Epistulae 1
- Edition reference
- Epistulae 1–166, ed. A. Garzya and R.-J. Loenertz, Procopii Gazaei epistolae et declamationes [Studia patristica et Byzantina 9. Ettal: Buch-Kunstverlag, 1963]: 3–80.
- CTS identifier
urn:cts:greekLit:tlg2598.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
δέχεται τὸν ἐραστὴν κεκμηκότα καὶ δίδωσιν ἑαυτήν, καὶ ἴδοις ἂν τότε ξένην
ἀφροδίτην ποταμοῦ καὶ πηγῆς. ὑμεῖς δὲ οὔτε φοιτᾶτε πρὸς ἡμᾶς τοῖς λόγοις,
οὔτε φοιτῶντας ἀμείβεσθε. ἀλλὰ γὰρ δοίητε τέλος ἐγκλημάτων ἡμῖν· εἰ δὲ
μή—ἀλλ' οὐ βούλομαί τι λέγειν, ἵνα μὴ λυπήσας ἀπέλθω.
2
{Ἱερωνύμωι}
Ἐγὼ μὲν ᾤμην σε τὸν Νεῖλον πάλαι κατειληφέναι, καὶ πολλάκις εἰς μνήμην
λαμβάνων τοῦτο δὴ τὸ εἰωθὸς ἐμοὶ „ὡς εὐδαίμονες“ ἔλεγον ”τοῖς Αἰγυπτίοις
οἱ παῖδες, πάλαι μὲν τὸν Νεῖλον ἔχοντες χορηγὸν τῶν ὅσα φέρειν οἶδεν
ἐκεῖνος, νυνὶ δὲ καὶ τὴν σὴν μοῦσαν προσειληφότες οὐδὲν ἀτιμοτέραν τοῦ
Νείλου, παρ' ἐμοὶ δὲ κριτῇ τάχα καὶ μείζω. ὁ μὲν γὰρ τὴν χώραν αὐτοῖς
ἐπιρρέων πλουτεῖν ἐπιτρέπει, σὺ δὲ ταῖς τῶν νέων ψυχαῖς τὴν γλῶτταν
ἐπαφιεὶς ἐπὶ τὸν τῆς ἐπιστήμης πλοῦτον ἰθύνεις, οὐδὲν ἔλαττον ἢ 〈ὁ〉 πάλαι
Πυθαγόρας αὐτοῖς ἐπιδημῶν καὶ μετ' ἐκεῖνον ὁ Πλάτων”. ταῦτα μὲν οὖν
ἐλογιζόμην, σὺ δὲ οὐ μακρὰν ἀπέχων ἐλάνθανες. ὡς δὲ ἧκεν ὁ τὴν ἐπιστολὴν
ἐπιδούς, τὸ μὲν πρῶτον θαυμάζων ἀπάτην ἡγούμην τὸ πρᾶγμα καὶ οὐκ
ἐπειθόμην τοῖς ὀφθαλμοῖς. ὡς δὲ τοῖς γεγραμμένοις ἐντυχὼν ἐπείσθην μὴ ἂν
ὑπάρχειν ἄλλου τὰς χάριτας, ἥσθην, πῶς δοκεῖ; ἐγγυτέρας γὰρ ἐμοὶ αὐτὰς
τὰς τοῦ σε πάλιν ἰδεῖν ἡγούμην ἐλπίδας, καὶ συνέχαιρον εἰκότως εἰ τὴν
πατρίδα ζηλωτὴν μικρὸν γοῦν ἀπέφηνας χρόνον. σὺ δέ μοι δοκεῖς παίζων
αὐτῆς κατηγορεῖν. ὅτι μὲν γὰρ τὸν ὑπὲρ κεφαλῆς ἀέρα οἷον ἔφης εἶναι συμ-
βαίνει, καὶ ὡς τὸ ὕδωρ τοὺς πίνοντας εἰς μνήμην ἄγει θαλάττης, καὶ ἄρτος
ἡμῖν ἐκ κριθῆς εἰκῆ μεμιγμένος, οὐκ ἂν ἀρνηθείην· ἀλλὰ καὶ ἔλαττον τετραγῴ-
δηταί σοι ταῦτα φειδοῖ τῆς πατρίδος. ἀλλ' ὅμως, ὦ βέλτιστε, χάριν ἐχρῆν
εἰδέναι ταύτῃ πρὸς φιλοσοφίαν ἀσκούσῃ τὴν γνώμην, ὅπως ἂν εἰδείης ποτὲ
τρυφῆς Αἰγυπτίας ὑπερορᾶν. Ὀδυσσέα δὲ τὸν σοφόν, νῆσον οἰκοῦντα
μικρὰν ὁμοῦ καὶ τραχεῖαν καὶ τί γὰρ ἄλλο ἢ τὴν Ἰθάκην, οὔτε Καλυψὼ
πέπεικεν οὔτε φύσεως ἐπὶ τὸ κρεῖττον μεταβολὴ τὸ μὴ τὴν Ἰθάκην ἀντὶ
τούτων αἱρεῖσθαι. ἀλλ' οὐδὲ Σπαρτιάτης οἶμαι τὴν οἴκοι δίαιταν ἐννοῶν
τὴν Σπάρτην ἐμέμψατο. ἀλλ' οἶδα πόθεν ποτὲ κατηγορεῖν ἐπήρθης. φιλο-
χρημάτως ἔχεις, ὦ λῷστε. εἶτα βραχύ τι τοῦ λήμματος ἀποστὰς ἰοὺ ἰοὺ
βοᾷς, καὶ τὸν Νεῖλον πολλάκις καὶ τὸν ἐκεῖθεν πλοῦτον ἀνακαλεῖς. τοῦτό σέ
που ξηρόν, ὡς αὐτὸς ἔφης, ποιεῖ καὶ τὸ σῶμα τοῦ Χαιρεφῶντος οὐδὲν
ἀστειότερον ἔχειν. οἶμαι δέ σε καὶ τῆς νύμφης ἐρωτικῶς περιέχεσθαι καὶ
πειρᾶσθαι μόλις ὁπόσα δύναται πόθος. ἀλλὰ γένοιτο ταῦθ' οὕτως ὅπως
Ἀφροδίτῃ φίλον καὶ Ἔρωσιν. ἔρρωσο, καί σε θᾶττον προσείποιμι καὶ παί-
δων πατέρα.
3
{Πυθίωι}
Εἴ μοί τις προσελθὼν οὐ πρότερον τοῦτο ποιήσας ἠξίου μανθάνειν εἰ
λύραν ἔχοιμι, καὶ περὶ ἁρμονίας λόγον ἐποίει, πάντως ἂν ᾐσθόμην τὸ
πρᾶγμα, καὶ ὅτι μουσικὸς οὗτος εὐθὺς ἠπιστάμην. εἰ δὲ περὶ ὅπλων ἦσαν
οἱ λόγοι, καὶ μάχας ἔλεγε καὶ πολέμου τύχας ἀεὶ διηγεῖτο, οὐκ ἔδει δήπουθεν
Πυθώδε ἰέναι καὶ ὅτι στρατιώτης οὗτος ἀκούειν. ἀλλὰ τί μοι βούλεται
ταῦτα; πάντως μὲν ἤδη μανθάνεις, οὐδὲν δὲ ἧττον ὅμως εἰρήσεται. ἐμοὶ
δοκεῖς ὡς ἄρα τὴν σὴν ψυχὴν ὄντως οἰκοῦσιν αἱ Μοῦσαι· εἶτα κάτοχος ὢν
ταῖς θεαῖς βίον ἔχεις αὐταῖς ἀνειμένον, καὶ οὐδέν σοι θαυμαστὸν ὅ τι μὴ
βιβλία καὶ λόγοι καὶ ὅσα ψυχὴν ἐπὶ τὸ κρεῖττον ἀνάγει. ἐντεῦθεν ἡμῖν
ἐπεξενώθης, ἀρχὴν φιλίας ποιησάμενος πρέπουσαν οἶμαι σαυτῷ. ἀλλὰ γὰρ
εἴθε μὴ τῆς ἐφ' ἡμῖν ἐλπίδος διήμαρτες, ἀλλ' ὅπερ αἰτεῖς βιβλίον, τοῦτο δὲ
ἦν παρ' ἡμῖν. οὕτω γὰρ ἂν σὺ μὲν εἶχες ἀεὶ τὸ ποθούμενον, ἐμοὶ δὲ μέγιστον
ἦν τὸ δοκεῖν ὑμῖν κεχαρίσθαι. νυνὶ δὲ ὄμνυμι οὐ τὴν πλάτανον τὴν Σωκρά-
τους ἀλλὰ τοὺς λόγους αὐτούς, μήπω γε τετυχηκέναι τοῦ κτήματος, καίτοι
πλεῖστον ἤδη χρόνον ἐρῶντα. μικρὸν δὲ ὕστερον—ἀλλὰ σὺν Ἑρμῇ καὶ
Μούσαις εἰρήσθω—ἐκ τῆς Ἀλεξάνδρου κομισθήσεται. τοῦτο γὰρ ἐκεῖθεν
ἡμῖν οἱ προσταχθέντες ἐπέστειλαν. ὅπερ εἰ πρὸς ἔργον ἐκβαίη, ὄψει με πάν-
τως αὐτόματον ὑμῖν προσιόντα περὶ τοῦ μεταδοῦναι ὡς εἰ καὶ αὐτὸς λαβεῖν
ἐβουλόμην.
4
{Γερμανῶι}
Ὅσον οἱ ἀγαθοὶ λυποῦσιν ἄνδρες πεῖραν αὑτῶν παρέχοντες καὶ ἀφιστά-
μενοι τῶν ἐγνωκότων, νῦν ἔργῳ μαθὼν διηγοῦμαι τοῖς ἄλλοις. ὑμᾶς γὰρ
ᾔδειν μὲν καὶ πρὶν εἰς λόγους ἐλθεῖν. εἰ δὲ θαυμάζεις ὁπόθεν, διδασκάλους
εἶχον ὅσοι πειραθέντες ἐθαύμαζον. ὡς δὲ κἀγὼ συμμείξας ἐμάνθανον, χάριν
μὲν ὡμολόγουν τῇ τύχῃ, πάλιν δὲ ταύτην ἐμεμφόμην εἰ τοσούτου γεύσασα
πράγματος ἄκρῳ δακτύλῳ φασίν, εἶτα τὴν ἡδονὴν ἀφαιρήσεται. καὶ οὐ
τοσοῦτον ηὔφρανε τὸ παρόν, ὅσον αἱ τοῦ μέλλοντος ἐλπίδες ἐλύπουν.
