Commentarii in Isaiam
- Edition reference
- Commentarii in Isaiam, MPG 87.2: 1817– 2717.
- CTS identifier
urn:cts:greekLit:tlg2598.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1821
τὰ κατ' αὐτῶν μετὰ χρόνους κείμενα, μέχρι τέλους
τῆς Βίβλου, ὡς εἶναι τὴν πᾶσαν ὑπόθεσιν, ὥς φησι,
κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὅρασιν,
ἣν ὡς ἐν κατόπτρῳ παρέδειξεν αὐτῷ τὸ Πνεῦμα τὸ
ἅγιον. Ἰουδαίαν δὲ τὸ Ἰουδαίων ἔθνος ἐνταῦθα δη-
λοῖ, ἢ τὴν χώραν αὐτήν. Ἱερουσαλὴμ δὲ τὴν πόλιν,
ἢ τὴν ἐν αὐτῇ τότε κατὰ τὸν νόμον λατρείαν· ὧν
τὴν καθαίρεσιν, καὶ τὴν καινὴν τοῦ Χριστοῦ πολι-
τείαν προέδειξεν. Ἀπηλάθησαν γὰρ Ἰουδαῖοι διὰ τὸ
ταῖς συνεχέσιν ἀπειθεῖν προτροπαῖς· ἐκλήθη δὲ τὰ
ἔθνη τῆς τῶν εἰδώλων πλάνης παυσάμενα. Μέλλων
δὲ ὁράσεις κατ' Αἰγύπτου, καὶ Δαμασκοῦ, καὶ Βαβυ-
λῶνος εἰπεῖν, καὶ πλείστων ἅλλων μεμνῆσθαι, ταῦτα
μὲν ἐν δευτέρῳ πάντα πεποίηται. Ἐκ δὲ τῶν ἀφιε-
ρωμένων Θεῷ τὴν ἀρχὴν ἐποιήσατο, κατὰ τὸ εἰρη-
μένον· «Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Καὶ,
«Δυνατοὶ δυνατῶς ἐτασθήσονται.» Καὶ, «Οἷς τὸ
πολὺ δέδοται, τὸ πολὺ ἀπαιτηθήσονται.» Πλείστας
γὰρ ἐκ Θεοῦ λαβόντες εὐεργεσίας, ἀνάξιοι τούτων
ἐγένοντο. Καὶ σφοδρῶς ἐπιφέρεται ἄρχουσί τε καὶ
ἑπομένοις, παραστήματι θείῳ παντὸς κινδύνου καὶ
δέους ὑπερορῶν. Μία μὲν οὖν ἡ βίβλος. Εἴρηται δὲ
1824
κατὰ μέρος ἐν διαφόροις καὶ μακροῖς καιρῶν δια-
στήμασι. Καὶ δυσχερὲς τοῖς λόγοις ἐφαρμόσαι τοὺς
χρόνους, καὶ ταῖς κατὰ βασιλείαν πράξεσιν ἀποδι-
δόναι τὴν πολιτείαν. Ἐφ' ὅλοις γοῦν ἔτεσιν ὁ τῶν προ-
κειμένων βασιλέων ἀπαρτίζεται χρόνος πεντήκοντα,
ᾧ περιέκλεισε τὴν προφητείαν ὁ λόγος. Φασὶ δὲ, ὡς
τοῦ προφήτου τοὺς παρὰ τοῦ Θεοῦ λόγους κηρύτ-
τοντος παρῆσάν τινες οἱ λεγόμενοι ὑπομνηματο-
γράφοι τὰ λεγόμενα σημειούμενοι, ἔν τε τῷ οἴκῳ τοῦ
Θεοῦ, καὶ ἐν ταῖς πύλαις. Ἐκεῖ γὰρ τοὺς λόγους
ἐποιοῦντο, διὰ τὰ ἐπεισιόντα πλήθη. Μετὰ γοῦν τὴν
διήγησιν τοῦ προφήτου, τὰ λεχθέντα συνέταττον.
{ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.}
αʹ. <Ὅρασις, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν
εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ,
ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἄχαζ,
καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας>.
Ἀκριβεστέρα τῶν αἰσθήσεων ὅρασις πρὸς τὴν
τῆς ἀληθείας κατάληψιν. Οὐχ ὁμοίως γὰρ ἀκοή τε
καὶ ὅρασις, φοβερῶν, ἢ τῶν ἡδέων ἀντιλαμβάνον-
ται. Δι' ὅπερ τῶν ἀληθῶν ἡ θεωρία, διὰ τὸ ἐναργὲς
καὶ ἀναμφίβολον, ὅρασις προσηγόρευται. Δι' ὃ καὶ
ὁρῶν ὁ προφήτης ἐλέγετο, καὶ ἔμπροσθεν βλέπων,
ὡς Ἀμώς τε καὶ Σαμουήλ· τὸ μὲν, ὡς τὸ μέλλον
ὁρῶν· τὸ δὲ, ὡς θεωρητικὸς τοῦ θείου βουλήματος.
Ἔστι δὲ ἡμέτερον μὲν, τὸ πρὸς τὸ βλέπειν καθαίρε-
σθαι· Θεοῦ δὲ, καταυγᾶσαι τὸν νοῦν τῶν ἀποῤῥήτων
πρὸς ἀποκάλυψιν. Ὅρασιν δὲ προτάξας, λόγων ἐπ-
αγγελίαν ἐπήγαγεν. Οὐ γὰρ δι' ἀκοῆς ἐδέξατο, τῷ
δὲ νῷ τυπωθεῖσαν ἐξαγγέλλει διάνοιαν. Λόγων μὲν
οὖν χρεία τῶν ἑωραμένων πρὸς δήλωσιν. Ταῦτα δὲ
Θεὸς ἐντυποῖ τοῦ ἡγεμονικοῦ τῶν ἀξίων ἁπτόμενος.
Πατρικὴν δὲ τὴν προφητείαν δεικνὺς, καὶ τὸν πα-
τέρα προσέθηκεν. Διττὸν δὲ τὸ εἶδεν· τὸ μὲν, ἵνα
δείξῃ τὸ κοινὸν τῆς ὁράσεως· τὸ δὲ, τοῦ ἰδικοῦ
παραστατικόν. Λόγους δὲ δείκνυσιν ὁρατοὺς, κατὰ
τὸ ἐν Ἐξόδῳ· «Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν.»
Τῶν δὲ ἄλλων προφητῶν, οἱ μὲν ὅρασιν, οἱ δὲ λόγον
τῆς προφητείας προέταξαν. Ὅρασιν μὲν, Ἀβδιοῦ,
Ναοὺμ, Ἀββακούμ· Λόγον δὲ, Ὠσηὲ, Ἀμὼς, Μι-
χαίας, Ἰωνᾶς, Σοφονίας, Ἀγγαῖος, Ζαχαρίας. Ὁ
Μαλαχίας δὲ, «Λῆμμα λόγου Κυρίου,» φησί. Καὶ ὁ
Ναοὺμ, «Λῆμα Νινευῆ.» Καὶ Ἀββακοὺμ, «Τὸ
λῆμμα ὃ εἶδεν Ἀββακούμ·» δηλοῦντες, ὅτι οὐκ
ἀφ' ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ὡς
1825
τὸ λῆμμα ἴσον εἶναι τὸ δόμα παρὰ Θεοῦ· τὸ δὲ,
«Ἐν χειρὶ Ἀγγαίου,» ταυτὸν τῷ λήμματι δύνα-
ται.« Ὁ μὲν οὖν Ἡσαΐας προτάξας τὴν ὅρασιν,
τοὺς λόγους ἐπήνεγκεν· ὁ δὲ Ἀμὼς λόγους προ-
τάξας, τὸ, »Οὓς ἴδεν ἐπήγαγεν·« καὶ οἱ μὲν χρό-
νους ὁρίζουσιν, οἱ δὲ ἀχρόνως συνέγραψαν. Καὶ οἱ
μὲν τοῦ γένους βασιλέας προέγραψαν· οἱ δὲ τῶν
Βαρβάρων ἴσως, διὰ τὸ τότε κρατεῖν ὡς ἐπισημο-
τέρους ἄρχοντας. Καὶ τοὺς ἑαυτῶν πατέρας οἱ μὲν
ἐνέθηκαν, οἱ δὲ παρέλιπον. Καὶ τάχα φασὶν, οἱ μὲν
ἐξ ἐπισήμων πατέρων, διὰ τὸ εὐπαράδεκτον· (πι-
στότεροι γὰρ οἱ γνωριμώτεροι)· οἱ δὲ τῶν ἀσήμων
παρεσιώπησαν. Λέγουσι δὲ μὴ τὸν ἕνα τῶν δώδεκα
τοῦ Ἡσαΐου τὸν πατέρα τυγχάνειν· ἐκεῖνος γὰρ
Ἀμὼς ψιλῶς λέγεται, καὶ ἑρμηνεύεται λόγος σκλη-
ρός. Ὁ δὲ τοῦ Ἡσαΐου δασύνεται, καὶ σημαίνει
τελέωσιν, καὶ δύναμιν, καὶ ἰσχύν. Ὀζίας δὲ ὁ αὐτὸς
καὶ Ἀζαρίας ἐλέγετο. Ἐν μὲν γὰρ τῇ δευτέρᾳ τῶν
Παραλειπομένων, Ὀζίας εἴρηται· ἐν δὲ τῇ δευτέρᾳ
τῶν Βασιλειῶν, Ἀζαρίας, καὶ πατρὸς τοῦ αὐτοῦ καὶ
μητρός. Ἡ μὲν γὰρ μήτηρ Χανᾶ· ὁ δὲ πατὴρ Ἀμα-
σίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτὸς, πεντή-
κοντα δύο ἔτη. Ἐπὶ Ὀζίου δὲ τοῦ καὶ Ἀζαρίου
ἐπροφήτευσεν Ἡσαΐας, Ὠσηὲ, Ἀμώς. Ἀλλ' ἐπειδὴ,
ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος
ἤρξατο προφητεύειν; καὶ ἐπειδὴ ὁ Ἀμὼς, πρὸ δύο
ἐτῶν τοῦ σεισμοῦ, μήποτε πρὸ τῆς Ὁράσεως
Ἡσαΐου, ἐν ᾗ φησιν, Ἐπήρθη τὸ ὑπέρθυρον;
Βʹ. <Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος
ἐλάλησεν>.
