Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων
- Scientific editors
- Leonhard von Spengel
- Edition reference
- Rhetores Graeci · Leipzig · Teubner · 1856
- CTS identifier
urn:cts:greekLit:tlg2601.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Μέλλοντι τὴν τῶν σχημάτων θεωρίαν τῶν παρὰ Δημοσθένει κατανοεῖν, ἀνάγκη εἶναί μοι δοκεῖ πρῶτον εἰπεῖν τί τὸ σχῆμά ἐστιν. ἔστι τοίνυν σχῆμα τὸ μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρειν μηδὲ ἐπ᾽ εὐθείας, ἀλλ᾽ ἐκτρέπειν καὶ ἐξαλλάσσειν τὴν διάνοιαν κόσμου τινὸς τῇ πλάσει ἢ χρείας ἕνεκα. ὁ γὰρ χαριέστερος πλειόνων ὄντων καὶ ἄλλων οὗτός μοι φαίνεται, ὥσπερ ἀμέλει καὶ λέξεως σχῆμά ἐστιν ἐξαλλαγὴ τοῦ ἐν ἔθει, κατά τινα πλάσιν κόσμον ἢ χρείαν τινὰ τοῖς λόγοις παρέχουσα. ὁ μὲν οὖν σαφέστερος ὅρος τοῦ τῆς λέξεως σχήματος οὗτός ἐστι, δοκεῖ δέ πως συνῆφθαι κατὰ τὸ πρῶτον μόριον τῷ τοῦ σολοικισμοῦ ὅρῳ, εἶτα κατὰ τὸ τελευταῖον μέρος διεστηκέναι. καὶ γὰρ ὁ σολοικισμὸς ἐξαλλαγὴ τοῦ ἐν ἔθει ἐστίν, ἀλλ᾽ οὕτε χρείας ἕνεκα, οὕτε κόσμου τινὸς χάριν γίνεται.
Πλείονος δὲ οὔσης θεωρίας τῆς ἐν τοῖς σχήμασι, ταῦτα προῃρήμεθα νῦν ἐξετάσαι, ὅσα παρὰ Δημοσθένει κατενοήσαμεν.
Πρῶτον οὖν τὰ τῆς διανοίας σχήματα δεικτέον, ἐπεὶ δεῖ τὸν νοῦν πάντως τοῦ λόγου προηγεῖσθαι, ἔστι δὲ ταῦτα, εἰρωνεία, ἐπιτίμησις, παράλειψις, διαπόρησις, ἀποστροφή, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, ἠθοποιΐα, προσώπου ὑποβολή, πυσματικόν, ἔμφασις, ἀπὸ τοῦ ἀντικειμένου, παρὰ προσδοκίαν, αὐτοσχέδιον, ἀντίθετον, διαλεκτικόν, τόπου ἐμβολὴ ἐξ ὀνόματος, καθόλου, ὅρκος.
ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.
Καὶ εἰρωνεία μέν ἐστι τὸ διὰ τοῦ ἐναντίου τὸ ἐνανπίον σημαῖνον, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδ᾽ ἐφίλουν αὐτούς ὥσπερ ὑμᾶς, οὗτοι νῦν πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· καὶ πάλιν, νυνὶ δὲ πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει; ἔτι δὲ καινῶς ἐν τῷ κατὰ Μειδίου ἐφ᾽ ἑαυτοῦ εἰρωνείᾳ κέχρηται, ἐγὼ δὲ ὃς (εἴτε τις βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν· εἴτε φιλοτιμίαν) χορηγὸς ὑπέστην.
ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ.
Ἐπιτίμησις δέ ἐστιν ὅταν διὰ τῆς πρὸς τοὺς ἀκούοντας ἐπιπλήξεως τινῶν βούληται συμβουλὴν περαίνειν, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας, ὑμεῖς δ᾽ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, πόρρωθεν δ᾽ ὁρῶντες οὐ φυλάττεσθαι, καὶ πάλιν οὕτως, ὡς ἔοικε, πολύ τι σκότος ἐστὶ παρ᾽ ὑμῖν πρὸ τῆς ἀληθείας.
ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.
Παράλειψις δέ ἐστιν ὅταν τῷ δοκεῖν τινὰ παραλιπεῖν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐγὼ δέ, ὅτι μὲν τινῶν κατηγοροῦντας πάντων ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινά, καὶ ὑφ᾽ ὑμῶν ἴσως γινώσκεται, καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· οὐδενὸς γὰρ τούτων μέμνημ Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν, καὶ ὅσα ἄλλα τοιατα ἡ πόλις ἠδικεῖτο, οὐδ᾽ εἰ γέγονεν οἶδα. τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ παραλείψει τὸ φορτικὸν ἀφῇρηται.
ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.
Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον ἀλλ᾽ εἰς τοσοῦτον ἀφῖκται μωρίας, ἤ παρανοίας, ἢ — οὐκ ἔχω τί λέγω. καὶ πάλιν, οὐκ ἀπορῶν δ᾽ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθῶ, πότερ᾽ ὡς ὁ πατήρ σου, Τρόμης, ἐδούλευε παρ᾽ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον· ἢ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε. ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν πάντα εἶπεν.
ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.