ἐλογιζόμην γάρ, ὅτι δὴ θᾶττον ἡμᾶς οἰχήσῃ καταλιπών. τοῦτο δὲ καὶ
γέγονε καὶ συμβὰν λυπεῖ, καὶ ἀποροῦμαι τῷ πράγματι, σὺ δὲ φιλονεικεῖς
ἐπὶ τὸ μεῖζον ἡμῖν ἐξάπτειν τὸν ἔρωτα καὶ πόρρω γενόμενος. τῇ γὰρ εἰς
ἐμὲ σπουδῇ καὶ τὰς ἐμὰς ἐλπίδας ὑπερβάλλων ἐνίκας. ἀλλ' εἴθε γάρ τις
θεῶν εὐμενὴς ἡμῖν γένοιτο καί σε θᾶττον ὡς ἡμᾶς αὖθις ἐνέγκοι.
5
{Ἰωάννηι}
Εἰ τῆς περὶ φίλους ὀλιγωρίας ἦσαν γραφαί, καί μέ τις εἰσῆγεν εἰς δικαστή-
ριον αὐτὸ δὴ τοῦτο κατηγορῶν, ὡς ἀδικοίην οὐ μετρίως, ἐν οὐδενὶ φίλον
ποιούμενος, οὐκ ἂν ἄλλως ᾤμην τὴν νικῶσαν λαβεῖν ἢ σὲ παρεχόμενος
μάρτυρα τὸν νῦν οἶδ' ὅπως ὀφθέντα κατήγορον· οὕτω μοι παρ' ἐλπίδας
ἐξέβη τὰ παρὰ σοῦ, εἰ βραχύ τί σε πρᾶγμα διστάζειν ἐπ' ἐμοὶ παρεσκεύασεν.
ἐγὼ γὰρ οἶδα καὶ μὴ φίλους πυκνὰ δὴ τοῖς γράμμασι βάλλοντας, ὅταν
λανθάνειν ἐθέλωσι, καὶ φίλους σιωπῶντας, ὁπότε τῇ μνήμῃ τῶν ἀπόντων
ἀρκούμενοι πρὸς ἑτέρους ἠσχόληνται. οὔκουν οὔτε τὸ γράφειν εὐνοίας, οὔτε
τὸ σιωπᾶν ἐγκλήματος, μὴ τῆς γνώμης βεβαιούσης ἑκάτερα. οὐκοῦν ταῦτα
παρεὶς ἐκεῖνα δὴ σκόπει, εἰ μηδέν μοι τῶν ὑμετέρων δίδωσι λήθην, εἰ διὰ
παντὸς ἄγω λόγου καὶ θαύματος ὥσπερ ἐπὶ τῇ μνήμῃ κοσμούμενος, εἰ τὸν
Ἰωάννην εἰπὼν τὸν γλυκὺν πάντως τῷ λόγῳ προσέθηκα. ταῦτα σκοπῶν
ἀγαπήσεις σιωπῶντα μᾶλλον ἢ φθεγγόμενον ἕτερον, εἰ καὶ τὸ Δωδώνης
αὐτῷ χαλκεῖον ἐπὶ τῆς γλώττης ἠχεῖ. ἀλλ' ὅπως μὴ ταύτην ἀπολογίαν
ἔχειν ἡγούμενος σιωπήσῃς· εἰ δὲ μή, τἀναντία φθεγξόμεθα.
6
{Ζαχαρίαι ἀδελφῶι}
Τὰ κατὰ τὸν ἄριστον τόνδε βουλόμενος ὑμῖν διηγήσασθαι δέδοικα μὴ
μάτην ἐνοχλεῖν δόξω, παρ' εἰδόσι τοὺς λόγους ποιούμενος. ἴστε γὰρ οἷος
μὲν αὐτὸς καθέστηκεν, ὡς, τὸν ὅλον βίον ἀναθεὶς τῷ θεῷ, πᾶσιν ἀπεχθάνεται
τοῖς ἀνθρωπίνοις, ἔχεται δὲ τῆς ἄνωθεν ἐλπίδος, καὶ διὰ τοῦτο πρόκειται
τοῖς ἀδικεῖν βουλομένοις, καὶ πρὸς τὸ παθεῖν ἐστιν ἐπιτήδειος. ἴστε δὲ καὶ
τόνδε—ἀδελφὸν γὰρ τοῦτον προσαγορεύειν αἰσχύνομαι—ὡς μίαν ἀρετὴν
ἡγεῖται τὸ πᾶσαν ἐκπληρῶσαι κακίαν, παριδὼν ἀδελφὸν τοσούτου χρόνου
οὕτως τῷ λιμῷ πιεζόμενον, οὐκ οἴκοθεν χορηγήσειν μέλλων ὃ παρ' ἀνδρὸς
εὖ φρονοῦντος ἔδει γενέσθαι, εἰ καὶ πρὸς τοῦτο ἐκάλει καιρός. νῦν δὲ οὐ τόδ'
ἐστὶν ἔγκλημα, διότι τὸ πρέπον τοῖς ἄγαν σωφρονοῦσι παρέλιπεν, ἀλλ'
ὅτι καὶ τῶν μὴ προσηκόντων γενόμενος ἐραστὴς ἀφῄρηται ταῦτα, καὶ
λοιδορεῖται τούτῳ πυκνῶς, πληγάς τε πολλάκις ἐπέτεινε. καὶ νόμον τὴν
αὑτοῦ γνώμην ἡγούμενος, ἴσως τὴν φύσιν ἐμέμψατο, ὅτι πλέον οὐδὲν εἰς
πονηρίαν ἐξεῦρεν. ὅθεν οὐ μέχρι τούτων ἔστησε τὴν κακίαν, μᾶλλον δὲ
προοίμια ταῦτα τῶν μελλόντων κακῶν. τὴν γὰρ ἑαυτοῦ μητέρα γραῦν ἤδη
τυγχάνουσαν, ὅτε τῆς παιδοτροφίας ἤλπισε κομίσασθαι τοὺς καρποὺς γυνὴ
καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ γένος καὶ παρὰ τοῖς μηδὲν προσήκουσιν
αἰδοῦς ἀπολαύουσα, ταύτην πολλάκις μὲν εἶπε κακῶς, πολλάκις δὲ καὶ
χεῖρας ἀνέτεινε κατὰ τῆς τεκούσης, ὦ Ζεῦ, οὐ φύσιν οὐ χρόνον οὐ πολιὰν
ἐλεεινὴν οὐ τὸ τῆς μητρὸς αἰδεσθεὶς φιλάνθρωπον ὄνομα, ἀλλ' ἤδη καὶ
βιαίως ἀνατρέψας εἰς γῆν κατέβαλε, καὶ λὰξ κατ' αὐτῆς ἐνήλατο, βοώσης
οἷον εἰκὸς καὶ παῖδα καλούσης. καὶ τί γὰρ οὐκ ἂν εἴποι μήτηρ, μετ' ὠδῖνας
καὶ τροφὴν καὶ τὰς καλὰς ἐκείνας ἐλπίδας τοιαῦτα παρὰ τοῦ παιδὸς ἀνα-
σχομένη κακά; τελευταῖον δὲ καὶ τῆς οἰκίας ταύτην ἀπήλασεν ἄπορον γυμ-
νὴν τῶν ἀναγκαίων ἐστερημένην, ἓν ἴσως τοῦτο χαρισάμενος, ὅτι τοῦ
συνεῖναι ταύτην ἀπήλλαξε. καὶ νῦν οὗτος μὲν ἐντρυφᾷ τοῖς τούτων κακοῖς,
γυνὴ δὲ γραῦς καὶ τὰ πρῶτα φέρουσα τῆς παρ' ἡμῖν εὐγενείας, ἐν ταῖς
χερσὶ τὰς ἐλπίδας ἔχει τοῦ βίου. τῷ δὲ χρηστῷ τῷδε καὶ τὸ ταύτης πάθος
ἄλλη παρέστη συμφορά, καὶ πρὸς τὴν οἰκείαν τροφὴν ἀπορούμενος ὑπεδέξατο
ταύτην, ἐπιτείνουσαν μὲν αὐτῷ τὴν ἔνδειαν, ὅμως 〈δ'〉 ἀναγκαῖον χρέος
ἐκτίνει τῇ φύσει. καὶ νῦν σύνεισιν ἀλλήλοις μίαν ἔχοντες παραμυθίαν ὅτι μὴ
πλείω πεπόνθασιν, ἡ δὲ μήτηρ οἷα δήπου γυνὴ καὶ τοιαῦτα παθοῦσα,
ἕνα βίον ἔχει τὸ μεμνῆσθαι τῶν ἑαυτῆς κακῶν καὶ δακρύειν ἐπὶ τῇ μνήμῃ
καὶ τὴν θηλὴν ὑποδεικνύειν τῇ Δίκῃ, οἷα πέπονθε διηγουμένη. ταῦτα τοίνυν
εἰς νοῦν λαβὼν καὶ μηδὲν ἡμᾶς προστιθέναι ταῖς ἀληθείαις νομίσας ἀλλὰ τὰ
κεφάλαια μόνον δεικνύναι τῆς αὐτοῦ πονηρίας διὰ τὸν τῆς ἐπιστολῆς και-
ρόν, μέτρησόν σου τὴν σπουδὴν πρὸς τὴν ἐκείνου κακίαν, καὶ γενοῦ τοι-
οῦτος οἷόν σε θεὸς ἀπαιτεῖ καὶ φιλίας νόμος καὶ ἡ τῶν ἀδικουμένων ἐλπίς.
7
{Φιλίππωι ἀδελφῶι}
Μακρὸν ἡμῖν ἐσίγησας χρόνον καὶ τὸ πρᾶγμα φέρειν οὐκ ἔχω. σκόπει
γάρ, χειμὼν ἦν καὶ οὐ μετρίως ἐφέρομεν, ὤφθησαν χελιδόνες καὶ οὐδὲ μετὰ
τούτων ἐφθέγξω, καὶ νῦν ᾄδουσι τέττιγες καὶ παρ' ἐλπίδας ἡμῖν ἡ σιγή.