Καταπλήττει τοὺς ἀκούοντας, ὡς καὶ τῶν ἀναι-
σθήτων αἰσθανομένων Θεοῦ λόγων, οὓς αὐτοὶ λογικοὶ
ὄντες ἀπώσαντο. Ἴσως δὲ οὐ λόγων ἀκροατὰς ἀξιο-
πίστους ζητῶν, μέλλων δὲ δικαστὰς, ἐφ' ὧν
ἤμελλε κατηγορεῖν τοῦ λαοῦ, τὰς ἐν οὐρανῷ δυνά-
μεις, καὶ τὰ ἐπὶ γῆς ἦκα συγκαλεῖ τὰ ἔθνη
προαινιττόμενος, ἅπερ ἀντ' Ἰουδαίων τῶν ἀγνω-
μόνων κέκληκεν ὁ Θεὸς, οἳ καὶ τῆς ἐκείνων ἀγνω-
μοσύνης καταδικάζουσιν. Ἤγουν ἐπιδὴ μετὰ μα-
κροὺς ἤμελλε γενέσθαι τὰ θεσπιζόμενα χρόνους,
καὶ πρὸς τὴν ἔκβασιν οὐδεὶς ἂν τῶν ἀκουόντων
διετέλεσε ζῶν, τὰς θείας δυνάμεις, καὶ τὰ διαιωνί-
ζοντα μέρη τοῦ κόσμου καλεῖ καὶ πρὸς τὴν τῶν ἐκ-
βησομένων ἐς ὕστερον μαρτυρίαν. Μήποτε δὲ, ὡς
τοῦ Ἰουδαίων ἔθνους μηκέτι φωνῆς ἀξίου θείας
ὑπάρχοντος, τῶν ἐθνῶν ἐπικαλεῖται τοὺς οὐράνιον
ἔχοντας φρόνημα, καὶ τοὺς γεωδεστέρους; Διὸ τοῖς
μὲν πρώτοις, ὡς συνετοῖς, τὸ ἀκούειν ἀπένειμεν·
τοῖς δὲ δευτέροις, τὸ ἐνωτίζεσθαι. Σωματικώτε-
1828
ρον γὰρ τὸ δι' ὤτων ἀκούειν. Ἡ γοῦν ἐπειδὴ καὶ
ἐν τοῖς Ἰουδαίοις ἦσάν τινες ὑψηλοὶ, οἷον προφῆ-
ται, καὶ τοιοῦτοί τινες, εἰ καὶ σπάνιοι· τὸ δὲ λοι-
πὸν ἅπαν γεῶδες καὶ ταπεινὸν, ἀμφοτέρους ἐκάλε-
σεν. Τάχα δὲ καλεῖ μάρτυρας, ἐφ' ὧν ἡ τοῦ νόμου
δόσις ἐγένετο, τὴν παρανομίαν ἐπὶ τῶν αὐτῶν δι-
ελέγξαι βουλόμενος. Ἐκκλησιάσατε γὰρ, φησὶ, πρός
με τοὺς φυλάρχους ὑμῶν, καὶ τοὺς πρεσβυτέρους
ὑμῶν, τοὺς κριτὰς, καὶ τοὺς γραμματοεισαγωγεῖς,
ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρω-
μαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν.» Διὸ καὶ
Μωϋσῆς ἐπικαλεῖται τούτους ὡς μάρτυρας· «Πρόσ-
εχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα
ἐκ στόματός μου.» Τὸ δὲ πάντως ἐκβήσεσθαι ταῦ-
τα δηλῶν, ἐπήνεγκεν· Ὅτι Κύριος ἐλάλησεν. «Ἐπεὶ
γὰρ, φησὶν, Θεὸς ἔφη, καὶ γίνεται.» Ὡς τοίνυν
ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τῶν ἐν Ἰσραὴλ,
πάσης κατ' Αἰγυπτίων καὶ τῶν ἄλλων πολεμίων κι-
νηθείσης τῆς κτίσεως· οὕτω καὶ τὴν ἀποβολὴν πᾶ-
σιν ἐθέλει γνωρίζεσθαι. Καὶ πάλιν, ἐπεὶ παριδόντες
τὸν νόμον ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα,
στρατιὰν οὐρανοῦ καὶ τὰ ἐξ ὕλης προσκυνήσαντες
εἴδωλα, οἰκονομικώτατα τὴν ἐν τούτοις αὐτῶν ἀσέ-
βειαν ὑπαινίττεται διὰ τῆς ἐπικλήσεως. Διὸ καὶ
πρὸς ἕνα φησὶ τῶν προφητῶν ὁ Θεός· «Ἀνάστηθι,
καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βου-
νοὶ φωνῆς σου. Ἀκούσατε, οἱ βουνοὶ, τὴν κρίσιν τοῦ
Κυρίου, καὶ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις
τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσ-
ραὴλ διελεγχθήσεται.» Οὐ γὰρ πρὸς ὄρη καὶ βουνοὺς
ἡ κρίσις, πρὸς αὐτὴν δὲ τὴν ἀσέβειαν τὴν ἐν ὄρεσι
καὶ βουνοῖς. Πρὸς δὲ τούτοις κέντρον μνήμης παρ-
έσχεν αὐτοῖς. Οὐρανὸς γὰρ καὶ γῆ διὰ παντὸς
θεωρούμενα τὴν τῶν ὁρώντων λήθην ἐξέκρουεν, ἐφ'
ὧν αὐτοὺς ἐποιήσαντο. Ἐπὶ πάντων ἀκούειν λε-
κτέον· πρὸς ἀνθρώπους γὰρ ὁ λόγος, οὓς ἐκάλεσεν
υἱούς. Καὶ ἐπεὶ πᾶς ἄνθρωπος ἐκ ψυχῆς οὐρανίας
καὶ σώματος γηΐνου συνέστηκε, καὶ συγγένειαν
ἔχει πρὸς οὐρανόν τε καὶ γῆν, ἐπὶ τῶν οἰκειοτάτων
αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει.
<Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με
ἠθέτησαν. [γʹ.] Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ
ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ
δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν>.
Τῷ Θεῷ Λόγῳ πρέποι ἂν τὸ περὶ ψυχῶν εἰπεῖν
λογικῶν, Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα. Ἐγέννησε
δὲ κατ' ἀμφότερα· τοῦτο μὲν, ἐκ τοῦ μὴ ὄντος εἰς
τὸ εἶναι παραγαγών· τοῦτο δὲ, κατ' ἀρετὴν καὶ
δόγματα σπουδάσας ἀποδεῖξαι βελτίονας· καθὼς
καὶ τὸ ὕψωσα λέγεται. Οὕτω καὶ Παῦλος ὠδίνει
τοὺς ἐν οἷς δεῖ μορφωθῆναι Χριστόν. Νόμον γὰρ
αὐτοῖς παρέσχε, καὶ προφήτας ἀπέστειλεν. Ἢ τὸ
ὕψωσα, διὰ τὸ ἐξαγαγεῖν αὐτοὺς μετὰ δόξης Αἰ-
1829
γύπτου, καὶ τοσαῦτα κατὰ τῶν λυπούντων ἐπιτελέ-
σαι παράδοξα. Καὶ πατρικὴν δὲ πρόνοιαν ὑπὲρ αὐτῶν
ἐπεδείξατο· οἷον, ἄρτον ἐξ οὐρανοῦ, καὶ τράπεζαν
ἐν ἐρήμῳ διδούς. Υἱοὺς οὖν αὐτοὺς, καὶ ὡς κτί-
σματα καλεῖ νοερὰ, καὶ ὡς πλείονος παρὰ τοὺς ἅλ-
λους τυχόντας κηδεμονίας, ὅτε ἐγενήθη «Μερὶς Κυ-
ρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐ-
τῶν Ἰσραήλ. Διόπερ αὐτοὺς καὶ τῆς προσηγορίας
ταύτης ἠξίωσεν, εἰ καὶ ἀνάξιοι ταύτης ἐγένοντο.
