The Greek Library Catalogue

Anonymous

Horologium

Edition reference
Horologium, ed. H. Diels, Über die von Prokop beschriebene Kunstuhr von Gaza [Abhandlungen der preussischen Akademie der Wissenschaften, Philosoph.-hist. Kl. 26.7. Berlin: Reimer, 1917]: 27–39.
CTS identifier
urn:cts:greekLit:tlg2598.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

41

δὲ νῆσον ἐλθὼν 〈ἄλλ' ἐποίη-

42

σεν ἔργον θαυμάσιον·〉 κύνες

43

ἦσαν Ἀλκίνωι φύλακες τῆς αὐ-

44

λῆς· οἱ δὲ κύνες οὐχ

45

οἱ συνήθεις οὗτοι καὶ ζῶντες,

46

χρυσὸς δὲ νὴ Δία καὶ ἄργυρος

47

〈δία τέχνην〉 τὴν Ἡφαίστου κί-

48

νησιν ἔχοντες. ταῦτα μὲν

49

οὖν μῦθός τε ἦν ἐμοὶ καὶ λό-

50

γος ἐδόκει, καὶ Ὅμηρος ἐτρύφα

51

τῆι τέχνηι λέγων ἐπ' ἀδείας ἃ

52

μήτε ἦν μήτ' ἐγένετο πώποτε·

53

νυνὶ δὲ τοῦ παρόντος Ἡφαί-

54

στου ἔργα καὶ τέχνην ἰδὼν

55

........ ταῦτα κἀκείνοις

56

ἀληθέσιν εἶναι συγχωρεῖν ἐπι-

57

τρέπω.

58

Λέγειν οὖν ἐθέλοιμι ταῦτα

59

καὶ εὔχομαι· νικᾶι γὰρ λόγον

60

ἡ θέα ἀμηχανοῦσα καὶ αὐτὴ

61

πρὸς ὅτι δέοι φερομένη ἐς

62

πάντα· μεταπηδᾶι γὰρ ἄνω καὶ

63

κάτω καὶ πάντα βλέπειν ἐθέλει,

64

εἶτα θᾶττον ἤπερ ἔδει μεθιστα-

65

μένη τῆς ἐφ' ἑκάστωι τούτων

66

ἀκριβείας ἐκπίπτει· οἶδα

67

τοῦτο παθών. οὔτε γὰρ τοῖς

68

πρώτοις ἐνεκαρτέρουν ἐπιθυ-

69

μίαι τῶν ἄλλων, τά τε δεύ-

70

τερα πρὶν ἔχειν ὡς ἔδει, ἐπὶ

71

θέαν ἀνεχώρουν ἑτέραν. καὶ

72

ἦσαν ὀφθαλμῶν ἑλιγμοὶ καθὰ

73

τοῖς ὁρῶσι 〈τὸν πρὸς Ν〉είλωι

74

λαβύρινθον, Ἰωνικός τις ἔφησε

75

συγγραφεύς.

76

Πόθεν οὖν ἀρκτέον ἂν εἴη;

77

τί δὲ πέρας, ὦ φιλότης, ἐπι-

78

θή〈σομεν τῶι λό〉γωι; οἶκός

79

ἐστιν ἐν μέσηι τῆι πόλει μέτρα

80

φέρων, ἀντιπρόσωπος μὲν τῆι

81

βασιλείωι στοᾶι, ἐξ εὐωνύμου

82

δὲ χωρίον ἀπείρων 〈ἀνθρώπων

83

ἐνδιαί〉τημα θέρους. διττὴ

84

δὲ τούτου κιόνων προέστηκε

85

συζυγία πρὸς τὴν ἕω καὶ δύ-

86

σιν μεμερισμένοι πολλῶι 〈τε

87

διαστήματι ποι〉οῦντες τὸν κα-

88

τόπιν οἶκον ὁρᾶσθαι, ὥστε μη-

89

δένα τοῖς ὁρωμένοις παρενο-

90

χλεῖν. μαρμάρων πτυχὶς τῶν

91

κιόνων τὰ μέσα συνέ〈χουσα,

92

ὀξέων πασσάλων αὐτοῖς〉 ἐμ-

93

πεπηγότων σιδήρου, κώλυμα

94

τοῦτο τῶν εἴ τις προπετὴς καὶ

95

ὑπερβῆναι φιλονεικεῖ.