εἰ μὲν 〈οὖν〉 πρὸς λύπην ταῦτα, ἀγνοῶ μὲν ὅ τί ποτε πράττων ἐλύπησα,
ὅμως δ' οὐκ ἂν ὑμᾶς οἶμαι μείζω τιμωρίαν λαβεῖν. εἰ δὲ τῆς πάλαι σπουδῆς
εἰς ῥαθυμίαν μετέστης, ἀδικεῖς μὲν συγγενείας νόμον, παραβαίνεις δὲ φιλίας
θεσμόν. εἰ δὲ μὴ δυσχερὲς εἰπεῖν, τάχ' ἄν τίς σε φαίη καὶ σαυτοῦ κατήγορον
γεγενῆσθαι. οἷς γὰρ ἡμῖν σιωπῶσιν ἐπέπληξας, τούτοις ὤφθης αὐτὸς
ἁλισκόμενος. καὶ πῶς ἂν ἔχοι λόγον τὸν πεπεικότα λαλεῖν τὴν τοῦ πεισθέν-
τος μεταλαμβάνειν σιωπήν; ἀλλ' ὥρα λοιπὸν καὶ σοφιστήν με καλεῖν καὶ
παίζειν ἅμα τῷ λόγῳ. οὐδὲν τοῦτο πρᾶγμα πάντως, καὶ ὅ τι ἂν λέγῃς,
οἴσω μετρίως, εἰ φθεγγομένου μόνον ἀκούσομαι.
8
{Διοδώρωι}
Ἡ περὶ τῆς σῆς παιδεύσεως φήμη ὁποίων ηὐχόμεθα λόγων τὰς ἡμετέρας
ἐνέπλησεν ἀκοάς. ὁ μὲν γὰρ τὴν τῆς συνηγορίας ἀφηγεῖτο σπουδήν, ὁ δὲ
τὸ ἐν τοῖς δικαστηρίοις εὔτονον ἀπεθαύμαζεν, ὁ δὲ τὴν περὶ τοὺς προσιόντας
εὔνοιαν, πλὴν εἰ μή τις ἀδικήσας ἐτύγχανεν. οἶδα 〈δὲ〉 καὶ τόδε ἀκούσας,
ὡς ὁρῶν τινας μέγα μὲν δυναμένους, θαυμάζοντας δὲ τῶν δικαίων μηδέν,
πολὺς ἔπνευσας κατ' αὐτῶν καὶ λοιδορίαν ἐπαινουμένην κατέχεες. ἐγὼ δὲ
τούτων ἀκούων, ἄλλων ἄλλα διηγουμένων, ὥσπερ ἔνθους ἐγενόμην ὑφ'
ἡδονῆς καὶ μέγα τοῖς λόγοις φρονῶν ἐδόκουν αὐτὸς ἐπαινεῖσθαι, ἤδη δὲ
καὶ χάριν ὡμολόγουν τοῖς ἀπαγγέλλουσιν, ὥσπερ εἰώθασιν οἱ τῶν αὐτοὺς
ἐπαινούντων ἀκούοντες. οὕτω δὲ ἔχοντι καὶ λογιζομένῳ προσελθὼν ὁ καλὸς
Ὠρίων τὴν παρ' ὑμῶν αὐτῷ γραφεῖσαν ἐπιστολὴν ἐπεδίδου, καί μοι τῆς
φιλίας συνέχαιρεν, ὥσπερ δεινὸν ἡγούμενος εἰ λανθάνεις παρ' ἐμοὶ τοιοῦτος
ὑπάρχων. ἐγὼ δέ σε μετὰ τὴν φήμην τῇ πείρᾳ μαθὼν καὶ οἷος περὶ τοὺς
δεομένους, κἂν μὴ παρῶσι, καθέστηκας, οὐδ' ἂν εἰπεῖν ἔχοις ὅσον ἐθαύμασα,
καὶ αὐτὸν ἀπεκάλουν εὐδαίμονα τὴν σὴν εὐτυχηκότα σπουδήν. ὡς δὲ καὶ
γραμμάτων ἠξίου τυχεῖν παρ' ἐμοῦ τῇ τῆς φιλίας μνήμῃ τὴν σὴν προ-
θυμίαν ἔτι μᾶλλον ἐγειρόντων, εὐήθη τοῦτον ἐκάλουν· μὴ γὰρ ἄν σε πρὸς
ἀρετὴν πεφυκότα καλῶς γραμμάτων δεῖσθαι πρὸς ταύτην παρακαλούντων.
ἀλλ' ὅμως τοῦτον οὐκ ἔπειθον. ἐδόκει γάρ τι καὶ δίκαιον λέγειν ὡς „ὁ καθ'
αὑτὸν τοιοῦτος τίς ἂν γένοιτο γραμμάτων τυχὼν παρὰ σοῦ;“ οὐκοῦν
γένοιο μὲν αὐτὸς ὁποῖος καὶ πρότερον, ἐπαινοίμην δὲ πάλιν τῆς φιλίας ἐγώ,
μὴ διαμάρτοι δὲ τῆς ἐφ' ἡμῖν ἐλπίδος ὁ νέος, ἀλλὰ γνόντων οἱ τὰ μεγάλα
δύνασθαι δοκοῦντες ὡς ἄρα τῶν δικαίων ἐστὶν εἰκότως ἡττᾶσθαι.
9
{Ἱερωνύμωι}
Ἐγὼ μὲν τῆς ἀδελφῆς λανθάνειν ᾤμην τὸν γάμον, οὐδὲ τοῖς προσοικοῦσι
τὴν οἰκίαν πᾶσιν ἐγνῶσθαι, μή τί 〈γέ〉 σοι, ὃν ᾤμην ἔτι παρὰ τῷ Νείλῳ
καθῆσθαι. σὲ δὲ λανθάνειν ἔοικε τῶν εἰς τρυφὴν ἡκόντων οὐδέν, ἀλλ' ἅμα
τέ τι δρᾶται καί σε προσβάλλει πόρρωθεν ἡ τῶν ἐπιτελουμένων ὀσμή, καί
που τάχα τὸν Ὁμηρικὸν Δία νικᾷς, λοιβῆς καὶ κνίσσης ἐρῶν ἑλισσομένης
περὶ καπνῷ. ταῦτά σε Νεῖλος διέθηκε καὶ οἱ παρ' ἐκεῖνον εὐδαίμονες ἄνθρω-
ποι, μεθ' οὓς τὴν Ἐλοῦσαν οἰκῶν ὀξυτέραν ἔχεις τὴν αἴσθησιν, εἴ που δὴ
γῆς καπνὸς ἀναδίδοται. τὸν δὲ σὸν παῖδα μικροῦ δεῖν ὥρμησα διαθεῖναι
κακῶς, ὅτι μὴ γράφειν εἰς πλάτος ἀφῆκέ σε τὴν ἐπιστολήν. ἀλλὰ παρὰ
σοῦ δῶρα προσάγων μετέβαλέ τε τῇ θέᾳ καὶ οὐκ οἶδ' ὅπως μοι διέλυσε τὸν
θυμόν. οὐκ εἰς μακρὰν δέ σε τούτων ἀμείψομαι· ἢ γὰρ γέγονέ σοι θυγάτριον
ἢ γενήσεται.
10
{Φιλίππωι ἀδελφῶι}
Ἡ μὲν λυποῦσα διὰ τὴν σιγὴν ὥρα καὶ δὴ πέρας ἔχει καὶ πέπαυται, ἐγὼ
δὲ καί τοι μέγα φρονεῖν ἐθέλων ἐλπίδι γραμμάτων τῶν παρὰ σοῦ, ἐμαυτοῦ
τε γίνομαι καὶ μνήμην λαμβάνω τῶν παρελθόντων· ὅσον γὰρ τοὐπὶ σοὶ
σιωπῶντι τὸ πᾶν ἡμῖν ἐστιν ἔτος χειμών. μᾶλλον δὲ καὶ ποθεινότερον ἡμῖν
τὸν ὄντως χειμῶνα ποιεῖς, ὅσον ἐν ἐκείνῳ μὲν φέρει παραμυθίαν τὸ τὴν
σιγὴν ἀναφέρειν τῇ τῆς ὥρας ἀνάγκῃ, τοῦ δὲ θέρους λείπεται ἡμῖν δακρύειν
ὅτι μηδεὶς παρὰ σοὶ λόγος τῶν ἐραστῶν· τὸ γὰρ ἀπεῖναι μὲν τὴν ἀνάγκην,
σὲ δὲ πάλιν σιγᾶν, ἡμῖν τοῦ καταφρονεῖσθαι παρίστησι δόξαν. ἀλλ' ὦ
πάντες Ἔρωτες, εἰς πεῖραν ἄγετε τοῦτον τῶν ἡμετέρων, ὅπως αἴσθησιν
λάβῃ ποτέ, δεινὸν ὅσον ὑπῆρχεν ἐραστὴς παρορώμενος.
11
{Ζαχαρίαι}
Λῦσον ἡμῖν μετὰ τοῦ χειμῶνος τὴν σιωπήν· ἀμφότερα μὲν γὰρ ἐπαχθῆ·
εἰ δὲ ἦν διὰ παντὸς σοῦ λαλοῦντος ἀκούειν, καὶ χειμὼν ἂν ἡμᾶς οὐδὲν ἐλύ-
πει τοσοῦτον. ἀλλὰ γὰρ ὅλῳ ῥεύματι τὴν σὴν ἡμῖν ἐπάφες πηγήν. νικᾷ
γὰρ αὕτη παρ' ἐμοὶ τὴν ἐκ τοῦ ἔαρος ἡδονήν, εἰ καὶ νέον ἐν τούτῳ τὸ φῶς,
εἰ καὶ χελιδόνες ἐν τούτῳ πληροῦσι τὰς ἀκοὰς τῆς ᾠδῆς, ἐμοὶ δοκεῖν ὑμνοῦσαι
τὴν ὥραν, καὶ τὰ ῥόδα τῆς κάλυκος ἀναδύντα μέσην τινὰ καὶ κεκραμένην
παρέχει τὴν θέαν καὶ εἰς μνήμην ἄγει διηγημάτων ἀρχαίων, ὡς ἦν Ἄδωνις
καλὸς καὶ Ἀφροδίτη τοῦτον ἐζήτει, καὶ ἡ τεκοῦσα τοὺς Ἔρωτας οὐκ οἶδ'
ὅπως ἐρᾶν ἐπαιδεύετο, τῶν δὲ παιδικῶν ἀποτυχοῦσα πλήττεταί τε τὸν
πόδα καὶ φέρει τὸ ῥόδον. ἀλλ' ἡμῶν ἐρώντων ὡς πρὸς τὴν σὴν φωνὴν μικρὰ
ταῦτα νομίζεται.