Ἀποστροφὴ δέ ἐστιν ὅταν ἀπὸ τῶν δικαστῶν πρὸς τὸν ἀντίδικον ἀποστρέφῃ τὸν λόγον, οἷον μηδὲν οὖν φιλονείκει, Λεπτίνη, καὶ πάλιν, οὓς ἅπαντας ἡ πόλις ὁμοίως τῆς αὐτῆς ἀξιώσασα τιμής ἔθαψεν, Αἰσχίνη. κινήσας γὰρ τῇ δόξῃ τῶν παραδειγμάτων τοὺς ἀκούοντας, τότε καὶ τὸν ἀντίδικον κέκληκε.
ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ.
Προδιόρθωσις δέ ἐστιν ὅταν ὑποπτεύων προσκρούειν τὸ ῥηθησόμενον παραιτῆται τούς ἀκούοντας, οἷον ἐπεπείσμην μὲν οὖν ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ᾽ ἐπεπείσμην. καὶ πάλιν, ἐπεὶ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μοι, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ. εἰ γὰρ καὶ δυσχερὲς ἦν τὸ λεγόμενον καὶ προσέκρουε, παραιτούμενος ἠκούσθη διὰ τὴν ὑπόσχεσιν.
ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.
Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ. ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ὀψὲ γάρ ποτε· ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονε.
ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.
Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ. καὶ πάλιν πρὸς τὸν Χαρίδημον, ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι· οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.
ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.
Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ᾽ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ τῷ Δημοσθένει· φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν, εἶτ᾽, ὦ πάντων τῶν ἀνθρώπων φαυλότατοι. πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα, τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι, ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών, ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται. τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ. καὶ Ὀδυσσεὺς παρ᾽ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον, Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν· οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥνπερ ὑπέσταν, Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι. τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ᾽ αὐτῶν ἐγκαταλειφοθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.
ΠΕΡΙ ΠΡΟΣΩΠΟΥ ΥΠΟΒΟΛΗΣ.
Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τι εἰπεῖν πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιππικοῖς, ὡς δ᾽ ἐγώ ποτε τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους. πιστοῦται γὰρ ὡς παρ᾽ εἰδότος ἀκούσας τὰ λεγόμενα. μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προσώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλόμενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλίνασιν, οὐκ ἀφ᾽ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον, ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι, πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις λέέγοντας ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι, καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην, ἂν δὲ δὴ πέμψας ὡς ἡμᾶς Αεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί, πρὸς θεῶν, ἐροῦμεν ἡμεῖς; ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον τὸν τρόπον ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.
ΠΕΡΙ ΠΥΣΜΑΤΙΚΟΥ.
Τὸ πυσματικὸν σχῆμα ἔργα μὲν ἔχει τέσσαρα, προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. προσοχὴ μὲν οὖν ἐστίν, οἷον διὰ τί; καὶ πάλιν, τίνος οὕνεκα ταῦτα λέγω; ἐπιστρέφει γὰρ τούς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις. σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς; καὶ πάλιν, ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ ἐν τούτῳ. καὶ πάλιν, ἀλλὰ πῶς; ὡς ἐν τῷ ἄξονι εἴρηται, φησί. ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ τὸ δοῦναι τὸ σχῆμα δυνάμενον. ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον, πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο; καὶ πάλιν, καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή; ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν· καὶ πάλιν, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ᾽ ἄν· καὶ τρίτον εἰς τὸ αὐτό, τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον; καὶ τέταρτον, ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς. καὶ πάλιν, πότερον πάντα ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ διέλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή; οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.
ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.
Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἑτέρων ἐμφαίνῃ, οἷον τί τὸ κωλῦον αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται; ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος, ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα. οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.
ΠΕΡΙ ΑΝΤΙΚΕΙΜΕΝΟΥ.
Ἀπὸ τοῦ ἀντικειμένου ἐστὶν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ᾽ ἑτέρου προσώπου, δι᾽ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν, οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρεσκευασμένα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε. ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν, οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι. τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.
ΠΕΡΙ ΤΟΥ ΠΑΡΑ ΠΡΟΣΔΟΚΙΑΝ.
Παρὰ προσδοκίαν δέ ἐστιν, ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλα μετά τινος χάριτος ἐπενέγκῃ, οἷον τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται.
ΠΕΡΙ ΑΥΤΟΣΧΕΔΙΟΥ.
Αὐτοσχέδιον δ᾽ ἔστιν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην. καὶ πάλιν, τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν.
ΠΕΡΙ ΑΝΤΙΘΕΤΟΥ.
Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνηται τὸ τοῖς ἐπιβεβουλευμένοις * * λέγων. βουλόμενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπόσιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου εἶπε τὸ τοῦ Σατύρου ὁ περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παροξύνων τούς δικάζοντας.
ΠΕΡΙ ΤΟΥ ΔΙΑΛΕΚΤΙΚΟΥ.
Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν, οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν, ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ· πότεροι γάρ φησιν * * οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίης ἂν ἐκείνους. τί ποτ᾽ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τούτοις ἐπικέκρινται, οὐδενὸς τῶν πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ. καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώἔῆς εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ τοὺς εὐεργέτας τιμᾶν τὰ δίκαια; τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε. ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν.
ΠΕΡΙ ΤΟΠΟΥ ΕΜΒΟΛΗΣ ΕΞ ΟΝΟΜΑΤΟΣ.
Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο, οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, * * εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν, ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν, ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ.ληνικῶν δικαίων ἀντήρατε. καὶ πάλιν προθείς, τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ; εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.
ΠΕΡΙ ΤΟΥ ΚΑΘΟΛΟΥ.
Καθόλου δέ ἐστιν, ὅταν μὴ ἐπὶ τοῦ προκειμένου εἴπῃ τὸ νόημα ὃ βούλεται, ἀλλ᾽ εἰς τὸ καθόλου ἀνενεγκών, οἷον οὐχ αὑτῷ τοὺς δικαστὰς ᾐτήσατο ἐφεῖναι τάξιν ᾗ βούλεται χρήσασθαι, ἀλλὰ τὸ τοῦ ὅρκου φησί, καὶ τοῦτό ἐστι δίκαιον, τὸ τῇ τάξει καὶ ἀπολογίᾳ ὡς βεβούληται τῶν ἀγωνιζομένων ἕκαστος, ο οὕτως ἐᾶσαι χρῆσθαι. οὐ γὰρ ἴδιον πλεονέκτημα ᾔτησεν, ἀλλ᾽ ἐβεβαίωσε κοινὸν δικαίωμα, καὶ ἔστιν ἐν τῷ σχήματι τούτῳ πολλάκις τὴν χρείαν τοῦ νοήματος τηροῦντα τὸ προσκροῦον φυλάττεσθαι.
ΠΕΡΙ ΟΡΚΟΥ.
Φαίη δ᾽ ἄν τις καὶ τὸ ὅρκου σχῆμα εἶναι παρ᾽ αὐτῷ. τὸ γὰρ οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐπ᾽ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ . . . ὅρκος ἐστί. τινὲς δέ φασι τοῦτο παράδειγμα εἶναι· οὐ γὰρ ἡμάρτετε φησὶν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι, ὥσπερ οὐδὲ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ ὑπὲρ ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα παράδειγμα ἐποίησεν, ἀντὶ δὲ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισεν, πρός τε τὸ λαμπρὸν ἅμα καὶ τὸ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβάλλων.
Τοσαῦτα μὲν τὰ τῆς διανοίας σχήματα παρὰ Δημοσθένει κατενοήσαμεν, τὰ δὲ τῆς λέξεως ἐκ παραλλήλου, καὶ ταῦτα καταμάθωμεν προειπόντες ᾗ διαφέρουσιν ἀλλήλων. τούτῳ δὴ μάλιστα φαίη τις ἂν αὐτὰ διενηνοχέναι, τῷ τὰ μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένειν, τὰ δὲ τῆς λέξεως σχήματα οὐχ οἷόν τε εἶναι φυλάττεσθαι ὑπαλλαττομένης τῆς λέξεως. ἔστι δὲ ταῦτα, ἀλληγορία, μετάθεσις, ἀναστροφή, ἄλλη ἀναστροφή, ἐπανάληψις, παρονομασία, κλῖμαξ, ἐπαναφορά, ἀντιστροφή, ὑπερβατόν, καρίσωσις, πλεονασμός, περίφρασις, συζυγία, ἀπὸ κοινοῦ, μεταβολή, ὑποφορά, ἀσύνδετον, ἀντίθετον, ἔλλειψις, διατύπωσις, διασυρμός, ἐπάνοδος, ἀφαίρεσις, ἀλλοίωσις, καὶ παρεμβολή.
Ἀλληγορία μὲν οὖν ἐστὶν ὅταν τῶν κυρίων τι ἑρμηνεύῃ τις ἐν μεταφοραῖς τὸ κύριον σημαίνειν δυναμέναις· πλεῖστον δὲ καὶ ἐναργέστατον παρ᾽ αὐτῷ τὸ σχῆμα ἐπὶ τοῦ Μειδίου, τὸ γὰρ ἐπ᾽ ἐξουσίαις καὶ πλούτῳ εἶναι πονηρόν, τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἐξ ἐπιδρομῆς παθεῖν· ἐπεὶ περιαιρεθείς γε οὗτος τὰ ὄντα οὐδενός ἐστιν ἄξιος, νῦν δ᾽ οἶμαι τοῦτο προβέβληται. πάσας γὰρ ἐνταῦθα αἱρῆσαι τὰς τοῦ τείχους εἰκόνας.
Ἀναστροφὴ δέ ἐστι τὸ αὐτὸ καὶ ἐπαναδίπλωσις, ὅταν, ἔνθα πέπαυται τὸ πρῶτον κῶλον, ἐκεῖθεν ἄρχηται τὸ δεύτερον, οἷον οὐ γὰρ δὴ Κτησιφῶντα μὲν δύναται διώκειν δι᾽ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο. καὶ πάλιν, δῆλον γὰρ ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἐμέλλομεν ὑπ᾽ ἐκείνου, τῆς εἰρήνης γινομένης· γινομένης δὲ τῆς εἰρήνης . . . . κάλλος τὸ σχῆμα ἐργάζεται. ἀναστροφὴ δὲ ἄλλη ἐστίν, ὅταν τὰ ὀνόματα μετὰ τῶν ὀνομάτων αὐτὰ ἀναστρέφηται. οὐ γὰρ Αἰσχίνης διὰ τὴν εἰρήνην κρίνεται, οὔ· ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται. καὶ πάλιν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι * * πάντα γὰρ εἰς ταὐτὰ ἀναστρέφεται.