96

Ἀλλὰ καὶ Γοργὼ 〈ἀ〉φ' ὕψους

97

βλοσυρὸν 〈ἀπ〉ει〈λ〉εῖ τοῖς ὅσοι

98

γνώμηι προσελθεῖν αὐθαδεστέ-

99

ραι τολμῶσιν, ἐναλλάττουσα

100

τοὺς ὀφθαλμοὺς ὁπόσα τῆς

101

ἡμέρας 〈τὰ μέρη, καθάπερ ὅτ'

102

ἔκτανε τὴν κεφαλὴν αὐτῆς〉

103

ἀποτεμὼν ὁ Περσεύς, εἴ τις

104

ἐλύπει, λίθον ἔδει γενέσθαι φα-

105

νείσης. ταύτην ἂν εἶπεν

106

ἡ τραγωιδία ‘αἱματωπόν τε καὶ

107

δρακοντώδη κόρην’, εἰ τοιού-

108

τους εἶχε διαπ〈ερῶντας ὀφθαλ-

109

μούς. ὅτε γὰρ τὸ σύμ〉-

110

βολον φέρει τοῦ πεπληγέναι,

111

μέλλει τοὺς τὸ παρὸν ἔργον

112

ὁρῶντας ἐκπλήξειν.

113

〈Ἀλλ' ἴωμεν ἐπὶ τὰ ἄλλα,

114

ἐπεὶ καὶ ἄνωθεν〉 τῶν ἔργων

115

ἡψάμην.

116

Θύραι γὰρ πρόκεινται, καὶ

117

τάς γε τῆς ἡμέρας κρύ〈πτειν τι

118

δοκῶ· αἱ δὲ νυκτὸς ἀνωτέρω

119

μέν, οὔπω〉 γράφω δὲ ταύ-

120

τας. ὅθεν ἄν τις ἴδηι κό-

121

σμωι ἅσπερ 〈ἂν〉 ἀναπετάσαντες

122

ὦμεν, ἄνωθεν ἀρξό〈μεθα, καὶ

123

οὕτω δὴ τὸ πρῶτον ἀπαιτοῦν

124

ἐπ' ἀκριβείαι〉 τὸν ὕμνον πρῶ-

125

τον ἔσται τῶι λόγωι· διὸ με-

126

νέτω τὴν ἑσπέραν καὶ τὸν

127

ἐκ〈λάμψοντα λύχνον τῶν θυ-

128

ρῶν τοῦ ὑπερ〉ώιου.

129

Ἀλλὰ προέλαβε τῆι παρα-

130

δόξωι τ〈ι〉 κινήσει〈, ὅ〉τ〈ι〉 φο-

131

βεῖ τοὺς θεατάς. τὰ δὲ

132

μέσα ταῦτα σκοπῶμεν ὡς

133

ἔχει. καλκοῖ τινες ἀετοὶ

134

πρὸς ἕνα στοῖχον ἑστᾶσι ταῖς

135

ὑποκειμέναις ὥραις ἴσον ἔχον-

136

τες ἀριθμόν. στεφανηφο-

137

ροῦσι δὲ πάντες, οὐ κορυφὴν

138

ἐστεμμένοι οὐδὲ νίκην δηλοῦν-

139

τες ἰδίαν· ἄκροι δὲ ποδῶν

140

ὄνυχες εἰς ταὐτὸν ἐλθόντες

141

συνέχουσι τοὺς στεφάνους καρα-

142

δοκοῦντος ἑκάστου τὸν ὑπ'