12
{Ζαχαρίαι}
Ἰδού σοι καιρὸς πάλιν ἀπαιτῶν τὴν πρὸς τοὺς δεομένους ῥοπήν, ὁ δὲ
τὴν ἀφορμὴν διδοὺς πάλιν ἐγώ, ὥστε διχόθεν εὖ οἶδ' ὅτι χάριν ὁμολογήσεις,
ὅτιπερ εὖ ποιεῖν εὗρες καὶ ὅτι σοι τοῦτο γέγονε δι' ἐμέ. χαίρεις γὰρ ὄντως
εὖ ποιῶν ἢ πάσχοντες ἕτεροι, καὶ τὸν τὴν ἀφορμὴν δεδωκότα κἂν εὐεργέτην
προσείποις. ὡς τοίνυν σοι χάριν δώσων μᾶλλον ἢ ληψόμενος οὕτω σεμνύ-
νομαι. ”ἀλλὰ τί τὸ πρᾶγμα;” γελῶν εὖ οἶδ' ὅτι πυνθάνῃ. Ἀλέξανδρός τις
παρ' ἡμῖν ἐπὶ ξύλοις τὴν ἐμπορίαν ποιεῖται, κἀντεῦθεν ἔχει τὸν βίον. οἷα
δὲ εἰκὸς τοὺς τοιούτους, κοινωνόν τινα ποιεῖται τοῦ πράγματος—Εὐθύμιος
αὐτῷ τοὔνομα—ὅπως ὁ μὲν πέμποι τὰ δοκοῦντα, ὁ δὲ μένων δέχοιτο, καὶ
τὴν ἐμπορίαν οὕτω ποιοῦνται. οὗτος τοίνυν τὴν τῶν Ῥοδίων οἰκεῖ παρ'
ὑμῖν, ὦ Ζεῦ, καὶ ὅμως φησὶ μὴ δίκαια πάσχειν. τὸν δὲ ἀδικοῦντα Ῥωμαίων
γλώσσῃ κογκούσσωρα εἴποις· νομοθετεῖ γὰρ μὴ εἰωθότα καὶ καινοτέρου
κέρδους ἀφορμὴν μηχανᾶται, ὥσπερ οὐχ ὑμῶν ἀρχόντων τῆς Ῥόδου.
ἀλλὰ ταῦτα μὲν ὡς εἰκὸς ὑμῶν οὐκ εἰδότων. οὐκοῦν παυέσθω μαθόντων,
ὅπως ἐγὼ μὲν σοὶ χάριν εἰδείην, ὁ δὲ τυχὼν τῶν δικαίων ἐμοί, διηγούμενος
ὡς ἠδικεῖτο καὶ πέπαυται.
13
{Ἀλυπίωι καὶ Στεφάνωι γραμματικοῖς καὶ Ἱερίωι
Ῥωμαϊκῶι}
Σόλωνι τῷ νομοθέτῃ ἐπειδὴ νόμων ἕνεκα καλῶς ἔχειν ἡ πόλις ἐδόκει,
δεινὸν ἡγούμενος μέχρι τῆς Ἀττικῆς αὐτῷ τῆς σοφίας ἑστάναι τὸ θαῦμα,
ἐφοίτα μὲν παρ' Αἰγυπτίους καίπερ σοφωτέρους εἶναι τῶν ἄλλων αὐχοῦν-
τας, ἐφοίτα δὲ καὶ παρὰ Κροῖσον ὡς ἐπ' εὐδαιμονίᾳ τῷ πλούτῳ κομῶντα·
μεῖζον γὰρ ἐδόκει τῷ Σόλωνι σοφίᾳ τρυφᾶν ἢ χρυσῷ ῥέων ὁ Πακτωλὸς
〈...〉 γῆν τὴν ὅσην ἐπῆλθεν ἐκεῖνος. καὶ οἱ μὲν ὁρῶντες ἐθαύμαζον, ὡς δὲ
ἀπεφοίτα, πάλιν ἐπόθουν τὸν Σόλωνα. Ἀθηναῖοι δὲ παρ' οἷς τὴν κρηπῖδα
τῶν μαθημάτων ἐβάλετο, τάχα καὶ τὴν Ἀθηνᾶν ηὔχοντο τὸν νομοθέτην
αὖθις ἀποδοῦναι τῇ πόλει. εἰ δὲ καὶ τούτων ἕνεκα τὴν ἀποδημίαν σοφί-
ζεται, γνῶναι θέλων ὅπως ἔρωτος ἥκουσιν εἰς αὐτὸν Ἀθηναῖοι, οὐκ ἂν
οἶμαι θαυμάσαιμι. πλὴν εἰ ἑνὸς ἀνδρὸς ἀπόντος ἐδάκρυσαν Ἀθηναῖοι, καί-
τοι σοφοὺς ὡς εἰκὸς εὐτυχοῦντες ἑτέρους, τίνες ἂν γενοίμεθα τὸ κεφάλαιον
ὅλον ἀφαιρούμενοι; καὶ ἣν ἄν τις ἐδίστασε πρότερον εἴτε τὴν Ἀττικὴν εἴτε
τὴν Ἰταλίαν προσῆκεν εἰπεῖν, αὕτη σιγᾷ νῦν ἐξαίφνης καὶ τῶν γνωρισμάτων
ἀφῄρηται, καὶ ταὐτὰ πάσχειν ἔοικε τῷ Κιθαιρῶνι, ὅταν πολὺν δεξάμενος
τὸν θεόν, ἀπιόντος πάλιν ἐξαίφνης ἔρημος ᾖ, καὶ ὁ Διόνυσος οὐδαμοῦ. ὅθεν
καταβοήσομαι τοῦ Ἀπόλλωνος, ὃς παρ' ἑαυτὸν ἐκάλει τὰ ἡμέτερα παριδών.
καὶ οἶμαι τούτῳ συνήδεσθαι τῆς εὐτυχίας τὰς Μούσας· ὑμεῖς δέ που καὶ
παλαιῶν μυθολογημάτων ἐμπίπλασθε, παρ' αὐτὴν ἤδη τὴν Δάφνην λογι-
ζόμενοι τοῦ θεοῦ τὸ πάθος, τῆς Δάφνης τὴν σωφροσύνην καὶ τὸ φιλάνθρω-
πον, καὶ φυτὸν παραμυθούμενον ἐραστήν· καὶ παρ' ὑμῖν μόνοις τῶν ὁρω-
μένων ἡ θέα τῷ λόγῳ τὴν μαρτυρίαν χαρίζεται. εἰ δὲ καὶ κυπάριττοι πυκναὶ
πρὸς χάριν ἀνεῖνται τῆς ἐρωμένης Ἀπόλλωνος καὶ ὕδωρ ἄφθονον, καὶ
τέττιγες ᾄδουσι καὶ ὁδὸς τῇ πόᾳ μαλθακὴ παρακέχυται, καὶ δένδρα ἄλλ'
ἐπ' ἄλλοις καὶ οἰκίαι τῷ τούτων ὕψει κατὰ μέσον κρυπτόμεναι, αὖρά τε
μετρία καὶ ὀσμὴ συμμιγὴς καὶ σκιὰ τοῦ ἡλίου τὸ λυπηρὸν ἀποκλείουσα,
ὑμέτερον ἢ ὡς τάχος ἀγγέλλειν ἢ διηγεῖσθαι τοῖς γράμμασι. πλὴν βουλοί-
μην εἰς ἡμᾶς ἐλθόντας ἰδεῖν, ἵνα πρὸς τοῖς ἄλλοις καὶ μαντευομένων ἀκούσω-
μαι. καὶ τοῦτο γὰρ ὑμῖν οἶμαι δεδωκέναι τὴν Δάφνην.
14
{Παλλαδίωι}
Τὴν τῶν μέγα δυναμένων ἀρετὴν μεγίστην οἶμαι τοῖς ἀδικουμένοις παρα-
μυθίαν. δυνάμεως γὰρ εἰς ταὐτὸν ἐλθούσης καὶ γνώμης τιμώσης τὰ δίκαια,
τί κωλύει πρὸς πέρας ἰέναι τὰ δοκοῦντα τοῖς νόμοις; ἀλλὰ τί μοι βούλεται
τὸ προοίμιον; Ἰσίδωρος ὁ σχολαστικός, ὁ πάλαι μὲν φίλος ἡνίκα ἔζη, νῦν
δὲ μέχρι τῆς μνήμης, οἷος μὲν ἦν τὸν βίον καὶ ὡς πανταχόθεν αὑτὸν παρεῖχε
θαυμάζειν, κἂν ἑτέροις αὐτὸς διηγήσαιο. νυνὶ δὲ ἀπελθὼν ἐξ ἀνθρώπων
ἔρημον συμμαχίας κατέλιπε τὴν οἰκίαν· ἡ μὲν γὰρ πάλαι μήτηρ νῦν ἄπαις
ἐπὶ γήραος οὐδῷ καὶ μήτηρ οὐκέτι, ἡ δὲ σύνοικος χηρείας ὑποφέρει ζυγόν.
τὰ δὲ παιδία τί δεῖ καὶ λέγειν; κόραι γὰρ αὗται μικρὰν ἄγουσαι τὴν ἡλικίαν
καὶ ὀρφανίας τύχης πειρώμεναι. συνελόντι δὲ φάναι, πρόκεινται πᾶσι τοῖς
ἀδικεῖν βουλομένοις, εἰ μὴ σὺ κωλύσεις, εἰς ὃν αἱ τούτων ὁρῶσιν ἐλπίδες.