Διὸ καὶ τὴν υἱῶν προσηγορίαν ἔσχον εἰκονικήν. Ἡ
γὰρ ἀληθὴς υἱοθεσία ἐκείνων ἐστίν. »Οἷς ἔδωκεν
ἐξουσίαν υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων,
οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγενήθη-
σαν·« ὡς πρὸς ἀντιδιαστολὴν πρωτότοκος Ἰσραὴλ,
ἀλλ' οὐ μονογενὴς εἴρηται· μὴ τοίνυν Ἰουδαῖοι φρο-
νείτωσαν ἀκούοντες, Υἱὸς πρωτότοκός μου Ἰσραήλ·
ἐπεὶ καὶ Κάϊν πρωτότοκος ὢν κατηράθη, θαυμα-
σθέντος τοῦ Ἄβελ. Καὶ Ἰσμαὴλ πρωτότοκος, ἀλλ'
οὐ κληρονόμος· καὶ Ἡσαῦ πρωτότοκος, ἀλλ' ἐμι-
σήθη. »Τὸν Ἰακὼβ γὰρ ἠγάπησα, φησὶν, τὸν δὲ
Ἡσαῦ ἐμίσησα.« Καὶ Ῥουβὴν πρωτότοκος, ἀλλ' ἀπ-
εβλήθη, εἰς τὴν περὶ Χριστοῦ ἐπαγγελίαν, Ἰούδα
προτιμηθέντος. Θεὸς μὲν οὖν, τὸ ἐπ' αὐτῷ, καὶ γεν-
νᾷ καὶ ὑψοῖ, καὶ δίδωσι τοῖς ἀξίοις εἰπεῖν, »Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.« Οἱ δὲ ἐξ Ἰσραὴλ ἠθέτησαν
αὐτὸν, οὐ φοβηθέντες ὡς Θεὸν, οὐχ ὡς πατέρα τι-
μήσαντες. Τὸ γὰρ σέβας τοῖς εἰδώλοις ἀπένειμαν,
λέγοντες »Τῷ ξύλῳ· Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ·
Σύ με ἐγέννησας,« τὸν διάβολον ἐπιγεγραμμένοι πα-
τέρα. Ὁ γὰρ ποιῶν τὴν ἁμαρτίαν, φησὶν, ἐκ τοῦ δια-
βόλου γεγέννηται. Καὶ τοῖς πονηρευομένοις φησίν·
»Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.«
Ταῦτα δὲ καὶ προφητικῶς τῷ Σωτῆρι λέγειν ἁρμότ-
τει, μήτε προσδεξαμένων, καὶ σταυρῷ τετιμηκότων
αὐτὸν τῶν ἐξ Ἰσραὴλ, μόνοις αὐτοῖς ἐξ ἁπάντων
ἐπιδημήσαντα τῶν ἐθνῶν. Διόπερ φησίν· Ἰσραήλ
με οὐκ ἔγνω. Καὶ ὁ λαός με οὐ συνῆκεν. οὐ γὰρ
συνῆκαν, οἷος ἄρα αὐτὸς ἦν, ὁ καὶ τοῖς πατράσιν
αὐτῶν ἐν ἀνθρωπείῳ σχήματι διαφόρως ἑωραμένος.
Τοιγαροῦν φησιν· »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἐπεθύ-
μησεν ἰδεῖν τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἴδεν, καὶ ἐχά-
ρη.« Καί· »Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσάκις
ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθε-
λήσατε!« Περὶ παντὸς μὲν οὖν ἀνθρώπου, τὸ κατ'
εἰκόνα καὶ τὴν λογικὴν ἀπολωλεκότος ἀξίαν εἴρηται·
καὶ, »Ὃς ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη
τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς·«
Ἰουδαῖοι δὲ, τοσαύτης τιμῆς ἀπολαύσαντες, μὴ μό-
νον λογικοὶ γενόμενοι, ἀλλὰ καὶ Θεοῦ χρηματίσαι
λαὸς, οὗτοι δὴ, φησὶν, ἀλόγων κτηνῶν πεφήνασιν
ἀλογώτεροι, μήτε κατὰ βοῦν, τὸν δεσπότην γι-
νώσκοντες. Φυσικὴ γὰρ τοῦτον φαντασία γινώσκει.
Μήτε κατὰ ὄνον, τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ.
1832
Ὁ γὰρ ὄνος κἂν τὸν δεσπότην οὐκ οἶδεν, ἀλλ' οὖν
εἰς τὸν τόπον τῆς φάτνης ἀπὸ συνηθείας ἐπείγεται.
Τὴν φάτνην γὰρ γνωρίζει διὰ τὸ λαίμαργον, Διό-
περ, ὡς ἀνοικείως ἐχόντων πρὸς ἄλληλα τῶν ζώων,
ἐν Δευτερονομίῳ μὴ ἀροτριᾷν ἐν μόσχῳ καὶ ἀνθρώ-
πῳ παρακελεύεται· τουτέστι, τὸ ἐνεργὸν τῆς ψυ-
χῆς καὶ φιλόπονον, τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ
συζεύξῃς. Οὐ γὰρ περὶ τῶν βοῶν μέλει τῷ Θεῷ.
Ἀλλαχοῦ δὲ πάλιν συνέζευκται. Μακάριος γὰρ ὃς
πειρῶν ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.
Τουτέστιν, ὁ τῷ διδακτικῷ λόγῳ τό τε φιλόπονον
τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλήδονον αὐτῆς θερα-
πεύων· τὸ γὰρ ἐπιθυμητικὸν τῷ βάρει τῆς ἁμαρτίας
πεφορτισμένον ἀχθοφοροῦντι ὄνῳ προσέοικεν. Ἐμὲ
οὖν, φησὶν, οὐκ ἔγνω τὸν εὐεργέτην, τὸν πάντων
Δημιουργόν. Ὅση δὲ βοῒ πρὸς ὄνον διαφορὰ, τοσαύ-
την Ἰσραὴλ, ὁ Θεὸν ὁρῶν, ἔχει πρὸς τὸν ἁπλῶς
λαὸν χρηματίζοντα.
δ—Ϛʹ. <Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης
ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι>, κ.τ.ἑ.
Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται
ὡς τὸ,» Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκθλί-
ψει λαοῦ συντριβὴ δυνατοῦ.« Καὶ τὸ, »Ἵνα τί ἐφρύα-
ξαν ἔθνη καὶ λαοί;« Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶ-
ναι ἁμαρτωλὸν ἀρξάμενοι, ἐπιδιδόντες πρὸς κακίαν,
γίνονται λαὸς πλήρης ἀνομιῶν· καὶ ἀπὸ τοῦ σπέρ-
μα πονηρὸν εἶναι, καὶ τὸ γενέσθαι υἱοὶ ἄνομοι· ἡ
γὰρ αὔξησις ἀπ' ἐλαττόνων ἐν ἀρετῇ καὶ κακίᾳ.
Ἀκολούθως δὲ μετὰ τὸ σπέρμα, υἱὸς, καὶ ἀναλόγως
ἐπὶ ψυχῆς. Σπέρμα γὰρ διδασκαλίας, ἡ τῶν μαθη-
μάτων καταβολή. Υἱὸς δὲ πᾶς ὁ τῷ διδαξαμένῳ γε-
γονὼς παραπλήσιος, εἴτε κατ' ἀρετὴν, εἴτε κατὰ
κακίαν. Ἀλλ' ὁ μὲν βασιλείας χρηματίζει, ὁ δὲ γεέν-
νης υἱός. Ὀνειδίζει δὲ τοῖς Ἰουδαίοις, ὡς χείροσι
τῶν ἄλλων ἐθνῶν. Οὐχ υἱοθεσία γὰρ τούτους, οὐχ
ὕψος δόξης, κρείττους ἐποίησεν. Οὐ διάφοροι μάστι-
γες τοῦ μαστιγοῦντος πάντα υἱὸν, ὃν παραδέχεται.