143

αὐτῶν Ἡρακλέα, πηνίκα τῶν

144

ἐπικειμένων ἐξίοι θυρῶν παραλ-

145

λάξαντος αὐτὰς τοῦ πρὸ τού-

146

των ἑστῶτος Ἡλίου. βα-

147

δίζει γὰρ οὗτος μετρῶν τὴν

148

ὥραν κινήσει. ὡς δὲ τού-

149

των ἄρχων βασιλικὸν ἀνείληφε

150

σχῆμα, λαιᾶι μὲν χειρὶ τὸν

151

πόλον ἀνέχων, ἀνατάσει δὲ

152

δεξιᾶς ἀφεῖναι κελεύων τὰς

153

θύρας ὥσπερ οἱ τοὺς ἵππους

154

ἐξιέναι τῶν βαλβίδων κελεύ-

155

οντες.

156

καραδοκῶν οὖν ἐφέστηκεν

157

ἀετός, ὁπότε τῶν ἐπικειμέ-

158

νων ὁ τοῦ Διὸς Ἡρακλῆς

159

ἐξίοι θυρῶν ὥραν ἀγγέλλων,

160

ὁ μὲν πρῶτος τὴν πρώτην,

161

πρὸς δὲ τὸν ἀριθμὸν οἱ λοι-

162

ποί. δώδεκα μὲν γὰρ ὧραι,

163

πᾶσαι δέ εἰσιν Ἡρακλῆς, οὐκ

164

ἀργὸς μὰ Δία καὶ πράττων

165

οὐδέν· ἀργεῖν γὰρ ὅλως οὐ

166

φίλον ἦν Ἠρακλεῖ. οἱ πάλαι

167

δὲ ἆθλοι καὶ νῦν ἔργον αὐτῶι

168

οὐκ Εὐρυσθέως ἔτι, ἀλλὰ τέχ-

169

νης ἀνάγκηι· συνδιήιρηται δὲ

170

τοῖς ἄθλοις διττὴν ἑξάδα πλη-

171

ρῶν.