Ἐπανάληψις δέ ἐστιν ὅταν τὸ αὐτὸ ὄνομα δὶς ἐν τῷ αὐτῷ κώλῳ ᾖ, ἢ τῇ αὐτῇ περιόδῳ κατὰ τοῦ αὐτοῦ σημείου τεταγμένον, οἷον οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ. καὶ πάλιν, καίτοι φιλίαν καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων, ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί. ἐγώ σοι φιλίαν Ἀλεξάνδρου; οὔτε Φιλίππου ξένον, οὔτε Ἀλεξάνδρου φίλον εἴποιμ᾽ ἂν ἐγώ σε. ἐνέργειαν τὸ σχῆμα ἐργάζεται, τὴν μέντοι ἐπανάληψιν παλιλλογίαν Καικίλιος ὀνομάζει, οἷον μιαρόν, μιαρὸν τὸ θηρίον καὶ πονηρόν, πονηρὸν ὁ συκοφάντης, καὶ ὦ τέκνα, τέκνα, καὶ ὦ γάμοι, γάμοι. καὶ ὁ Δημοσθένης, ἀλλ᾽ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον ἀράμενοι. οἱ μὲν οὖν πολιτικοὶ κατ᾽ ἀρχὰς χρῶνται ταῖς ἀναλήψεσι καὶ τῇ παλιλλογίᾳ, Ὅμηρος δὲ καὶ ἐπὶ τέλει ἐχρήσατο εἰπών, τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ. ἐπήνεγκε γὰρ τοῦτο.
Παρονομασία δ᾽ ἔστιν ὅταν, προειρημένου τοῦ κυρίου, παρονομάσῃ τις αὐτοῦ τὴν μεταφοράν, οἷον ἂν δ᾽ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν, καὶ πάλιν, εἰ μὴ τοὺς τὰ μηχανήματα ἐπιστήσοντας εἰρήνην ἄγειν φήσετε, εἶτα ἐπήγαγεν, εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα. τοῦτο μὲν οὖν τὸ σχῆμα τῆς ὀνομασίας βαρύτερόν τε καὶ λαμπρότερόν ἐστι, τὸ δ᾽ ἄλλο εἶδος χαριέστερον, ὃ παρὰ γράμμα γίνεται, ὡς ἐκεῖνο τὸ ἐπὶ τοῦ Διοπείθους, μέλλει πολιορκεῖν, τούς Ἕλληνας ἐκδίδωσι· μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων, Ἑλλήνων λέγω. κἀκεῖνο δὲ παρονομασία τὸ παρὰ τῷ Θυκυδίδῃ, ἀλλ᾽ ἢ τούτους μεταπέμπειν δέον, ἢ ἄλλην μὴ ἐλάττω στρατιὰν ἐπιπέμπειν, καὶ πάλιν, τί ἄλλο ἐβούλευσαν οὗτοι, καὶ οὐκ ἀπέστησαν; καὶ παρὰ Δημοσθένει, σύλλογοι καὶ λόγοι παντοδαποί, καὶ πάλιν, πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ὑμετέραν. δοκεῖ δὲ τοῦτο τὸ τῆς παρονομασίας κάλλος ἐργάζεσθαι.
Κλῖμαξ δέ ἐστιν ὅταν, εἰς πολλὰ κῶλα ἑνὸς ἐνθυμήματος διαιρουμένου, ἕκαστον κῶλον ἄρχηται ἀπὸ τοῦ ἐν τῷ προηγουμένῳ κώλῳ τελευταίου. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ἀναβαινόντων τὰς κλίμακας· ὥσπερ γὰρ ἐκείνοις τὰ τελευταῖα πρῶτα γίνεται κατὰ τὴν τῶν ποδῶν μετάθεσιν, οὕτω καὶ ἐν τῷ σχήματι τούτῳ τὰ τῶν πρώτων κώλων τελευταῖα τῶν ἐπιφερομένων ἀρχὴ γίνεται. σαφέστερον δ᾽ ἔσται τοῖς παραδείγμασιν· οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ᾽ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. καὶ τὸ Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ, αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ᾽ Ἀτρέϊ ποιμένι λαῶν, Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ, αὐτὰρ ὁ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι λεῖπε φορῆναι. τινὲς δὲ νομίζουσι τοῦτο τὸ σχῆμα τὸ αὐτὸ εἶναι τῇ ἀναδιπλώσει, ἠγνοήκασι δὲ ὅτι ἡ μὲν ἀναδίπλωσις ἐν δύο κώλοις γίνεται, ἡ δὲ κλῖμαξ ἐν πολλοῖς, καὶ ὅτι πλήθους ἔμφασιν ἐργάζεται.
