸ χρυσίον εἰς

κόσμον παραλαμβάνεται, ἀλλὰ τοῦ χρυσίου τὰ

ὁμοιώματα· καὶ οὐκ αὐτὸς ὁ ἄργυρος, ἀλλὰ τὰ ἐκ

τῆς ὕλης ταύτης, τῷ ὁμοιώματι τοῦ ἀργυρίου συγ-

κροτούμενα στίγματα· τὸ τοίνυν διὰ τοῦτο δηλούμε-

νον τοιοῦτόν ἐστιν, ὅτι ἡ θεία φύσις πάσης ὑπέρκει-

ται καταληπτικῆς διανοίας. Τὸ δὲ περὶ αὐτῆς ἡμῖν

ἐγγινόμενον νόημα, ὁμοιώματά ἐστι τοῦ ζητουμένου·

οὐ γὰρ αὐτὸ δείκνυσιν ἐκείνου τὸ εἶδος, ὃ οὔτε τις

οἶδεν, οὔτε ἰδεῖν δύναται, ἀλλὰ δι' ἐσόπτρου καὶ δι'

αἰνίγματος ἔμφασίν τινα σκιαγραφεῖ τοῦ ζητουμέ-

νου, ἔκ τινος εἰκασμοῦ ταῖς ψυχαῖς γινόμενον· πᾶς

δὲ λόγος τῶν τοιούτων νοημάτων σημαντικὸς, στιγ-

μῆς τινος ἀμεροῦς δύναμιν ἔχει, μὴ δυνάμενος

ἐμφῆναι ὅπερ ἡ διάνοια βούλεται· ὡς εἶναι πᾶσαν

μὲν διάνοιαν κατωτέραν τῆς ἀληθείας κατανοήσεως·

πάντα δὲ λόγον ἑρμηνευτικὸν στιγμὴν βραχεῖαν δο-

κεῖν, μὴ δυνάμενον τῷ πλάτει τῆς διανοίας ἐπεκτεί-

νεσθαι· τὴν οὖν διὰ τῶν τοιούτων ῥημάτων χειρ-

αγωγουμένην ψυχὴν πρὸς τὴν τῶν ἀλήπτων περί-

νοιαν, διὰ μόνης πίστεως εἰσοικίζειν ἐν ἑαυτῇ λέγει

δεῖν τὴν πάντα νοῦν ὑπερέχουσαν φύσιν· καὶ τοῦτό

ἐστι τὸ παρὰ τῶν φίλων λεγόμενον, ὅτι Σοὶ ποιήσω-

μεν, ὦ ψυχὴ, τῇ καλῶς πρὸς τὸν ἵππον ἀπεικασθείσῃ,

ἰνδάλματά τινα τῆς ἀληθείας καὶ ὁμοιώματα· τοι-

αύτη γὰρ καὶ τοῦ τῶν λόγων ἀργυρίου ἡ δύναμις

1564

ὡς ἐναυγάσματα σπινθηροειδῆ δοκεῖν εἶναι τὰ

ῥήματα, μὴ δυνάμενα δι' ἀκριβείας ἐμφῆναι τὸ

ἐγκείμενον νόημα· σὺ δὲ ταῦτα δεξαμένη, ὑποζύ-

γιόν τε καὶ οἰκητήριον γενήσῃ διὰ πίστεως, τοῦ ἐν

σοὶ ἀνακλίνεσθαι μέλλοντος διὰ τῆς ἐν σοὶ κατοική-

σεως· τοῦ γὰρ αὐτοῦ καὶ θρόνος ἔσῃ καὶ οἶκος γε-

νήσῃ· ταῦτα τῶν φίλων τοῦ νυμφίου τῇ καθαρᾷ καὶ

παρθένῳ χαρισαμένων ψυχῇ, εἶεν δ' ἂν οὗτοι τὰ

λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελ-

λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτη-

ρίαν.

{Φίλωνος.} Καὶ ὁμοιώματα χρυσίου οἱ μάρ-

τυρες, ὡς χρυσὸς ἐν πυρὶ δοκιμασθέντες· φέροντες

ἐπὶ τοῦ σώματος τὰ στίγματα τοῦ Χριστοῦ καὶ ἐν

καιρῷ δὲ εἰρήνης οὐ μόνον ἐν διωγμοῖς· διὰ τὸ

ἑλέσθαι τῇ παλιγγενεσίᾳ παραγένηται.