ὁ δεῖνα γὰρ φύσει μέν ἐστι πονηρός, ἐπ' ἀδείας δὲ γενόμενος καὶ τὴν ἐρημίαν
ἰδὼν πέφηνε πονηρότερος· προσοικῶν γὰρ τὴν τούτων οἰκίαν καὶ τὸν ἐκ
τοῦ γειτνιάζειν φθόνον λαβών, μίαν πεποίηται γνώμην ἄχρηστον αὐταῖς
ἀποφῆναι τὴν οἴκησιν. ὅθεν οὔτε τῶν οἰκοδομούντων ἐννόμως κωλυομένων
ἠνέσχετο, καὶ τὰ πρὸς ἀλλήλους διὰ γραμμάτων συγκείμενα λῆρον ἡγού-
μενος κυριώτερον αὑτὸν ἀποφαίνει τῶν νόμων καὶ ὧν αὐτὸς ὡμολόγησεν.
ἀλλὰ δικαστοῦ καὶ μισοῦντος τὰ φαῦλα γνώμην λαβὼν γενοῦ ταῖς κόραις
πατὴρ καὶ τῇ μητρὶ παῖς καὶ τῇ γυναικὶ πάλιν ἴσα καὶ σύνοικος, ἡμῖν δὲ
τοιοῦτος οἷον ἡ προλαβοῦσα πεῖρα πολλάκις ἀπέδειξε· καὶ γνώτω καλῶς
ὡς οὐκ ἔστιν ἔρημον εἶναι συμμαχίας, ἕως ἂν οἵ τε νόμοι σώζωνται καὶ
ἄνδρες τιμῶντες τὰ δίκαια.
15
{Νηφαλίωι}
Ἥσθην δεξάμενος τὴν ὑμετέραν ἐπιστολήν, εἰς ἔργον δὲ ταύτην ἄγειν
βουλόμενος οὐκ ἔσχον ὑπουργοῦσαν τῇ προθυμίᾳ τὴν χρείαν. τὸ δ' αἴτιον
τύχην μὲν οὐκ ἄν ποτε εἴποιμι, καὶ μάλιστα πρὸς ὑμᾶς, θεοῦ δὲ πάντως
πρόνοιαν, κυβερνῶσαν ὡς βούλεται τὰ ἡμέτερα.
16
{Γεσσίωι ἰατροσοφιστῆι}
Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτὰς ἔδοξα μόλις ἀπειληφέναι
τὰς Μούσας, ἔνθους τε ἦν ὑφ' ἡδονῆς καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι, ὥσπερ
οἱ Δελφοὶ ἐπειδὰν [ὡς] ἐξ Ὑπερβορέων ἐλθόντος Ἀπόλλωνος τὸ πρὶν σιγῶντες
πλήρεις ἐξαίφνης γένωνται τοῦ θεοῦ. τοιοῦτος ἦν τις ἐγώ, πάντα θαυμάζων,
τῶν ὀνομάτων τὴν ὥραν, τὴν πρὸς ἄλληλα τούτων ἁρμονίαν, τὸ διὰ πάν-
των κάλλος ἐπιφαινόμενον, καὶ τὸ δὴ μέγιστον, τοὺς ὑμετέρους τρόπους,
ἐξ ὧν ἡμῖν προῆλθε τὰ γράμματα. καί σοι πολλὰ κἀγαθὰ γένοιτο τοιαύτην
ἡμῖν ἀποδεδωκότι τὴν ἑορτήν. ἀλλὰ γὰρ „μία χελιδὼν ἔαρ“ φησὶν ”οὐ
ποιεῖ”. οἷον δὲ καὶ ἡ προλαβοῦσα χελιδὼν εἰς ἔαρος ἤρκεσε χρείαν; εἰ δὲ
καὶ δευτέραν προσθείης καὶ τρίτην, εἶτα πολλάς, οὐδὲν ἂν εἴη παρ' ἡμῖν
οὔτε Κροῖσος ἐκεῖνος οὔτε χρυσῷ ῥέων ὁ Πακτωλός. τοὺς δὲ ὑμετέρους παῖ-
δας εἶδον ἡδέως καὶ ὥσπερ δι' εἰκόνος ἀνηγόμην πρὸς σέ. ὅθεν ηὐξάμην καὶ
πλείους ἰδεῖν, καὶ εἰ 〈δεῖ〉 μεγάλα λέγειν, τοῦ πατρὸς ἀμείνους. ἀλλ' οὖν
εὐχομένῳ ῥᾴδιον λέγειν ὅσα γε βούλεται, καὶ μιμεῖσθαι τὸν Ἕκτορα. τὸν
〈δὲ〉 ἑταῖρον Δωρόθεον αὐτόν με δόκει παρόντα προσάγειν ὑμῖν, καὶ λέγειν
ἄλλο μὲν οὐδέν, πληρῶσαι δὲ τούτῳ ἃς ἐλπίδας αὐτὸς παρέσχε τὰ ὑμέτερα
διηγούμενος. εἰ δὲ καὶ δι' ἐμέ τι πλέον ἕξειν ἐλπίζει, ὑμέτερον ἂν εἴη μὴ
ψευσθῆναι τοῦτον τῆς γνώμης. συστήσει δὲ τὸν νέον ὑμῖν καὶ τρόπος
ὁμοῦ καὶ σπουδή, ἅπερ εἰ ἦν αὐτὸν ἅμα τῇ θέᾳ παραστῆσαι σαφῆ, οὐδὲν
ἂν ἴσως ἔδει τῶν ἡμετέρων γραμμάτων. νῦν δὲ δι' ἐμὲ τὰ πρῶτα τιμήσας,
ὕστερον οἶμαι θαυμάσεις καὶ δι' αὐτόν. οἶμαι δὲ καὶ τὸν ἑταῖρον Ἀναστά-
σιον εὐμενέσιν ὑμᾶς ἰδεῖν ὀφθαλμοῖς, ὃς καὶ τὸ ἡμέτερον ἐπιγράφεται γένος.
τί γὰρ δεῖ πλέον εἰπεῖν πρὸς ἄνδρα πάλαι τε φίλον καὶ νῦν οὐδὲν ἧττον
εὐνοεῖν ᾑρημένον;
17
{Φιλίππωι ἀδελφῶι}
Πάλιν γράμματα παρ' ἡμῶν καὶ πάλιν τῶν σιωπώντων ὑμεῖς. καὶ δέ-
δοικα μὴ καὶ φλυαρίαν ἡμῶν τινα καταγνῷς. παντελῶς γὰρ σιγῶν καὶ
τοὺς ὁπωσοῦν λαλοῦντας φλυάρους εἶναι δοκεῖς. εἰ δὲ σὺ τοὺς φίλους ἀπὼν
παρορᾷς, πᾶσι τοῖς ἀποῦσι λείπεται τὸ σιγᾶν. οὐκοῦν γενοῦ πάλιν ἐκεῖνος
καὶ φθέγγου πρὸς ἡμᾶς· οἱ γὰρ ἀγαθοὶ μὴ τὸ προσῆκον ποιοῦντες παρά-
δειγμα πρόκεινται τοῖς πλημμελεῖν βουλομένοις. σὲ δ' ἂν βουλοίμην καὶ
γνώρισμα φέρειν ἀνδρὸς μηδ' ἂν εἴ τι γένοιτο τῶν προσηκόντων ὑπερορῶν-
τος. πρὸς δὲ τὴν χρείαν τὴν ὑμῖν γραφεῖσαν οὕτω σπουδαίους ἑαυτοὺς
ἐπιδείξατε, ὡς ὑμῖν ταύτην ἀνύοντες. ὀκνῶ γὰρ εἰπεῖν ὡς καὶ πλείονα τὴν
προθυμίαν γενέσθαι βούλομαι παρ' ὑμῶν. ἀντὶ γὰρ πλείστων χαρίτων
μίαν ταύτην ἐκτίνομεν τῷ δεομένῳ τῆς χρείας.
18
{Ζαχαρίαι ἀδελφῶι}
Ὡς ἔοικεν, ὦ λῷστε, τῶν εἰς ἡμᾶς σκωμμάτων οὔποτε παύσῃ. μηδέ γε
παύσαιο τούτων, ὦ πάντες θεοί. ὡς ἐγὼ λεγομένων ἀκούων προσγελῶ τε
τοῖς γράμμασι, καὶ πρὸς ὑμᾶς ἀφικνοῦμαι τῇ διανοίᾳ, καὶ λέγειν τι δοκῶ
πρὸς ὑμᾶς καὶ λεγόντων ἀκούειν. ὥστ' εἴ σοι μέλει τῆς ἐν τοῖς γράμμασι χάριτος,
—μέλει δὲ πάντως—„βάλλ' οὕτω“ καὶ μείζονα χαρίζεσθαι δόξεις ἢ εἴ μοι
παρεῖχες Κροίσῳ γενέσθαι. κάλει δὲ πάλιν σοφιστὴν καὶ λέγε κρότων ἐρᾶν,
ὀφρῦν τε προστίθει καὶ τῦφον καὶ πᾶν ὅ τί σοι φίλον. πολλάκις δὲ καὶ σοφι-
στὴν εἰπὼν ἀπηλλάγης, ὡς ταὐτὸν ὂν τοῦτο εἰπεῖν καὶ ἀλαζόνα καλέσαι.
ἐγὼ δὲ τὴν μὲν ἐμὴν τέχνην οὐκ ἂν ἀρνησαίμην· εἰ δὲ ταύτης ἴδιον τὸ πρὸς
ἀλαζονείαν ἐπαίρειν, καί σοί που μέτεστιν ἄγαν τῆς τέχνης, ὥστε δέδοικα
μὴ ὅσον ταύτης μετέχεις ... ἀλλὰ γὰρ αἰδοῖ τῇ πρὸς σὲ σιωπήσομαι. ἴσως
δὲ θαυμάζεις εἰ σοφιστὴς ὢν καὶ τὸ ἔαρ ἤδη θεώμενος, δέον ἐμπομπεῦσαι
τῷ λόγῳ, εἶτα παρῆλθον σιγῇ· καί που ζητεῖς ἐν τοῖς γράμμασιν ἄνθη καὶ
χελιδόνας καὶ θαλάττης μεταβολὴν ἥμερον, τόν τε Ἄδωνιν τὸν καλὸν καὶ
τὴν Ἀφροδίτην ἐκείνην τὴν παραδόξως ἐρῶσαν, καὶ ὅτι μὴ τὸ ῥόδον ἀκούεις
καὶ τὴν ἐπ' αὐτῷ χάριν πάλιν θαυμάζεις. ἐγὼ δὲ τοιοῦτον οὐδὲν ἂν εἴποιμι
καὶ μάλιστά γε πρὸς σέ, μήποτε πάλιν γελάσας ἀπειρόκαλόν με καὶ σοφιστὴν
ὀνομάσῃς.