172

Πρῶτον οὖν ἀγώνισμα λέων

173

καὶ ἡ Νεμέα χωρίον αὐτῶι. ἀν-

174

εῖλε καὶ τὴν ὕδραν, εἰ καὶ

175

φιλονείκοις ἐπημύνετο κεφα-

176

λαῖς. ἠρυθρία δὲ νικῆ-

177

σαι κάπρον, ἀλλ' ὅμως ἐ-

178

νίκα. χρυσᾶ ἐλάφωι ἐπεφύκει

179

τὰ κέρα, καὶ γέγονεν Ἡρα-

180

κλεῖ. ἀλλὰ μὴν ὄρνιθες

181

ἐλύπουν τὴν καρδίαν καὶ ἔργον

182

ἦσαν τοῦ τόξου. οὐδὲ τὰς

183

Ἀμαζόνας ἀκεραίους ἀφῆκεν,

184

εἰ μὲν ζωστῆρά τινα ζητῶν,

185

οὐκ ἂν εἴποιμι· ἐμίσει δὲ

186

γυναῖκας ‘ἀντιανείρας’ ἀκού-

187

ων. Αὐγείαν κόπρος ἐλύ-

188

πει· καὶ ταύτης ἐλεύθερος

189

ἦν. ἡ δὲ Κρήτη ταῦρον

190

μὲν εἶχε δεινόν, ἀλλ' οὐχ

191

ὤστε νικᾶν Ἡρακλέα. τί

192

δ' ἂν εἴποις Διομήδους τὰς

193

ἵππους; οὐ μέχρι τούτου φο-

194

νικαί τε ἦσαν καὶ ἴσαι θη-

195

ρίοις; ἀλλὰ καὶ Γηρυόνης

196

ἐκόμα βουσί, καὶ τρεῖς αὐτῶι κε-

197

φαλαί· μετὰ δὲ τῶν βοῶν οἶμαι

198

καὶ ταύτας ἀφήιρητο· οὐδὲ

199

τὸν Ἄιδην ἀφῆκεν ἀπείρατον

200

ἀρετῆς πρὸς τὸν ἐνταῦθα κύνα

201

μάχην ἀράμενος καὶ δείξας ἡλίωι

202

τὸ τέρας. ἔδει καὶ μήλων

203

χρυσῶν Εὐρυσθεῖ πρὸς ἐσχατιὰν

204

κειμένων τῆς γῆς· Ἑ-

205

σπερίδων μὲν τὰ μῆλα, δρά-

206

κων δὲ φύλαξ ἦν οὐ φορητὸς

207

ἐς ἀλκήν. ἀλλ' ὁ μὲν ἔκειτο

208

βληθείς, τὰ δὲ μῆλα ἦν Εὐ-

209

ρυσθεῖ. ταῦτα Ἡρακλέους

210

ἔργα καὶ πόνοι, ἐντεῦθεν ὧραι

211

καὶ στέφανοι καὶ χαλκὸς παρὰ

212

φύσιν ἐπτερωμένος.

213

Τὰς οὖν χαλκᾶς ἀπωσαμένωι

214

θύρας καὶ σὺν ἄθλωι φανέντι

215

ἐφέπεται μὲν ἄνωθεν ἀετός,

216

πτέρυγάς τε ἁπλώσας καὶ ποσὶν

217

ἀμφοτέροις ἴσον ἴσηι κεφαλῆι

218

τὸν στέφανον ἐπιφέρων· βρα-

219

χὺ δὲ διατρίβει καθάπερ ἀπο-

220

λαύων ἡρωϊκῆς κεφαλῆς· εἶτα

221

τοῦτον ἀφεὶς Ἡρακλεῖ καὶ δια-

222

στήσας τὼ πόδε μετεωρίζεταί

223

τε καὶ ὃν εἶχε τόπον λαγχάνει,

224

ταῖς πλευραῖς ἐπιθεὶς τὰ πτερὰ

225

καὶ συναγαγὼν αὖθις ἐφ' ἑαυτόν,

226

θήραν διδοὺς ἀγαθήν, ἀλλ' οὐ

227

συνῆλθε λαχών. πρός γε

228

μὴν τοὺς στεφάνους προκύπτει

229

μὲν Ἡρακλῆς, ὡς ἂν ὁρῶιτο

230

πᾶσιν ὡς ἐν μέσωι σταδίωι,

231

κἆτα πρὸς ἰδίαν ἐτράπετο χώ-

232

ραν, οὗπερ ἐπόθει τυχών. ἀε-

233

τὸς δὲ τῶι στεφάνωι διακονεῖ,

234

ὅτε Ζεὺς μὲν Ἡρακλέους πα-

235

τήρ, ἀετὸς δὲ ὄρνις Διός. ὡς

236

οὖν ἐξ οὐρανοῦ καὶ πατρὸς

237

μισθὸν ἱδρώτων στεφανοῖ νενικη-

238

κότα τῆι μνήμηι τοῦ πάθους·

239

καὶ ὑπερίπταται καὶ κρατεῖ τῶν

240

ὀρνέων, καθάπερ οὗτος ὑψοῦτο

241

τῆι φήμηι· οὐ δεῖται δὴ

242

κήρυκος ἀναγορεύοντος τοὺς

243

στεφάνους.