{Κυρίλλου.} Ἤγουν ἀργύριον μὲν ἐν τῇ Γραφῇ

συνήθως, ἡ θεία διδασκαλία· χρυσίον δὲ τὰ θεῖα χα-

ρίσματα· πάντα δὲ πρὸ τῆς ἐπιδημίας Χριστοῦ,

ὁμοιώματα ἦν καὶ σκιὰ τῶν μελλόντων, κατὰ τὸν

Ἀπόστολον, ἀγαθῶν· ἀναστὰς δὲ Χριστὸς τὰ τέλεια

τοῖς ἀνθρώποις δεδώρηται· πρὸ δὲ τῆς ἀναστάσεως

ὁμοιώματα εἴχομεν, παρὰ τῶν ἐπαίνων αὐτοῦ, τοῦ

τε νόμου καὶ τῶν προφητῶν.

<Νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ>.

{Προκοπίου.} Εὐωδίαν φησὶν ἐκ ποικίλων ἀρε-

τῶν καθάπερ ἐξ ἀνθέων συναγομένην τῇ νύμφῃ· ἐν

ἑαυτῇ γὰρ ὀσφραίνεται τῆς εὐωδίας Χριστοῦ· καὶ εἰ

τὸ πάθος εἶπεν αὐτοῦ, ἐφ' ᾧ καὶ τὸ ἀλάβαστρον τοῦ

μύρου χυθὲν διέδωκε πανταχοῦ τὴν ὀσμήν.

{Ὠριγένους.} Τὴν γὰρ τοῦ νυμφίου φησὶν ὀσ-

μὴν, κ.τ.λ.

{Γρηγορίου.} Ὡς γὰρ ὑμεῖς, φησὶ, τὰ λειτουργικὰ

πνεύματα, οὐκ αὐτὸ τὸ ἀκήρατον τῆς θεότητος χρυ-

σίον, ἀλλ' ὁμοιώματα διὰ τῶν χωρητικῶν ἡμῖν νοη-

μάτων τοῦ χρυσίου χαρίζεσθε· οὐ τηλαυγεῖ τῷ λόγῳ

τὰ κατ' αὐτὸν ἐκκαλύπτοντες, ἀλλὰ διὰ τῆς βραχύ-

τητος τῶν τοῦ λογικοῦ ἀργυρίου στιγμάτων ἐμφά-

σεις τινὰς παρασχόμενοι τοῦ ζητουμένου, οὕτω κἀγὼ

διὰ τῆς ἐπιπνοίας τοῦ ἐμοῦ μύρου, τὴν αὐτοῦ ἐκεί-

νου εὐωδίαν τῇ αἰσθήσει παρεδεξάμην· τοιοῦτον δὲ,

μοὶ δοκεῖ, νοῦν ἔχει· Ὥσπερ ἐκ διαφόρων ἀρωμάτων,

ἄλλου κατ' ἄλλην ἰδιότητα εὐπνοούντων, τεχνική τις

καὶ ἔμμετρος μίξις τὸ τοιοῦτον ἀπεργάζεται μύρον

μιᾶς τινος πόας εὐώδους ἐκ τῶν συνεμβαλλομένων,

ᾗ ὄνομα νάρδος ἐστὶν, ὅλῳ τῷ κατασκευάσματι πε-

ριεχομένης τὸ ὄνομα· οὕτω καὶ εἴ τις πᾶν ἄνθος

εὐωδίας ἐκ τῶν ποικίλων τῆς ἀρετῆς λειμώνων ἀνθο-

λογήσας καὶ πάντα ἑαυτοῦ τὸν βίον ἓν μύρον διὰ τῆς

τῶν καθ' ἕκαστον ἐπιτηδευμάτων εὐοσμίας ἀπεργα-

σάμενος, διὰ πάντων γένοιτο τέλειος, πρὸς αὐτὸν μὲν

τὸν Θεὸν Λόγον, ὡς πρὸς ἡλίου κύκλον ἀτενῶν ἐνιδεῖν

φύσιν οὐκ ἔχει, διὰ τὸ ὑπερκείμενον τῆς οὐσίας, ἐν

ἑαυτῷ δὲ, καθάπερ ἐν κατόπτρῳ, βλέπειν τὸν ἥλιον·

αἱ γὰρ τῆς ἀληθινῆς καὶ θείας ἀρετῆς ἀκτῖνες τῷ

1565

κεκαθαρμένῳ βίῳ, διὰ τῆς ἀποῤῥεούσης αὐτῶν ἀπα-

θείας ἐκλάμπουσαι, ὁρατὸν ποιοῦσιν ἡμῖν τὸν ἀόρα-

τον, καὶ ληπτὸν τὸ ἀπρόσιτον· τῷ ἡμετέρῳ κατόπτρῳ

ἐνζωγραφοῦσα τὸν ἥλιον· ἢ καὶ τὸ πάθος αἰνίττεται

τοῦ Χριστοῦ, ἐφ' ᾧ καὶ τὸ ἀλάβαστρον τοῦ μύρου

χυθὲν, διέδωκεν τὴν ὀσμήν.