19
{Ἐπιφανίωι}
Δεινὸς ἄρα τις ἦσθα κινεῖν ὃν ἂν ἐθέλῃς πρὸς λόγον καὶ σιωπήν, καί μοι
δοκεῖς παραπλήσιόν τι ποιεῖν, ὥσπερ ἂν εἴ τις λύραν ἔχων, κεχρῆσθαι
ταύτῃ μαθών, νῦν μὲν ὑφαίνοι μέλος, νῦν δὲ τῶν κρουμάτων ἀπόσχοιτο.
εἰ γάρ τι παρὰ ταῦτα κρεῖττον νομισθείη, εὐθὺς πρὸς ἐκεῖνο γίνεται, καὶ
οὐδὲν ἂν εἴποι μουσικὸν οὔτε αὐτὸς οὔτε ἡ λύρα. καὶ σοῦ σιωπῶντος ἡμῖν
πρὸς τὰ καινότερα μεταβεβλημένου κατηφεῖς εὐθὺς καὶ σιωπῶντες οἱ πάλαι
μὲν φίλτατοι, νῦν δὲ ἴσως φίλοι. ἀλλ' οἶδα πόθεν τὸ πρᾶγμα. οἱ νόμοι σε παρα-
σκευάζειν ἠνάγκασαν σεμνὸν ταῖς ὀφρύσιν ἀνέλκειν, εἶτα φρόνημα νομο-
θέτου λαβὼν καὶ δόξας ἤδη τὰ Ῥωμαίων ἄγειν τῇ ψήφῳ, τοσοῦτον ἡμῶν
κατεπήρθης. ἀλλ' ἐπειδή σε μόλις ὑπεισῆλθε τῆς παλαιᾶς συνηθείας λόγος
καὶ μνήμη, —εἴθε μὲν καὶ πάλαι γέγονε τοῦτο—ὅμως δέ, τῆς σῆς γλώττης
μετὰ τῶν χελιδόνων ἡδύ τι φθεγγομένης ἀκούσας διανίσταμαι τῇ ψυχῇ καὶ
λαμπρότερόν μοι τὸν ἥλιον προσβάλλειν δοκῶ, καὶ νῦν ὄντως ἔαρ ἐμοί. ἀλλὰ
γένοιο λοιπὸν ἡμῖν εὐμενής, καὶ μηκέτ' ἔλθῃς παλαιῶν ἐρώτων εἰς λήθην.
20
{Στρατηγίωι καὶ Ἰλασίωι}
Πάλιν ὑμῖν ἐκ τῶν ἀμπέλων ἰχθῦς, καὶ ἀγροὶ τὰ τῆς θαλάσσης, ὡς ἔοικε,
χορηγοῦσι, καὶ ἅμα χωρία καὶ θάλατταν ὑμῖν ὑπάρχει τρυγᾶν καὶ πῆ μὲν
βότρυς λαμβάνειν πῆ δὲ πάλιν ἰχθῦς. καὶ ἔοικεν ἡ θάλαττα τοὺς ὑμετέρους
τρόπους μιμεῖσθαι· ὑμεῖς τε γὰρ προθύμως χορηγεῖτε, κἀκείνη πρὸς τὴν
ὑμετέραν ὑπουργεῖν ἐθέλει φιλοτιμίαν. ἡ δὲ παρ' ἡμῖν θάλαττα ἴσα καὶ
ἠπειρώτας ἡμᾶς ἀπεργάζεται, πλὴν ὅτι παρέχει τὰ κύματα καὶ χορηγεῖ
τὴν ἐξ αὐτῆς ἀπειλὴν ἰχθύων χωρίς.
21
{Σοσιανῶι}
Εἴ τις χρημάτων ἐστὶν ἐραστής, οὐδὲν ἂν ἡδέως ἢ ταῦτα λέγοι καὶ λεγόν-
των ἄλλων ἀκούσειεν. εἰ δὲ καὶ χρυσὸν ἄγων παράσχοις, ἔχεις τὰ πρῶτα
τῆς παρ' ἐκείνῳ τιμῆς. ὅτῳ δὲ ἐν ὅπλοις τὰ πράγματα, καλὴν οὗτος ἀσπίδα
λαβὼν ἐφρόνησέ τε μέγα καὶ τῇδε κἀκεῖσε περιφέρων τὸ κτῆμα πληροῦται
μᾶλλον τοῦ Ἄρεος. ἀνδρὶ δὲ ἀγαθῷ τί πράττων ἄν τις χαρίσαιτο ἢ παρα-
πλησίους ἄνδρας παρέχων ἰδεῖν; ὅθεν σε τοιοῦτον εἰδὼς καὶ γεγονότα καὶ
εἶναι βουλόμενον, τὸν σχολαστικὸν Διόδωρον ἀγνοεῖν οὔ μοι πρέπον ἐφαί-
νετο, ἀλλ' ἄγω καὶ δίδωμι σοὶ μὲν ἐκεῖνον, ἐκείνῳ δὲ σέ, ἀμφοτέροις ὑμῖν
χαριεῖσθαι νομίζων, εἰ ἀλλήλων ἐν πείρᾳ γενήσεσθε. ἐπαινέσει δέ με πάντως
ἑκάτερος οἷα τοῖς φίλοις προξενεῖν ἠπιστάμην.
22
{Ἰωάννηι}
Ὁ λογιώτατος Διόδωρος λύσις ἡμῖν ἔστω τῆς πρὸς ἀλλήλους σιγῆς, καὶ
σὲ γράφειν ἀπαιτῶν καὶ τὰ παρ' ἡμῶν σοι διδούς. φίλος μὲν γὰρ οὗτος
ἐμός, ἤδη δὲ πρὶν ἰδεῖν καὶ σὸς ἐτύγχανεν ἐραστής· οἱ γὰρ ἐξ ἡμῶν λόγοι
τὰ περὶ σοῦ διηγούμενοι καὶ πρὸ τῆς θέας ἐποίουν τὸν ἔρωτα. ὁ γὰρ ἀνὴρ
ἐρωτικός ἐστι τῶν καλῶν καὶ πολυπραγμονεῖ τοὺς χρηστούς, ὥσπερ δεδιὼς
μή ποτέ τις τοιοῦτος ὢν διαλάθῃ. καὶ τί σοι τὰ περὶ τούτου λέγειν με δεῖ;
πάντως γὰρ τῇ πείρᾳ τοῦτον μαθὼν ἐλάττω νομίσεις τὸν ἔπαινον καὶ
ἀσθενῆ με καλέσεις ῥήτορα, ὡς οὐδὲ τὰ προσόντα λέγειν δυνάμενον.
23
{Διοδώρωι}
Τοῦτο ἐκεῖνο ὃ καὶ προσδοκῶντί μοι γέγονεν. ᾤμην γὰρ εὐθὺς ὡς ἐκεῖσε
γενόμενος, ἀρχόντων ὁρῶν βῆμα καὶ ῥητόρων χορὸν καὶ προσφύγων ὄχλον
ἑπόμενον, πλησθήσῃ μὲν αὐτίκα φρονήματος, κἂν λαλεῖν τις ἐθέλῃ μόνον οὐκ
ἀνέξει τοῦ λέγοντος· ἡμῶν δὲ λόγος ἔσται βραχύς, καὶ ”τί μοι τοὺς ἐν
σκότῳ κεκρυμμένους ἐκείνους;” λέξεις που πάντως περὶ ἡμῶν. εἰ δὲ καὶ
χαμαὶ ἐρχομένους προσείποις, οὐδὲ τοῦτο θαυμάσαιμι. τὸ αὐτὸ καὶ προσ-
εδόκων καὶ γέγονε τοῦτο τῶν καθ' ἡμᾶς ῥητόρων τὸ φρόνημα, οἳ καὶ
πρόσφυγας τοὺς ἄλλους καλοῦσι, τὰ καθ' ἑαυτοὺς ἀποσεμνύνοντες πράγ-
ματα. καὶ νῦν δοκεῖς φίλους ἡμᾶς ᾑρῆσθαι τὸ πρότερον, οὐκ ἀξίους κρίνας,
ὥσπερ εἰκός, ἀλλ' ὅτι κρειττόνων ἀπορίᾳ τοῖς παροῦσιν ἐκέχρησο, καὶ
μεταμέλει σοι πάντως τοῦ χρόνου ὃν παρ' ἡμῖν ἀναξίως διέτριβες. καὶ νῦν
δέδοικα γράφων μὴ καὶ πρὸς τὴν παρ' ἡμῶν δυσχεράνῃς ἐπιστολήν. ἐγὼ
δέ σε καλῶς πράττειν εὐξαίμην· κἂν δέῃ πάλιν καταφρονεῖσθαι, λυπηρὸν
μέν, οἴσομεν δ' οὖν ὅμως τῇ σῇ τύχῃ παραμυθούμενοι.
24
{Ζαχαρίαι καὶ Φιλίππωι}
Τῆς μὲν προλαβούσης σιωπῆς τὴν αἰτίαν ὁ χειμὼν ἀποφερέσθω τὰ
εἰωθότα λυπῶν· τῆς δ' ἐντεῦθεν, εἴ τις ἄρα καὶ γένοιτο, ὑμεῖς ἂν εἰκότως
ὑπέχοιτε τὰς εὐθύνας. καίτοι γε ἡλίκον τοῖς ποθοῦσι πρᾶγμα τῶν παιδι-
κῶν ἡ σιγή, πῶς ἄν τις παραστήσαι τοῖς μὴ πρὸς πεῖραν ἐλθοῦσι τοῦ
πράγματος; ὑμεῖς δ' ἂν εἰδείητε πάντως, περὶ φίλους διατεθέντες ἐρωτικῶς·
οὐ γὰρ ἂν τοσοῦτον φρονήσαιμι ὡς καὶ αὐτὸς οἴεσθαι παρ' ὑμῶν ἀντερᾶσθαι.