244

ἐν ἑτέρωι δὲ τόπωι μέσην

245

ἐπέχοντι χώραν μεγάλωι τε καὶ

246

καταπλήττειν εἰδότι καὶ προ-

247

βεβλημένωι τῶν ἄλλων οὔπω

248

μὲν ἴουλον ἕλκει, ἕστηκε δὲ

249

γυμνός, πλὴν ὅσα τῶν ὤμων

250

ἐξῆπται κατόπιν ἡ λεοντῆ, ἀν-

251

έχει δὲ τῆι λαιᾶι ἠχεῖον. τοῦ-

252

το καλεῖται λέων, ἔφησεν ὁ

253

τεχνίτης· ἐκ μέσου δὲ κρέ-

254

μαται καὶ σαλεύει· καθώ-

255

πλισται δὲ κορύνηι τὴν δεξιὰν

256

ἀντιδιδοὺς καὶ τῆς ἐκείνου

257

βοῆς, ἀνατείνει τε ταύτην καὶ

258

δίδωσι πληγὴν τῶι χαλκῶι· ὁ

259

δὲ μετέωρός τε ὢν καὶ το-

260

σαύτηι ῥώμηι πληγεὶς βοᾶι

261

τε μέγα καὶ παρατείνει τὸν

262

ἦχον. ἐφ' ἑνὶ μὲν οὖν ἄ-

263

θλωι μία πληγή, ἐφ' ὥραι δὲ

264

δευτέραι διττή. συλλέγει

265

γὰρ ἐφ' ἑκάστηι καὶ τῶν φθα-

266

σάντων ἄθλων τὸν ἀριθμόν,

267

μέχρι πληρώσας· ὡσ〈αύτως ἕξ,

268

μὴ αὐξήσας〉 ταῦτα 〈πλή〉θει

269

τὴν ἀκοὴν ἀποκναίοι, τὴν ἑ-

270

βδόμην πρώτην ἡγεῖται καὶ μίαν

271

ἠχεῖ, 〈εἶτα καὶ δύο καὶ ἑξῆς,

272

μέ〉χρι τὰς ἄλλας ὑποσημαί-

273

νων τοσαῦτα φωνήσειεν ὁ χαλ-

274

κὸς εἰς ἑξάδα δευτέραν 〈ὅσα

275

δεῖ. ἐπὶ μεῖζον δ' ἀκούεται〉

276

ἢ καὶ πάρεστι θέα. πόρρω δὲ

277

λαχοῦσι τὴν στάσιν εἰδέναι τοῦ

278

χρόνου τὸ μέτρον. 〈ἅπασι ῥά-

279

ιδιον.

280

Ἀκούει δὲ καὶ Πάν·〉 δη-

281

λοῖ δὲ τοῦτον εἶναι δασύ τε

282

γένειον καὶ κέρας ἐν μετώπωι

283

διττόν. ἐς 〈ἔρωτα δ' Ἠχοῦς

284

ἔπεσεν, ἥπερ εἰς γέλωτα παι-

285

διαῖς〉 ἐδίδου τὸν Πᾶνα. πο-

286

θῶν δὲ τὴν Ἠχὼ αἰσθάνεται

287

τοῦ χαλκοῦ καὶ 〈ἐκπλαγεὶς ἀνα-

288

τείνει τὴν δεξιὰν〉 καὶ περιφέ-

289

ρει τὸ πρόσωπον, εἴ πως ἴδοι

290

τὴν κόρην στροφὰς στρεφό-

291

μενος, ὁποίας ἔρως ἀτυχῶν

292

ἐμποιεῖ. εἴποις δ' ἂν αὐ-

293

τὸν καὶ τὸν Ἡρακλέα θαυ-

294

μάζειν, ὁπόσος καὶ οἷος.

295

Ἔδει δὲ Πανὸς παρόντος

296

μηδὲ Σατύρους ἀπεῖναι. ἐπι-

297

γελῶσι δὲ καὶ κωμικῶς μέσον

298

εἰληφότες τὸν Πᾶνα, πρόσω-

299

πον ὁρῶντες ἐρωτικόν τε καὶ

300

ἄγριον καὶ ἦθος κεκραμένον,

301

ἥμερόν τε καὶ ἀπηνές. ἀλλ'

302

οὗτοι μὲν ὑπὲρ κεφαλῆς τοῦ

303

νεώ, καθ' ὃν ὁ τῆς Ἀλκμήνης

304

ὁρᾶται γυμνός.