ιβʹ. <Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου

ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται>.

{Γρηγορίου.} Διὰ τούτων μείζονα καὶ τε-

λεωτέραν ἐμφαίνει σοφίαν, ἣν κατορθῶσαι μόνον τῶν

ἤδη τετελειωμένων ἐστίν· ἐπειδὴ γὰρ ἔθος ταῖς φιλο-

κόσμοις γυναιξὶ μὴ τοῖς ἔξωθεν προκοσμήμασι μόνον

ἐπινοεῖν ἑαυταῖς τὸ ἐπὶ τῶν συμβιούντων ἐράσμιον,

ἀλλ' ἐπιτηδεύειν διά τινος εὐπνοίας, ἡδίω τὰ σώματα

τοῖς ἑαυτῶν ἀνδράσι φαίνεσθαι, τὸ καταλλήλως ἐνερ-

γοῦν πρὸς τὴν τοιαύτην χρείαν ἄρωμα, ἐντὸς τῆς

κατὰ τὴν ἐσθῆτα περιβολῆς ἐγκρύπτουσαι· οὗ τὸν

οἰκεῖον ἀτμὸν ἐκδιδόντος, καὶ τὸ σῶμα τῇ τοῦ ἀρώ-

ματος εὐπνοίᾳ συγκαταχρώννυται τοῦ ἐμοῦ αὐχένος

ἀπόδεσμος, καὶ κατὰ τοῦ στήθους εὐωδιάζων τὸ σῶ-

μα· αὐτός ἐστιν ὁ Κύριος, οὐχ ἕτερον ἄρωμα· στα-

κτὴ γὰρ γενόμενος ἔγκειται τῷ ἀποδέσμῳ τῆς συνει-

δήσεως αὐτῇ μου τῇ καρδίᾳ νῦν αὐλιζόμενος, οἱονεὶ

ἐν τῷ βαθεῖ καὶ μεσαιτάτῳ, ἐν ᾧ τόπῳ τὸ ἀγαθὸν

θησαυρίζεται, καὶ ζωπυρεῖ τὰ τοῦ σώματος μέλη·

μηδὲ μιᾶς ἀνομίας τὴν κατὰ Θεὸν ἀγάπην ἀποψυ-

χούσης· στακτὴ δὲ γέγονεν, ὡς ἄτευκτος ἐπὶ πόκον,

καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν· λέγει δὲ

καὶ ἐν Ψαλμοῖς, «Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ

ἱματίων σου·» μή ποτε οὖν τοῦ Δεσποτικοῦ θανάτου

σύμβολον ἡ στακτὴ καὶ σμύρνα, ἣν ἀπόδεσμον τῇ

ἑαυτῆς περιφέρει καρδίᾳ ἡ νύμφη;

{Ὠριγένους.} Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου,

κ.τ.λ.

{Κυρίλλου.} Νάρδῳ καὶ ἀποδέσμῳ στακτῆς, ὁ

ἐνταφιασμὸς σημαίνεται Χριστοῦ· ἂ Νικόδημος φέ-

ρων ἐνετύλιξε τὸ σῶμα αὐτοῦ· μαστοὺς δὲ φέρει τὰς

δύο διαθήκας ἡ νύμφη, ὧν ὁ Χριστὸς ἀνὰ μέσον αὐ-

λίζεται.

ιγʹ. <Βότρυς τῆς Κύπρου ἀδελφιδός μου ἐμοὶ, ἐν

ἀμπελῶσιν Ἐνγαδδί>.