Ἐπαναφορὰ δέ ἐστιν ὅταν δύο καὶ πλειόνων κώλων κόμματα ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχηται, οἷον ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, καὶ πάλιν, μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς οἱ Λαρισσαῖοι. ἐνέργειαν τὸ σχῆμα καὶ λαμπρότητα ἐργάζεται. κἀκεῖνο ἐπαναφορά, τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; καὶ πάλιν, τίς οὖν ὁ ταῦτα συγκατασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας δούς; καὶ ὁ Πλάτων ἐν Νόμοις, ὅταν σοί τι προσπίπτῃ τῶν τοιούτων πρᾶγμα, ἴθι ἐπὶ τὰς ἀποδιαπομπήσεις, ἴθι ἐπὶ ἀποτροπαίων ἱερὰ θεῶν ἱκέτης, ἴθι ἐπὶ τὰς τῶν λεγομένων ὑμῖν ἀνδρῶν συνουσίας. καὶ παρὰ τῷ ποιητῇ, ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ᾽ ὀλοὸν Κήρ. ἔστι δ᾽ ὅτε διὰ μακροτέρων ἐπαναφέρεται τὸ αὐτὸ μόριον, οἷον ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου εἰς τὴν Ἀττικὴν συνεμβαλεῖν, ὃ πάντες ᾤοντο, μεθ᾽ ἡμῶν παραταξαμένους κωλύειν ἐκεῖνον ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀττικῇ γενέσθαι τὸν πόλεμον, ἑπτακόσια στάδια ἐπὶ τοῖς τῶν Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἄγειν ἡμᾶς ἐπὶ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ τῆς θαλάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον ψΦίλιππον ἔχειν, λαβόντα τὸ Βυζάντιον, τοὺς Βυζαντίους πολεμεῖν μεθ᾽ ἡμῶν πρὸς ἐκείνους ἐποίησε. καὶ τοῦτο δὲ εἶδος ἐπαναφορᾶς, καὶ μὴν ὅτι πολλὰ μὲν ἂν ἔδωκε χρήματα ψιλιστείδης, ὥστε ἔχειν Ὠρεόν, πολλὰ Κλείταρχος, ὥστε ἔχειν Ἐρετρίαν, πολλὰ δὲ Φίλιππος, ὥστε εἶναι ἐφ᾽ ὑμᾶς αὐτῷ. καὶ τοῦτο πάλιν ἐπαναφορά, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον.
Ἀντιστροφὴ δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀναφορᾷ, ὅταν εἰς τὴν αὐτὴν λέξιν τὰ κῶλα ἀπαντᾷ. πράττεταί τι τῶν μὲν ὑμῖν συμφέρειν δοκούντων; ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει; πάρεστιν Αἰσχίνης. ὥσπερ τὰ ῥήγματα καὶ τὰ χάσματα . . . ἐνέργειαν ἅμα καὶ * σχῆμα ἐργάζεται.
Ἐπιμονὴ δέ ἐστιν ὅταν τις πλείω ῥήματα ὀρθὰ ἀλλήλοις ἐπιβάλλῃ, ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος πρὸς τὸν Ἀπολλόδωρον, ἄγεις, ἐλαύνεις, διώκεις, συκοφαντεῖς. δείνωσιν τὸ σχῆμα ἔχει. καὶ τὸ παρʼ Αἰσχίνῃ, ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ.
Τὸ δ᾽ ὑπερβατὸν διχῶς γίνεται, κατὰ παρένθεσιν ἢ κατὰ ἀναστροφήν. καὶ κατὰ ἀναστροφὴν μέν, οἷον τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεύς Μακεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν καλῶς ᾑρημένος. ἔστι γὰρ τὴν δόξαν τοῦ διαπράξασθαι κατὰ παρένθεσιν δέ, ἀλλ᾽ ἐπὶ τοῦ Δεκελικοῦ πολέμου (ἓν γάρ, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, μὴ ὑπομνησθῶ) πολλῶν καὶ δεινῶν συμβάντων. ἰσχύν δὲ ἔχει καὶ κάλλος ἐργάζεται τὸ σχῆμα.
Παρίσωσις δὲ γίνεται μὲν καὶ κατὰ τὴν ἀρχήν, οἷον ὅτε τοίνυν τοῦθ᾽ οὕτως ἔχει, προσήκει προθύμως, καὶ κατὰ τὸ τέλος, ἐθέλειν ἀκούειν. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται. τῶν δὲ παρισώσεων τὸ μέν τι ἐστὶν ὁμοιόπτωτον, τὸ δὲ ὁμοιοτέλευτον. καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτειον, οἷον καὶ τοῦ μὲν ἐπίπονον καὶ ἐπικίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περί βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. τὸ γὰρ ἐποίησε καὶ κατέστησεν ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ τόνῳ· καὶ τὸ παρ᾽ Αἰσχίνῃ, καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω. ἐν γὰρ τούτοις μόνοις ὁμοία ἡ τελευτὴ γέγονεν. ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δ᾽ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται, οἷον τὸ Ἰσοκράτειον, ἴσως ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης.
Πλεονασμὸς δέ ἐστι· τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν; ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος ἢ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσι· τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης, τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον· θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης, ἐφοβήθης ἄν . . . . αν οὐδεὶς ἥψατο. καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ᾽ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν. κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται.