305

Ὁ δὲ τοῦ Τυδέως στάσιν

306

λαχὼν δεξιὰν ἦν ἄρα καὶ νῦν

307

τῆι σάλπιγγι φίλος· ἐπιβοᾶι

308

γὰρ Ἡρακλεῖ πρὸς ἆθλον ἔσχα-

309

τον ἐλθόντι, καθάπερ ἐν Σκύρωι

310

τὸν Πηλέως εὑρών. το-

311

σοῦτον γὰρ ἦισε καὶ τότε με-

312

τρῶν ἴσας ἡμέραι.

313

Οἰκέτης δέ τις ἀκούσας λου-

314

τροῦ φέρει παρασκευὴν τῶι δε-

315

σπότηι, ὡς εἰκός, ἤδη τῶν ὄψων

316

ἡτοιμασμένων. ἃ δὴ φέρων

317

ἄλλος ἐξ ἀγορᾶς ἀρχομένης

318

ἡμέρας ἐπείγεται. ἐοίκατον

319

δὲ ἄμφω δυσκόλωι δεσπότηι

320

διακονεῖν· οὐ γὰρ ἂν το-

321

σοῦτος ὑπῆρχεν ὁ δρόμος.

322

Καὶ ποιμὴν δὲ ἐκεῖνος τὴν

323

ἐναντίαν στάσιν λαχὼν παρα-

324

δοὺς τῆι λαιᾶι ποιητικῶς εἰ-

325

πεῖν τὴν καλαύροπα ἥδεταί τε

326

καὶ μειδιᾶι καὶ ἀνυψοῖ πρὸς

327

θαῦμα τὴν δεξιάν.

328

Ἀλλὰ ταύτηι μὲν ἀμφὶ τοῖς

329

ἄθλοις ἦχος καὶ θαῦμα καὶ

330

σάλπιγξ.

331

Ἀναλαβὼν δὲ τὸν δωδέκα-

332

τον τῶν ἄνωθεν ἀγώνων ὁ σο-

333

φὸς οὑτοσὶ μείζονι τοῦτον δί-

334

δωσιν Ἡρακλεῖ.

335

Τοξότης μὲν οὗτος ὑπὸ τῶι

336

Διομήδει σταθείς, ὁ δὲ ἆθλος

337

μῆλα πάλιν χρυσᾶ. βέλος

338

μὲν οὖν οὗτος ἐπέθηκε τῆι

339

νευρᾶι ἑλκομένηι μὲν ἐπὶ μα-

340

στὸν χειρὶ δεξιᾶι, τῆς εὐωνύμου

341

δὲ τὸ τόξον ὠθούσης τὸ μέσον

342

ἀμφοῖν τῶι βέλει τόσον μῆκος

343

προκυπτούσης ἔξω τῆς προ-

344

βεβλημένης ἀκίδος. πρὸς

345

ἀκριβῆ δὲ θέαν συνάγει τὸ

346

βλέμμα ἐπὶ λεπτοῦ σκοποῦ

347

μέλλων ἀφεῖναι τὸ βέλος ...