{Γρηγορίου.} Τίς οὕτω μακάριος ὥστε τὸν ἴδιον

καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυ-

χῆς, ὁρᾷν τοῦ ἀμπελῶνος δεσπότην; ἰδοὺ γὰρ ὅσον

ηὐξύνθη ἡ ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα

τὴν εὔπνοιαν, ἡ στακτὴν αὐτὸν εὐώδη ποιησαμένη,

καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα,

ὡς ἂν παραμένῃ αὐτῇ τὸ ἀγαθὸν διὰ παντὸς ἀδιά-

πνευστον, μήτηρ τοῦ θείου βότρυος γίνεται, τοῦ πρὸς

μὲν τοῦ πάθους κυπρίζοντος, ὅπερ ἐστὶν ἀνθοῦντος,

ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέοντος· ὁ γὰρ τὴν καρ-

δίαν ἡμῶν εὐφραίνων οἶνος, αἷμα σταφυλῆς μετὰ

τὴν τοῦ πάθους οἰκονομίαν γίνεται καὶ ὀνομάζεται·

1568

διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως, τῆς

μὲν ἐκ τοῦ ἄνθους, ὅταν εὐφραίνῃ τῇ εὐωδίᾳ τὰ αἰ-

σθητήρια, τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ,

ὅταν ὑπάρχῃ κατ' ἐξουσίαν, ἢ τῆς βρώσεως κατατρυ-

φᾷν, ἢ συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι· ἐνταῦθα

ἡ νύμφη ἔτι τὸν ἀνθοῦντα βότρυν καρποφορεῖ· Κύ-

προν τὴν οἰνάνθην κατονομάζουσι· τὸ γὰρ γεννηθὲν

ἡμῖν παιδίον Ἰησοῦς ἐν τοῖς δεξαμένοις αὐτὸν, δια-

φόρως προκόπτων σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, οὐκ

ἐν πᾶσιν ὁ αὐτός ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον ἐν ᾧ

γίνεται· καθὼς ἂν ὁ χωρῶν ἱκανότητος ἔχῃ, τοιοῦ-

τος φαίνεται, ἢ νηπιάζων, ἢ προκόπτων, ἢ τελειού-

μενος, κατὰ τὴν τοῦ βότρυος φύσιν· ὃς οὐ πάντοτε

μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται·

ἀλλὰ καὶ συνεξαλλάσσει τῷ χρόνῳ τὸ εἶδος, ἀνθῶν,

κυπρίζων, τελειούμενος, πεπαινόμενος, οἶνος γινόμε-

νος· οὕτως τοίνυν ὁ τῆς Κύπρου βότρυς ἐστὶ βότρυς

οἶνον ἐπαγγελόμενος, οὔπω δὲ οἶνος, ἀλλὰ διὰ τοῦ

ἄνθους γινόμενος· ἡ δὲ ἐλπὶς τὸ ἄνθος ἐστὶ, τὴν ἐσο-

μένην χάριν πιστούμενον· τὴν ὄσφρησιν γὰρ εὐφραί-

νει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν, τοῖς

ἀτμοῖς τῶν ἐλπίδων ἡδύνον τὰ τῆς ψυχῆς αἰσθητήρια·

ἡ δὲ τοῦ Γαδδὶ προσθήκη σημαίνει τὸν πίονα χῶ-

ρον, ᾧ ῥιζωθεῖσα ἡ ἄμπελος, εὔτροφον καὶ ἡδὺν

καρπὸν ἀπεργάζεται· οὕτω γὰρ καὶ οἱ τοπικῶς ἱστο-

ρήσαντες λέγουσι τὸν κλῆρον τοῦ Γαδδὶ ἐπιτηδείως

ἔχειν πρὸς εὐτροφίαν βοτρύων· ἐπειδὴ τοίνυν ὁ τῷ

νόμῳ Κυρίου σύμφωνον ἔχων τὸ θέλημα, καὶ διὰ

πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην

ποιούμενος, ἀειθαλὲς γίνεται δένδρον, ταῖς τῶν ὑδά-

των ἐπιῤῥοαῖς πιαινόμενος· τούτου χάριν καὶ ἡ τοῦ

νυμφίου ἄμπελος ἐν τῷ Γαδδὶ τῷ πίονι τόπῳ ἐῤῥιζω-

μένη βαθείᾳ τῇ διανοίᾳ διὰ τῶν θείων διδαγμάτων

καταρδομένη καὶ αὔξουσα τὸν εὐανθῆ τοῦτον καὶ

κυπρίζοντα βότρυν ἐξήνθησε, πρὸς τὴν τοῦ νυμφίου μορφὴν ὁμοιούμενον. Εἰ γὰρ αὐτὸς μὲν ἡ ἄμπελος,

ἡμεῖς δὲ τὰ κλήματα, ἐν αὐτῇ δηλονότι τῇ ἀμπέλῳ καρποφοροῦμεν.