Περίφρασις δ᾽ ἔστιν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν, ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς τῇ Μειδίου. τὸ γὰρ ἁπλοῦν ἦν ἠτίμωται ὑπὸ Μειδίου, τὸ δὲ τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ DΠλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ βίη Ἡραἀκλείῃ, ἀντὶ τοῦ Ἡρακλέος, καὶ ἱερὴ ἲς Τηλεμάάχοιο, ἀντὶ τοῦ Τηλέμαχος· παρὰ δὲ Πλάτωνι, ὦ παῖ Κλεινίου, ἀντὶ τοῦ Ἀλκιβιάδη· παρὰ δὲ Θουκυδίδῃ, καὶ οἱ μὲν ὕπνον ᾑροῦντο, ἀντὶ τοῦ ἐκάθευδον· παρὰ δὲ Ἡροδότῳ, ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον, ἀντὶ τοῦ ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας.
Συζυγία δ᾽ ἔστιν ὅταν δύο προθέσεις ἀντικείμεναι ἀλλήλαις ἑκατέρα τὸ προσῆκον ἐπενέγκῃ, οἷον ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τούς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφασαν. καὶ πάλιν, τὸ τοίνυν ψήφισμα τουτί, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάἁλείαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινα αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν. οὐ γὰρ ἑκάτερον κατέλυσε καθ᾽ αὑτό, ἀλλὰ δι᾽ ἀμφοτέρων ὁ λόγος κεχώρηκε. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται.
Τὸ δὲ ἀπὸ κοινοῦ οὕτως· καὶ τῷ μὲν Εὐβαίῳ τῷ τὸν Βοιωτὸν ἀποκτείναντι πολλὴν συγγνώμην ἔχω· δοκοῦσι δέ μοι καὶ τῶν δικασάντων τότε πολλοί. ἀπὸ κοινοῦ συγγνώμην ἔχειν. εὐειδὲς τὸ σχῆμα.
Μεταβολὴ δ᾽ ἔστιν ὅταν μὴ τὰς πτώσεις μόνον ἀλλὰ καὶ τὰ ῥήματα μεταβάλλῃ, οἷον τίς γὰρ συμμαχία σοῦ πράξαντος γέγονε τῇ πόλει; ποῖαι τριήρεις; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ποῖον ἱππικόν; καὶ τοῦτο δὲ ὁμοίως γοργὸν καὶ εὐειδὲς τὸ σχῆμα.
Ὑποφορὰ δέ ἐστιν ὅταν μὴ ἑξῆς προβαίνῃ ὁ λόγος, ἀλλ᾽ ὑποθείς τι ἢ ὡς παρὰ τοῦ ἀντιδίκου ἢ ὡς ἐκ τοῦ πράγματος ἀποκρίνηται πρὸς αὑτόν, ὥσπερ δύο ἀντιλεγόμενα πρόσωπα μιμούμενος, οἷον ἐγὼ τοίνυν λογίζομαι τίνων ὁ Φίλιππος πρῶτον γέγονε κύριος μετὰ τὴν εἰρήνην; Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο; ἃ Θηβαίοις συμφέρει, καὶ οὐχ ἃ τῇ πόλει, προείλετο πράττειν. τί δήποτ᾽ ἄν; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάντα ὑφ᾽ ἑαυτῷ ποιήσασθαι. . . καὶ πάλιν, τί ποιήσομεν, ἐὰν ἐπὶ Χερρόνησον; ἐπικρινοῦμεν Διοπείὕηννὴ Δία. καὶ τί τὰ πράγματα ἔσται βελτίω; ἀλλ᾽ ἐνθένδε βοηθήσωμεν αὐτοῖς; ἂν δὲ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; ἀλλὰ μὰ Δία οὐχ ἥξει. καὶ τίς ἐγγυητής ἐστι τούτου; ἔχει δὲ τὸ σχῆμα καὶ κάλλος καὶ ἐνέργειαν. καὶ ὅταν εἴπῃ, ἐπέδωκα; ἐπαινοῦμαι, οὐ, μὰ Δία, οὐκ ὤν, ὧν ἐπέδωκα, ὑπεύθυνος. ἦρχον; καὶ δέδωκά γε εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δία, ἀλλ᾽ ἀδίκως, φησίν, ἦρξας. εἶτα παρὼν ὅτε με εἰσήγαγον οἱ λογισταί, οὐ κατηγόρεις;
Ἀσύνδετον δέ ἐστιν, ᾧ πολλαχοῦ χρῆται ὁ Δημοσθένης, κατ᾽ ὄνομα καὶ κατὰ κῶλον καὶ ἐν τόπῳ. κατ᾽ ὄνομα μέν, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· ἐξ ὧν πλήθους ἔμφασις γίνεται. κατὰ κῶλον, ἴσασιν Εὐαίωνα πολλοί, τὸν Λαοδάμαντος ἀδελφόν· εὐειδὲς τὸ τοιοῦτο. κατὰ κόμμα δέ, ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, ταῦτα κινεῖ, ταῦτα ἐξίστησι. ταῦτα δείνωσιν ἔχει καὶ ἐνέργειαν. καὶ τοῦτο ἀσυνδέτως· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πολλὰ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς. καὶ πάλιν προθεὶς ἀλλὰ τί τοῦτο ὄφελος τῇ πόλει; πάλιν ἐπήγαγεν εἰς τὸ ἀσύνδετον, ἕως ἂν σώζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐφεξῆς προθύμους εἶναι. λαμπρότητα δὲ καὶ φαντασίαν τοῦτο τὸ σχῆμα παρέχεται ἄνευ συνδέσμων ἐλευθέρᾳ φωνῇ τοῦ λόγου προϊόντος ταῖς τῶν τόπων ἐμβολαῖς. τῷ σχήματι κέχρηται ἢ κατ᾽ ὄνομα εἰς πλῆθος, ἢ κατὰ κῶλον εἰς κάλλος, ἢ κατὰ κόμμα εἰς ἐνέργειαν, ἢ κατὰ τόπους εἰς λαμπρότητα. κἀκεῖνο ἀσύνδετον, ὁρῶ δὲ αὐτὸν τὸν Φίλιππον, πρὸς ὃν ἡμῖν ὁ ἀγών, τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν δὲ κλεῖν κατεαγότα, τὴν δὲ χεῖρα καὶ τὸ σκέλος πεπηρωμένον.