{Ἐκ τῶν εἰς τὰ Πρόκλου θεολογικὰ κεφάλαιαἀντιῤῥήσεων Προκοπίου Γάζης ἀντίῤῥησις κε-φαλαίου ρμϚʹ.}Θεία πρόοδος ἄναρχος καὶ ἀτελεύτητος, μόνη ἂνλέγοιτο ἡ ἀπὸ τοῦ ἑνὸς μόνου Πατρὸς γέννησις τοῦἐνὸς καὶ μόνου Υἱοῦ, καὶ ἀπὸ τοῦ αὐτοῦ πρόβλησιςτοῦ ἐνὸς καὶ μόνου ἁγίου Πνεύματος καθ' ἣν ἡ πα-τρική τε καὶ ἀρχικὴ μᾶλλον δὲ προάναρχος μονὰςεἰς δυάδα κινηθεῖσα τὴν ἐν Υἱῷ θεωρουμένην καὶΠνεύματι, μέχρι Τριάδος ἔστη, καθάπερ φησιν ὁἡμέτερος Θεολόγος Γρηγόριος. Αὕτη δὲ καὶ μόνηθεία φύσει πρόοδος, εἴπερ δεῖ φύσει λέγειν ἐπὶ τῶνὑπερφυῶν καὶ θείων· καὶ ταύτης ἀρχὴ μὲν ἄναρχοςὁ Πατὴρ, ἐξ αὐτοῦ γάρ· μεσότης δὲ σύναρχος ὁΥἱὸς, δι' αὐτοῦ γάρ· τέλος δὲ ὑπερτελέστατον καὶἀτελεύτητον τὸ Πνεῦμα τὸ ἅγιον, εἰς αὐτὸ γάρ·ἐξῄρηται δὲ καὶ τῶν ἄλλων προόδων αὕτη· οὐδὲ γὰρἐξίστησιν ὅλως τῆς ἀρχῆς τὰ ἐξ αὐτῆς, ἀλλ' ἀνεκ-φοίτητα πάντη ταύτης τηρεῖ, διὰ τὴν τῆς οὐσίαςταυτότητα· εἰ καὶ ὡς ἴδια πρόσωπα πρόεισι· διὸοὐδὲ τῆς κατ' ἔφεσιν ἐπιστροφῆς δέονται· αἱ δὲ παρὰταύτην πᾶσαι τῶν ὄντων πρόοδοι, τοῖς οὖσι συνδιαι-ροῦνται· καὶ ἄναρχος μὲν τούτων οὐδεμία, ὅτι καὶτῶν ὄντων ἄναρχον οὐδὲν, ἀλλὰ πάντα γέγονε παρὰτοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ συντελεσθέντα τῷ Πνεύ-ματι· ἀτελεύτητος δὲ, οὐ πᾶσα· οὔτε μὴν πάντη,ἀλλὰ τῶν μὲν ἀϊδίων μετὰ τὴν ἐκεῖθεν παραγωγὴνμενόντων, ἡ μὲν κατ' οὐσίαν καὶ δὴ τετέλεσται·οὔτε γὰρ ἀλλάττα παρὰ τὰ ἐξ ἀρχῆς παραχθένταἐπιπαράγονται· οὔτ' αὐτὰ ἐκεῖνα τὰ παραχθέντα,τὴν κατ' οὐσίαν μεταβολὴν ὑπομένοντα, πάλιν ἄλληςπαραγωγῆς δέονται· ἡ δὲ κατ' ἔλλαμψιν, ἀΐδιοςἐκεῖθεν προβαίνει καὶ ἀτελεύτητος, τοῖς μὲν πρω-τοδότως, τοῖς δὲ δευτεροδότως, καὶ καθεξῆς· τῶνθείων ἀπαυγασμάτων προχεομένων κατὰ μετάδοσιν,ἀναλόγως ταῖς ἑκάστων τάξεσιν εἴτ' οὖν στάσεσι,μέχρι καὶ τῶν ἐν ἐκείνοις ἐσχάτων· οὕτω δὲ καὶπάντα πρὸς τὴν μίαν ἀρχὴν ἀνατατικῶς ἐπιστρέφει·καὶ ὁ ἀΐδιος τούτοις καὶ ἀτελεύτητος ἔν τε ταῖςπροόδοις καὶ ταῖς ἐπιτροφαῖς κύκλος σώζεται· ἡ δὲτῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ χρόνον, κατὰ μὲντὸ καθόλου, καὶ ἤδη τετέλεσται. Ἐν