Καὶ ἐπείπερ εὐγένειαν ηὔχουν σωματικὴν, ὡς ὄντες
ἐξ Ἀβραὰμ, σπέρμα πονηρὸν, καὶ υἱοὺς ἀνόμους
καλεῖ, ὡς καὶ ἐξάρχοντας Σοδόμων καὶ λαὸν Γομόῤ-
ῥας, δεικνὺς ὡς προαίρεσις καὶ βίος εὐγένειάν τε
καὶ τοὐναντίον ποιεῖ. Οὗτοι δὲ προγόνους μὲν ἔσχον
λαμπροὺς τοὺς πατριάρχας· ἐκ πονηρῶν δὲ τῶν μετὰ
ταῦτα πατέρων γεγόνασι πονηροὶ, ἀλλ' οὐ φύσει,
μιμησάμενοι δὲ τὴν ἐκείνων προαίρεσιν. Μεγάλη δὲ
κατηγορία, χρηματίζειν ὅλον ἔθνος ἁμαρτωλὸν, ὡς
μηδένα σχεδὸν ἐν αὐτῷ κατορθοῦν. Τὸ δὲ, πλῆρες
ἁμαρτιῶν, πᾶν εἶδος κακίας ὑπέδειξεν. Τοιοῦτον τὸ,
»Πεπληρωμένους πάσης ἀδικίας.« Καὶ τὸ, »Οὔπω
γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων.«
Καὶ ὁ Σωτὴρ δέ φησιν· »Πληρώσατε καὶ ὑμεῖς τὸ
μέτρον τῶν πατέρων ὑμῶν.« Σπέρμα δὲ πονηρὸν,
1833
ὅπερ ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τῷ σίτῳ ζιζάνιον,
ὃ τελειωθὲν υἱὸς γέγονεν ἄνομος, ἀντὶ Υἱοῦ τοῦ Ὑ-
ψίστου. Διὸ θρηνεῖ τοῦτον σχεδόν που λέγων· »Πό-
θεν που μεταπέπτωκας;« Πρώτη μὲν οὖν κατηγορία,
τὸ πονηρόν· δευτέρα καὶ μείζων ἡ τοῦ ἀγαθοῦ ἐγκα-
τάληψις, ἣν ἐπαναβαίνει τὸ παροξύναι τὸν ἀγαθόν
τε καὶ πρᾶον· τῶν, κατὰ τὴν ἀναλογίαν, ὀργὴ θησαυ-
ρίζεται. Ἀλλ' ὥσπερ ὁ τελειούμενος τοῖς ἔμπροσθεν
ἐπεκτείνεται· οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν
ἀναποδίζει. Περὶ οὗ φησιν· »Ἰδοὺ οἱ μακρύνοντες
ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὡς δὲ πᾶν εἶδος θερα-
πείας προσενεγκὼν ἁμαρτάνουσι, Τί ἔτι πληγήσε-
σθε, φησί; Τοῖς μὲν γὰρ ἰάσιμα πλημμελήσασι φη-
σὶν ἀπειλῶν ὁ λόγος· «Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς
ἀνομίας αὐτῶν.» Τοῖς δὲ νοσοῦσιν ἀνίατα· Τί ἔτι
πληγεῖτε; ὡς ἄν τις ἀπορῶν καὶ ἀπογνοὺς τὴν διόρ-
θωσιν. Τῶν δὲ περιστατικῶν συγχωρήσεων, αἱ μὲν
ἐφ' ἁμαρτήμασι γίνονται· αἱ δὲ πρὸς τὴν τῶν πει-
ραζομένων βελτίωσιν· αἱ δὲ πρὸς ἀνάδειξιν ἀρετῆς
λανθανούσης, ὡς ἐπὶ τοῦς Ἰώβ· αἱ δὲ πρὸς τὴν τῶν
ἀπεγνωσμένων ἀπώλειαν, ὡς αἱ νῦν ἀπειλούμεναι,
ὥσπερ αἱ τοῦ Φαραώ. Ταύτας δὲ δυνατὸν μόνως
νοεῖν, μετὰ τὸ σωτήριον πάθος παραδοθέντος τοῦ
ἔθνους. Οὐ γὰρ ἦν ὅ τι μεῖζον ἁμάρτωσιν Ἰουδαῖοι
εἰπόντες· «Αἶρε, αἶρε, σταύρου αὐτόν.» —«Οὐκ ἔχο-
μεν βασιλέα εἰ μὴ Καίσαρα.» Τοιγαροῦν διαμαρτύ-
ρονται τούτοις οἱ τοῦ Χριστοῦ μαθηταὶ ὡς πρώτοις
κατάρξαντες, καὶ μὴ δεξαμένων ἐπὶ τὰ ἔθνη τρεπό-
μενοι, μονονουχὶ λέγοντες· «Ἰατρεύσαμεν τὴν Βα-
βυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπωμεν αὐτήν.»
Βαβυλῶνι γὰρ, ὡς ἀσεβεῖς, ἀπεικάζονται. Αἱ γὰρ
πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἁμαρτίαι οὐκ ἦσαν
ἀνίατοι. Καὶ προφήτας γὰρ ἔσχον ἐν Βαβυλῶνι. Καὶ
πάλιν ἐναπελθόντες, τῇ λατρείᾳ τῇ κατὰ νόμον ἐχρή-
σαντο, μετὰ δὲ τοὺς Ῥωμαίους, οὐκ ἔτι, καθαιρεθέν-
τος αὐτοῖς τοῦ νεὼ, καὶ πάντων διεσπαρμένων. Κύ-
ριον ἄρα καὶ ἅγιον Ἰσραὴλ τὸν Χριστὸν παρίστησιν
ὁ προφήτης, ὃν ἐγκατέλιπον, ὄτε καὶ πᾶσα κεφαλὴ
τούτων εἰς πόνον ἐγένετο, ἀρχικὴ δῆλον ἐξουσία
ταπεινωθεῖσα. Καὶ ἀπὸ ποδῶν μέχρι κεφαλῆς ἡ
πληγή. Ἀπὸ σμικροῦ μέχρι τοῦ μείζονος. Τοιγαροῦν
ἀπεγνώσθησαν. Τίς γὰρ ἂν αὐτοῖς μείζων ἐπεγένετο
θεραπεία, μετὰ τὴν ἐκ τοῦ Σωτῆρος ἐπιδημήσαντος,
τοῦ πᾶσαν νόσον καὶ μαλακίαν ψυχῶν τε καὶ σωμά-
των τοῖς πεπιστευκόσι δυνηθέντος ἰάσασθαι; Τινὲς
δὲ, πᾶσα κεφαλὴ, τὸν καθ' ἕνα φασὶν ἄνθρωπον,
ὡς τὸ, «Λάβετε ἀρχὴν ἀπὸ πάσης συναγωγῆς Ἰσραὴλ
κατὰ κεφαλὴν αὐτῶν.» Ὡς μηδενὸς εὑρεθέντος ἀξίου
τὴν ἀπειλουμένην δίκην διαφυγεῖν. Ἔστι δὲ τραῦμα
μὲν, λύσις τῆς τοῦ σώματος συνεχείας, κατὰ μικρόν
τι μέρος τῆς συναφείας διακοπείσης· ὃ δηλοῦν δύνα-
ται τὰ σχίσματα τῆς Ἐκκλησίας. Ὁ δὲ μώλωψ,
ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώμα-
τος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος. Καὶ τοῦτο δὲ
1836
κατά τι μέρος συνίσταται· ὃ τὰς ὑπούλους καρδίας
δηλοῖ. Φλεγμονὴ δὲ ὄγκος ἐστὶ πυρώδης, συῤῥεόν-
των ἐπὶ τὸ ἀσθενὲς μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ
φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός· ὃ δηλοῖ,
ψυχῆς ἔπαρσιν ἐξ οἰήσεως ἀλόγου ὀγκουμένης, καὶ
διὰ τοῦτο κατὰ τῆς γνώσεως ἐπαιρομένης Χριστοῦ.
Φησὶ δὲ περὶ τῶν Ἰουδαίων, ὡς οὐχ ἓν ἀφωρισμένως
ἐσχήκασι πάθος, ἀλλ' ἡνωμένως αὐτοῖς ἐπίκειται τὸ
κακὸν, ὡς πάντα συγκεχῦσθαι ὁλοσχερῶς τὰ πάθη,
καὶ μὴ δέχεσθαι πάθος ἕκαστον τὰ κατάλληλα βοηθή-
ματα. Μάλαγμα μὲν οὖν ὁ μετὰ πραότητος καὶ ἐπι-
εικείας ταπεινωτικὸς τῶν ματαίων φυσιώσεων λόγος.
Ἔλαιον δὲ ὁ μετὰ οἴκτου καὶ συμπαθείας τὸ δολερὸν,
καὶ ὕπουλον, καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολό-
γων καταλεαίνων. Κατάδεσμος δὲ ὁ τὰ πρὸς διάστα-
σιν ἐπειγόμενα συγκρατῶν. Τὸ δὲ, Οὐκ ἔστιν ἐν
αὐτῷ ὁλοκληρία, καὶ τὰ ἑξῆς, Σύμμαχος οὕτως
ἐξέδωκεν· Οὐκ ἔστιν ἐν αὐτῷ ὑγιὲς, ἀλλὰ τραῦ-
μα, καὶ μώλωψ, καὶ πληγὴ, τραύματος οὐ σφιγ-
γομένου, οὐδὲ ἐπιδεννομένου, οὐδὲ ἁπαλυνομέ-
νου ἐλαίῳ.
ζʹ—θʹ. <Ἡ γῆ ὑμῶν ἔρημος αἱ πόλεις ὑμῶν πυρί-
καυστοι. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλό-
τριοι κατεσθίουσιν αὐτὴν>, κ.τ.λ.
Ταῦτα προεῖπεν ἐπὶ τῆς Ὀζίου βασιλείας, ἐπλη-
ρώθη δὲ μερικῶς μὲν ὑπὸ Βαβυλωνίων· ἐπὶ δὲ τῆς ὑπὸ
Ῥωμαίων πολιορκίας ὁλοσχερῶς, ἃ μέχρι νῦν ὁρᾶται.
Ἀμπελῶνα δὲ τὸ ἔθνος καλεῖ. Λέξει γὰρ προϊών·
«Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ
ἐστι.»
1836
Τὴν δὲ τῆς ἐρημίας αἰτίαν φησὶν, ὅτι κραυγὴν
ἐπόθησαν, καταλιπόντες τὸ πνεῦμα τὸ πρᾶόν τε καὶ
ἡσύχιον. Ἀντιμετρεῖ γὰρ δικαίως ὁ Θεὸς ἐγκαταλι-
πὼν τοὺς ἐγκαταλιπόντας αὐτόν. Τὸ παντελὲς δὲ τῆς
ἐγκαταλείψεως ἡ τοῦ ἀμπελῶνος σημαίνει σκηνή.