{Νείλου.} Βότρυν Κύπρου ἢ τὴν ἀνθοῦσαν λέγει

σταφυλὴν, ἢ τὸν ἐκ τῆς Κύπρου βότρυν, ἴσως ἐξαί-

ρετόν τι ἐχούσης τῆς πατρίδος, εὐτοκίᾳ βοτρύων·

ὁπότερον δὲ τούτων ἂν λέγηται παρὰ τῆς νύμφης, τῷ

ὁπίσω συνᾴδει νοήματι· καὶ γὰρ ἀνθοῦσαν λέγει στα-

φυλὴν τὸν ἑαυτῆς ἀδελφιδὸν, τοιοῦτο λέγει· ὅτι ἕως

ἐστὶν ἐν τοῖς δοκοῦσι περιστατικοῖς, κυπρίζων ἐστὶ

βότρυς· πλὴν τῶν δι' ἐλπίδος ἀπεκδεχομένων τὴν

τούτου τελείωσιν· ἐμοὶ δὲ καὶ ἐν τῷ ἄνθει ὢν,

εἰ καὶ μὴ τὴν ἐκ τῆς βρώσεως, ἀλλὰ γοῦν τὴν ἐκ τῆς

εὐωδίας παρέχει ἀπόλαυσιν, καὶ τὴν τῆς ἀναστάσεως

ὑποφαίνει εὐφροσύνην· τῷ ἄνθει λεληθότως τὸν

καρπὸν ὑποκυλίων, καὶ τῇ εὐωδίᾳ τοῦ ἄνθους τέως

παραμυθούμενος· ἐν ἀμπελῶσι γάρ ἐστιν ἐν Γαδδὶ,

ὅπερ ἑρμηνεύεται, ὀφθαλμὸς πειρατηρίου· καὶ γὰρ ὁ

Κύριος κρεμάμενος ἐν σταυρῷ ὡς ἐν πειρατηρίῳ

τοῖς ἁπάντων ὀφθαλμοῖς, πολλὴν ἀμηχανίαν παρέχων

τοῖς ὁρῶσιν· ἀλλ' οὐκ ἐσκανδαλίζετο ἡ τελεία ψυχὴ,

τελείαν ἔχουσα τὴν εἰς αὐτὸν ἀγάπην, καὶ ἐκ τῶν

προφητειῶν πεπεισμένη, ὅτι ταῦτα ἔδει γενέσθαι·

καὶ γὰρ πολλοὺς, φησὶν, ἢ καὶ πάντας ἐτάραξε τὰ

γεγενημένα, ἀλλ' οὐδὲν ἐμὲ τούτων παρεκίνησεν·

οὐδὲ διστάσαι παρεσκεύασεν· εἰ δὲ καὶ κατὰ τὴν

1569

ἄλλην ἐκδοχὴν, βότρυς Κύπρου ἐστὶ, σκεπτέον πῶς

τῆς Κύπρου βότρυς ὢν, οὐκ ἐν ἀμπελῶσι Κύπρου,

ἀλλ' ἐν Γαδδὶ λέγεται εἶναι· τάχα οὖν ὅτε ἦν ἐν τοῖς

κόλποις τοῦ Πατρὸς, πρὸ τῆς ἐνανθρωπήσεως, βότρυς

ἦν τῆς Κύπρου Θεὸς Λόγος ὤν· ὅτε δὲ τῷ κόσμῳ διὰ

σαρκὸς ἐπεδήμησεν, ἐν ἀμπελῶσι γέγονε τῇ Γαδδί·

ἐν ᾗ οἱ ὀφθαλμοὶ τοῦ πειρατηρίου οὐκ ἔχοντες ἀκριβῆ

τὴν τῆς ἀληθείας κατάληψιν, δυσδιάγνωστον ἐποίουν

τὸ φαινόμενον, ἰσοῤῥεπῶς τῆς διανοίας ἐφ' ἑκάτερα

κινούσης, ἐπί τε τὴν θεϊκὴν ἀξίαν διὰ τὸ μέγεθος τῶν

θαυμάτων, ἐπί τε τὴν ἀνθρωπίνην εὐτέλειαν διὰ τὰ

πάθη· μετὰ γοῦν τὴν τοιαύτην, ἔν τε ταῖς πράξεσιν,

ἔν τε τοῖς δόγμασιν αὐτοῖς ἀκρίβειαν ἀμειβόμενος

αὐτὴν ὁ νυμφίος, μᾶλλον δὲ τὰ προσόντα αὐτῇ φησι

μαρτυρῶν, Ἰδοὺ εἶ καλὴ, καὶ τὰ ἑξῆς.

