Fragmenta
- Edition reference
- Fragmenta, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 247–248.
- CTS identifier
urn:cts:greekLit:tlg2625.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
494
{in Aristarcheos}
{⊗}? φεύγετ', Ἀριστάρχειοι, ἐπ' εὐρέα νῶτα θαλάττης
Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,
γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε
τὸ σφὶν καὶ σφῶϊν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
τοῦθ' ὑμῖν εἴη, δυσπέμφελοι· Ἡροδίκῳ δὲ
Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών. *
495
{dubium}
‘Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν
παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ' ὑπάκουσον,
εἰ βούλει σοι ἔχειν εὖ παιδικά, μηδ' ἀπιθήσῃς
ἀγγέλῳ, ἀλλὰ πιθοῦ, καί σοι πολὺ βέλτιον ἔσται.’
κἀγὼ 〈ὅ〉πως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπαίνω
ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτως.
‘στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο,
ᾗ τόνδ' αἱρήσεις, ὠσὶν δ' ἐνίει ποθέουσιν·
ἀμφοῖν γὰρ φιλίας ἥδ' ἀρχή, τῇδε καθέξεις
αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.’
‘τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ ς' ἀνακινεῖ
στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς
παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην
ποιῆσαι !!!