Ἐν ὅσῳ γὰρ ἔχει καρποὺς, οἰκεῖται ὑπὸ τοῦ φυλάτ-
τοντος ἡ σκηνή. Τρυγηθέντων δὲ τούτων, ἔρημος
ἀπολείπεται. Οὕτω τοῦ παντὸς ἔθνους καρποφοροῦν-
τος, ὁ θεῖος εἱστήκει νεώς. Ἀντ' ἐπισκοπῆς ἐντεῦθεν
ἐφρούρει τοῦτο Θεὸς λέγων· «Ἐγὼ ἔσομαι αὐτῇ,
λέγει Κύριος [εἰς τεῖχος] πυρὸς κυκλόθεν, καὶ εἰς
δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Τοιγαροῦν ἀγγελι-
καῖς ἐχαρακοῦτο δυνάμεσιν. Ὡς δὲ τῶν ἁμαρτιῶν
τὰς ἀκάνθας ἐβλάστησε, καὶ σταφυλὴν χολῆς, καὶ
κληματίδα Γομόῤῥας ἐποίησε, φησὶ, διὰ τοῦ ψάλλον-
τος ὁ Θεὸς, «Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ
ἔσται εἰς διαρπαγεῖν,» καὶ τὰ ἑξῆς. Καὶ δι' ἄλλου
δὲ προφήτου φησίν· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου,
ἀφῆκα τὴν κληρονομίαν μου,» καὶ τὰ λοιπά. Ἱστόρη-
1837
κεν δὲ καὶ ἐν τοῖς περὶ ἁλώσεως ὁ Ἰώσηπος, ὡς
πρὶν ἁλῶναι τὴν πόλιν, ἠκούοντο τοῖς ἱερεῦσιν φω-
ναὶ λεγόντων ἀγγέλων, «Μεταβαίνομεν ἐντεῦθεν·»
Οὐ μόνον δὲ, φησὶν, τὴν ὡς ἐν καρπῷ τιμιωτέραν
οὐκ ἤνεγκε σταφυλὴν, οὐδὲ ὀπώραν τὴν πρόσκαιρον,
καὶ σωματικὴν, κατὰ τὸν Μωσέως νόμον, λατρείαν.
Ὡραία μὲν γὰρ τῇ θέᾳ καὶ εὐθαλὴς, ἀλλὰ καὶ πρόσ-
καιρος· πρὸς ἣν εἴρηται ἡ τοῦ ὀπωροφυλακίου
κατάλειψις, ὅπερ αὖθίς ἐστιν ὁ νεώς. Σικυήρατον
δὲ, τὸ τῶν σικυῶν εἴρηται φυλακτήριον. Ὅταν γὰρ
τὸν ὄντως ἀφέντες Θεὸν, τὰς χεῖρας ἡμῶν ἐπάρωμεν
πρὸς Θεὸν ἀλλότριον, παραδιδόμεθα τοῖς καταστρέ-
φουσιν. Νόει δὲ καὶ γῆν μὲν ἔρημον, τὴν ψυχὴν
ὡς δεχομένην τοῦ λόγου τὰ σπέρματα. Ἔρημον δὲ
τὴν ἀρετῶν καὶ θεοσεβείας ἐστερημένην. Ἡ δὲ τοι-
αύτη καὶ πόλις πυρίκαυτος, διὰ τὸ πολλὴν ἔχειν
ἐν τοῖς ἔργοις ματαιότητα, ξύλα, χόρτον, καλάμην·
ἅπερ ἐν ἡμέρᾳ τῆς κρίσεως καταπίμπραται.
Ἡ αὐτὴ καὶ χώρα κατεσθιομένη ὑπ' ἀλλοτρίων,
οὔτε τῶν καρπῶν πεπληρωμένη τοῦ Πνεύματος,
ἀγάπης, χαρᾶς, καὶ τῶν ἄλλων ἀλλοτρίων λογισμῶν
ἐπιπεσόντων, καταναλίσκηται, καταστρέφουσί τε
αὐτὴν οἱ ὄντως ἀλλότριοι δαίμονες, οἳ δὴ περιαιροῦν-
τες τὰς ἀρετὰς, οὐκ ἀφίστανται πρὶν ἂν καὶ γνῶσιν
ἐσφαλμένην ἐμβάλωσιν. Οὕτω πᾶς ἄκαρπος ἐπισκο-
πῆς ἀποστερεῖται Θεοῦ. Καρποφορῶν δὲ τῶν ἀποθη-
κῶν τῶν αἰωνίων ἀξίως, τῷ θείῳ φυλάττεται Πνεύ-
ματι ἀποσοβοῦντι τοὺς δυσμενεῖς. Τὴν δὲ ὀπώραν
καὶ ἐπὶ τῆς βιωτικῆς ἡδυπαθείας δεξώμεθα, περὶ ἃς
οὐ προσῆκεν ἐπτοῆσθαι ψυχὴν, ἄμπελον ὑπὸ Θεοῦ
φυτευθεῖσαν ἀληθινὴν, κατ' εἰκόνα τοῦ Κτίσαντος
αὐτὴν, ὃς τὸ μὲν καρποφοροῦν καθαίρει πρὸς γένε-
σιν πλειόνων καρπῶν. Συλλαμβάνεται γὰρ τοῖς ἐθέ-
λουσιν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν, καθάπερ
γεωργὸς ἄμπελον κλαδεύει, τῆς περιττῆς ἀπείργων
λεύχης, καὶ τὴν πρὸς τὸ ἀγαθὸν σπουδὴν τελειῶν·
τῆς δὲ μὴ βουλομένης ψυχῆς πίπτουσιν οἱ φραγμοὶ,
αἱ παρὰ τῶν ἀγγέλων βοήθειαι, καὶ τοῖς παροδεύου-
σιν καὶ πορθεῖν βουλομένοις προτίθεται, υἱός τε
ἄγριος ἀφανίζει τὸ πᾶν εἰσπηδῶν· καὶ ξένοι μὲν οἱ
διοδεύοντες ἡμᾶς, αἱ τῶν παρὰ τὴν γνῶσιν ἁμαρτη-
μάτων ἐνεργητικαὶ δυνάμεις εἰσὶν υἱὸς δὲ δίκην
ἀλόγιστα ὁρμῶντος, καὶ ταῖς δυσωδίαις καλινδουμέ-
νου, τὰ πάθη προκαταλαμβάνει τὴν τοιαύτην ψυχὴν,
ὅτι μὴ τὰ ἄξια τῆς θείας ἀποθήκης ἐκαρποφόρησεν,
ἡδονὰς δὲ τὰ ῥευστὰς καὶ δυσώδεις, ὧν ἐπιθυμή-
σας ὁ ἐπιθυμητὴς πάλαι λαὸς ἐν τῇ ἐρήμῳ ἐτάφη.
Ἔκλαιον γὰρ, φησὶ, μνησθέντες τῶν σικυῶν, καὶ
τῶν πεπόνων, τῶν Αἰγυπτιακῶν βρωμάτων, ἃ οὐκ
ἂν φάγοι Ἰσραηλίτης ὁ τῷ ἄρτῳ τῷ οὐρανίῳ τρεφό-
μενος. Ὃν ἐξουδενώσαντες ἐκεῖνοι τῶν κρομμύων
ἐπεθύμουν καὶ τῶν σκορώδων. Τοιοῦτος γὰρ ὁ καθ'
ἡδονὴν βίος, ἐρεθιστικὸς καὶ δριμὺς ὑπάρχων, καὶ τῷ
βάθει δυσωδίαν ἐναφίει, καὶ δάκρυα τοῖς ζῶσι κατ'
αὐτὸν ἐμποιῶν· οἳ καὶ ὡς πολιορκουμένη πόλις
1840
ἐγκαταλείπονται, ἣν πολέμιοι περικάθηνται, τῶν
ἔνδον ἐπιτηδευόντων τὴν ἄνεσιν, ὡς ἂν ἀφυλάκτοις
ἐπίθωνται. Ἐκάλεσεν δὲ αὐτὴν ἐκ τοῦ προτέρου ταύ-
της ὀνόματος θυγατέρα. Ἀκολούθως δὲ τοῖς κατὰ
τοῦ Σωτῆρος τολμηθεῖσιν ἐπήνεγκεν· Καὶ εἰ μὴ Κύ-
ριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. Τοῦτο δ'
ἂν εἴη περὶ οὗ φησιν ὁ Θεὸς Ἀβραάμ· «Ὅτι σοὶ
δώσω καὶ τῷ σπέρματί σου.» Ὡς γὰρ ἐφ' ἑνὸς εἶπεν,
ὅς ἐστι Χριστὸς, ὁ κωλύσας τὰ Σοδόμων καὶ Γομόῤ-
ῥας παθεῖν. Οἱ γὰρ ἄλλοι πάντες, ὡς ἔφη, υἱοὶ ἄνο-
μοι, καὶ λαὸς πλήρης ἁμαρτιῶν· ὧν οὐκ ἂν εἴη τὸ
σπέρμα· οὓς ὀφείλοντας τὰ Σοδόμων παθεῖν, τῇ ἰδίᾳ
παρουσίᾳ κεκωλυμένους. Καὶ μετὰ τὴν κατὰ Χρι-
στοῦ δὲ τόλμαν, τὸ μὲν λεῖμμα τὸ κατ' ἐκλογὴν χά-
ριτος ἐσώθη. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν, οἳ καὶ παρ-
εδόθησαν τῇ καταστροφῇ· περὶ ὧν φησιν Ἀμὼς
ἐκ Θεοῦ· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν
Κύριος Σόδομα καὶ Γόμοῤῥα,» τὴν τελευταίαν ση-
μαίνων καταστροφήν. Σπέρμα δὲ καὶ τὸν ἀποστολικὸν
νοητέον χορὸν, οὐχ ὡς τῶν ἀσεβῶν σπέρμα, τῶν δὲ
προφητῶν μᾶλλον ὑπάρχοντας, οἳ τὸ πᾶν ἔθνος ἀπ-
εγνωκότες, παραμυθίας ἐτύγχανον, περὶ τοῦ ἐξ αὐ-
τῶν ἀναφανησομένου σπέρματος φωτιζόμενοι, ὅπερ
ὡς ζύμη γενόμενον ἐν τοῖς ἔθνεσι, πάντας πρὸς τὴν
οἰκείαν εἵλκυσεν ὁμοιότητα, ὡς κἀκείνους Ἰσραὴλ
χρηματίζειν καὶ λαὸν Κυρίου, καὶ κρυπτὸν Ἰουδαῖον,
καὶ τῶν πνευματικῶν ἐπαγγελιῶν κληρονόμον. Εἰ
δὲ μὴ πρόξενοι πάσης θεοσεβείας ἐγένοντο, καὶ δι'
αὐτῶν ἐκκλησίαι πανταχοῦ καθίδρυντο (τοῦ νεὼ τοῦ
παρ' Ἰουδαίοις λελυμένου), τίσι τούτους ἐχρῆν παρα-
βαλέσθαι, ἢ τῇ Σοδόμων καὶ Γομόῤῥας καταστροφῇ,
ὧν οὐδὲν ὑπολέλειπται; Σόδομα δὲ ἔκκλισις, Γο-
μόῤῥα δὲ στάσις ἑρμηνεύεται. Πάντες οὖν εἴχομεν,
φησὶν, ἐκκλῖναι Θεοῦ, καὶ τὴν πνευματικὴν εἰρήνην
ἀφέντες πολέμου πληρωθῆναι καὶ στάσεως, ἃ δὴ
κακία καὶ τὰ πάθη ποιεῖ. Νῦν δὲ ἡ ὑπερέχουσα πάντα
νοῦν εἰρήνη διὰ σαρκὸς πᾶσιν ἐπέλαμψεν· καὶ ταύ-
την εὐηγγελίσαντο πᾶσιν οἱ τοῦ Χριστοῦ μαθηταὶ,
ὡς τὴν Ἐκκλησίαν τῆς εὐεργεσίας προσάγουσαν χα-
ριστήρια, τὸ, Εἰ μὴ Κύριος κατέλιπεν ἡμῖν σπέρμα,
μετὰ πάσης εὐφημίας ὑμνεῖν. Πλὴν ἔσται καὶ τῶν
Ἰσραηλιτῶν ἐν ὑστέροις ἀνάκλησις, εἰ καὶ ἐν ἀρχῇ
λεῖμμα μόνον ἐγένετο. Καὶ τοῦτο προφητικὸς ἐδήλω-
σεν λόγος, «Διότι, λέγων, ἡμέρας πολλὰς καθήσον-
ται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος
ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστη-
ρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα
ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύ-
ριον τὸν Θεὸν αὐτῶν, καὶ Δαυῒδ τὸν βασιλέα αὐτῶν.»