ιδʹ. <Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλὴ,

ὀφθαλμοί σου περιστεραί>.

{Γρηγορίου.} Ἐν μὲν τοῖς φθάσασιν, ἵππου τι-

νὸς εὐμορφίαν τῷ φαινομένῳ προσεμαρτύρησε· νῦν

δὲ ὡς παρθένου λοιπὸν ἀποδέχεται τὸ ἀναφανὲν κάλ-

λος, καί φησιν· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου·

παιδεύει δὲ διὰ τούτων ὁ λόγος, ταύτην εἶναι τοῦ

κάλλους τὴν ἐπανάληψιν, τὸ πλησίον τῆς τοῦ καλοῦ

γενέσθαι πηγῆς· πρότερον μὲν γὰρ, φησὶν, οὐκ ἦς

καλή· διότι τοῦ ἀρχετύπου κάλλους ἀποξενωθεῖσα

τῇ πονηρᾷ γειτνιάσει τῆς κακίας πρὸς τὸ εἰδεχθὲς

ἠλλοιώθης· ἀποστᾶσα δὲ νῦν τῆς τοῦ κακοῦ κοινω-

νίας, καὶ ἐμοὶ πλησιάσασα τῷ ἀρχετύπῳ κάλλει, καὶ

αὐτὴ καλὴ γέγονας, οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρα-

κτῆρι ἐμμορφωθεῖσα· εἶτα ἐπισχὼν, καὶ οἷον ἐν προσ-

θήκῃ τινὶ καὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν

θεασάμενος, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον

εἰπών· Ἰδοὺ εἶ καλή· ἀλλ' ἐν τῷ προτέρῳ τὴν

πλησίον ὠνόμασεν· ἐνταῦθα δὲ τὴν ἐκ τοῦ ὀνόματος

τῶν εἰδῶν γνωριζομένην· Ὀφθαλμοί σου γὰρ,

φησὶ, περιστεραί· πρότερον μὲν γὰρ ὅτε τῷ ἵππῳ

ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ὁ ἔπαινος

ἦν· νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, ἡ

τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται· ὁ δὲ τῶν ὀφθαλ-

μῶν ἔπαινος, τὸ περιστερᾶς εἶναι τὰ ὄμματα· ἐπειδὴ

πρὸς ὃ ἄν τις ἐνατενίσῃ, τούτου δέχεται ἐν ἑαυτῷ

τὸ ὁμοίωμα· καὶ γάρ φασιν οἱ τὰ τοιαῦτα φυσιολό-

γων ἐπιστήμονες, ὡς τὰς τῶν εἰδώλων ἐμπτώσεις

δεχόμενος ὁ ὀφθαλμὸς, αἳ τῶν ὁρατῶν ἀποῤῥέουσιν,

οὕτως ἐνεργεῖ τὴν ὄψιν· ἢ μηκέτι αἶμα καὶ σάρκα,

τουτέστι τὸν σωματικὸν βίον, βλέπουσα νύμφη, ἀλλὰ

τῆς σωματικῆς προσπαθείας ἀπηλλαγμένη, εἰκότως

τὸ τῆς περιστερᾶς εἶδος ἐν τοῖς ὄμμασιν ἔχειν λέγε-

ται· τουτέστιν τὸν χαρακτῆρα τῆς πνευματικῆς ζωῆς,

τῷ διορατικῷ τῆς ψυχῆς ἐναυγάσασα· καὶ ἐπείπερ ὁ

καθαρὸς αὐτῆς ὀφθαλμὸς, δεκτικὸς τοῦ τῆς περιστε-

ρᾶς χαρακτῆρος γέγονεν, ἤγουν τοῦ ἁγίου Πνεύματος,

διὰ τοῦτο χωρεῖ καὶ τὸ τοῦ νυμφίου κάλλος θεάσα-

σθαι· «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ

μὴ ἐν Πνεύματι ἁγίῳ.»