καίτοι εὐξαίμην ἄν μοι τοῦτο γενέσθαι μᾶλλον ἢ πολλῷ κομᾶν τῷ χρυσῷ
καὶ ἡστινοσοῦν τύχης εἰς ἄκρον ἀφῖχθαι. οὕτω γὰρ ἂν ἕκαστος, ῥαθυμεῖν
οὐκ ἔχων διὰ τὸν πόθον, ἐμοῦ πάντως ἂν παραμυθοῖτο τὸν ἔρωτα. εἰ δὲ
τοιοῦτο μὲν οὐδέν, ἔτι δὲ σιωπήσεσθε, κατηγορήσω μὲν ἐγὼ τοιαῦτα παθών,
κρινεῖ δέ τις ἐρωτικὸς δικαστής, καὶ ψηφιεῖται ὅ τι χρὴ παθεῖν ὑμᾶς ἢ ἀπο-
τεῖσαι. μᾶλλον δὲ τὸ μὲν παθεῖν ἀπέσται, ἵνα μὴ τὸν ἐρῶντά με πάλιν
λυπήσητε, ψηφιεῖται δὲ ὑμᾶς ἀποτεῖσαι τοσαύτας ἐπιστολὰς ὥστε τῷ
πλήθει τοῦ προλαβόντος χρόνου παραμυθεῖσθαι τὴν σιωπήν.
25
{Φιλίππωι ἀδελφῶι}
Τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ἀρκεῖ μὲν εἰς σύστασιν φιλίας ὁ τρόπος· ἀλλ'
ἐπειδὴ καὶ ἀφορμὴν εἶναι προσήκει τινά, δι' ἧς δεῖ πρῶτον εἰς λόγους
ἐλθεῖν, εἶτα πειραθέντας θαυμάζειν, τούτου χάριν ἐπέδωκα τῷ λογίῳ Θέωνι
τὴν ἐπιστολήν. πρῶτον γὰρ διὰ ταύτην εὐμενῶς αὐτὸν ὄψει, ὕστερον δὲ
περιττὰ νομίσας τὰ γράμματα δι' αὐτὸν οἶμαι θαυμάσεις τὸν ἄνδρα.
26
{Εὐσεβίωι}
Εἰ τοὺς ποθοῦντας καὶ μία γηράσκειν ἡμέρα ποιεῖ, ἐξ ὅσου με χρόνου
γεγηρακέναι δοκεῖς, οὕτω μέν σου βληθέντα τῷ πόθῳ—τίς γὰρ πειραθεὶς
οὐκ ἐρῶν ἀπαλλάττεται; —τοσοῦτον δὲ χρόνον ἐστερημένον τῆς θέας; ἀλλ'
εὖ γε ποιῶν τοῖς γράμμασιν ἐπικουφίζεις τὰ δυσχερῆ, τοὺς σοφοὺς ζηλώσας
τῶν ἰατρῶν, οἳ μὴ θεραπεύειν ἔχοντες μόνον παραμυθοῦνται τὸ πάθος.
τοιοῦτος ἡμῖν γέγονας ἀντὶ σαυτοῦ παρέχων τὰ γράμματα. καὶ νῦν τοὺς
σφοδροὺς μιμοῦμαι τῶν ἐραστῶν καὶ διὰ τῆς εἰκόνος παραμυθοῦμαι τὸν
ἔρωτα. τῷ δὲ καλῷ Μεγάλῳ σὲ μὲν φύσις, ἐμὲ δὲ τέχνη πατέρα ποιεῖ, ὥστε
δι' ἐμοῦ παρεῖναι νόμιζε τῷ παιδί. εἰ δέ τι παραλείψω, τοῦτο νόμιζε μηδὲ
δύνασθαί με ποιεῖν, καὶ μέμφομαι τὴν τύχην μὴ καὶ πάντα δυνάμενος, ἵνα
σοι χαρίσωμαι τοσοῦτον ὅσον καὶ βούλομαι. ἀλλ' ὦ θεοί, μὴ διαμάρτοιμεν
ἄμφω τῆς ἐλπίδος ἣν ἐπὶ τῷ παιδὶ πεποιήμεθα.
27
{Ἠλίαι}
Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτόν σε παρόντα βλέπειν
ἐδόκουν—οὕτω σου τὴν χάριν ἐνέθηκας ὅλην τοῖς γράμμασι—καὶ τῇ ἐπιστολῇ
προσεγέλων πυκνότερον, ὥσπερ ὅτε σε βλέπων ἐνεφορούμην τῆς ἡδονῆς.
εἰ δὲ μέμνησαι τῶν φίλων ἀπόντων, θαυμαστὸν ἢ παρ' ἐλπίδας οὐδέν, ἀλλὰ
τοῦτο γέγονεν ὃ καὶ προλαβόντες ἠλπίσαμεν. ἐγὼ δὲ καὶ καθεύδων προσ-
διαλέγεσθαί σοι δοκῶ, καὶ πολλάκις ἀναστὰς ἠνιάθην ὅτιπερ ὄνειρος ἦν.
τὸν δὲ ἑταῖρον Μέγαν, εἰ διδόναι ῥᾳδίως εἶχον ὅσον καὶ βούλομαι, πάντως
ἂν αὐτὸν ἤδη καὶ τέλειον ἀπειλήφεις καὶ ῥήτορα.
28
{Βίκτορι ἀδελφῶι}
Δέδεγμαι τὸ βιβλίον τὸ πρὸ τῆς πείρας μᾶλλον ποθούμενον. ἥκει γὰρ τῇ
μὲν ἐπιγραφῇ θαυμαστὸν ἡλίκον, τῷ δὲ πράγματι ξένον φέρον οὐδέν, ἀλλ'
ὃ καὶ πολλοῖς καὶ ποικίλοις ἐσπούδασται. σοῦ δὲ χάριν καὶ ὅ τι βέλτιον
εἰπεῖν σεσιγήσθω. ἀλλ' ὅμως κείσεταί σοι χάρις εἰς ἐμὴν μνήμην ἀνάγραπτος,
πλὴν οὐχ οἵα παρὰ τῷ Πέρσῃ τῷ Παυσανίᾳ τῷ μὴ μέχρι παντὸς σω-
φρονοῦντι. ὁ μὲν γὰρ οὐδὲ Πλαταιὰς αἰδεσθεὶς οὐδὲ τρόπαια φίλα προεδίδου
βαρβάροις τὴν δι' αὐτοῦ σωθεῖσαν Ἑλλάδα, ὥσπερ οὐκ ἀνεχόμενος εἰς τέλος
εὐτυχὴς ἐπιμεῖναι· σὺ δὲ τὰ οἰκεῖα περιέπων οὐδὲν ὅ τι μὴ δράσεις. κείσεταί
σοι τοίνυν ἡ χάρις οὐ πρώτη, μὰ Δία, πρὸς πολλαῖς δὲ πρώταις ἑτέρα.
μία δὲ χάρις παρὰ τῶν εὖ παθόντων ἀρκέσει τοῖς ἀγαθοῖς μεμνῆσθαι μόνον
ὅτι πεπόνθασιν. ἐμοὶ δὲ γένοιτο τὸ μηδὲ τῶν μέχρι βουλῆς εὖ ποιεῖν ἐθελόν-
των ἀμνημονεῖν, εἰ καὶ μὴ πέρας ἔσται τοῖς δόξασιν.
29
{Διοδώρωι}
Ἔτι σιγᾷς; ἔτι περιφρονεῖς τὰ ἡμέτερα; καὶ μὴν ᾤμην σε πρὸς κόρον
ἀφῖχθαι φρονήματος, σεμνὸν μὲν ἡγούμενον τὸ σιγᾶν, ἡμῶν δὲ φιλοτιμότερον
χρησομένων τῷ πράγματι, ἵνα καὶ νικήσωμεν ὀφρῦν διὰ σιγὴν ἐπηρμένην.
τουτὶ γὰρ ἐκεῖνο τὸ σύνηθες· ἅμα τε τὴν Καίσαρος εἶδες καὶ βαίνεις ὑψοῦ
καὶ ἀγανακτεῖς ὅτι μὴ Περσέως πτεροῖς αἴρῃ μετέωρος, τὰ δὲ ἡμέτερά σοι
λογιζομένῳ σμικρά τε ἔτι δοκεῖ καὶ οὐδέν. ὅθεν σοι νόμος παλαιὸς καὶ παντα-
χοῦ κρατῶν παρεβαίνετο. χρὴ γὰρ ἐπειδάν τις τοὺς συνήθεις καταλιπὼν
ἐπ' ἀλλοδαπῆς ἰθύνῃ τὸν δρόμον, αὐτὸν εἶναι πρῶτον τὸν ἐπιστέλλοντα,
ὁποῖον αὐτὸν ἦγεν ἡ θάλαττα, ὅπως ἡ γῆ τοῦτον ὁδοιποροῦντα παρέπεμ-
πεν, εἰ χρηστῆς ἀπέλαυε τύχης, εἰ τὸ χωρίον αὐτὸν εὐμενῶς ὑπεδέχετο.
τούτων οὖν αὐτὸς ἔφης οὐδέν, οὐδ' ἡμεῖς ἔχομεν διηγήσασθαι, ἀλλὰ τοὐμὸν
μέρος αὐτῶν ἰχθύων γέγονας ἀφωνότερος. ἀλλ' ἵνα μὴ τὰ τῆς φιλίας τῇ
σιγῇ πρὸς λήθην ἐλθόντα κατὰ μικρὸν ὑπορρέῃ, ἀνανεοῦμαι πάλιν τὸ
πρᾶγμα καὶ γίνομαί σοι φιλανθρωπότερος. καὶ σύ, πρὸς Φιλίου, παῖζε πρὸς
ἡμᾶς τὰ συνήθη καὶ τῆς σῆς χάριτος ἄξια.