Καὶ ἀλλαχοῦ· «Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ
θυμοῦ μου, οὐ μὴ καταλίπω τοῦ ἐξαληφθῆναι τὸν
Ἐφραΐμ.» Τοῦτο καὶ καθ' ἕτερον ἡμῖν ἐδηλοῦτο
τρόπον. Ἠπείθησε μὲν γὰρ ὁ πάλαι λαὸς, περὶ οὗ
φησιν, ὡς «Ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσον-
ται εἰς τὴν κατάπαυσίν μου,» Χαλὲβ δὲ καὶ Ἰησοῦς
1841
συνεισέβησαν τῷ νέῳ λαῷ, τύπος ὄντες τοῦ ἐγκατα-
λείμματος Ἰσραὴλ, σεσωσμένου μὲν δι' ὑπακοῆς καὶ
πίστεως τῆς ἐν Χριστῷ, διαβιβασθέντος δὲ μεθ' ἡμῶν
τὸν ἅγιον Ἰορδάνην, καὶ κληρονομεῖν μέλλοντος τὴν
τῶν οὐρανῶν βασιλείαν.
ιʹ. <Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων·
προσέχετε νόμον Θεοῦ, ὁ λαὸς Γομόῤῥας>.
Ἄνω μὲν οὐρανὸν καὶ γῆν ἐμαρτύρατο. Νῦν δὲ
τοῖς Ἰουδαίοις αὐτοῖς διαλέγεται, μερίσας αὐτοὺς εἰς
ἄρχοντας, καὶ λαόν. Σοδόμων δὲ αὐτοὺς καὶ Γο-
μόῤῥας καλεῖ, ὡς μέλλοντας αὐτοὺς παθεῖν παρα-
πλήσια, ἢ καὶ διὰ τρόπων ὁμοιότητα. Καὶ προϊὼν
γὰρ ἐρεῖ. Τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων
ἀπήγγειλαν, καὶ ἐνεφάνισαν σὺν τῇ ἀδικίᾳ αὐτῶν,
ἐπεὶ ἐβουλεύσαντο βουλὴν πονηρὰν, καθ' ἑαυτῶν εἰ-
πόντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν
ἐστιν.» Ἡ τοίνυν κατὰ τοῦ ἑνὸς λεγομένη δικαίου,
Χριστοῦ δηλονότι, παρανομία, τοιαύτης αὐτοὺς
προσηγορίας ἐνόχους ἀπέδειξε. Κολάζει δὲ αὐτῶν
καὶ τὸ ὡς ἐπ' εὐγενείᾳ τῇ ἐξ Ἀβραὰμ ὑπερήφανον,
δηλῶν, κατὰ τὸν θεῖον Ἀπόστολον· «Ὡς οὐχ ὁ ἐν
τῷ φανερῷ Ἰουδαῖός ἐστι,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν·
«Οὐ γὰρ οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι
εἰσὶ σπέρμα Ἀβραὰμ, πάντως τέκνα.» Οὐκοῦν ἐκ
τῶν ἐναντίων καὶ τοὺς ἐξ ἀλλοφύλων δυνατὸν χρη-
ματίσαι ἄρχοντας Ἰσραὴλ, καὶ λαὸν Θεοῦ πράξεις
ἀξίας παρεχομένους καὶ δόγματα.
Χωρισθέντος δὲ τοῦ ἐγκαταλειφθέντος ἡμῖν σπέρ-
ματος, ἀκολούθως τοὺς λοιποὺς τοιούτων ὀνομάτων
ἠξίωσεν, ἄρχοντας λέγων Σοδόμων, διὰ τὸ μητρό-
πολιν ὥσπερ εἶναι τῆς πονηρίας τὰ Σόδομα, ἦς
κατὰ κακίας ὑπερβολὴν ὑπερέχειν τοὺς ἄρχοντας.
Οἰκείως δὲ καὶ παρέθηκεν, ὅτι ὥσπερ ἐκεῖνοι παρ-
ῃτοῦντο τὸν τὰ δίκαια κρίνοντα Λὼτ, λέγοντες·
«Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;» Οὕτω
καὶ οὗτοι τὸν δίκαιον παρῃτοῦντο κριτὴν, λέγοντες·
«Σταύρου, σταύρου, αἶρε τὸν τοιοῦτον.» Κἀκεῖνοι
μὲν, εἰς ξένους ὕβριζον· οὗτοι δὲ, τὸν εἰς τὰ ἴδια
ἐλθόντα. Κἀκεῖνοι μὲν, εἰς ἀγγέλους· οὗτοι δὲ, εἰς
Θεόν. Καὶ Ἱερουσαλὴμ τοίνυν ἐξ ἀσεβείας ἐγένετο
Σόδομα. Ὡς γὰρ ἐν ἐκείνοις οὐχ εὗρε δέκα δικαίους
ζητῶν ὁ Θεὸς, δι' οὓς ἔδει σωθῆναι τὴν πόλιν· οὕτως
ἡ Ἱερουσαλὴμ πολλὴν εἶχε τῶν δικαίων τὴν σπάνιν.
Διόπερ Ἱερεμίᾳ λιπαροῦντι περὶ αὐτῆς ἔφασκεν ὁ
Θεός· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ
ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις
αὐτῆς ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ
ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.»
Καὶ παντὸς ἐστερημένοι καλοῦ, προσέτι καὶ πρὸς
ἄκρον ἀσεβείας κατήντησαν, τὸν Χριστὸν ἀποκτεί-
ναντες· ὃ δὴ μάλιστα γέγονεν, διὰ τὴν τῶν ἀρχόν-
των ἀνοσιότητα. Εἰδότες γὰρ ὡς ἔστιν ὁ κληρονόμος,
ἀνελεῖν ἐπεχείρησαν, θέλοντες αὐτοῦ τὸν ἀμπελῶνα
1844
κλῆρον ἴδιον ἀπεργάσασθαι. Περὶ ὧν ἐν προφήταις
φησὶν ὁ Θεός· «Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμ-
πελῶνά μου,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ποιμένες
ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Διὰ
τοῦτο οὐκ ἔγνω πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.»
Ἐχρῆν γὰρ Μωσῇ πιστεύσαντας ἐπιγνῶναι Κύριον,
καὶ πρὸς αὐτὸν ὁδηγῆσαι τοὺς ἄλλους. «Περὶ ἐμοῦ
γὰρ, φησὶν, ἐκεῖνος γέγραφεν, εἰπών· Προφήτην
ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν,
ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.» Ὅθεν πληκτικῇ νουθε-
σίᾳ φιλανθρώπως αὐτοὺς ὁ προφήτης ἐπάγεται πρὸς
τὸ δεῖν αὐτὸν ἐπιγνῶναι, τοῖς μὲν ἄρχουσιν ὡς ἐν-
τρεχεστέροις, τοῦ ἀκοῦσαι βοῶν, ὅπερ μᾶλλον δια-
νοίας ἐστίν. Διὸ πρὸς τὸ γνῶναι τὸ βούλημα τῶν
ἑαυτοῦ λόγων διεγείρων ὁ Κύριος φησίν· «Ὁ ἔχων
ὦτα ἀκούειν, ἀκουέτω·» τοῖς δὲ λαοῖς, ὡς ἀσυν-
έτοις, τὸ προσέχειν, ἢ τὸ ἐπωτίζεσθαι, ὡς ἐξέδω-
καν ἕτεροι. Δῆλον δὲ τὸ ψιλὸν τὸν ἦχον ἐντίθεσθαι
τοῖς ὠσίν. Διὸ καὶ ἐν Ἐξόδῳ φησὶν ὁ λαός· «Πάντα
ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.»