1572

{Νείλου.} Δὶς τὸ καλὴ λέγει· διὸ τὴν ἐν ἀμφο-

τέροις τοῖς ἀνθρώποις αὐτοῖς τῷ τε ἕσω καὶ τῷ ἕξω

καθαρότητα· περιστερᾶς δὲ τοὺς ὀφθαλμοὺς αὐτῆς

εἰκότως προσαγορεύει· ἐπειδὴ πάντων τῇ διαφορᾷ

τῶν περὶ αὐτὸν οἰκονομηθέντων συμμεταβαλλόντων

τὴν γνώμην· καὶ ἄλλα μὲν πρὸ τοῦ πάθους, ἄλλα δὲ

ἐν τῷ πάθει περὶ αὐτοῦ ὑπολαβόντων· καὶ ἑτερο-

δόξοις ταῖς κατ' ἐναντιότητα φαντασίαις τὸ ἰσχυρὸν

τῆς προαιρέσεως κλονησάντων, πνευματικῶς ἐνόει

τὰ τελούμενα· οὐδὲν συμβαινόντων κατὰ τὴν τῶν

πολλῶν ὑπόληψιν κρίνουσα· τὸν δὲ ἐξ ἀρχῆς περὶ

αὐτοῦ ὡς Θεοῦ δόξαν ἐν ἑκατέρου φυλάξασα τοῖς

καιροῖς· πλησίον δὲ αὐτὴν λέγει διὰ τὴν ἐνανθρώπη-

σιν, ἐπειδὴ τὸ ἐκείνης ἀνέλαβε σῶμα· καλεῖ δὲ αὐ-

τὴν καὶ ἀδελφὴν, διὰ τὸ τῆς συναφείας ἁγνόν·

καὶ νύμφην, διὰ τὸ ἀδιάφθορον· ἀεὶ γὰρ οὖσα νύμφη,

ἀκμάζοντα καὶ νεαρὸν ἔχει τὸν πόθον, ἀγαπῶσα καὶ

ἀγαπωμένη.

{Κυρίλλου.} Καλὴν αὐτήν φησιν, οὐχ ὡς πρό-

τερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλη-

σίον αὐτοῦ ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος

τὸν ἔπαινον· τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν, καὶ

τὸ πρακτικόν· ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρ-

δίαν φησίν· περιστερᾶς, τὸ διορατικοὺς, καθὸ καὶ εἰς

Πνεῦμα λαμβάνεται· λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ

νύμφη, μόνον ὁρῶντα Θεόν· ὀφθαλμοὶ δὲ καὶ οἱ ἄκα-

κοι καὶ ὀξυδερκεῖς τῆς Ἐκκλησίας διδάσκαλοι.

ιεʹ, ιϚʹ. <Ἰδοὺ εἶ καλὸς, ἀδελφός μου, καί γε

ὡραῖος· κλίνη ἡμῶν σύσκιος· δοκοὶ ἡμῶν κέ-

δροι· φατνώματα ἡμῶν κυπάρισσοι>.

{Φίλωνος.} Ἤγουν καλὸς ἐν νόμῳ, ὡραῖος ἐν

προφήταις, ὡραῖος ἐν ἀποστόλοις, καλὸς ἐν ἀγαθοῖς

τοῦ παρόντος αἰῶνος, ὡραῖος ἐν τοῖς τοῦ μέλλοντος.

Προσκλίνη δὲ ἡμῶν σύσκιος, σὺ δὲ ἡμᾶς καὶ ἐν

θανάτῳ σκέπεις. «Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς

θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ

εἶ·» ἐγκαλλωπιζομένη δὲ ἡ νύμφη τῷ οἰκοδομηθέντι

αὐτῇ παρὰ τοῦ νυμφίου οἴκῳ, ταῦτά φησιν· δοκοὺς

μὲν λέγουσα τοὺς ἁγίους προφήτας· δίκαιος γὰρ ὡς

φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἢ ἐν τῷ Λιβάνῳ πλη-

θυνθήσεται· φατνώματα γὰρ ἡ τῶν σανίδων εὐαρμο-

στία πρὸς γλυφὴν τεκτόνων ἐπιτηδεία.

{Γρηγορίου.} Πάντα γὰρ ὅσα μοι πρότερον ἐν

καλοῖς ἐνομίζετο, φησὶν, οἷον δόξα ἢ κάλλος ἢ δυ-

ναστεία ἤ τι τοιοῦτον, ἀπεστράφην, καὶ οὐκ ἔτι μοι

πεπλάνηται ἡ τοῦ καλοῦ κρίσις, ὥστε παρὰ σὲ, ἀλλ'