Τὸ δὲ ἀντίθετον ἄνω μὲν εἴρηται τὸ τῆς διανοίας, τὸ δὲ τῆς λέξεως διχῶς γίνεται, ἢ κατὰ κῶλον, ἢ κατὰ λέξιν. κατὰ κῶλον μέν, παρὰ τὰς τῶν χορηγῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις ἐστί, παρὰ δὲ τὰς εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει. ἀντίκειται γὰρ τοῖς κώλοις ἡ ἑρμηνεία. τὸ δὲ κατὰ λέξιν, ἐδίδασκες γὰρ γράμματα, ἐγὼ δ᾽ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δ᾽ ἐθεώρουν· ἐξέπιπτες, ἐγώ δ᾽ ἐσύριττον. ἐνέργειαν δὲ καὶ κάλλος ἅμα τὸ σχῆμα ἔχει.
Ἔλλειψις δέ ἐστιν ὅταν ὁ λέγων ἐλλείπῃ λέξιν ἣν παρ᾽ αὑτοῦ ἔδει προσθεῖναι τῷ νοήματι, οἷον θέαμα δεινὸν καὶ ἐλεεινόν· ἐλλείπει γὰρ τὸ ἐστί. κἀκεῖνο δὲ ἔλλειψις· πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις· ἐλλείπει γὰρ ταῖς θεαῖς. καὶ πάλιν, ὥσπερ ἄν τις ἰατρὸς ἀσθενοῦσι μὲν τοῖς κάμνουσιν εἰσιὼν μὴ λέγοι μηδὲ δεικνύοι δι᾽ ὧν ἀποφεύξονται τὴν νόσον, ἐπειδὰν δὲ τελευτήσειέ τις αὐτῶν καὶ τὰ νομιζόμενα ἐπ᾽ αὐτῷ φέροιτο, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν ἄνθρωπος, οὐκ ἂν ἀπέθανεν. ἐμβρόντητε, εἶτα νῦν λέγεις; καὶ πάλιν, εἶπον τοίνυν ὡς μὲν ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένων· ἐλλείπει γὰρ τὸ φίλων καὶ συμμάχων.
Τὴν δὲ διατύπωσιν παρῆκεν Ἀψίνης, Καικίλιος δὲ ἔθηκεν ἐν τοῖς τῆς διανοίας σχήμασιν. ἡ δὲ διατύπωσις ὁτὲ μὲν ὑπομιμνήσκει τῶν γεγενημένων ἐνεργειῶν καὶ ἑκάστων ἐξαριθμουμένων τῶν μερῶν· ἀλλὰ μὴν τὸν τῇ πόλει συσταθέντα τότε θόρυβον ἴστε μὲν ἅπαντες, μικρὰ δὲ ἀκούσατέ μου τὰ ἀναγκαιότατα. ἑσπέρα μὲν γὰρ ἤδη, καὶ τὰ ἐξῆς. καὶ πάλιν ἡ διατύπωσις ἐπὶ τὴν θέαν ἄγει τῶν οὐχ ἑωραμένων, ὡς παρ᾽ Αἰσχίνῃ πολλὰ ἂν εὕροι τις. τράτος ὅρος διατυπώσεως, ὅταν τὰ μὴ γεγονότα διατυπούμενοι εἰσάγωμεν καθ᾽ ὑπόθεσιν, οἷον τί ἂν ἐγένετο, καὶ τί ἂν ἐπράχθη, ὡς δεινὰ καὶ φοβερά.
Τὸ δὲ διασυρμοῦ σχῆμα παρῆκεν Ἀψίνης, Καικίλιος δὲ αὐτὸ ἐνέθηκε. τοῦτο δέ ἐστι τὰ μεγάλα μικρὰ ποιῆσαι καὶ ἐξευτελίσαι, οἷον ἀλλ᾽ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἂν εἰ μὴ τοῦτο ἐγράφη. καί, πάνυ γε· οὐ γὰρ παρὰ τοῦτο εὐχερῆ γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τοῦτο διελέχθην ἐγώ, ἢ δευρὶ τὴν χεῖρα, ἀλλὰ μὴ δευρὶ παρήνεγκα.