Οἱ μὲν γὰρ ἀτελεῖς ποιοῦσι τὰ σωματικὰ τοῦ νόμου
φυλάττοντες· διὸ καὶ προτέτακται· «Ὁ δὲ τέλειος
ἀκούει,» νοῶν τῶν ἐν τῷ νόμῳ τὸ βούλημα. Οὕτω
δὲ πάλιν τοῖς μὲν ἄρχουσι τὸν λόγον ἀπένειμεν· τῷ
λαῷ δὲ τὸν νόμον. Ὁ μὲν γὰρ νόμος κανών ἐστι
δικαίων καὶ ἀδίκων· προστακτικὸς μὲν ὧν ποιητέον·
ἀπαγορευτικὸς δὲ ὧν [οὐ, ἢ, μὴ] ποιητέον, ὃν ὁ πολὺς
φυλάττειν ἐσπούδακεν ἄνθρωπος τὸν σκοπὸν ἀγνοῶν.
Ὁ δὲ λόγος καὶ τῆς αἰτίας ἐστὶν ἀποδοτικὸς, δι' ἣν
ἔκαστον εἴρηται, πνευματικὸν τὸν νόμον δεικνύς.
Ἄρχοντας δὲ Σοδόμων, οὐχ ὡς πονηρῶν ἄρχον-
τας μόνον, φησὶν, ἀλλὰ καὶ ὡς αὐτοὺς τοιούτους
ὑπάρχοντας. Καὶ τοῦ λαοῦ δὲ τὴν πονηρίαν παρ-
έστησεν εἰπὼν, λαὸς Γομόῤῥας. Ἤρκει γὰρ τὸ πρῶ-
τον, εἰ τοῦ λαοῦ τὴν πονηρίαν ἐδήλου. Ταύτης δὲ τὸ
πλέον ἀπονέμει τοῖς ἄρχουσι, διὰ τὸ προκαθέζεσθαι
τὰ Σόδομα τῆς Πενταπόλεως, ἀρχικὴν αὐτῷ καὶ
μείζω τὴν κακίαν δεικνύς. Ἄρχοντας δὲ Σοδόμων,
πλὴν τῶν ἡττηθέντων, ἐξ ἱστορίας οὐ παρειλήφαμεν·
διὰ δὲ τὸ σὺν πολλῇ παῤῥησίᾳ τοὺς ἀδικοῦντας ἐλέγ-
χειν, φησὶν ὁ Παῦλος· «Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ
λέγει.» Τοιγαροῦν καὶ μίαν ταύτην αἰτίαν τῆς ἐπι-
βουλῆς τῆς κατὰ τοῦ προφήτου φασίν. Χρήσαιτο δ'
ἄν τις τούτοις πρὸς ἄρχοντας ἐκκλησιῶν ἀτόπους,
καὶ παρανομοῦντα λαόν.
ια—ιεʹ. <τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει
Κύριος· πλήρης εἰμὶ>, κ.τ.λ.
Καινὴν νομοθεσίαν ὁ λόγος εἰσάγει τὴν παλαιὰν
παραιτούμενος, ὡς τοῖς σωματικῶς κατ' αὐτὴν βιοῦ-
1845
σιν ἀνόνητον. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τρά-
γων ἀφαιρεῖν ἁμαρτίας, εἰ καὶ αὐτοὶ πλημμελοῦντες
διὰ τούτων ἐνόμιζον ἐξιλεοῦσθαι Θεόν. Περιῃρημέ-
νου δὲ τοῦ σπέρματος, ὃ κατέλιπε Κύριος ὁ Θεὸς,
εἰκότως νομιστέον περὶ τῶν κατὰ Χριστοῦ τοιαῦτα
τετολμηκότων τὸν λόγον καθίστασθαι ἀρχόντων τε
καὶ ἑπομένων. Τοιγαροῦν, φησὶν, Οὐκ ἔτι ἀνήσω
τὰς ἁμαρτίας ὑμῶν. Ἀνῆκε γὰρ τοῖς εἰς Βαβυλῶνα
ληφθεῖσιν ἑβδομήκοντα παρελθόντων ἐτῶν, ὡς ὁ Ζα-
χαρίας φησίν· «Τὰς πόλεις Ἰούδα ὑπερεῖδες τοῦτο
ἑβδομηκοστὸν ἔτος·» τοῖς δὲ Χριστὸν σταυρώσασιν
οὐκ ἀνήσειν, φησὶν, πλὴν ὅτι ἐν ἐσχάτῳ τῶν ἡμερῶν
τὸ ἐγκατάλειμμα σωθήσεται. Τῆς δὲ τοιαύτης ἐγκα-
ταλείψεως τὴν αἰτίαν ἐπήνεγκεν λέγων, Αἱ γὰρ χεῖ-
ρες ὑμῶν αἵματος πλήρεις, τὴν Χριστοῦ μιαιφονίαν
δηλῶν. Τηρεῖ γὰρ ὡς οὐδαμοῦ νῦν αὐτῶν ὡς εἰδωλο-
λατρούντων κατηγορεῖ, ἀλλ' ὅτι μὴ ἔγνωσαν τὸν Κύ-
ριον, καὶ ὅτι ἐγκατέλιπον αὐτὸν, καὶ παρώξυναν τὸν
ἅγιον τοῦ Ἰσραήλ. Διὸ καὶ τὰς θυσίας αὐτῶν, ὡς
ἀσεβῶν, ἀποστρέφεται, καὶ προσκειμένων τοῖς ἁμαρ-
τήμασιν. «Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμέ-
νον.» Ἕκαστον γὰρ ἑαυτὸν προσάγειν δεῖ θυσίαν ζῶ-
σαν, εὐάρεστον τῷ Θεῷ, λογικὴν λατρείαν, θυσίαν
αἰνέσεως. Ταῦτα γὰρ καὶ αἱ πρὶν θυσίαι σκιὰν ἔχου-
σαι τῶν μελλόντων ἀγαθῶν, ὑπῃνίττοντο· εἰ καὶ
τοῖς τότε παχέσιν οὖσιν κατὰ τὸ φαινόμενον ἥρμοτ-
τον μέχρι καιροῦ διορθώσεως· ἐπεὶ, ὅσον εἰς τὸ ἀρέ-
σκειν Θεῷ, οὐκ ἂν τὰς θυσίας ἐνομοθέτησεν. Ἐπειδὴ
δὲ τὸ πλῆθος τῶν κατὰ νόμον θυσιῶν ἀποπέμπεται,
μίαν προσεδέξατο θυσίαν ἐπ' ἐσχάτων αἰώνων, εἰς
ἀθέτησιν ἁμαρτίας, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα
τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ τῆς ἀληθείας φανεί-
σης, ἀνόνητος ἡ σκιά. Καὶ δεῖ Θεῷ προσάγειν ἀρετάς
τε καὶ πίστιν. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται
Θεός. Ἐπεὶ καὶ πάλαι ὑπὲρ τῶν ἰδίων πλημμελη-
μάτων προσέφερον, καὶ συνεχώρει Χριστὸς, ἐν τοῖς
προσαγομένοις τυπούμενος. Ἀλλὰ νῦν ἐπιδημήσας,
τοῖς τύποις πέρας ἐπέθηκεν. Τὸ δέ· Πλήρης εἰμὶ,
ληπτέον καθ' ἑαυτὸ, μὴ συνάπτοντα τοῖς ἑξῆς. Θεῷ
γὰρ μόνῳ τὸ πλῆρες ἁρμόττει πάσης μακαριότητος,
ἀλλ' οὐ τῶν ἐφ' ἑξῆς ἐπιφερομένων. «Ἐκ τοῦ γὰρ
πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Πάν-
των γάρ ἐστιν ἐφετὸν, αὐτὸς οὐδενὸς ἐφιέμενος. Ἀπ'
αὐτοῦ στέφανος πλήρης χάριτος καὶ δυνάμεως. Καὶ
Παῦλος, μετὰ τὴν ἐπίγνωσιν, πλήρης πνεύματος ὑπ-
έστρεψεν εἰς Ἱερουσαλήμ· πλήρης ἐντεῦθεν ἡμε-
ρῶν Ἀβραάμ. Καὶ ἐν τῷ ἐπιστρέφοντι λαῷ ἡμέραι
πλήρεις εὑρεθήσονται. Ἀλλ' εἰ ἀποβάλλει πᾶσαν τὴν
διὰ Μωϋσέως λατρείαν, πῶς «Ἓν ἰῶτα οὐ μὴ παρ-
έλθῃ ἐκ τοῦ νόμου ἕως ἂν πάντα γένηται;» Οὐκ
οὖν εὔδηλον ὡς τὸ σωματικὸν ἐκβαλὼν, τὸ πνευμα-
τικὸν πληροῦν ἐπαγγέλλεται.