ἓξ γὰρ ἡμέραιςσύμπας ὁ αἰσθητὸς συμπεπλήρωται κόσμος· ἐν δὲτῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶνἔργων αὐτοῦ· καὶ οὐκέτι πρόοδος ἄλλου κόσμου καὶἔτι προσδοκᾶται πάμπαν συντελεσθῆναι, κατὰ τὴντοῦ παρόντος αἰῶνος συντέλειαν· κατὰ δὲ τὸ κατὰμέρος, ἕτι μὲν ἐνεργεῖται καθὰ εἴρηται τῷ Σωτῆρι·«ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι·»πεπαύσεται δὲ πάντως καὶ ἡ κατὰ τὴν κοινὴν συν-τέλειαν· καὶ ἄλλη τηνικαῦτα πρόοδος ἔσται, καθ' ἣνἔσται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι· καὶ πάντα πρὸςαὐτὸν ἐπιστρέψουσιν, ἡ τῶν ὅλων μεταστοιχείωσις,καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταποίησις.Αὐτὰς ὄντως ἐπὶ τῆς γλώττης φέρεις τὰς Χάριτας, καί μοιδοκεῖς ὡς τέμενος αὐτῶν, καὶ νεὼς ἐνταῦθά που σοι καθί-δρυται καὶ θέλγει τὰς θεάς, ψυχὴ καθαρῷ πλήκτρῳ ποικίλωςὑπηχοῦσα τῇ γλώττῃ· ὅθεν χαίρουσι ταύτῃ μᾶλλον ἢ Νάξονὁρῶσαι, ἣν καὶ νῆσον εἶναι Χαρίτων λόγος κατέχει· ἔνθακαὶ Διόνυσος τῆς Ἀριάδνης ἡττήθη καὶ σύνοικος ἦν. Ἀλ-λ' εἰς καλὸν ἡμῖν ὁ Σεμέλης ἐπῆλθε τῷ λόγῳ· ὅς, εἰ μὴθεὸς ἦν, ὅσης ἂν ἡμῖν τῆς κατηγορίας ἀπέλαυσεν, ἄνδραπαριδὼν πένητα μὲν κἀκ τῶν στρωμάτων αὐτῶν ὀνειροπολοῦν-τα τοὺς φόρους, Μούσαις δ' ἄλλως ἀνειμένον καὶ Χάρισιν.Εἰς μικρὸν εἶχε τὸ γῄδιον, ὦ Διόνυσε, καὶ ταῖς ἐντεῦθενἐπανεῖχεν ἐλπίσι, τοῦτο μένων λαβεῖν, ὃ ταῖς ἀμπέλοις ἐ-δόκει διδόναι· τί μὴ πολὺς ἐπελθὼν βριθούσας αὐτὰς ἀπέ-δειξε τῷ καρπῷ; εἴθε καὶ ληνῶν ἐπέβης, καὶ βακχικὸν ἐπε-χόρευσας, καὶ οὐδὲν τοῦ γλεύκους ὑπῆρχε κενόν· ὅθεν ἔ-χων πλούτου καλῶς, ἐχόρευσεν ἂν ὑφ' ἡδονῆς καὶ μουσικώτε-ρος ἦν. Βούλει μαθεῖν καὶ ὅ τι πρὸς ταῦτά φησιν ὁ Διό-νυσος; ὡς «οὐκ ἔστιν λόγων ἅμα καὶ χρημάτων πλουτεῖν·ὅθεν» φησὶν «ὑπεξείων δὲ τοὺς βότρυς, ὅπως αὐτῷ μᾶλλονἐπασκήσω τὴν γλῶτταν· ἐπεὶ καὶ οἱ τέττιγες μόνῃ τῇ δρό-σῳ τρεφόμενοι ὅλας ἐν αὐτοῖς χωροῦσι τὰς Μούσας, καὶεἴποις ἂν ἀκούων ὡς ἄνθρωποί τε ἦσαν καὶ γεγόνασι τέτ-τιγες». Οὐκοῦν στέργειν τοῖς παροῦσιν εἰκός, κἂν οἱπράκτορες ἐνοχλῶσιν, ᾆδε μόνον αὐτοῖς, καὶ τῶν χρημάτωνεὐθὺς ἐπιλήσονται.