ὅτι καλὸν οἵεσθαι· σὺ γὰρ ὁ ἀληθὴς καλός· οὐ καλὸς

δὲ μόνον, ἀλλ' αὐτὴ τοῦ καλοῦ ἡ οὐσία, ὁ τῆς ἀϊδιό-

τητι τῆς ζωῆς συμπαρατείνων τὴν ὥραν, ᾧ ὄνομα ἡ

φιλανθρωπία ἐγένετο· ὡς δὲ ἐξ Ἰούδα ἀνατείλας

ἡμῖν· ἀδελφὸς γὰρ ὁ ἐξ Ἰουδαίων λαὸς τοῦ ἐξ ἐθνῶν

σοι προσιόντος, καλῶς διὰ τὴν ἐν σαρκὶ γεγενημένην

τῆς θεότητός σου φανέρωσιν, ἀδελφιδὸς τῆς ποθού-

σης κατωνομάσθης. Εἶτα ἐπήγαγε· Προσκλίνη

ἡμῶν σύσκιος· τουτέστιν, ἔγνων σου, ἤτοι γνώσεται

1573

ἡ ἀνθρωπεία φύσις σύσκιον τῇ οἰκονομίᾳ γενόμενον·

ἦλθες γὰρ σὺ, φησὶν, ὁ καλὸς ἀδελφιδὸς, ὡραῖος πρὸς

τῇ κλίνῃ ἡμῶν σύσκιος γενόμενος· ὡραῖος, ἀλλ' ὡς

χωροῦμεν δέξασθαι· καὶ γὰρ ἡ πρὸς τὴν ἀνθρωπό-

τητα ἐπανάπαυσίς σου, συνεσκίασε τῇ σαρκὶ τὴν

θεότητα· ἐπεὶ τίς ἂν ὑπέστησε τὴν ἐμφάνειαν;

Κλίνην δὲ ὀνομάζει, ὡς νύμφη, τῇ τροπικῇ σημα-

σίᾳ τῇ πρὸς τὸ Θεῖον ἀνάκρασιν, καὶ κοινωνίαν ἀν-

θρωπίνης οὐσίας ἑρμηνεύουσα· ταύτην δὲ οὐκ ἂν

ἄλλως ἦν δυνατὸν γενέσθαι, εἰ μὴ διὰ τοῦ συσκίου

ἡμῖν φανῆναι τὸν Κύριον· ὃς οὐ νυμφίος μόνον,

ἀλλὰ καὶ οἰκοδόμος ἐστίν· αὐτὸν ἡμῖν καὶ τεχνιτεύων

τὸν οἶκον, καὶ ὕλη τῆς τέχνης γενόμενος· ὄροφον

γὰρ ἐπιβάλλει τῷ οἴκῳ, διὰ τῆς ἀσήπτου ὕλης καλ-

λωπίζων τὸ ἔργον· τοιαύτη δέ ἐστιν ἡ κέδρος καὶ ἡ

κυπάρισσος· κέδροι μὲν γὰρ διὰ τὸ ἐπιμήκεις εἶναι

τῷ πλάτει τοῦ οἴκου τῷ ὀρόφῳ διαλαμβάνουσι· κυ-

πάρισσοι δὲ διὰ τῆς γενομένης φατνώσεως, τὴν ἔν-

δοθεν τοῦ οἴκου κατασκευὴν ὡραΐζουσιν· ἐπειδὴ γὰρ

ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος βροχὴν ὀνομάζει τὰς ποι-

κίλας τῶν πειρασμῶν προσβολὰς ἐπὶ τοῦ καλῶς τὴν

οἰκίαν ἐπὶ τὴν πέτραν οἰκοδομήσαντος· ὅτι κατέβη

ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ ποτα-

μοὶ, καὶ ἀπαθὲς ἔμεινεν ἐν τούτοις τὰ οἰκοδομήματα·

χρεία τοιούτων ἡμῖν δοκῶν, αἵτινές εἰσιν αἱ ἀρεταὶ

αἳ τὰς πειρασμῶν ἐπιῤῥοὰς οὐ προσίενται, στερεαὶ

οὖσαι καὶ ἀνένδοτοι· καὶ τὸ πρὸς κακίαν ἀμέθεκτον

ἐν τοῖς πειρασμοῖς διασώζουσαι· μήποτε μαλακι-

σθέντες διὰ τῆς τῶν παθημάτων ἐμπτώσεως, κοῖλοι

γενώμεθα, καὶ τὴν ἐπιῤῥοὴν τῶν τοιούτων ὑδάτων

ἔξωθεν ἐπὶ τὴν καρδίαν εἰσρέουσαν ἐντὸς τῶν τα-

μιείων παραδεξώμεθα, δι' ὧν φθείρεται ἡμῖν τὰ

ἀπόθετα· αἰνίττεται δὲ διὰ τῶν δοκῶν καὶ τοῦ φατνώ-

ματος ὁ λόγος, ὅπερ ἐστὶν εὔρυθμός…

φο…

The complete text is available when the reading interface loads.