Τήρει δὲ ὡς οὐ πᾶν ἀπεδοκίμασεν αἷμα, τὸ δὲ ἐξ
1848
ἀλόγων ζώων, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπ' ἐσχάτων
ἡμερῶν ἐκχυθέντος εἰς ἄφεσιν ἁμαρτιῶν, κρεῖττον
λαλοῦντος παρὰ τὸ τοῦ Ἄβελ. Μετατιθεμένων δὲ τῶν
θυσιῶν ἐπὶ τὸ πνευματικὸν, καὶ τὴν ἱερωσύνην ἐχρῆν
μετατίθεσθαι, ἵνα ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ
ἀντεισέλθῃ. Διασταλτέον δὲ καὶ τὸ ὁλοκαύτωμα,
καὶ οὕτως ἐπενεκτέον, τῶν κριῶν· ἵνα πρὸς τὸ, οὐ
βούλομαι, συμφώνως ἐπενεχθῇ. Πρὸς ὃ ἀποδοτέον
τὸ, Οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Κοινὸν γὰρ τὸ,
οὐ βούλομαι. Ἀθετεῖ δὲ μετὰ τῶν θυσιῶν καὶ τὸ,
δεῖν ὁρᾶσθαι πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου. Ἄδικοι
γὰρ ἦσαν καὶ σκολιοί. Γέγραπται δέ· «Ὀφθαλμοὶ
Κυρίου ἐπὶ δικαίους.» Καὶ «Εὐθύτητας ἴδε τὸ πρόσ-
ωπον αὐτοῦ· λέγει δὲ καὶ, Τίς ταῦτα ἐζήτησεν ἐκ
τῶν χειρῶν ὑμῶν; τὰ σωματικὰ δηλονότι τοῦ νό-
μου. Ὅλος γὰρ ὁ νόμος ἀνακεφαλαιοῦται ἐν τῷ,
»Ἀγαπήσεις τὸν πλησίον σου, ὡς ἑαυτόν.« Καὶ, Πα-
τεῖν μου, φησὶ, τὴν αὐλὴν οὐ προσθήσεσθε. Οὕτω
φοβερὸν καταφρονεῖν Ἐκκλησίας ἀφορισθέντας, εἰ
μὴ τὸ μέγιστον τῶν ἐπιτιμίων αἱρουμένους ἐπίτηδες.
Δηλοῖ δὲ τὴν ὑβριστικὴν αὐτῶν εἴσοδον, ὡς κατα-
πατούντων τὰ ἅγια. Τῶν δὲ εἰσιόντων ὁ μὲν εἰς
αὐτὰ φθάνει τὰ Ἅγια τῶν ἁγίων, ἔσωθεν τοῦ κατα-
πετάσματος τὰ σαρκικὰ διαβὰς, καὶ γυμνῇ τῇ θεω-
ρίᾳ τῶν νοητῶν ὁμιλῶν· ὁ δὲ τῆς σωματικωτέρας
λατρείας ἐφάπτεται. Ὁ δὲ νῦν εἰσαγόμενος τῆς
αὐλῆς μόνης ἐπιβῆναι κελεύεται. Ὁ δὲ καὶ ταύτης
ἔξω τῶν τῆς εὐσεβείας τόπων ἐλήλαται. Πρὸς δὲ τὰ
πνευματικὰ τοῦ νόμου παρακαλεῖ διὰ τῆς τῶν σω-
ματικῶν ἐκβολῆς. Πνευματικὴ γὰρ σεμίδαλις, λόγος
περὶ Θεοῦ σωματικῆς ἐννοίας κεχωρισμένος. Ἀνάξιον
Θεοῦ καὶ τὸ, Νομίζειν αὐτὸν τῆς δι' ὀσφρήσεως εὐ-
ωδίας ἐπιθυμεῖν, καὶ μὴ θυμιάματος τὸν ἁγιασμὸν
νοῆσαι τοῦ σώματος ὑπὸ τῆς κατὰ ψυχὴν σωφροσύνης
ἐπιτελούμενον, ἰσοκρατῶς ἐχόντων κ...στασίαν
πρὸς ἄλληλα τῶν μερῶν τῆς ψυχῆς κατὰ τὴν σύν-
θεσιν τοῦ θυμιάματος. Παρακαλεῖ δὲ καὶ νουμηνίαν
ποιεῖν αἰωνίοις πρέπουσαν ἔτεσι, καὶ τὴν διὰ μετα-
νοίας πρὸς τὸ ἀρχαῖον ἀποκατάστασιν ἑορτήν. Νου-
μηνία γὰρ ἡ ἀρχὴ τοῦ ἐν φωτὶ βίου ἐκλειφθέντος τῇ
πρὸς τὸ χεῖρον τροπῇ. Ἡ πρὸς αὐτὸ ἐπάνοδος,
ἑορτή. Βούλεται δὲ καὶ Σάββατον τὴν τῶν κακῶν
ἀργίαν νοεῖν. Ἀντὶ δὲ τῆς μεγάλης ἡμέρας, κλη-
τὴν ἐξέδωκαν οἱ λοιποί· ὡς μὴ μίαν σημαίνεσθαι,
πᾶσαν δὲ τὴν ἐν τῷ νόμῳ καλουμένην κλητὴν, οἷα
ἡ πρώτη ἑβδόμη τῶν Ἀζύμων, καὶ τῆς Πεντηκο-
στῆς, καὶ ἡ δεκάτη τοῦ μηνὸς, καὶ πᾶσαι ἁπλῶς
ἐπίσημοι ἑορταί. Καὶ νηστείαν δὲ βούλεται τὴν
χωρὶς ἐπιδείξεως δουλαγωγοῦσαν τὸ φρόνημα τῆς
σαρκὸς, ὅπερ οὐ διὰ πλησμονῆς βρωμάτων γίνεται,
ἀλλὰ καὶ δι' ἀναστροφῆς ἀγαθῆς καὶ συνουσίας τῶν
ὠφελούντων. Οὐδὲ τὴν ἀποχὴν δὲ τῶν βρωμάτων
ἐπιτείνειν χρεὼν, ὥστε λυθῆναι τὸν τόνον τοῦ σώ-
ματος, καὶ περιέλκειν εἰς ἀπροσεξίαν τὸν νοῦν. Παρ-
1849
όντος δὲ τοῦ νυμφίου μὴ νηστεύειν ἐκελεύσθημεν
τὴν ἐκ τοῦ λόγου νηστείαν.
ιϚʹ—κʹ. <Λούσασθε· καθαροὶ γένεσθε. Ἀφέλετε
τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι
τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονη-
ριῶν ὑμῶν>, κ.τ.λ.
Ἀκολούθως προτρέπεται τῆς ἐθελοθρησκείας τῆς
κατὰ τὸν σωματικὸν νόμον μεταστάντας, τῆς Καινῆς
ὑπηκόους Διαθήκης γενέσθαι. Διὸ καὶ τὰ ταύτης
εἰσάγει μυστήρια, μονονουχὶ τὸ ἐν Εὐαγγελίοις
βοῶν· »Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύ-
ματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρα-
νῶν.« Καὶ τό· »Πορευθέντες μαθητεύσατε πάντα
τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πα-
τρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.« Πῶς
δὲ ὡς ἀνίατα ἡμαρτηκότων εἰπών· »Ἐὰν πληθύνητε
τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι·« νῦν ὡς ἰᾶσθαι
διὰ τοῦ λουτροῦ δυνάμενος διαλέγεται; Ὅτι τὸ ἀδύ-
νατον τοῦ νόμου Χριστὸς ἐλθὼν ἀνεπλήρωσεν, οὐκ
ἐφ' ἑκάστῳ καθαίρων μολύσματι ῥύπου σωματικοῦ,
οὐδὲ πλύνειν κελεύων ἱμάτιον, ἐν δὲ βαπτίσματι τὰς
ἡμετέρας ἀποκαθαίρων ψυχὰς, καὶ ἐποικοδομεῖν
τῷ βαπτίσματι τὰς ἀρετὰς προτρεπόμενος. Ἡ
μὲν γὰρ τοῦ λουτροῦ κάθαρσις, φιλανθρωπίας ἐστὶ
Θεοῦ. Ἡ δὲ τῆς τῶν κακῶν ἕξεως ἀπόθεσις, ἔργον
ἡμέτερον, βοηθοῦντος κἀνταῦθα Θεοῦ, καὶ τοὺς
ἐθέλοντας ὁδηγοῦντος πρὸς ἀρετήν. Οὐ δεῖ γὰρ
ἀπρακτεῖν τῇ τοῦ βαπτίσματος ἐπανέχοντας χάριτι.
Λοῦτρον μὲν γὰρ καθαίρει· ἀρεταὶ δὲ φαιδρύνουσιν.
Ἀπέναντι δὲ τῶν ὀφθαλμῶν μου, φησὶν, ἐπειδὴ
τοῖς ἀνθρώποις δυνατὸν ἐπιπλάστως καὶ καθ' ὑπό-
κρισιν δοκεῖν ἠμᾶς ἀγαθούς· Θεὸς τὰς καρδίας
ἐμβατεύων, καὶ τὰ κρυπτὰ τῆς διανοίας ὁρᾷ· ἤγουν
ὡς μηδεμιᾶς πράξεως καθηκόντως ἀνυομένης, εἰ
μὴ μετὰ τῆς εἰς Χριστὸν εὐσεβείας ἐπιτελῆται.
Δεῖ οὖν λογισμοὺς καθαίρειν, οὐ μόνον κακίας ἀπο-
κόπτειν ἐνέργειαν, ὃ τῆς τελείας ἀγάπης ἐστί. Κατὰ
γὰρ Παῦλον, »Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν.« Καὶ
τοῦτο ὄντως ἐστὶ τὸ, Βαπτισθῆναι Πνεύματι ἁγίῳ,
κα…
The complete text is available when the reading interface loads.