Τὸ δὲ σχῆμα τῆς ἐπανόδου ἐστὶ παρὰ τῷ Καικιλίῳ. γίνεται δὲ αὕτη ὅταν ὀνόματα δύο καὶ ῥῆμα προθέντες ἐπανίωμεν ἐπ᾽ αὐτὰ καὶ ἐξηγώμεθα αὐτά, ὡς μήπω νοουμένου τοῦ λεχθέντος, οἷον εἴ τις λέγοι, ὅτι Νικίας καὶ Ἀλκιβιάδης ἐπὶ Σικελίας τὴν στρατείαν διέφοθειραν, εἶτα ἐπανιὼν ἐπ᾽ αὐτὰ λέγοι, Ἀλκιβιάδης μὲν εὐτελῆ τὸν πόλεμον καταλιπών, Νικίας δὲ ἀργὸν στρατηγήσας. χρῆται δὲ ἐπανόδῳ καὶ Θουκυδίδης ὁσάκις ἂν εἰς ἀσάφειαν ἐκ τῶν ὑπερβατῶν ἐκπίπτῃ.
Καὶ τὸ τῆς ἀφαιρέσεως σχῆμα ὁ Καικίλιος εἰσάγει· λέξεως γὰρ ἀφαίρεσιν τοῦτό φησι καὶ λέγει κεῖσθαι παρὰ τῷ Θουκυδίδῃ· φθείρατε γὰρ ἄνδρες Ἀθηναῖοι ἐφθαρμένοι εἰσὶ ἐτέταχα ὧν πεποίηνται καὶ εἴρηνται.
Καὶ τὸ τῆς ἀλλοιώσεως σχῆμα εἰσάγει ὁ Καικίλιος, καί φησιν αὐτὴν γίνεσθαι κατ᾽ ὄνομα, καὶ πτώσεις, καὶ ἀριθμούς, καὶ πρόσωπα, καὶ χρόνους. καὶ ὀνόματα μὲν ἀλλοιοῦσιν ἀντὶ τοῦ ἄρρενος τὸ θῆλυ ἢ τὸ οὐδέτερον παραλαμβάνοντες, ἢ τῷ ἄρρενι ἀντ᾽ ἀμφοῖν χρώμενοι, κατὰ τὸ πληθυντικόν, οἷον παρὰ μὲν Θουκυδίδῃ, πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει, ἀντὶ τῶν Ἑλλήνων, καὶ τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ ἡ φιλοτιμία· οὐδέτερον γὰρ μετείληφεν ἀντὶ τοῦ θήλεος. περὶ δὲ τούς ἀριθμοὺς ἀλλοίωσις, ὡς παρ᾽ Εὐπόλιδι ἐν Δήμοις, ἅπασα γὰρ ποθουμένη κλεινὴ πόλις, καὶ παρὰ Δημοσθένει, ὑμεῖς ὦ βουλή. κατὰ δὲ τὰ πρόσωπα ἀλλοιώσεις, ὡς παρ᾽ αὐτῷ· τοῖς γὰρ δικασταῖς διαλεγόμενος μετατίθησιν ἑαυτὸν ἐπὶ τὸν ἀντίδικον, ὃς ὦ μιαρώτατε πάντων κεκλεισμένης σοι τῆς παρρησίας. καὶ πάλιν ἀπὸ τοῦ ἀντιδίκου μετάγει ἐπὶ τούς δικαστὰς λέγων, οἷον τῶν ἀνδρῶν τῶν ἀγαθῶν μέμνησαι, καὶ καλῶς ποιεῖς· οὐ μέντοι δίκαιόν ἐστιν, ὦ Ἀθηναῖοι . . . καὶ παρ᾽ Εύριπίδῃ, φεύγεις ἀποστραφείς με· τὰ δ᾽ Ἀγαμέμνονος φροῦδα· εἶτα μεταστρέφει τὸν λόγον ἐπὶ τὸν ἀποθανόντα, ἄφιλος ἦσθ᾽ ἄρ᾽, ὦ πάτερ, πράττων κακῶς. τοὺς δὲ χρόνους ἀλλοιοῦσιν, ὅταν τοῖς ἐνεστῶσιν ἀντὶ τῶν παρῳχημένων χρῶνται, οἷον παρὰ Δημοσθένει, καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, τοὺς ὁρῶντας ὑμῖν μάρτυρας παρέξομαι, ἀντὶ τοῦ τοὺς ἑωρακότας. ὁποῖόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἀνδρομέδᾳ, ὁρῶ δὲ πρὸς τῆς παρθένου θοινάματα, ἀντὶ τοῦ εἶδον. καὶ ὁ Θουκυδίδης, οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἐπαινοῦσι τὸν προστιθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ἀντὶ τοῦ ἐπήνεδάν.
Καὶ τὴν παρεμβολὴν εἰσάγει Καικίλιος σχῆμα λέξεως, κέχρηται δὲ παραδείγματι τῷ παρὰ Θουκυδίδῃ, οἱ δὲ Κορίνθιοι προσκαθεζόμενοι (ἔστι δὲ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν. καὶ ὁ Ἡρόδοτος, Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω· τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Παφλαγόνων ἐξίει πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον καλεόμενον πόντον. ἐνταῦθα παρεμβέβληται τὰ τοῦ ποταμοῦ. καὶ Εὐριπίδης, Δαναός, ὁ πεντήκοντα θυγατέρων πατήρ, Νείλου λιπὼν κάλλιστον εὐκταίης ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιόπιδος γῆς, ἡνίκ᾽ ἂν τακῇ χιών, τεθριππεύοντος ἡλίου κατ᾽ αἰθέρα, ἐλθών κατ᾽ Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν. οἱ γὰρ τρεῖς περὶ τοῦ ποταμοῦ στίχοι περιττοί.