30
... εἰ δέ τι γέγονε τῶν ἀνιώντων, αὔραις τοῦτο δεδόσθω καὶ τῇ τύχῃ τῶν
ἀνθρωπίνων πραγμάτων, ἥτις ἐντρυφῶσα τοῖς ἡμετέροις ἄνω καὶ κάτω
μεταθεῖ καὶ βραχείᾳ ῥοπῇ μεταβάλλεται, μηδὲν ἐθέλουσα βλέπειν ἑστηκὸς
καὶ ἀκίνητον. καὶ δεινὸν μὲν οἶμαι τὸ πάθος, δεινότερον δὲ τοῖς ἰδοῦσι τὸ
θέαμα. κόρη μηδὲ τοῖς οἰκείοις ἅπασιν ἐγνωσμένη ἐν πάντων ὄψεσιν ἀντὶ
παστάδος ἀγομένη πρὸς τάφον. καὶ κεναὶ μὲν ἐντεῦθεν μνηστῆρος ἐλπίδες,
συγγραφὴ δὲ γαμήλιος ἐπ' αὐτῇ διερρήγνυτο. δεινὰ μὲν οἴμοι ταῦτα, καὶ
οὐκ ὤφελε γενέσθαι· πλὴν οὐκ ἐφ' ἡμῶν πρώτων ἡ τύχη στρατεύεται, πολ-
λὰς ἤδη που καὶ ἄλλας ἐκ μέσης ἥρπασε τῆς παστάδος, καὶ νυμφικὸν θάλα-
μον εἰς θρῆνον μετέβαλεν. ὢ πόσοι ταῖς ἐλπίσι τρυφῶντες μῦθος διὰ ταύτην
ἐγένοντο. ἀλλ' ἥ γε τῇ ψήφῳ νικᾷ καὶ ἅμα τι θέλει καὶ γίνεται νικάσθω
φιλοσοφίᾳ καὶ γνώμῃ, καὶ ἔστω τι πλέον τοῖς ἀνακειμένοις ταῖς Μούσαις τὸ
φέρειν εἰδέναι τὰς τύχας. θαυμάζω γὰρ ἔγωγε καὶ τὸν εἰρηκότα σοφῶς
„ἀλλ' ἐπειδὴ μὴ γίνεται ἃ θέλομεν, θελήσωμεν τὰ γινόμενα“. οἴχεται τὴν
γῆν ἀπολιποῦσα καὶ γάμου κακὰ καὶ παίδων ὠδῖνας, εἴποτε καὶ ἐγένοντο.
καὶ σιωπῶ τοὺς τῆς παιδοτροφίας κινδύνους καὶ τὸν ἐν εὐτυχίᾳ φόβον μή
ποτε γένοιτο τῶν παρόντων διαμαρτεῖν. τῶν δὲ συντρόφων τῷ βίῳ κακῶν
γενομένη πάντων ἐλεύθερος οἴχεται λεωφόρον ὄντως ὁδὸν καὶ ἣν ὁδεῦσαι
δεῖ πάντας, ἐπειδὴ καὶ γεγόναμεν.
31
{Διοδώρωι}
Νῦν ἔγνων ὅσον ἠδίκεις πρότερον σιωπῶν· ἐξ ὧν γὰρ ηὔφρανας γράφων,
ἐκ τούτων ὅλως σιγήσας λυπεῖς. τὴν γὰρ σὴν ἐπιστολὴν εἰς χεῖρας λαβὼν
παλαιᾶς ἐνεπλήσθην εὐδαιμονίας, σὲ παρεῖναι δοκῶν ἐν τοῖς γράμμασι, καί
τι λέγειν ὡς παρόντι προήχθην. καὶ τὰ μὲν εἶπον, τὰ δὲ λέγοντος ἀκούειν
ἐδόκουν, καὶ μόλις ἀνενεγκὼν ἔγνων ὡς ὄναρ ἦν ἐκεῖνα καὶ ἠπατήμεθα.
οὐκοῦν γράφε πολλάκις, ἵνα τῆς θέας ἀποροῦντες ὀνείρασιν εὐφραινώμεθα,
ἐπειδήπερ καὶ δεινὸς ἐραστὴς τῶν παιδικῶν ἀτυχῶν χρηστὸν ὄναρ εἶδε
καὶ μεταβάλλεται. ἀλλὰ γὰρ δέδοικα ταυτὶ λέγων μὴ καὶ νομίσας ἀληθῆ
φρονήματος ἐμπλησθῇς καὶ γένηται πάλιν σιγή. νόμιζε τοίνυν εἶναι ψευδῆ,
καὶ μόνον λαλοῦντος ἀκούσαιμι. τὸν δὲ φέροντα τὴν ἐπιστολὴν ἀνεψιὸν
ὄντα καὶ κηδεστήν, εἴ γε δεῖ τὸ μέλλον εἰπεῖν, εὐμενέσιν ἰδὼν ὀφθαλμοῖς,
κἂν δέῃ παρασχὼν αὐτῷ συμμαχοῦσαν τὴν γλῶτταν, ἐμοὶ τὸ πᾶν διδόναι
δόκει τῆς χάριτος.
32
{Διοδώρωι}
Ὅσης ἀπέλαυσε παρ' ὑμῶν τῆς εὐποιίας ὁ καλὸς Ζαχαρίας, αὐτός τε
διηγεῖται πολλάκις καὶ ἡμεῖς ἀκηκόαμεν, ἐδήλου δὲ καὶ τὰ ὑμέτερα γράμ-
ματα. πλὴν ἀλλὰ τῆς ἀληθείας ἐλάττονα, ὅπως ἄν, οἶμαι, δόξῃς τὰ χρηστὰ
ποιεῖν εἰδέναι μᾶλλον ἢ λέγειν. ὅπερ οὐκ ἀπορία τοῦ λέγοντος, ἀλλὰ σώφρων
αἰδὼς τὴν ἑαυτῆς ἀρετὴν ἐπικρύπτουσα. τὴν δὲ σὴν εἰς ἡμᾶς σπουδὴν καὶ
πρὶν γενέσθαι πᾶσι βοῶ, καὶ ξένον οὐδὲν ἡμῖν ἀπαντᾷ· ἃ γὰρ ἂν ἐλπίσωμεν
γίνεται, καὶ μεγάλης οὔσης ἀεὶ τῆς ἐλπίδος, οὐκ ἐλέγχει ταύτην ἡ πεῖρα.
ἐγὼ μὲν οὖν καὶ πλείω λέγειν ἐθέλω· σὺ δέ με παίζειν οὐκ οἶδ' ὅπως ἡγῇ,
καὶ σιγήσομαι· τοσοῦτο γάρ σου τὸ μέτριον, ὡς καὶ τὸν ἀληθῶς ἐπαινοῦντα
παίζειν ἡγῇ. ἐγὼ δὲ οὔτε παίζων τῆς ἀληθείας ἐξίσταμαι, οὔτε ἀληθεύων
τοῦ παίζειν, ἡνίκα δή μοι πρὸς τοὺς φιλοῦντας ὁ λόγος. ὥστε θάρρει τοὺς
ἐμοὺς ἐπαίνους· οὐδὲ γὰρ παντελῶς τῶν ἀπερριμμένων εἶ παρ' ἐμοί.
33
{Δωροθέωι}
Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ οἷς ἂν ἐθέλῃς καὶ μοῦσαν
διδόναι, καὶ τοῖς ἐπαίνοις οὐχ οἷος ἐγὼ λέγειν, ἀλλ' οἷον προσήκει γενέσθαι.
ἀλλὰ καὶ δι' ὧν μου τοὺς λόγους αἰτῶν Ἀττικόν τι φθέγγῃ καὶ ταῖς Χάρισιν
ἀνειμένον, πείθεις ὡς μήποτε ἑκὼν εἶναι τούτους ἐκπέμψαι με φόβῳ τοῦ μὴ
παρὰ σοὶ κριτῇ τοὺς ἐμοὺς ἐλέγχεσθαι παῖδας. τὸ γὰρ ἡμέτερον παρ'
εὐνοοῦσι μὲν δικασταῖς τυχὸν ἴσως μέγα δοκεῖ, παρ' ἐξετάζειν δὲ βουλο-
μένοις ἐναντίον δόξει. ἀλλά μοι γένοιο μᾶλλον τὸ πρότερον· ὡς τὴν σὴν
ἐπιστολὴν δεδιότες οἱ λόγοι ”ἔα λανθάνειν, ὦ πάτερ” πολλάκις ἐβόων, ἐγὼ
δὲ μόλις παρεμυθούμην οἴκοθεν οἴκαδε φοιτήσειν ἐπαγγελλόμενος· „παρ'
αὑτῷ γὰρ ἔχων τὰς Μούσας οὐκ ἄν“ ἔφην ”ὑμᾶς ζητοίη μὴ καὶ σεμνύνειν
βουλόμενος”. ἐπάγεται δὲ τοῦτο πολίτης ὑμέτερος, ᾧ τὰ Μουσῶν μέλει·
Δωρόθεος ὄνομα αὐτῷ, καὶ Πελαγίου τοῦτον ἐπονομάζουσιν.
34
{Φιλίππωι ἀδελφῶι}
Ὢ πόσα δύνανται καὶ μεταβάλλουσιν Ἔρωτες, καὶ βεβαιοῦσι τοῖς ἔργοις
ὡς οὐδὲν αὐτῶν ἐκείνων μεῖζον ἰσχύει. ἐοίκασι δὲ λέγειν ὡς „μάλιστα πάντων
μισοῦμεν ὑπεροψίαν“. κἂν τὴν ὀφρῦν τις ἀνασπάσῃ καὶ παρίδῃ λόγους
ἐρῶντος, ἐνήλλαξαν οὗτοι τὴν τάξιν, καὶ ὁ σεμνὸς ἐκεῖνος ἐξαίφνης ἐρᾷ καὶ
φθέγγεται ταπεινόν. ἀλλὰ τί μοι βούλεται ταῦτα; ἤδη μὲν πάντως ἐπίστασαι
καὶ γελᾷς, ἀλλ' ὅμως τιμῆς ἕνεκα τῆς ἐκείνων εἰρήσεται. ἐμοὶ γὰρ ὁ σὸς
πόθος ὅλῳ ῥεύματι προσβαλὼν εἷλκε τὸν λογισμὸν ἐφ' αὑτόν, καὶ δεινῶς
ἠπόρουν καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι. μίαν τοίνυν ἐδόκουν εἶναι παρα-
μυθίαν, εἴ τι λέξεις ἀπὼν καὶ φθεγγομένου πολλάκις ἀκούσω. ὡς οὖν ἔγνως
τὸ πρᾶγμα, ξένον τι πέπονθας, οἴμοι, καὶ πρὸς ἀλαζονείαν ἐπήρθης. καὶ
ἐγὼ μὲν ἤρων, σὺ δὲ παντάπασιν οὐ προσεῖχες. ἐδεόμην, καὶ ἦν μοι πλέον
οὐδέν. προὔφερον τὴν συγγένειαν, ἀδελφὸν προσεῖπον, ὑπέμνησα φιλίου
Διός, σὺ δὲ καὶ πάλιν ἐσίγας. ἀμήχανον…
γ…
The complete text is available when the reading interface loads.